Prüfungstexte zum Griechisch-Intensivkurs (SS 03) 2.Teil Altes Testament (1) Die Weltschöpfung (Gen 1, 1-31) 1 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 Η δὲ γῆ ἦν ἀόρατος 1 καὶ ἀκατασκεύαστος, 2 καὶ σκότος ἐπάνω 3 τῆς ἀβύσσου, καὶ πνεῦµα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. 3 Καὶ εἶπεν ὁ θεός Γενηθήτω φῶς. Καὶ ἐγένετο φῶς. 4 Καὶ εἶδεν ὁ θεὸς τὸ φῶς, ὅτι καλόν. Καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ µέσον 4 τοῦ φωτὸς καὶ ἀνὰ µέσον τοῦ σκότους. 5 Καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡµέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡµέρα µία. 6 Καὶ εἶπεν ὁ θεός Γενηθήτω στερέωµα 5 ἐν µέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ µέσον ὕδατος καὶ ὕδατος. Καὶ ἐγένετο οὕτως. 7 Καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωµα, καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ µέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω 6 τοῦ στερεώµατος, καὶ ἀνὰ µέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώµατος. 8 Καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωµα οὐρανόν. Καὶ εἶδεν ὁ θεὸς, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡµέρα δευτέρα. 9 Καὶ εἶπεν ὁ θεός Συναχθήτω 7 τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν 8 µίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτως. Καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. 10 Καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήµατα 9 τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας. Καὶ εἶδεν ὁ θεὸς, ὅτι καλόν. 11 Καὶ εἶπεν ὁ θεός Βλαστησάτω 10 ἡ γῆ βοτάνην 11 χόρτου, 12 σπεῖρον σπέρµα 13 κατὰ γένος καὶ καθ ὁµοιότητα, 14 καὶ ξύλον κάρπιµον ποιοῦν καρπόν, οὗ τὸ σπέρµα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος, ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως. 12 Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρµα κατὰ γένος καὶ καθ ὁµοιότητα, καὶ ξύλον κάρπιµον ποιοῦν καρπόν, οὗ τὸ σπέρµα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος, ἐπὶ τῆς γῆς. Καὶ εἶδεν ὁ θεὸς, ὅτι καλόν. 13 Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡµέρα τρίτη. 