Bijlage VWO 2013 tijdvak 2 Grieks Tekstboekje VW-1011-a-13-2-b
Tekst 1 446 447 448 449 450 451 452 453 454 455 456 457 458 459 460 461 462 463 464 465 466 467 468 469 470 471 472 473 Ἰάσων Οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν. Σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν κούφως φερούσῃ κρεισσόνων βουλεύματα, λόγων ματαίων οὕνεκ ἐκπεσῇ χθονός. Κἀμοὶ μὲν οὐδὲν πρᾶγμα μὴ παύσῃ ποτὲ λέγουσ Ἰάσον ὡς κάκιστός ἐστ ἀνήρ. Ἃ δ ἐς τυράννους ἐστί σοι λελεγμένα, πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ. Κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων ὀργὰς ἀφῄρουν καί σ ἐβουλόμην μένειν σὺ δ οὐκ ἀνίεις μωρίας, λέγουσ ἀεὶ κακῶς τυράννους τοιγὰρ ἐκπεσῇ χθονός. Ὅμως δὲ κἀκ τῶνδ οὐκ ἀπειρηκὼς φίλοις ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι, ὡς μήτ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς μήτ ἐνδεής του πόλλ ἐφέλκεται φυγὴ κακὰ ξὺν αὑτῇ. Καὶ γὰρ εἰ σύ με στυγεῖς, οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε. Μήδεια Ὦ παγκάκιστε, τοῦτο γάρ σ εἰπεῖν ἔχω γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς; [θεοῖς τε κἀμοὶ παντί τ ἀνθρώπων γένει] Οὔτοι θράσος τόδ ἐστὶν οὐδ εὐτολμία, φίλους κακῶς δράσαντ ἐναντίον βλέπειν, ἀλλ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων πασῶν, ἀναίδει. Εὖ δ ἐποίησας μολών ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι VW-1011-a-13-2-b 2 / 7 lees verder
474 475 476 477 478 479 480 481 482 483 484 485 486 487 488 489 490 491 492 493 494 495 ψυχὴν κακῶς σὲ καὶ σὺ λυπήσῃ κλύων. Ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν ἔσωσά σ, ὡς ἴσασιν Ἑλλήνων ὅσοι ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος, πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην ζεύγλαισι καὶ σπεροῦντα θανάσιμον γύην δράκοντά θ, ὃς πάγχρυσον ἀμπέχων δέρος σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν, κτείνασ ἀνέσχον σοι φάος σωτήριον. Αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ ἐμοὺς τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα Πελίαν τ ἀπέκτειν, ὥσπερ ἄλγιστον θανεῖν, παίδων ὕπ αὐτοῦ, πάντα τ ἐξεῖλον δόμον. Καὶ ταῦθ ὑφ ἡμῶν, ὦ κάκιστ ἀνδρῶν, παθὼν προύδωκας ἡμᾶς, καινὰ δ ἐκτήσω λέχη, παίδων γεγώτων εἰ γὰρ ἦσθ ἄπαις ἔτι, συγγνώστ ἂν ἦν σοι τοῦδ ἐρασθῆναι λέχους. Ὅρκων δὲ φρούδη πίστις, οὐδ ἔχω μαθεῖν εἰ θεοὺς νομίζεις τοὺς τότ οὐκ ἄρχειν ἔτι ἢ καινὰ κεῖσθαι θέσμι ἀνθρώποις τὰ νῦν, ἐπεὶ σύνοισθά γ εἰς ἔμ οὐκ εὔορκος ὤν. Euripides, Medea 446-495 Aantekeningen regel 460 προσκοπέομαι zorgen voor regel 461 ἀχρήμων arm regel 469 ἡ εὐτολμία vastberadenheid regel 477 συνεισβαίνω mee aan boord gaan regel 478 πύρπνοος vuursnuivend regel 479 ἡ ζεύγλη juk regel 480 πάγχρυσος geheel van goud regel 481 ἡ σπεῖρα spiraal πολύπλοκος ineengestrengeld regel 494 τὸ θέσμιον wet regel 495 εὔορκος trouw aan zijn eed VW-1011-a-13-2-b 3 / 7 lees verder
Tekst 2 866 867 868 869 870 871 872 873 874 875 876 877 878 879 880 881 882 883 884 885 886 887 888 889 890 891 892 893 Ἰάσων Ἥκω κελευσθείς καὶ γὰρ οὖσα δυσμενὴς οὔ τἂν ἁμάρτοις τοῦδέ γ, ἀλλ ἀκούσομαι τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι; Μήδεια Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων συγγνώμον εἶναι τὰς δ ἐμὰς ὀργὰς φέρειν εἰκός σ, ἐπεὶ νῷν πόλλ ὑπείργασται φίλα. Ἐγὼ δ ἐμαυτῇ διὰ λόγων ἀφικόμην κἀλοιδόρησα Σχετλία, τί μαίνομαι καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ, ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι πόσει θ, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα, γήμας τύραννον καὶ κασιγνήτους τέκνοις ἐμοῖς φυτεύων; Οὐκ ἀπαλλαχθήσομαι θυμοῦ; Τί πάσχω, θεῶν ποριζόντων καλῶς; Οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων; Ταῦτ ἐννοηθεῖσ ᾐσθόμην ἀβουλίαν πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη. Νῦν οὖν ἐπαινῶ σωφρονεῖν τέ μοι δοκεῖς κῆδος τόδ ἡμῖν προσλαβών, ἐγὼ δ ἄφρων, ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων καὶ ξυμπεραίνειν καὶ παρεστάναι λέχει νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν. Ἀλλ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν, γυναῖκες οὔκουν χρῆν σ ὁμοιοῦσθαι κακοῖς, οὐδ ἀντιτείνειν νήπι ἀντὶ νηπίων. Παριέμεσθα καί φαμεν κακῶς φρονεῖν τότ, ἀλλ ἄμεινον νῦν βεβούλευμαι τάδε. VW-1011-a-13-2-b 4 / 7 lees verder
