2 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Τετάρτη. +Μνήμη ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτου

Σχετικά έγγραφα
2 ΔΕΚΕΜΒΡΙΟΥ Μμήμη ὁσίου Πορυυρίου τοῦ Καυσοκαλυβίτου

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

18 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

ΠΟΡΦΥΡΙΟΥ. Τῌ Β ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡ μῶν Πορφυρίου τοῦ Καυσοκαλυβίτου, τοῦ διορατικοῦ

ΣΟΝ ΟΡΘΡΟΝ. υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

σξῦ ἐμ Ιψαμμίμξιρ ( 1838).

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΣΑΒΒΑΤΟΝ +Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

2 ΟΚΣΩΒΡΙΟΤ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

Τῇ ΚΔ Σεπτεμβρίου ἀνάμνησης ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας.

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

12 ΔΕΚΕΜΒΡΙΟΥ 2011 Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σπυρίδωνος, Επισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ.

18 ΟΚΤΩΒΡΙΟΥ 2012 Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ..

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

19 ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

1 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ Η- ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. + Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ

22 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

30 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τῶν τριῶν ἱεραρχῶν Βασιλείου τοῦ μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ Ιωάννου τοῦ Χρυσοστόμου.

18 ΙΑΝΟΥΑΡΙΟΥ Μμήμη τῶμ ἐμ ἁγίξις Πατέρωμ ἡμῶμ Ἀθαμασίξυ καὶ Κυρίλλξυ, Πατριαρχῶμ Ἀλεναμδρείας.

26 ΟΚΤΩΒΡΙΟΥ Τοῦ Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου. Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 ).

27 ΙΟΥΛΙΟΥ 2012 Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ. ἰαματικοῦ Παντελεήμονος. ΚΑΘΙΣΜΑΤΑ

12 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ ἐν Αγίοις Πατρός ἡμῶν πυρίδωνος, Επισκόπου Σριμυθοῦντος τοῦ Θαυματουργοῦ

6 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Νικολάου ἀρχιεπισκόπου Μύρωμ τῆς Λυκίας τοῦ θαυματουργοῦ ( 330).

9 ΝΟΕΜΒΡΙΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

Ηχος πλ. β, ἑωθινὸν δ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2015 Ιωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Μαρκιανῆς βασιλίσσης

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

1 ΙΟΥΛΙΟΥ Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΙΑΝΟΥΑΡΙΟΥ 2012 Αθαμαςίξτ ( 373) καὶ Κτπίλλξτ ( 444) οασπιαπφῶμ Αλεναμδπείαρ.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

27 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

6 ΔΕΚΕΜΒΡΙΟΥ Τοῦ ἐμ Ἁγίοις Πατρός ἡμῶμ Νικολάου, Ἀρχιεπισκόπου Μύρωμ τῆς Λυκίας τοῦ Θαυματουργοῦ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

18 ΟΚΤΩΒΡΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς ὁ β χορὸς τίχ,.

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

12 ΔΕΚΕΜΒΡΙΟΥ Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σπυρίδωνος, Επισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ.

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

20 ΟΚΤΩΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

25 ΙΟΥΛΙΟΥ Μνήμη τῆσ Κοιμήςεωσ τῆσ Ἁγίασ Ἄννησ, μητρὸσ τῆσ Ὑπεραγίασ Θεοτόκου.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

23 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

20 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ηχος πλ. α, ἑωθινὸν ϛ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

7 ΙΟΥΛΙΟΥ 2007 Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς.

Transcript:

2 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Τετάρτη. +Μνήμη ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτου ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 1

Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Διαμονώντας γὰρ λυτρούται, καὶ ἀσθενεῖς ἰαταὶ πίστει κράζοντας δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα. Τῆς Εὐβοίας τὸν γόνον,. Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος α. Τὸν τάφον σου, Σωτὴρ. Χαρίσματα δεχθεὶς ἐν τῷ Ἄθωνι, πάτερ, ὡς ἄστρον φαεινὸν ἀνεδείχθης τῷ κόσμῳ, φωτίζων τοῖς λόγοις σου καὶ τῷ σῷ παραδείγματι, τοῖς δὲ θαύμασι τὴν Ἐκκλησίαν δοξάζων, καὶ μυστήρια ἀποκαλύπτων ἀνθρώποις, διὸ σὲ δοξάζομεν. Δόξα.Καὶ νῦν.. Θεοτοκίον, ὅμοιον. 2