14 Καὶ εἶπεν ὁ θεός Γενηθήτωσαν φωστῆρες 15 ἐν τῷ στερεώµατι τοῦ οὐρανοῦ εἰς φαῦσιν 16 τῆς γῆς τοῦ διαχωρίζειν ἀνὰ µέσον τῆς ἡµέρας καὶ ἀνὰ µέσον τῆς νυκτὸς καὶ ἔστωσαν εἰς σηµεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡµέρας καὶ εἰς ἐνιαυτοὺς 15 καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώµατι τοῦ οὐρανοῦ ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως. 16 Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς 1 ἀόρατος 2 unansehnlich 2 ἀκατασκεύαστος verwaschen 3 ἐπάνω (+ Gen) (oben drauf) auf 4 ἀνὰ µέσον...καὶ ἀνὰ µέσον zwischen...und 5 τὸ στερέωµα Firmament 6 ὑποκάτω (+ Gen) unterhalb 7 συνάγω zusammentreiben 8 ἡ συναγωγή (Sammel)Becken 9 τὸ σύστηµα Gebilde 10 βλαστάω wachsen lassen 11 ἡ βοτάνη Gewächs 12 ὁ χόρτος 2 Gras 13 σπεῖρον σπέρµα Samen tragende Pflanze 14 ἡ ὁµοιότης Gleichartigkeit 15 ὁ φωστήρ Lichtgeber, Leuchte 16 ἡ φαῦσις (Signal)Feuer
21 µεγάλους, τὸν φωστῆρα τὸν µέγαν εἰς ἀρχὰς 17 τῆς ἡµέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω 18 εἰς ἀρχὰς 17 τῆς νυκτός, καὶ τοὺς ἀστέρας. 17 Καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώµατι τοῦ οὐρανοῦ ὥστε φαίνειν ἐπὶ τῆς γῆς 18 καὶ ἄρχειν τῆς ἡµέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ µέσον τοῦ φωτὸς καὶ ἀνὰ µέσον τοῦ σκότους. Καὶ εἶδεν ὁ θεὸς, ὅτι καλόν. 19 Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡµέρα τετάρτη. Καὶ εἶπεν ὁ θεός Ἐξαγαγέτω 19 τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόµενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωµα τοῦ οὐρανοῦ. Καὶ ἐγένετο οὕτως. 21 Καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη 21 τὰ µεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν 22 κατὰ γένος. Καὶ εἶδεν ὁ θεὸς, ὅτι καλά. 22 Καὶ ηὐλόγησεν 23 αὐτὰ ὁ θεὸς λέγων Αὐξάνεσθε καὶ πληθύνεσθε 24 καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. 23 Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡµέρα πέµπτη. 24 Καὶ εἶπεν ὁ θεός Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. Καὶ ἐγένετο οὕτως. 25 Καὶ ἐποίησεν ὁ θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος καὶ τὰ κτήνη κατὰ γένος καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. Καὶ εἶδεν ὁ θεὸς, ὅτι καλά. 26 Καὶ εἶπεν ὁ θεός Ποιήσωµεν ἄνθρωπον κατ εἰκόνα ἡµετέραν καὶ καθ ὁµοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. 27 Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν 25 καὶ θῆλυ 26 ἐποίησεν αὐτούς. 28 Καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε 27 αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. 