TEXTO 3 Nacimiento de Atenea Zeus deja encinta de una niña a Metis, pero, por temor a la profecía de Gea, decide devorar a la embarazada. μίγνυται δὲ Ζεὺς Μήτιδι, μεταβαλλούσῃ εἰς πολλὰς ἰδέας ὑπὲρ τοῦ μὴ συνελθεῖν, καὶ αὐτὴν γενομένην ἔγκυον καταπίνει, ἐπείπερ ἔλεγε Γῆ γεννήσειν παῖδα μετὰ τὴν μέλλουσαν ἐξ αὐτῆς γεννᾶσθαι κόρην, ὃς οὐρανοῦ δυνάστης γενήσεται. τοῦτο φοβηθεὶς 1 κατέπιεν 2 αὐτήν ὡς δ ὁ τῆς γενέσεως ἐνέστη 3 χρόνος, πλήξαντος αὐτοῦ τὴν κεφαλὴν πελέκει Προμηθέως ἢ καθάπερ ἄλλοι λέγουσιν Ἡφαίστου, ἐκ κορυφῆς Ἀθηνᾶ σὺν ὅπλοις ἀνέθορεν 4. 1
TEXTO 4 Apolo y Ártemis Fruto de una nueva aventura, Zeus tiene de Leto dos hijos en la isla de Delos: Ártemis, diosa de la caza, y Apolo, dios de la adivinación. Λητὼ δὲ συνελθοῦσα Διὶ 1 κατὰ τὴν γῆν ἅπασαν ὑφ Ἥρας ἠλαύνετο, μέχρις εἰς Δῆλον ἐλθοῦσα γεννᾷ 2 πρώτην Ἄρτεμιν, ὕστερον Ἀπόλλωνα ἐγέννησεν. Ἄρτεμις μὲν οὖν τὰ περὶ θήραν ἀσκήσασα παρθένος ἔμεινεν 3, Ἀπόλλων δὲ τὴν μαντικὴν μαθὼν παρὰ Πανὸς τοῦ Διὸς καὶ Yβρεως ἧκεν εἰς Δελφούς, χρησμῳδούσης 4 τότε Θέμιδος ὡς δὲ ὁ φρουρῶν τὸ μαντεῖον Πύθων ὄφις ἐκώλυεν αὐτὸν παρελθεῖν ἐπὶ τὸ χάσμα, τοῦτον ἀνελὼν 5 τὸ μαντεῖον παραλαμβάνει. 2
TEXTO 6 El rapto de Perséfone El dios Plutón, enamorado de Perséfone, hija de Deméter, la rapta y provoca que su madre la busque desesperadamente. Πλούτων δὲ Περσεφόνης ἐρασθεὶς 1 Διὸς 2 συνεργοῦντος ἥρπασεν αὐτὴν κρύφα. Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός 3 τε καὶ ἡμέρας 3 κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιῄει 4 μαθοῦσα δὲ παρ Ἑρμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανόν, εἰκασθεῖσα 5 δὲ γυναικὶ ἧκεν εἰς Ἐλευσῖνα. 3
TEXTO 8 Prometeo encadenado A Prometeo, titán creador y benefactor de los hombres, le castiga Zeus, por robar el fuego para la raza humana. Προμηθεὺς δὲ ἐξ ὕδατος καὶ γῆς ἀνθρώπους πλάσας ἔδωκεν 1 αὐτοῖς καὶ πῦρ, λάθρᾳ Διὸς 2 ἐν νάρθηκι κρύψας. ὡς δὲ ᾔσθετο 3 Ζεύς, ἐπέταξεν Ἡφαίστῳ τῷ Καυκάσῳ ὄρει τὸ σῶμα αὐτοῦ προσηλῶσαι 4 ἐν δὴ τούτῳ προσηλωθεὶς 5 Προμηθεὺς πολλῶν ἐτῶν ἀριθμὸν 6 ἐδέδετο 7 καθ ἑκάστην δὲ ἡμέραν ἀετὸς ἐφιπτάμενος 8 αὐτῷ τοὺς λοβοὺς ἐνέμετο 9 τοῦ ἥπατος αὐξανομένου διὰ νυκτός. καὶ Προμηθεὺς μὲν πυρὸς κλαπέντος 10 δίκην ἔτινε ταύτην, μέχρις Ἡρακλῆς αὐτὸν ὕστερον ἔλυσεν. 4