Παρθένε, μυστικὸν κρίνον τοῦ Παραδείσου, ἀγγέλων χαρμονή, χαρισμάτων ταμεῖον, Χριστῷ ἀεὶ πρεσβεῦε τῶν πταισμάτων τὴν ἄφεσιν δοῦναι, Παναγνέ, πᾶσι τιμῶσιν ἀξίως καὶ γεραίρουσι μνήμην κλεινοῦ Πορφυρίου, Χριστὸν ἀγαπήσαντος. Μετὰ τὴν β Στιχολογίαν. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἐγκοσμίων ὁσίων τὸ ἐγκαλλώπισμα, σκορπίζων Ἄθωνος δρόσον ἐν Ὁμονοίᾳ, σοφέ, διηκόνεις ταπεινῶς νοσοῦσιν, ὅσιε. Θαύματα δὲ ἐπιτελῶν, ἀνεδείχθης ἰατρὸς ἀλάνθαστος νοσημάτων. Ἰσάγγελος ἐν τῷ κόσμῳ ἐγένου, πάτερ, ἐραστὰ τοῦ Χριστοῦ. Δόξα...Καὶ νῦν. Θεοτοκίον. Παναγία Παρθένε, Μῆτερ Θεοῦ ἡμῶν, δεινῶν καὶ πόνων τὴν λύσιν ψυχῆς ἐν πόνῳ ζητῶν, Πορφυρίου ταῖς λιταῖς παρασχοὺ Δέσποινα. Πρεσβεῦε δὲ τῷ σῷ Υἱῷ, προσκυνοῦντας σὲ πιστῶς, φυλάττειν παντὸς κινδύνου, καὶ διδόναι τοῖς σοῖς ἱκέταις τυχεῖν, Παρθένε, Παραδείσου τερπνοῦ. Μετὰ τὸν Πολυέλαιον Ἦχος δ. Ἐπεφάνης σήμερον. Ἀσκητῶν, Πορφύριε, πάντων ἀκρότης ἐν τῷ κόσμῳ δέδειξαι, ζωὴν ἰσάγγελον βιῶν διὸ ὑμνοῦμεν, πανθαυμαστέ, σοῦ τὴν ἀγάπην καὶ ἄκραν ταπείνωσιν. Δόξα Καὶ νῦν. Θεοτοκίον. Ταῖς πρεσβείαις, Κύριε, ἁγνῆς Μητρός Σου, καὶ τοῦ Σου θεράποντος τοῦ Πορφυρίου ταπεινοῦ, παρασχοὺ πᾶσι ἀπόλαυσιν τῆς οὐρανίου, Χριστέ, Βασιλείας Σου. Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. 3

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα Πατρί... Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν... Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον Ἦχος δ' Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ., Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν. ὁ α χορὸς Κύριε ἐλέησον Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,... ὁ α χορὸς Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ α χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς... Κύριε, ἐλέησον (γ'). Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς: Καὶ τῷ Πνεύματί σου. Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ματθαῖον. ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα Διάκονος: Πρόσχωμεν. ὁ α χορὸς Δόξα Σοι Κύριε, δόξα Σοι. 4

Εὐαγγέλιον Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰμὴ ὁ Πατήρ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ ὑμᾶς καὶ μάθετε ἀπ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Ν' ψαλμὸς χύμα ὁ α χορὸς Δόξα Πατρί... Ἦχος β Ταῖς τοῦ σοῦ ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. ὁ β χορὸς Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Ἦχος πλ.β' Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Τά ἐπί γῆς ἀπαρνηθείς τερπνά, τά οὐράνια, Πορφύριε, ἐδέξω παρά Χριστοῦ τοῦ Θεοῦ, ὡς γέρα τῶν πόνων σου ὅτι καθαρᾶ τῆ καρδία καί ταπεινώσει πολλῆ, σοφέ, ἐπολιτεύθης ὄντως καί μιμητής τῶν ἁγίων ἐγένετο. Τῆ δέ πραότητι τῆ σῆ πολλούς ὡδήγησας εἰς Χριστόν, ἐν ὧ καί σύ ὡς ἥλιος ἔλαμψας πρός δόξαν Θεοῦ, τοῦ σέ λαμπρῶς δοξάσαντος. ΚΑΝΟΝΕΣ Ὁ Κανὼν τῆς Θεοτόκου. ᾠδὴ α' Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,... Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε. 5