29 Καὶ εἶπεν ὁ θεός Ἰδοὺ δέδωκα ὑµῖν πᾶν χόρτον σπόριµον 28 σπεῖρον σπέρµα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρµατος σπορίµου ὑµῖν ἔσται εἰς βρῶσιν 29 30 καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ τῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. 31 Καὶ εἶδεν ὁ θεὸς τὰ πάντα, ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡµέρα ἕκτη. 17 εἰς ἀρχάς zur Herrschaft über 18 ἐλάσσω = ἐλάσσονα 19 ἐξάγω hervorbringen τὰ ἑρπετά Kriechtiere 21 τὸ κῆτος Seeungeheuer, großes Meerestier 22 πτερωτός 3 geflügelt 23 εὐλογέω segnen 24 πληθύνω vermehren 25 ἀρσήν,-εν männlich 26 θῆλυς 3 weiblich 27 κατακυριεύω (+Gen) herrschen über 28 σπόριµος 3 besät, besamt 29 ἡ βρῶσις Nahrung
(2) Der Sündenfall (Gen 3, 1-24) 1 Ο δὲ ὄφις 1 ἦν φρονιµώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησεν ὁ θεός. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί Τί ὅτι 2 εἶπεν ὁ θεός»οὐ µὴ φάγητε ἀπὸ παντὸς ξύλου 3 τοῦ ἐν τῷ παραδείσῳ.«2 Καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει Απὸ καρποῦ ξύλου τοῦ παραδείσου φαγόµεθα, 3 ἀπὸ δὲ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν µέσῳ τοῦ παραδείσου, εἶπεν ὁ θεός»οὐ φάγεσθε ἀπ αὐτοῦ οὐδὲ µὴ ἅψησθε αὐτου, ἵνα µὴ ἀποθάνητε.«4 Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί Οὐ θανάτῳ ἀποθανεῖσθε 5 ᾔδει 4 γὰρ ὁ θεὸς, ὅτι, ἐν ᾗ ἂν ἡµέρᾳ φάγητε ἀπ αὐτοῦ, διανοιχθήσονται ὑµῶν οἱ ὀφθαλµοί καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν. 6 Καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν 6 καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλµοῖς ἰδεῖν καὶ ὡραῖόν 7 ἐστιν τοῦ κατανοῆσαι καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν καὶ ἔδωκεν καὶ τῷ ἀνδρὶ αὐτῆς µετ αὐτῆς καὶ ἔφαγον. 7 Καὶ διηνοίχθησαν οἱ ὀφθαλµοὶ τῶν δύο καὶ ἔγνωσαν, ὅτι γυµνοὶ ἦσαν καὶ ἔρραψαν 8 φύλλα συκῆς 9 καὶ ἐποίησαν ἑαυτοῖς περιζώµατα. 10 8 Καὶ ἤκουσαν τὴν φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν 11 καὶ ἐκρύβησαν 12 ὅ τε Αδαµ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν µέσῳ τοῦ ξύλου τοῦ παραδείσου. 9 Καὶ ἐκάλεσεν κύριος ὁ θεὸς τὸν Αδαµ καὶ εἶπεν αὐτῷ Αδαµ, ποῦ εἶ; 10 Καὶ εἶπεν αὐτῷ Τὴν φωνήν σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυµνός εἰµι καὶ ἐκρύβην. 11 Καὶ εἶπεν αὐτῷ Τίς ἀνήγγειλέν σοι, ὅτι γυµνὸς εἶ; Μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάµην 13 σοι τούτου µόνου µὴ φαγεῖν ἀπ αὐτοῦ, ἔφαγες; 12 Καὶ εἶπεν ὁ Αδαµ Η γυνὴ, ἣν ἔδωκας µετ ἐµοῦ, αὕτη µοι ἔδωκεν ἀπὸ τοῦ ξύλου καὶ ἔφαγον. 