TEXTO 10 Ío, sacerdotisa de Hera Zeus seduce a Ío y, ante las sospechas de Hera, la transforma en una blanca novilla y le pone un guardián. Ἰὼ 1 δὲ ἱερωσύνην τῆς Ἥρας ἔχουσαν Ζεὺς ἔφθειρε. φωραθεὶς 2 δὲ ὑφ Ἥρας τῆς μὲν κόρης ἁψάμενος 3 εἰς βοῦν 4 μετεμόρφωσε λευκήν, ἀπωμόσατο 5 δὲ ταύτῃ μὴ συνελθεῖν. Ἥρα δὲ αἰτησαμένη παρὰ Διὸς 6 τὴν βοῦν 4 φύλακα αὐτῆς κατέστησεν 7 Ἄργον τὸν πανόπτην. οὗτος ἐκ τῆς ἐλαίας ἐδέσμευεν αὐτὴν ἥτις ἐν τῷ Μυκηναίων ὑπῆρχεν ἄλσει. Διὸς 6 δὲ ἐπιτάξαντος Ἑρμῇ κλέψαι τὴν βοῦν 4, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο 8, λίθῳ βαλὼν ἀπέκτεινε τὸν Ἄργον, ὅθεν ἀργειφόντης ἐκλήθη 9. 5
TEXTO 11 Sémele y Zeus Zeus, enamorado de Sémele, se le presenta en todo su esplendor y la mata. Dioniso continúa su gestación, cosido en el muslo de Zeus. Σεμέλης δὲ Ζεὺς ἐρασθεὶς 1 Ἥρας κρύφα συνευνάζεται. ἡ δὲ 2 ἐξαπατηθεῖσα 3 ὑπὸ Ἥρας, κατανεύσαντος αὐτῇ Διὸς 4 πᾶν τὸ αἰτηθὲν 5 ποιήσειν, αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος 6 ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος ἀνανεῦσαι παραγίγνεται εἰς τὸν θάλαμον αὐτῆς ἐφ ἅρματος ἀστραπαῖς ὁμοῦ καὶ βρονταῖς, καὶ κεραυνὸν ἵησιν 7. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλιπούσης, ἑξαμηναῖον τὸ βρέφος ἐκ τοῦ πυρὸς ἁρπάσας ἐνέρραψε τῷ μηρῷ. 6
TEXTO 13 Atenea y Posidón luchan por el Ática Cécrope funda una ciudad y los dos dioses se disputarán su dominio, para recibir los correspondientes honores. ἧκεν οὖν πρῶτος 1 Ποσειδῶν ἐπὶ τὴν Ἀττικήν, καὶ πλήξας τῇ τριαίνῃ κατὰ μέσην τὴν ἀκρόπολιν ἀπέφηνε 2 θάλασσαν, ἥν νῦν Ἐρεχθηίδα καλοῦσι. μετὰ δὲ τοῦτον ἧκεν Ἀθηνᾶ, καὶ ποιησαμένη τῆς καταλήψεως Κέκροπα μάρτυρα 1 ἐφύτευσεν ἐλαίαν, ἣ νῦν ἐν τῷ Πανδροσείῳ δείκνυται 3. γενομένης δὲ ἔριδος, ἡ χώρα τῆς Ἀθηνᾶς ἐκρίθη 4, Κέκροπος μαρτυρήσαντος ὅτι πρώτη 1 τὴν ἐλαίαν ἐφύτευσεν. Ἀθηνᾶ οὖν ἀφ ἑαυτῆς τὴν πόλιν ἐκάλεσεν Ἀθήνας. 7