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια. Τοῦ Ἁγίου Ὠδὴ α. Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα... Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Παράκλητε δώρησαι σοφίαν λέγειν καί χάριτος, ὑμνῆσαι Πορφύριον, τόν τῆς Εὐβοίας βλαστόν, τόν ἀθλήσαντα ἐν Καυσοκαλυβίοις, καί χάριν δεξάμενον τῆς διοράσεως Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ὁσίως ἐβίωσας ἐν τῇ ἐρήμῳ τοῦ Ἄθωνος, ὑπείκων τοῖς γέρουσι μετὰ χαρὰς καὶ τιμῶν, τὴν ταπείνωσιν δεχθεὶς ἐν τῇ καρδίᾳ, καὶ χάριν τοῦ Πνεύματος ἐγκολπωσάμενος. Δόξα Πατρί... Ῥόδον εὐωδέστατον, ἐδείχθης ὄντως τῆς χάριτος, σκορπίζων ἀρώματα τῶν οὐρανῶν τοῖς πιστοῖς, τὴν πραότητα καὶ ἀνεξικακίαν, ἀγάπην, ταπείνωσιν σὺν τῇ ἁπλότητι. Καὶ νῦν... Θεοτοκίον Φαιδρύνεις τὰ σύμπαντα, Παρθενομῆτορ, τῷ τόκῳ σου, φθορὰν ἀφανίζουσα τῆς ἁμαρτίας, ἁγνή, καὶ παρέχουσα χαρὰν τὴν οὐρανίαν διὸ ἀγαλλόμενοι πάντες ὑμνοῦμεν σέ. Ὁ Κανὼν τῆς Θεοτόκου. ᾠδὴ γ' Ὁ Εἱρμὸς Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. Οὐρανίας ἁψῖδος,... 6

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε. Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε. Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον. Τοῦ Ἁγίου Ὠδὴ γ. Ὁ Εἱρμός. Τοὺς σοῦς ὑμνολόγους. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Ὑπήρξας ναὸς τοῦ Παρακλήτου καὶ μάρτυς τῆς χάριτος αὐτοῦ, νοσήματα ἰώμενος, προλέγων τὰ ἐσόμενα, ἐκβάλλων δὲ καὶ δαίμονας ταῖς σαῖς εὐχαῖς, ὀσιώτατε. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Ῥοαῖς τῶν δακρύων σου, τρισμάκαρ, ἐν ταῖς παννυχίοις σοῦ εὐχαῖς, ἀρχόντων παραπτώματα ἀπέπλυνας, πανόσιε, γαλήνην χαρισάμενος τῷ ταλαιπώρῳ λαῷ ἡμῶν. Δόξα Πατρί... Ἰώβειον ἔδειξας, παμμάκαρ, ἐν πόνοις τοῖς σοῖς ὑπομονὴν τῶν νόσων τῶν ποικίλων σοῦ τοὺς ἄλλους δὲ ἰώμενος, οὐδέποτε ἐζήτησας τῶν νοσημάτων σου ἴασιν. Καὶ νῦν... Θεοτοκίον Ὁ πάντων Σωτὴρ καὶ ἀντιλήπτωρ, τὴν βρότειον σάρκα προσλαβὼν, ἐκ τῶν ἁγνῶν αἱμάτων σου, τὸν κόσμον ἐλυτρώσατο, τῶν οὐρανῶν βασίλισσαν, ἀναγορεύσας σέ, Παναγνὲ. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... 7

Κάθισμα Ἦχος δ. Ὁ ὑψωθεὶς. Τῶν τῆς ἐρήμου ἀθλητῶν ἡ ἀκρότης, τῶν ἐγκοσμίων ἀσκητῶν ὁ κοσμήτωρ καὶ ἱερέων προτύπον πιστὸν καὶ ὁδηγός, ὤφθης, ἱερώτατε, καὶ ἰσάγγελος ὄντως, ἰαμάτων βρύσις τε, χαρισμάτων ταμεῖον. Καὶ νῦν παρίστασαι Χριστῷ ἐν οὐρανοῖς, πρεσβεύων πάτερ ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δόξα,.. Καὶ νῦν. Θεοτοκίον. Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα βοήθησον, σπλαγχνισθεῖσα σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων μὴ ἀποστρέψῃς σοῦς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. Ὁ Κανὼν τῆς Θεοτόκου. ᾠδὴ δ' Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. Εἰσακήκοα, Κύριε,... Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε. Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα. Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα. Τοῦ Ἁγίου Ὠδὴ δ. 8