13 Καὶ εἶπεν κύριος ὁ θεὸς τῇ γυναικί Τί τοῦτο ἐποίησας; Καὶ εἶπεν ἡ γυνή Ο ὄφις ἠπάτησέν µε καὶ ἔφαγον. 14 Καὶ εἶπεν κύριος ὁ θεὸς τῷ ὄφει Οτι ἐποίησας τοῦτο, ἐπικατάρατος 15 σὺ ἀπὸ πάντων τῶν κτηνῶν 16 καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Επὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φάγῃ πάσας τὰς ἡµέρας τῆς ζωῆς σου. 15 Καὶ ἔχθραν 17 θήσω ἀνὰ µέσον 18 σου καὶ ἀνὰ µέσον τῆς γυναικὸς καὶ ἀνὰ µέσον τοῦ σπέρµατός σου καὶ ἀνὰ µέσον τοῦ σπέρµατος αὐτῆς. Αὐτός σου τηρήσει 19 κεφαλήν καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. 16 Καὶ τῇ γυναικὶ εἶπεν Πληθύνων 21 πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγµόν 22 σου. Εν λύπαις τέξῃ τέκνα καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή 23 σου, καὶ αὐτός σου κυριεύσει. 17 Τῷ δὲ Αδαµ εἶπεν Οτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ 22 1 ὁ ὄφις Schlange 2 τί ὅτι warum 3 τὸ ξύλον Holz, Baum 4 ᾔδει Impf. Sg.3.P. v. οἶδα wissen 5 διανοιχθήσονται von δι-αν-οίγω 6 ἡ βρῶσις Essen, Nahrung 7 ὡραῖος 3 wunderbar 8 ῥάπτω zusammennähen 9 ἡ συκῆ Feigenbaum 10 τὸ περί-ζωµα Schürze 11 τὸ δειλινόν Nachmittag, gegen Westen 12 ἐκρύβησαν v. κρύπτω 13 ἐντέλλοµαι befehlen 14 ἀπατάω täuschen, betrügen 15 ἐπικατάρατος 2 verflucht 16 ὁ κτῆνος Vieh 17 ἡ ἔχθρα Feindschaft 18 ἀνὰ µέσον...καὶ ἀνὰ µέσον zwischen...und 19 τηρέω trachten nach ἡ πτέρνα Ferse 21 πληθύνω erfüllen, voll machen 22 ὁ στεναγµός Seufzen, Stöhnen 23 ἡ ἀποστροφή Rückkehr, Hinwendung
23 ξύλου, οὗ ἐνετειλάµην σοι τούτου µόνου µὴ φαγεῖν ἀπ αὐτοῦ, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡµέρας τῆς ζωῆς σου. 18 Ακάνθας 24 καὶ τριβόλους 25 ἀνατελεῖ 26 σοι καὶ φάγῃ τὸν χόρτον 27 τοῦ ἀγροῦ. 19 Εν ἱδρῶτι 28 τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου ἕως τοῦ ἀποστρέψαι 29 σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήµφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Καὶ ἐκάλεσεν Αδαµ τὸ ὄνοµα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη µήτηρ πάντων τῶν ζώντων. 21 Καὶ ἐποίησεν κύριος ὁ θεὸς τῷ Αδαµ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερµατίνους 30 καὶ ἐνέδυσεν αὐτούς. 22 Καὶ εἶπεν ὁ θεός Ιδοὺ, Αδαµ γέγονεν ὡς εἷς ἐξ ἡµῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν µήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. 