ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ. Μετὰ τὸ εὐλογητός, τὸ Κύριε εἰσάκουσον, τὸ Θεὸς Κύριος, καὶ τὰ τροπάρια ταῦτα, εἰς ἦχον δʹ.

Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ Εἰς τὸν πανένδοξον τοῦ Χριστοῦ Μεγαλομάρτυρα Γεώργιον τὸν Τροπαιοφόρον.

Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

- 1 / 15 - ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

5 ΑΥΓΟΥΣΤΟΥ 2013 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Ὁ Μικρὸς Παρακλητικὸς Κανόνας. Οἱ Χαιρετισμοὶ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΤΟΥ ΘΩΜΑ ΚΑΙ ΕΟΡΤΗ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ 23 AΠΡΙΛΙΟΥ ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ ΕΩΘΙΝΟΝ Α ΟΡΘΡΟΣ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

5 ΑΥΓΟΥΣΤΟΥ 2015 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 1. Δευτερα

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Κυριακή 19 Μαΐου 2019.

Εισαγωγή στη Φιλοσοφία

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

Ἐξώφυλλο: Ἅγιος Γεώργιος ὁ Τροπαιοφόρος, Βυζαντινό Μουσεῖο Ἱερᾶς Μητροπόλεως Πάφου. Ἔκδοσις Ἱερᾶς Μητροπόλεως Πάφου Πάφος ,000 ἀντίτυπα.

Μεγαλο Αποδειπνο. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 2. Τριτη

Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

Τῌ Α ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας. ΤΥΠΙΚΟΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Iohannes Damascenus - De azymis

ΜΙΚΡΑ ΠΑΡΑΚΛΗΣΙΣ. Ψαλμός ρμβ. (142)

Ἑωθινὸν Α. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Ἅγιος ὁ Θεός..

Κ Υ Ρ Ι Α Κ Η Ζ Τ Ο Υ Λ Ο Υ Κ Α

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 13: ΤΟ ΝΕΟ ΗΘΟΣ ΤΟΥ ΚΑΙΝΟΥ ΑΝΘΡΩΠΟΥ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

3 ΝΟΕΜΒΡΙΟΥ 2012 Σάββατον.

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Cirillus Alexandrinus - De synagogae defectu

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Ασκήσεις γραμματικής. Εκφώνηση. Να μεταφέρετε τους παρακάτω τύπους στον άλλο αριθμό: τοῦ σοφοῦ. (ὦ) δίκαιε. τὸν τίμιον. τοὺς πιστοὺς.

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Transcript:

ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτὴς καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρεσβεῦε Χριστῷ Τῷ Θεῷ σωθῆναι τάς ψυχὰς ἡμῶν. Μετὰ τὸ εὐλογητός, τὸ Κύριε εἰσάκουσον, τὸ Θεὸς Κύριος, καὶ τὰ τροπάρια ταῦτα, εἰς ἦχον δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῶν αἰχμαλώτων καὶ τῶν πτωχῶν ἀντιλήπτωρ, χειμαζομένων τε παντοίων ὁ ῥύστης, καὶ τῶν νοσούντων ἴασις γενόμενος, τοὺς ὑπὸ τὴν σκέπην σου παροτρύνεις βοᾶν σου, ἅγιε Γεώργιε, μὴ παρίδῃς εἰς τέλος, τοὺς πεποιθότας μάρτυς ἐπὶ σοί, καὶ τὸν ἐν κλίνῃ ὑγείωσον δοῦλον σοῦ. Δόξα ὅμοιον. Τροπαιοφόρε τοῦ Χριστοῦ στρατιῶτα, ὁ θαυμαστός τε καὶ περίδοξος μάρτυς, καὶ τῶν πιστῶν ὑπέρμαχος ὁ μέγιστος, ῥῦσαι κατακείμενον, τὸν ἐν κλίνῃ νοσοῦντα, δοῦλον σου Γεώργιε, τὸν πρὸς σὲ προσφυγόντα, καὶ διʹἡμῶν τὴν δέησιν σοφέ, νῦν σοι προσφέρει τὴν ῥῶσιν αἰτούμενος. Οὐ σιωπήσωμέν ποτε. Εἴτα ὁ Νʹ ψαλμός, καὶ ἀρχόμεθα τοῦ κανόνος. Οὐ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων. Τῷ Γεωργίῳ σοι τὴν δέησιν φέρω. Ὠδὴ ἀʹ. ἦχος πλ.δʹ Ἁρματηλάτην Φαραώ.