TEXTO 15 Nacimiento de Edipo Reinando Layo en Tebas, el oráculo predice que su hijo le dará muerte. Al nacer el niño, el rey ordena abandonarlo. μετὰ δὲ τὴν Ἀμφίονος τελευτὴν Λάιος τὴν βασιλείαν παρέλαβε καὶ ἔγημεν 1 Ἰοκάστην, χρήσαντος τοῦ θεοῦ μὴ γεννᾶν 2 (τὸν γεννηθέντα 3 γὰρ πατροκτόνον ἔσεσθαι 4 ). ὁ δὲ οἰνωθεὶς 5 συνῆλθε τῇ γυναικί. καὶ τὸ γεννηθὲν 3 ἐκθεῖναι 6 δίδωσι 7 νομεῖ. Πολύβου δὲ βουκόλοι, τοῦ Κορινθίων βασιλέως, τὸ βρέφος εὑρόντες πρὸς τὴν αὐτοῦ γυναῖκα Περίβοιαν ἤνεγκαν 8. ἡ δὲ ὑποβάλλεται 9, καὶ Οἰδίπουν καλεῖ διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι. 8
TEXTO 16 La Esfinge La esfinge devasta Tebas devorando a quien no resuelva su enigma. Sólo se librarán de ella en caso de descifrarlo. Κρέοντος δὲ βασιλεύοντος οὐ μικρὰ 1 συμφορὰ κατέσχε Θήβας. ἔπεμψε γὰρ Ἥρα Σφίγγα, ἣ εἶχε πρόσωπον μὲν γυναικός, στῆθος δὲ καὶ βάσιν καὶ οὐρὰν λέοντος καὶ πτέρυγας ὄρνιθος. μαθοῦσα δὲ αἴνιγμα παρὰ μουσῶν ἐπὶ τὸ Φίκιον ὄρος ἐκαθέζετο, καὶ τοῦτο προύτεινε 2 Θηβαίοις. ἦν δὲ τὸ αἴνιγμα τί ἐστιν ὃ μίαν 3 ἔχον φωνὴν τετράπουν καὶ δίπουν καὶ τρίπουν γίγνεται; 9
TEXTO 17 Edipo y la Esfinge Tras matar a Layo, Edipo resuelve el enigma de la esfinge y es recompensado con el trono y la mano de la reina Yocasta. πολλῶν δὲ ἀπολομένων 1, κηρύσσει Κρέων τῷ τὸ αἴνιγμα λύσοντι καὶ τὴν βασιλείαν καὶ τὴν Λαΐου δώσειν 2 γυναῖκα. Οἰδίπους δὲ ἀκούσας ἔλυσεν, εἰπὼν τὸ αἴνιγμα τὸ ὑπὸ τῆς Σφιγγὸς λεγόμενον ἄνθρωπον εἶναι. ἡ μὲν οὖν Σφὶγξ ἀπὸ τῆς ἀκροπόλεως ἑαυτὴν ἔρριψεν, Οἰδίπους δὲ καὶ τὴν βασιλείαν παρέλαβε καὶ τὴν μητέρα ἔγημεν 3 ἀγνοῶν, καὶ παῖδας ἐτέκνωσεν ἐξ αὐτῆς Πολυνείκην καὶ Ἐτεοκλέα, θυγατέρας δὲ Ἰσμήνην καὶ Ἀντιγόνην. 10