23 Καὶ ἐξαπέστειλεν 31 αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς 32 ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήµφθη. 24 Καὶ ἐξέβαλεν τὸν Αδαµ καὶ κατῴκισεν 33 αὐτὸν ἀπέναντι 34 τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξεν τὰ χερουβὶµ 35 καὶ τὴν φλογίνην 36 ῥοµφαίαν 37 τὴν στρεφοµένην 38 φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. 24 ἡ ἄκανθα Dornengewächs 25 ὁ τρίβολος Distel 26 ἀνατέλλω aufgehen lassen 27 ὁ χόρτος Gras 28 ὁ ἱδρώς Schweiß 29 ἀποστρέφοµαι zurückkehren 30 δερµατίνος 3 aus Tierfellen, Tierhäuten 31 ἐξαποστέλλω vertreiben 32 ἡ τρυφή Schwelgerei, Überschwang 33 κατοικίζω ansiedeln, Behausung zuweisen 34 ἀπέναντι (+Gen) gegenüber 35 τὰ χερουβίµ die Cherubim 36 φλόγινος 3 aus Flammen 37 ἡ ῥοµφάια Schwert 38 στρεφόµενος (hier:) züngelnd, sich drehend (3) Daniel in der Löwengrube (Dan 6, 4-5;14-29) 4 Καὶ ανιὴλ ἦν ἐνδεδυµένος πορφύραν καὶ µέγας καὶ ἔνδοξος 1 ἔναντι αρείου τοῦ βασιλέως, κάθοτι ἦν ἐπιστήµων καὶ συνετός, καὶ πνεῦµα ἅγιον ἐν αὐτῷ. 5 Καὶ οἱ τακτικοὶ 2 καὶ οἱ σατράπαι ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ ανιὴλ.[...] 14 Καὶ εἶπαν Ἰδοὺ εὕροµεν ανιὴλ τὸν φίλον σου εὐχόµενον καὶ δεόµενον 3 τοῦ προσώπου τοῦ θεοῦ αὐτοῦ τρίς τῆς ἡµέρας. 15 Καὶ λυπούµενος ὁ βασιλεὺς εἶπεν ῥιφῆναι 4 τὸν ανιὴλ εἰς τὸν λάκκον 5 τῶν λεόντων κατὰ τὸν ὁρισµόν, 5 ὃν ἔστησε κατ αὐτοῦ. Τότε ὁ βασιλεὺς σφόδρα ἐλυπήθη ἐπὶ τῷ ανιὴλ καὶ ἐβοήθει 7 τοῦ ἐξελέσθαι αὐτὸν ἕως δυσµῶν 8 ἡλίου ἀπὸ τῶν χειρῶν τῶν σατραπῶν. 16 Καὶ οὐκ ἠδύνατο ἐξελέσθαι αὐτὸν ἀπ αὐτῶν. 17 Ἀναβοήσας 9 δὲ αρεῖος ὁ βασιλεὺς εἶπε τῷ ανιὴλ Ὁ θεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς 10 τρὶς τῆς ἡµέρας, αὐτὸς ἐξελεῖταί σε ἐκ χειρὸς τῶν λεόντων, ἕως πρωὶ 11 θάρρει. 18 Τότε ανιὴλ ἐρρίφη εἰς τὸν λάκκον τῶν λεόντων καὶ ἠνέχθη λίθος καὶ ἐτέθη εἰς τὸ στόµα τοῦ λάκκου καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν 12 τῷ δακτυλίῳ 13 ἑαυτοῦ καὶ ἐν τοῖς δακτυλίοις τῶν µεγιστάνων 14 αὐτοῦ, ὅπως µὴ ἀπ αὐτῶν ἀρθῇ ὁ ανιὴλ ἤ ὁ βασιλεὺς αὐτὸν ἀνασπάσῃ 15 ἐκ τοῦ λάκκου. 19 Τότε ὑπέστρεψεν ὁ βασιλεὺς εἰς τὰ βασίλεια 16 αὐτοῦ καὶ ηὐλίσθη 17 νῆστις 18 καὶ ἦν λυπούµενος περὶ τοῦ ανιὴλ. Τότε ὁ θεὸς τοῦ ανιὴλ πρόνοιαν ποιούµενος αὐτοῦ ἀπέκλεισε τὰ στόµατα τῶν λεόντων καὶ οὐ παρηνώχλησαν 19 τῷ ανιήλ. 