894 895 896 897 898 899 900 901 902 903 904 905 Ὦ τέκνα τέκνα, δεῦρο, λείπετε στέγας, ἐξέλθετ, ἀσπάσασθε καὶ προσείπατε πατέρα μεθ ἡμῶν καὶ διαλλάχθηθ ἅμα τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος. Λάβεσθε χειρὸς δεξιᾶς οἴμοι, κακῶν ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων. Ἆρ, ὦ τέκν, οὕτω καὶ πολὺν ζῶντες χρόνον φίλην ὀρέξετ ὠλένην; Τάλαιν ἐγώ, ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα. Χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη ὄψιν τέρειναν τήνδ ἔπλησα δακρύων. Euripides, Medea 866-905 Aantekeningen regel 870 συγγνώμων vergevensgezind regel 871 ὑπεργάζομαι doen regel 874 δυσμεναίνω vijandig zijn regel 876 σύμφορος nuttig regel 882 ἡ ἀβουλία onberadenheid regel 885 τὸ κῆδος verwantschap regel 887 ξυμπεραίνω mee voltooien regel 903 ἀρτίδακρυς geneigd tot huilen VW-1011-a-13-2-b 5 / 7 lees verder
Tekst 3 903 904 905 906 907 908 909 910 911 912 913 914 915 916 917 De stad Thebe wordt bestuurd door Kreon. Wanneer deze stad wordt belegerd, geeft Kreon zijn zoon Menoikeus opdracht de oude blinde waarzegger Teiresias te halen. Teiresias geeft in onderstaande tekst een oplossing voor de problemen waarin de stad verkeert. Κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων. Πρῶτον δ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν ποῦ στιν Μενοικεύς, ὅς με δεῦρ ἐπήγαγεν; Ὅδ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ. Ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς. Omdat hij mijn zoon is, zal hij zwijgen over wat geheim moet blijven. Βούλῃ παρόντος δῆτά σοι τούτου φράσω; Κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας. Ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν, hoe jullie de stad van de Thebanen kunnen redden. Σφάξαι Μενοικέα τόνδε δεῖ σ ὑπὲρ πάτρας, σὸν παῖδ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς. Τί φῄς; Τίν εἶπας τόνδε μῦθον, ὦ γέρον; Ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν. Ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά. VW-1011-a-13-2-b 6 / 7 lees verder
918 919 920 921 Σοί γ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια. Οὐκ ἔκλυον, οὐκ ἤκουσα χαιρέτω πόλις. Ἁνὴρ ὅδ οὐκέθ αὑτός ἐκνεύει πάλιν. Ga alsjeblieft weg. Want ik heb jouw voorspellingen niet nodig. Euripides, Phoenissae 903-921 Aantekeningen regel 903 ἤδη nu regel 905 στιν = ἐστιν regel 906 μακρὰν ver regel 907 Ἀπελθέτω Hij moet weggaan τὸ θέσφατον voorspelling regel 909 βούλομαι + coniunctivus willen dat τούτου Hiermee wordt Menoikeus bedoeld regel 910 γὰρ ja, want τέρποιτο onderwerp: Menoikeus regel 911 τὸ θέσφατον voorspelling ἡ ὁδός inhoud regel 913 σ subjectsaccusativus regel 914 ἐπειδὴ en dat zeg ik je omdat καλέω vragen naar regel 915 Τίν εἶπας τόνδε μῦθον, ὦ γέρον; Wat zei je daar voor iets, oude man? regel 916 Ἅπερ πέφυκε Wat door het lot beschikt is κἀνάγκη = καὶ ἀνάγκη ἐστί regel 917 Ὦ λέξας o jij die hebt verteld regel 918 Σοί γ Ja, slecht voor jóú regel 919 χαιρέτω πόλις wat kan mij de stad schelen! regel 920 Ἁνὴρ ὅδ οὐκέθ αὑτός Lees Ὁ ἀνὴρ ὅδ οὐκέτι ὁ αὐτός ἐστιν ἐκνεύω πάλιν zijn verplichtingen ontlopen einde VW-1011-a-13-2-b 7 / 7 lees verder