TEXTO 20 Antígona Antígona, desobedeciendo las órdenes de Creonte, sepulta por piedad a su hermano Polinices y se busca la muerte. Κρέων δὲ τὴν Θηβαίων βασιλείαν παραλαβὼν τοὺς τῶν Ἀργείων νεκροὺς ἔρριψεν ἀτάφους 1, καὶ κηρύξας μηδένα θάπτειν φύλακας κατέστησεν 2. Ἀντιγόνη δέ, μία τῶν Οἰδίποδος θυγατέρων, κρύφα τὸ Πολυνείκους σῶμα κλέψασα ἔθαψε, καὶ φωραθεῖσα 3 ὑπὸ Κρέοντος αὐτοῦ τῷ τάφῳ ζῶσα 4 ἐνεκρύφθη 5. οἱ δὲ Ἀθηναῖοι μετὰ Θησέως στρατεύσαντες αἱροῦσι Θήβας καὶ τοὺς νεκροὺς τοῖς οἰκείοις διδόασι 6 θάψαι. 11
TEXTO 21 Nacimiento de Heracles Alcmena engendra dos niños de padres diferentes. Heracles sufrirá desde su infancia la persecución de la celosa Hera. Ἀλκμήνη δὲ δύο ἐγέννησε παῖδας Διὶ 1 μὲν Ἡρακλέα μιᾷ 2 νυκτὶ πρεσβύτερον Ἀμφιτρύωνι δὲ Ἰφικλέα. τοῦ δὲ παιδὸς 3 ὄντος ὀκταμηνιαίου 4 δύο δράκοντας ὑπερμεγέθεις Ηρα ἐπὶ τὴν εὐνὴν ἔπεμψε διαφθαρῆναι 5 τὸ βρέφος θέλουσα. ἐπιβοωμένης δὲ Ἀλκμήνης Ἀμφιτρύωνα Ἡρακλῆς διαναστὰς 6 ἄγχων ἑκατέραις ταῖς χερσὶν 7 αὐτοὺς διέφθειρε. 12
TEXTO 22 La Hidra de Lerna Heracles se enfrenta a la destructora Hidra que habita en el pantano de Lerna, con la ayuda de su sobrino Yolao. δεύτερον δὲ ἆθλον 1 Εὐρυσθεὺς ἐπέταξεν αὐτῷ 2 τὴν Λερναίαν ὕδραν κτεῖναι 3 εἶχε δὲ ἡ ὕδρα ὑπερμέγεθες σῶμα κεφαλὰς ἔχον ἐννέα τὰς μὲν ὀκτὼ θνητάς τὴν δὲ μέσην ἀθάνατον. τὴν δὲ ὕδραν εὑρὼν ἔν τινι λόφῳ, βάλλων βέλεσι πεπυρωμένοις ἠνάγκασεν ἐξελθεῖν. τῷ ῥοπάλῳ δὲ τὰς κεφαλὰς κόπτων οὐδὲν ἀνύειν ἠδύνατο 4 μιᾶς 5 γὰρ κοπτομένης κεφαλῆς δύο ἀνεφύοντο. διὸ ἐπεκαλέσατο αὐτὸς βοηθὸν 1 τὸν Ἰόλαον ὃς τοῖς δαλοῖς ἐπικαίων τάς ἀνατολὰς τῶν κεφαλῶν ἐκώλυεν ἀνιέναι 6. καὶ τοῦτον τὸν τρόπον 7 τῶν ἀναφυομένων κεφαλῶν περιγενόμενος 8, τὴν ἀθάνατον ἀποκόψας κατώρυξε καὶ βαρεῖαν ἐπέθηκε 9 πέτραν. 13
TEXTO 24 Las columnas de Heracles Heracles debe dirigirse hasta Eritía (actual Estrecho de Gibraltar) para conseguir las vacas del monstruoso Gerión. δέκατον ἐπέταξεν ἆθλον 1 τὰς Γηρυόνου βόας 2 ἐξ Ἐρυθείας κομίζειν. Ἐρύθεια δὲ ἦν Ὠκεανοῦ πλησίον νῆσος ἣ νῦν Γάδειρα καλεῖται. ταύτην κατῴκει Γηρυόνης, τριῶν ἔχων ἀνδρῶν σῶμα. εἶχε δὲ φοινικᾶς βόας 2 ὧν ἦν βουκόλος Εὐρυτίων φύλαξ δὲ Ὄρθος ὁ κύων δικέφαλος ἐξ Ἐχίδνης καὶ Τυφῶνος γεγεννημένος. πορευόμενος οὖν ἐπὶ τὰς Γηρυόνου βόας 2 διὰ τῆς Εὐρώπης ἄγρια πολλὰ ζῷα ἀνελὼν 3 Λιβύης ἐπέβαινε 4 καὶ παρελθὼν Ταρτησσὸν ἔστησε 5 σημεῖα 1 τῆς πορείας ἐπὶ τῶν ὅρων Εὐρώπης καὶ Λιβύης ἀντιστοίχους 6 δύο στήλας. 14