1 ἔνδοξος 2 angesehen, berühmt 2 ὁ τακτικός (hier:) Exekutiv-Beamter 3 δέοµαι (+ Gen) flehen zu 4 ῥιφῆναι Inf. Aor. P. zu ῥίπτω 5 ὁ λάκκος Grube 6 ὁ ὁρισµός Erlass, Verordnung 7 βοηθέω helfen 8 ἡ δυσµή Untergang 9 ἀναβοάω aufschreien, rufen 10 ἐνδελεχῶς fortwährend 11 πρωὶ θάρρει der Morgen graut 12 ἐν (hier instrumental:) mit 13 τὸ δακτύλιον Siegelring 14 οἱ µεγιστάνες Fürsten 15 ἀνασπάω emporziehen 16 τὰ βασίλεια Königspalast 17 αὐλίζοµαι im Freien nächtigen 18 νῆστις, -ιος nüchtern, fastend 19 παρενοχλέω etwas zuleide tun
24 Καὶ ὁ βασιλεὺς αρεῖος ὤρθρισε πρωὶ καὶ παρέλαβε µεθ ἑαυτοῦ τοὺς σατράπας καὶ πορευθεὶς ἔστη 21 ἐπὶ τοῦ στόµατος τοῦ λάκκου τῶν λεόντων. 21 Τότε ὁ βασιλεὺς ἐκάλεσε τὸν ανιὴλ φωνῇ µεγάλῃ µετὰ κλαυθµοῦ 22 λέγων Ὦ ανιὴλ, εἰ ἄρα 23 ζῇς καὶ ὁ θεός σου, ᾧ λατρεύεις ἐνδελεχῶς, σέσωκέ σε ἀπὸ τῶν λεόντων καὶ οὐκ ἠχρείωκάν 24 σε; 22 Τότε ανιὴλ ἐπήκουσε φωνῇ µεγάλῃ καὶ εἶπεν Βασιλεῦ, ἔτι εἰµὶ ζῶν. 23 Καὶ σέσωκέ µε ὁ θεὸς ἀπὸ τῶν λεόντων, καθότι δικαιοσύνη ἐν ἐµοὶ εὑρέθη ἐναντίον αὐτοῦ καὶ ἐναντίον δὲ σοῦ, βασιλεῦ, οὔτε ἄγνοια 25 οὔτε ἁµαρτία εὑρέθη ἐν ἐµοὶ. Σὺ δὲ ἤκουσας ἀνθρώπων πλανώντων βασιλεῖς καὶ ἔρριψάς µε εἰς τὸν λάκκον τῶν λεόντων εἰς ἀπώλειαν. 24 Τότε συνήχθησαν πᾶσαι αἱ δυνάµεις 26 καὶ εἶδον τὸν ανιὴλ, ὡς οὐ παρηνώχλησαν αὐτῷ οἱ λέοντες. 25 Τότε οἱ δύο ἄνθρωποι ἐκεῖνοι οἱ καταµαρτυρήσαντες 27 τοῦ ανιὴλ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ἐρρίφησαν τοῖς λέουσι καὶ οἱ λέοντες ἀπέκτειναν αὐτοὺς καὶ ἔθλασαν 28 τὰ ὀστᾶ αὐτῶν. 26 Τότε αρεῖος ἔγραψε πᾶσι τοῖς ἔθνεσι καὶ χώραις καὶ γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ λέγων 27 Πάντες οἱ ἄνθρωποι οἱ ὄντες ἐν τῇ βασιλείᾳ µου ἔστωσαν προσκυνοῦντες καὶ λατρεύοντες τῷ θεῷ τοῦ ανιὴλ. Αὐτὸς γάρ ἐστι θεὸς µένων καὶ ζῶν εἰς γενεὰς γενεῶν ἕως τοῦ αἰῶνος. 28 Ἐγὼ αρεῖος ἔσοµαι αὐτῷ προσκυνῶν καὶ δουλεύων πάσας τὰς ἡµέρας µου. Τὰ γὰρ εἴδωλα τὰ χειροποίητα οὐ δύνανται σῶσαι, ὡς ἐλυτρώσατο 29 ὁ θεὸς τοῦ ανιὴλ τὸν ανιὴλ. 29 Καὶ ὁ βασιλεὺς αρεῖος προσετέθη 30 πρὸς τὸ γένος αὐτοῦ καὶ ανιὴλ κατεστάθη ἐπὶ τῆς βασιλείας αρείου καὶ Κῦρος ὁ Πέρσης παρέλαβε τὴν βασιλείαν αὐτοῦ. ὀρθρίζω frühmorgens aufstehen 21 ἔστη Aor.3.P. zu ἵσταµαι trat hin zu 22 ὁ κλαυθµός Weinen, Wehklagen 23 εἰ ἄρα = ἆρα Fragepartikel 24 ἀχρειόω (hier:) verletzen 25 ἡ ἄγνοια Unverstand, Schuld 26 ἡ δύναµις Macht; Mächtiger 27 καταµαρτυρέω (+Gen) verleumden 28 θλάω zermalmen 29 λυτρόω (medial:) für sich erretten 30 προστίθηµαι auf jemandes Seite stellen, jemandem gewogen sein (4) Judith und Holophernes (Jud 13, 1-16) 1 Ὡς δὲ ὀψία 1 ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτού 2 ἀναλύειν 3 καὶ Βαγώας συνέκλεισεν τὴν σκηνὴν ἔξωθεν καὶ ἀπέκλεισεν τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ καὶ ἀπῴχοντο εἰς τὰς κοίτας 4 αὐτῶν ἦσαν γὰρ πάντες κεκοπωµένοι 5 διὰ τὸ ἐπὶ πλεῖον 6 γεγονέναι τὸν πότον. 