Ὁ καθήμενος ἐν δόξῃ. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Νοσημάτων θεραπεῖαι δυσαριθμητοί, ὅσιε, ἐν τῇ Μαλακάση, ἔνθα σὴ Μονῇ, συντελούμεναι, ἀνακηρύσσουσι μέγα, θεῖον χάρισμα, ὅπερ ἔλαβες, τῇ ταπεινώσει κοσμούμενος. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Ἀπαθείας ὤφθης οἶκος καὶ ἁγνείας κειμήλιον ὅθεν, ἐμπειρία τῇ Θεολογίᾳ ἐθήτευσας, ἀποκαλύψεων θείων πεῖραν δ ἔλαβες, ἀνυψούμενος εἰς τὰ οὐράνια, ὅσιε. Δόξα Πατρί... Σεβασμίαν κεφαλήν σου φῶς ἐκάλυπτεν ἄκτιστον, ὑπὲρ φῶς ἡλίου λάμψιν χορηγὸν σοί μακάριε, καὶ θεολόγον ποιοῦν σὲ θεοδίδακτον, καὶ παρέχον σοὶ διόρασίν τε προόρασιν. Καὶ νῦν... Θεοτοκίον Ὡς πηγὴν χάριτος θείας καὶ ὡς πόκον θεοδρόσον, θείου μάννα στάμνον, οὐρανίου μύρου ἀλάβαστρον, καὶ ὡς ἐλέους τὴν κρήνην σὲ δοξάζομεν, ἀπειρόγαμε,... Παρθενομῆτορ, Θεονυμφε. Ὁ Κανὼν τῆς Θεοτόκου. ᾠδὴ ε' Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε. Φώτισον ἡμᾶς,... Ἒμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν. 9

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον. Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι. Τοῦ Ἁγίου Ὠδή ε. Ἐξέστη τὰ σύμπαντα. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Κινδύνων ἐκλύτρωσον ἡμᾶς, καὶ νόσων ἴασαι, ὅσιε Πορφύριε, καὶ δίδου εὐχήν σου θείαν ἁγιασθῆναι ἡμάς, καὶ πάντας εὑρεῖν ἐν οὐρανοῖς τῶν πταισμάτων ἄφεσιν, Παραδείσου ἀπόλαυσιν. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Λαμπρὰς ῥίζης βλάστημα, Εὐβοίας γόνος, ὅσιε, ἄνθος εὐθαλέστατον ἐφάνης, καὶ τῷ Σωτῆρι ἀνατεθεὶς ἐκ παιδός, ἀγλάϊσμα ὤφθης ἀσκητῶν, τῶν γερόντων καύχημα καὶ ἀγγέλων συνόμιλος. Δόξα Πατρί... Ἐθαύμασαν ἄγγελοι ὁρῶντες σέ, πανθαυμαστέ, μέσοις οὐρανοῖς περιπολούντα, ἔτι φοροῦντα τὸ σκῆνος τὸ τῆς σαρκός, θεάματα βλέποντα καινά, ἄρρητα ἀκούοντα, τοῖς ἀνθρώποις ἀπρόσιτα. Καὶ νῦν... Θεοτοκίον Ὁ Λόγος, Πανάμωμε, ἀνθρώπους ἐπεσκέψατο, σάρκα προσλαβὼν ἐκ σῶν αἱμάτων, καὶ ἀφανίσας τήν του θανάτου φθοράν, ζωὴν ἐδωρήσατο ἡμῖν, θείας βασιλείας τε... κληρονόμους ἀνέδειξε. Ὁ Κανὼν τῆς Θεοτόκου. ᾠδὴ ς' Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,... 10