TEXTO 25 Origen del Minotauro A causa de Posidón, Pasifae, esposa de Minos, deseando unirse con un toro, lo logra con ayuda de Dédalo. ὀργισθεὶς 1 δὲ Μίνωι Ποσειδῶν ὅτι μὴ κατέθυσε τὸν ταῦρον, τοῦτον μὲν ἐξηγρίωσε 2, Πασιφάην δὲ ἐλθεῖν εἰς ἐπιθυμίαν αὐτοῦ παρεσκεύασεν. ἡ δὲ ἐρασθεῖσα 3 τοῦ ταύρου συνεργὸν 4 λαμβάνει Δαίδαλον, ὃς ἦν ἀρχιτέκτων, πεφευγὼς 5 ἐξ Ἀθηνῶν ἐπὶ φόνῳ. οὗτος ξυλίνην βοῦν 6 ἐπὶ τροχῶν κατασκευάσας, τὴν Πασιφάην ἐνεβίβασεν. ἐλθὼν δὲ ὁ ταῦρος ὡς ἀληθινῇ βοΐ 6 συνῆλθεν. ἡ δὲ Ἀστέριον ἐγέννησε τὸν κληθέντα 7 Μινώταυρον. οὗτος εἶχε ταύρου πρόσωπον, τὰ δὲ λοιπὰ ἀνδρός. 15
TEXTO 26 Teseo y el Minotauro Teseo, como parte del tercer tributo de Atenas, se enfrenta al Minotauro y le da muerte, gracias a la ayuda de Ariadna. ἐχούσης δὲ τῆς νεὼς 1 μέλαν ἱστίον Αἰγεὺς τῷ παιδὶ ἐνετείλατο 2, ἐὰν ὑποστρέφῃ ζῶν 3, λευκοῖς πετάσαι 4 τὴν ναῦν 1 ἱστίοις. ὡς δὲ ἧκεν εἰς Κρήτην, Ἀριάδνη θυγάτηρ Μίνωος ἐρωτικῶς διατεθεῖσα 5 πρὸς αὐτὸν συμπράσσειν ἐπαγγέλλεται, ἐὰν ὁμολογήσῃ γυναῖκα 6 αὐτὴν ἕξειν. ὁμολογήσαντος δὲ σὺν ὅρκοις Θησέως δεῖται 7 Δαιδάλου μηνῦσαι τοῦ λαβυρίνθου τὴν ἔξοδον. ὑποθεμένου 8 δὲ ἐκείνου, λίνον Θησεῖ δίδωσι 9 τοῦτο ἐξάψας Θησεὺς τῆς θύρας ἐφελκόμενος εἰσῄει 10. καταλαβὼν δὲ Μινώταυρον ἐν ἐσχάτῳ μέρει τοῦ λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν, ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξῄει 11. 16
TEXTO 27 Pérdida de Ariadna y muerte de Egeo Teseo, apesadumbrado por la pérdida de Ariadna que ha sido raptada por Dioniso, se olvida de cambiar las velas. καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων 1 εἰς Νάξον ἀφικνεῖται. ἔνθα Διόνυσος ἐρασθεὶς 2 Ἀριάδνης ἥρπασε, καὶ κομίσας εἰς Λῆμνον ἐμίγη 3. λυπούμενος δὲ Θησεὺς ἐπ' Ἀριάδνῃ καταπλέων ἐπελάθετο πετάσαι 4 τὴν ναῦν 5 λευκοῖς ἱστίοις. Αἰγεὺς δὲ ἀπὸ τῆς ἀκροπόλεως τὴν ναῦν 5 ἰδὼν 6 ἔχουσαν μέλαν ἱστίον, Θησέα νομίσας ἀπολωλέναι 7 ῥίψας ἑαυτὸν μετήλλαξε 8. 17