2 Ὑπελείφθη 7 δὲ Ἰουδὶθ µόνη ἐν τῇ σκηνῇ καὶ Ὁλοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ ἦν γὰρ περικεχυµένος 8 αὐτῷ ὁ οἶνος. 3 Καὶ εἶπεν Ἰουδὶθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος 9 αὐτῆς καὶ ἐπιτηρεῖν 10 τὴν ἔξοδον αὐτῆς, καθάπερ 11 καθ ἡµέραν 12 ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς καὶ τῷ Βαγώᾳ 1 ὀψία spät, Abend 2 αὐτοῦ scil. Holophernes 3 ἀναλύω aufbrechen, losgehen 4 ἡ κοίτη Lager, Bett 5 κοπόω ermüden, ermatten 6 ἐπὶ πλεῖον zu viel 7 ὑπολείποµαι übrigbleiben 8 περιχέω überschütten (mit Wein) (vgl.: sich volllaufen lassen ) 9 ὁ κοιτῶν Schlafgemach 10 ἐπιτηρέω bewachen 11 καθάπερ = ὥσπερ 12 καθ ἡµέραν täglich
25 ἐλάλησεν κατὰ τὰ ῥήµατα ταῦτα. 4 Καὶ ἀπήλθοσαν 13 πάντες ἐκ προσώπου καὶ οὐδεὶς κατελείφθη 14 ἐν τῷ κοιτῶνι ἀπὸ µικροῦ 15 ἕως µεγάλου καὶ στᾶσα Ἰουδὶθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς Κύριε, ὁ θεὸς πάσης δυνάµεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν µου εἰς ὕψωµα 16 Ἰερουσαληµ, 5 ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι 17 τῆς κληρονοµίας 18 σου καὶ ποιῆσαι τὸ ἐπιτήδευµά 19 µου εἰς θραῦσµα ἐχθρῶν, οἳ ἐπανέστησαν 21 ἡµῖν. 6 Καὶ προσελθοῦσα τῷ κανόνι 22 τῆς κλίνης, ὃς ἦν πρὸς κεφαλῆς Ὁλοφέρνου, καθεῖλεν τὸν ἀκινάκην 23 αὐτοῦ ἀπ αὐτοῦ. 7 Καὶ ἐγγίσασα τῆς κλίνης ἐδράξατο 24 τῆς κόµης τῆς κεφαλῆς αὐτοῦ καὶ εἶπεν Κραταίωσόν 25 µε, κύριε ὁ θεὸς Ἰσραὴλ, ἐν τῇ ἡµέρᾳ ταύτῃ. 8 Καὶ ἐπάταξεν 26 εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν 27 τῇ ἰσχύι αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ ἀπ αὐτοῦ. 9 Καὶ ἀπεκύλισε 28 τὸ σῶµα αὐτοῦ ἀπὸ τῆς στρωµνῆς 29 καὶ ἀφεῖλε τὸ κωνώπιον 30 ἀπὸ τῶν στύλων 31 καὶ µετ ὀλίγον 32 ἐξῆλθεν καὶ παρέδωκεν τῇ ἅβρᾳ 33 αὐτῆς τὴν κεφαλὴν Ὁλοφέρνου. 10 Καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωµάτων αὐτῆς, καὶ ἐξῆλθον αἱ δύο ἅµα κατὰ τὸν ἐθισµὸν 34 αὐτῶν ἐπὶ τὴν προσευχήν καὶ διελθοῦσαι τὴν παρεµβολὴν 35 ἐκύκλωσαν τὴν φάραγγα 36 ἐκείνην καὶ προσανέβησαν τὸ ὄρος Βαιτύλουα 37 καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς. 11 Καὶ εἶπεν Ἰουδὶθ µακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν Ανοίξατε, ἀνοίξατε δὴ τὴν πύλην, µεθ ἡµῶν ὁ θεὸς, ὁ θεὸς ἡµῶν ποιῆσαι 38 ἔτι ἰσχὺν ἐν Ἰσραὴλ καὶ κράτος 39 κατὰ τῶν ἐχθρῶν, καθὰ 40 καὶ σήµερον ἐποίησεν. 