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με. Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον. Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον. Τοῦ Ἁγίου Ὠδὴ ς' Τὴν θείαν ταύτην καὶ παντιμον. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Σωτηρὰ πάντων ἠγάπησας ἐν ὅλῃ σοῦ ψυχῇ, ἱερώτατε, καὶ ὑπηρέτησας Αὐτῷ, δυνάμει τῆς χάριτος, ἐν ταπεινώσει, πάτερ, καὶ ἐν ἁπλότητι. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Ὁρῶν ἀπόρρητα, ὅσιε, χαρίσματί σου τῷ διορατικῶ καὶ προορατικῶ, τὰ ὠφελοῦντα προέλεγες, καὶ προσιόντας πάντας Χριστῷ ἐστήριζες. Δόξα Πατρί... Σωθῆναι πάντας ἱκέτευε Σωτηρὰ τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν τοὺς ἀγαπῶντας σε, καὶ τὴν μονήν σου διάσωσον ἐκ τῶν παγίδων, πάτερ, τοῦ πολεμήτορος. Καὶ νῦν... Θεοτοκίον 11

Ἰδοὺ οἱ δοῦλοι σοῦ, Δέσποινα, ἐν θλίψεσι καὶ πόνοις στενάζοντες, σὲ ἱκετεύομεν, τοῦ Πορφυρίου εὐχαῖς, ἁγνή, ἐκ τῶν δεινῶν καὶ πόνων παρασχοὺ λύτρωσιν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον Ἦχος πλ. δ. Τῇ Ὑπερμάχῳ. Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον, καὶ τῆς παναγνοῦ Θεοτόκου προσφιλέστατον ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας. Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας καὶ φρουρεῖ, καὶ πρεσβεύει, ὅπως τύχωμεν θεώσεως. Ὅθεν κράζομεν, χαίροις, πάτερ Πορφύριε. Ὁ οἶκος. Ἄγγελος τῆς ἀγάπης τοῦ Θεοῦ πρὸς ἀνθρώπους, Πορφύριε παμμάκαρ, ἐπώφθης καταστὰς μοναχῶν καλλονή, ἱερέων τε σεμνὸν ἐγκαλλώπισμα, τῷ κόσμῳ διηκόνησας, κραυγάζοντι πρὸς σὲ τοιαῦτα Χαῖρε, πατὴρ ὀρφανῶν καὶ ξένων Χαῖρε, ἀστὴρ ἀληθῶν ποιμένων. Χαῖρε, ἐγκοσμίων ἁγίων ὠράϊσμα Χαῖρε, τῶν ὁσίων ἁπάντων ἀγλάϊσμα. Χαῖρε, ἄνθος εὐωδέστατον Παραδείσου μυστικοῦ Χαῖρε, φῶς τὸ ἱερώτατον οὐρανοῦ πνευματικοῦ. Χαῖρε, ὅτι τυγχάνεις ἰατρὸς νοσημάτων Χαῖρε, ὅτι ἐφάνης ἐραστὴς τῶν δογμάτων. Χαῖρε, Θεοῦ μυστηρίων ὁ μύστης Χαῖρε, δι οὐ ἐδραιούται ἡ πίστις. Χαῖρε, λαμπρὰ Ἐκκλησίας λυχνία Χαῖρε, χαρὰ μυστικῶν οὐρανία. Χαίροις, πάτερ Πορφύριε. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ Β' τοῦ αὐτοῦ μηνός μνήμῃ τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Πορφυρίου, τοῦ Καυσοκαλυβίτου, τοῦ διορατικοῦ καὶ θαυματουργοῦ. Στίχοι 12

Τὸν Καλυβίτην, Πορφύριε, ζηλώσας, Ἄθωνι ἔδραμες ἀσκήσει βιώσας. Δευτερίη Πορφύριος γῆν ἀντήλλαξε Παραδείσῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ. Στίχοι Τάττει Θεὸς σοι τοὺς πόδας τεθνηκότι, Εἰς συντέλειαν Ἀββακούμ, καθὼς ἔφης. Δευτερίῃ Ἀββακοὺμ ἀνεβήσατο εἰς Θεοῦ ἄστυ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ἐρημιτῶν, Ἰωάννου, Ἡρακλαίμονος, Ἀνδρέου καὶ Θεοφίλου. Στίχοι Ἀνδρῶν τετρακτὺς εἰς ἄλυπον χωρίον, Ἐκ θλίψεως γέμοντος ἦλθε χωρίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μυρόπης. Στίχοι Ὄντως μύρον πέφηνε Χριστῷ Μυρόπη, Σῶμα προσδοῦσα διὰ τοῦτον βασάνοις. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Κυρίλλου Φιλεώτου ἀσκήσαντος ἐν ἔτει 1060. Ἡ ἁγία Μυρόπη ἐν τῇ φυλακῇ τελειοῦται. Ὁ ἅγιος Ἄβιβος ὁ νέος ἐν πυρὶ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ ᾠδὴ α Ἦχος α Χριστὸς γεννᾶται, δοξάσατε Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται. ὁ β χορὸς ᾠδὴ γ Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε. ὁ β χορὸς ᾠδὴ δ 13

Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός Δόξα τῇ δυνάμει σου, Κύριε. ᾠδὴ ε Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. ὁ β χορὸς ᾠδὴ ς Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον. ᾠδὴ ζ Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ. ὁ β χορὸς ᾠδὴ η Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... 14

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Γυναῖκες ἀκουτίσθητε. Ἠγάπησας ταπείνωσιν, καὶ ἤσκησας ὑπακοήν, ὅθεν ἐπλήσθης χαρίτων τοῦ Παρακλήτου, παμμάκαρ, πολλῶν θαυμάτων δὲ πηγὴ ἐγένου καὶ ἰάσεων, τοῖς ἀσθενοῦσιν, ὅσιε, σὴν ἀρωγὴν ἐκζητούσιν. Διὸ ὑμνοῦμεν σέ, πάτερ. Θεοτοκίον. Παρθένε, μῆτερ τοῦ Χριστοῦ, ἐλέησον τιμῶντας σέ, πρεσβείαις τοῦ Πορφυρίου, δούλου πιστοῦ τοῦ Κυρίου. Ἡμῶν τὸ ἔθνος φύλαξον ἀπὸ κινδύνων καὶ δεινῶν, μετάνοιαν παρέχουσα καὶ τὴν εἰρήνην ἐν πᾶσι, δεόμεθα σοῦ, Παρθένε. ΑΙΝΟΙ Ἦχος πλ. δ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 15

Ὧ τοῦ παραδόξου θαύματος. Ὧ τοῦ παραδόξου θαύματος! Παῖς ἐν τῷ Ἄθωνι ὧν, τοῦ Βελίαρ τὸ φρύαγμα ἀνδρικὼς κατέβαλες, καὶ στεφάνους ἀπέλαβες παῖς ὧν γερόντων σύνεσιν ἔδειξας, ἀγγέλων βίον, πάτερ, μιμούμενος. Ὅθεν χαρίσματα ὡς πορφύραν ἔλαβες πνευματικήν, ὅσιε Πορφύριε, θεοφιλέστατε. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὧ τὸ παραδόξου θαύματος! Τὰ τοῖς ἀνθρώποις κρυπτὰ διοράσει ἐξήλεγχες, καὶ προφήτης γέγονας τῶν μελλόντων, πανόσιε. Τερατουργίαις πλείσταις ἐξέπληττες, καὶ τῶν δαιμόνων πλάνας διέλυες νόσους δ ἰώμενος, ἀσθενούντων γέγονας καταφυγή, κλονουμένων στήριγμα, θεοχαρίτωτε. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ Ὧ τοῦ παραδόξου θαύματος! Πῶς τοῦ υἱοῦ τῆς βροντῆς εἰς τὰ ὕψη ἐλήλυθας, καὶ ἀποκαλύψεων τῶν ἐκείνου ηὐτύχησας; Χερουβικὴς ἀπέλαυσας γνώσεως, ἱερουργῶν πιστῶς τὴν ταπείνωσιν. Θείας ἐδέχου σὺ ἐπισκέψεις, ὅσιε, φωτοειδὼς λαμπῶν ἐν τῇ κλίνῃ σου, μακαριώτατε. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὧ τοῦ παραδόξου θαύματος! Τῶν μυστηρίων Χριστοῦ παραδόξως μετέσχες σύ, εἰ καὶ εὑρισκόμενος τοῦ ναοῦ πόρρω ὅσιε, χερσὶν ἀγγέλων ὄντως δεχθεὶς ἐν σοὶ τὸν Θεῖον ἄνθρακα, ἱερώτατε. Ὅθεν ἐξέστησαν οἱ συνόντες τότε σοι τῇ μυστικῇ, θείᾳ κοινωνίᾳ σου, Θεὸν δοξάζοντες. Δόξα Πατρί...Ἦχος πλ. α. Ὅσιε πάτερ, θείαν κλῆσιν δεξάμενος, σὴν βιοτὴν ἐν ἀγῶσι καὶ πένθει ἥνυσας, ὁρῶν πρὸς πατρίδα τὴν ἄνῳ. Καί, ταπεινώσει πολλή, ὑψωθείς, χαρισμάτων ἀπέλαυσας πλῆθος, πάθη καὶ νόσους ἰώμενος. Προφητικὰς ἀποκαλύψεις ἐδέξω, καί, διοράσει, μυστήρια δηλῶν, τρανὼς πάντας ἐξέπληττες. Ἂλλ ὢ Πορφύριε, ὁσίων κλέος καὶ ἁγίων σύσκηνε, σὺν αὐτοῖς Χριστὸν δυσώπει, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν. Καὶ νῦν Ἦχος πλ. α. Θεοτοκίον. 16