TEXTO 36 Nacimiento de Aquiles Tetis trata de hacer inmortal a su hijo Aquiles. El procedimiento asustará a Peleo y provocará graves consecuencias. ὡς δὲ ἐγέννησε Θέτις ἐκ Πηλέως βρέφος, ἀθάνατον 1 θέλουσα ποιῆσαι τοῦτο, κρύφα Πηλέως εἰς τὸ πῦρ ἐγκρύβουσα 2 τῆς νυκτὸς 3 ἔφθειρεν ὃ ἦν αὐτῷ θνητὸν πατρῷον, μεθ' ἡμέραν δὲ ἔχριεν ἀμβροσίᾳ. Πηλεὺς δὲ ἐπιτηρήσας καὶ σπαίροντα τὸν παῖδα ἰδὼν ἐπὶ τοῦ πυρὸς ἐβόησε καὶ Θέτις νήπιον 1 τὸν παῖδα ἀπολιποῦσα πρὸς Νηρηίδας ᾤχετο. κομίζει δὲ τὸν παῖδα πρὸς Χείρωνα Πηλεύς. ὁ δὲ λαβὼν αὐτὸν ἔτρεφε σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων μυελοῖς, καὶ ὠνόμασεν Ἀχιλλέα 4. 18
TEXTO 37 El sueño de Hécuba Hécuba, esposa del rey Príamo, sueña que el niño que lleva en el vientre será responsable de la destrucción de su ciudad. Πρίαμος δὲ δευτέραν 1 ἔγημεν 2 Ἑκάβην τὴν Δύμαντος. γεννᾶται δὲ αὐτῇ πρῶτος 1 μὲν Ἕκτωρ. δευτέρου δὲ γεννᾶσθαι μέλλοντος 3 βρέφους ἔδοξεν Ἑκάβη καθ ὕπνους δαλὸν τεκεῖν 4 διάπυρον, τοῦτον δὲ πᾶσαν ἐπινέμεσθαι τὴν πόλιν καὶ καίειν. μαθὼν δὲ Πρίαμος παρ' Ἑκάβης τὸν ὄνειρον, Αἴσακον τὸν υἱὸν μετεπέμψατο ἦν γὰρ ὀνειροκρίτης 5. οὗτος εἰπὼν τῆς πατρίδος γενέσθαι τὸν παῖδα ἀπώλειαν, ἐκθεῖναι 6 τὸ βρέφος ἐκέλευε. 19
TEXTO 39 El sacrificio de Ifigenia Los griegos zarpan de Argos y, tras llegar a Áulide por segunda vez, no pueden hacerse a la mar por falta de viento. Κάλχας δὲ ἔφη 1 οὐκ ἄλλως δύνασθαι πλεῖν αὐτούς, εἰ μὴ τῶν Ἀγαμέμνονος θυγατέρων ἡ κρατιστεύουσα κάλλει 2 σφάγιον 3 Ἀρτέμιδι παραστῇ 4, διὰ τὸ μηνίειν 5 τὴν θεὸν τῷ Ἀγαμέμνονι. τοῦ δὲ χρησμοῦ τούτου γενομένου, Ἀγαμέμνων τὴν Κλυταιμνήστραν Ἰφιγένειαν ᾔτει, λέγων δώσειν 6 αὐτὴν Ἀχιλλεῖ γυναῖκα 3. πεμψάσης δὲ ἐκείνης Ἀγαμέμνων τῷ βωμῷ παραστήσας 7 ἔμελλε 8 σφάζειν, Ἄρτεμις δὲ αὐτὴν ἁρπάσασα εἰς Ταύρους ἱέρειαν 3 ἑαυτῆς κατέστησεν 9, ἔλαφον ἀντ' αὐτῆς παραστήσασα 7 τῷ βωμῷ 20