12 Καὶ ἐγένετο, ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως. 13 Καὶ συνέδραµον πάντες ἀπὸ µικροῦ ἕως µεγάλου αὐτῶν, ὅτι παράδοξον 41 ἦν αὐτοῖς τὸ ἐλθεῖν αὐτήν, καὶ ἤνοιξαν τὴν πύλην καὶ ὑπεδέξαντο 42 αὐτὰς καὶ ἅψαντες 43 πῦρ εἰς φαῦσιν 44 περιεκύκλωσαν αὐτάς. 14 Ἡ δὲ εἶπεν πρὸς αὐτοὺς φωνῇ µεγάλῃ Αἰνεῖτε τὸν θεόν, αἰνεῖτε, αἰνεῖτε τὸν θεόν, ὃς οὐκ ἀπέστησεν 45 τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰσραὴλ, ἀλλ ἔθραυσε 46 τοὺς ἐχθροὺς ἡµῶν διὰ χειρός µου ἐν τῇ νυκτὶ ταύτῃ. 15 Καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ἡ κεφαλὴ Ὁλοφέρνου, ἀρχιστρατήγου δυνάµεως Ἀσσοὺρ καὶ ἰδοὺ τὸ κωνώπιον, ἐν ᾧ κατέκειτο 47 ἐν ταῖς µέθαις 48 αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας. 16 Καὶ ζῇ κύριος, ὃς διεφύλαξέν µε ἐν τῇ ὁδῷ µου, ᾗ ἐπορεύθην, ὅτι ἠπάτησεν 49 αὐτὸν τὸ πρόσωπόν µου εἰς ἀπώλειαν αὐτοῦ καὶ οὐκ ἐποίησεν ἁµάρτηµα µετ ἐµοῦ εἰς µίασµα 50 καὶ αἰσχύνην. 51 13 ἀπήλθοσαν = ἀπῆλθον 14 καταλείποµαι = ὑπολείποµαι 15 ἀπὸ µικροῦ ἕως µεγάλου von klein bis groß 16 τὸ ὕψωµα Erhöhung, Verherrlichung 17 ἀντιλαµβάνοµαι (+Gen) sich einer Sache annehmen 18 ἡ κληρονοµία Erbe, Erbbesitz 19 τὸ ἐπτήδευµα Bestreben, Vorhaben τὸ θραῦσµα Vernichtung 21 ἐπανίσταµαι sich erheben gegen 22 ὁ κανών Rohr (als Fuß des Bettgestells) 23 ὁ ἀκινάκης Krummsäbel 24 δράσσοµαι (+Gen) erfassen, ergreifen 25 κραταιόω stärken 26 πατάσσω schlagen 27 ἐν (hier instrumental:) mit 28 ἀποκυλίζω wegrollen 29 ἡ στρωµνή Lager, Bettpolster 30 τὸ κωνώπιον Mosquitonetz 31 ὁ στῦλος Pfeiler, Stange 32 µετ ὀλίγον nach kurzer Zeit 33 ἡ ἅβρα Zofe, Sklavin 34 κατὰ τὸν ἐθισµόν nach ihrer Gewohnheit 35 ἡ παρεµβολή Heereslager 36 ἡ φάραγξ Schlucht 37 Βαιτύλουα Betulia (Stadt in Persien) 38 ποιῆσαι finaler Inf.: um zu... 39 τὸ κράτος Stärke, Macht 40 καθά = καθάπερ 41 παράδοξος 2 widersinnig, seltsam 42 ὑποδέχοµαι aufnehmen, empfangen 43 ἅπτω anzünden 44 ἡ φαῦσις Signalfeuer, Beleuchtung 45 ἀφίστηµι wegstellen, entfernen 46 θραύω vernichten 47 κατέκειτο Plusqupf. zu κατακεῖται 48 ἡ µέθη Rausch, Trunkenheit 49 ἀπατάω verleiten, verführen 50 τὸ µίασµα Befleckung 51 ἡ αἰσχύνη Schande