Μακαρίζομεν σέ, Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σέ, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν. Δοξολογία Μεγάλη εἰς ἦχον πλ. α ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. 17

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. ΑΠΟΛΥΤΙΚΙΟ Τῆς ἐρήμου πολίτης. Τῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Διαμονώντας γὰρ λυτρούται, καὶ ἀσθενεῖς ἰαταὶ πίστει κράζοντας δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α' Ἦχος β. Στίχ. α'. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β'. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 18

Στίχ γ Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ἀντίφωνον Β' Ἦχος πλ. α' Στίχ. α', Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. β', Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. γ', Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. δ. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Δόξα Πατρί... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος α Τῆς ἐρήμου πολίτης. 19

Τῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Διαμονώντας γὰρ λυτρούται, καὶ ἀσθενεῖς ἰαταὶ πίστει κράζοντας δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα Στίχ. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα,.. Μικρὰ Εἴσοδος. Εἰσοδικὸν Ἦχος β ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἰχνηλάτης τῶν πάλαι πατέρων γέγονας, Ἁγιωνύμου τοῦ Ὄρους ἀσκήσας Σκήτῃ σεπτῇ, Τριάδος τῆς Ζωαρχικῆς, τῶν Καυσοκαλυβίων, ἄβυσσος θείων δωρεῶν, λυτήρ δεινῶν ἀσθενειῶν, ἐδείχθης ὦ θεοφόρε. Πορφύριε οἰκουμένης, πάσης, ποιμήν ἡμῶν καί στήριγμα. Ἀπολυτίκιον Ἦχος β. Τοῦ Προφήτου σου Ἀββακοὺμ τὴν μνὴμην, Κύριε ἑορτάζοντες, δι αὐτοῦ σε δυσωποῦμεν Σῶσον τὰ ψυχὰς ἡμῶν. Ἀπολυτίκιον Ήχος α`. Της ερήμου πολίτης. Καλλιμάρτυς Μυρόπη, και Χριστού Νύμφη άφθορε, νυν Αυτώ παρεστώσα ως ωραία και πάγκαλος, ω λίθους φαιδρούς και διαυγείς, τα στίγματα φέρουσα σαρκός, και αιμάτων την πορφύραν ως βασιλί περικειμένη ένδοξε, δυσώπει αυτόν υπέρ ημών, των εκ πόθου ευφημούντων σου, ύμνοις επινικίοις κα ωδαίς την θείαν άθλησιν. Τοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Προεόρτιον Ἦχος γ Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίο νέον, τὸν πρὸ αἰώνων Θεόν. 20

Τρισάγιον Ἀπόστολος Τοῦ Αγίου ( Εβρ. ιγ 17-21). Προκείμενον ἦχος βαρύς. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ.Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσα ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ο δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ιησοῦν, καταρτίσα ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ιησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν. Ἀλληλούϊα (γ ) Ἦχος α Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών. Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν. (Λκ. ϛ 17-23). Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, κα πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, κα οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο καὶ πᾶς ὁ ὄχλο ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε Μακάριοι οἱ πτωχοί ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτ χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσ τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Εξαιρέτως 21

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴ ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. ἦχος πλ. Α Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶ μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τή δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). https://agioskosmasoaitolos.wordpress.com 22