Τῷ Γεωργίῳ ὡς Χριστοῦ θεράποντι, ἡμῶν δὲ πρύτανι καὶ προστάτη θείῳ, ὕμνον σοι προσφέρομεν, οἱ δοῦλοι Σου πολύαθλε, ὅπως σώσῃς εὐχαῖς σου, τὸν ἀσθενοῦντα ἱκέτην σου, καὶ χαρὰς πληρώσῃς τοὺς ἅπαντας. Ὡς πεπλησμένος ἁμαρτίαις πέπονθα, νόσου δυσχέρειαν, Κύριε Θεέ μου, ἀλλʹαὐτὸς μὲ ἴασαι, καὶ λύτρωσιν παράσχου μοι, ταῖς του σοῦ ἱκεσίαις, θεράποντος καὶ προστάτου μου, θείου Γεωργίου σου μάρτυρος. Γεωργηθεὶς παρὰ Θεοῦ Γεώργιε, γεωργηθέντα κἀμέ, ὑπὸ ἁμαρτίας ὡς παθῶν αἰχμάλωτον, καὶ νῦν νοσηλευόμενον, πρὸς Θεὸν ταῖς λιταῖς σου, ἐξ ἀμφοτέρων μὲ λυτρώσαι, κράζω σοὶ τῷ θείῳ προστάτῃ μου. Τὸν λυτρωτὴν καὶ παντουργὸν καὶ κύριον, κυοφορήσασα, τὸν τάς ἡμῶν νόσους, πάναγνε βαστάσαντα, αὐτὸν οὖν καθικέτευε, χαλεπῆς ἀσθενείας, τὸν σὸν ἱκέτην λυτρώσασθαι, μόνη τῶν ἀνθρώπων βοήθεια. Ὠδὴ γʹ. Ὁ στερεώσας κατʹἀρχὰς Ἐπὶ τῆς θείας σου σοφέ, εἰκόνος οἱ τῆς μόνης σου, γόνυ κλίναντες αἰτοῦμεν τὴν λύσιν, τῶν ἁμαρτιῶν ἡμῶν, καὶ τὸν ἐν κλίνῃ κείμενον, τῷ πιεσμῷ τῆς νόσου, τούτω τὴν ἴασιν δώρησαι. Ὡς μεγαλώνυμος Χριστοῦ, Γεώργιε ἀθλοφόρος, ὡς ἐξαίρετος ἐν μάρτυσι μάρτυς, τῶν σῶν δούλων ἐκπληροίς, δεήσεις προστρεχόντων σοι, τῷ σῷ ναῷ καὶ τούτους, ποιεῖς οἰκείους τῷ κτίστῃ σου.

Ῥῶσιν ψυχῆς καὶ τῆς σαρκός, τῷ ἐπὶ κλίνῃς κειμένῳ, δὸς τῷ δούλῳ σου Γεώργιε μάρτυς, καὶ τοὺς πόνους καὶ πληγάς, τὸν ῥίγον καὶ τὴν στένωσιν, καὶ τάς φλογώσεις πάσας, καὶ κακουχίας ἀφάνισον. Τῶν ἰαμάτων σε πηγήν, Χριστὸς ὁ μόνος υἱός σου, σὲ καὶ ἄβυσσον ἀπέδειξε μόνην, διο Πάναγνε τὸν σόν, ῥῦσαι πιστὸν ἱκέτην σου, τραυματισθέντα νόσῳ καὶ θεραπείαν αἰτούμενον. Διάσωσον ἀπὸ κινδύνων καὶ ἀσθενείας τὸν σὸν ἱκέτην, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, Γεώργιε στεφανῖτα Κυρίου. Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Μνημονεύει ὁ ἱερεὺς τὸν ἀσθενοῦντα ἀδελφὸν καὶ μετὰ τὴν ἐκφώνησιν, λέγομεν τὸ πάρον τροπάριον, ἠχ.βʹ Τὰ ἄνω ζητῶν. Προστάτην θερμόν, καὶ μέγαν ἀντιλήπτορα, ἱκέτης ὁ σός, γινώσκει σὲ Γεώργιε, τοῦτον οὖν ἐπίσκεψαι τάχιον, καὶ ἐκ τῆς κλίνης ἔγειραι αὐτόν, καὶ τῆς ὀδύνης καὶ νόσου ἀπάλλαξον. Ὠδὴ δʹ. Σύ μου ἰσχὺς Κύριε Γεωργηθείς, ὑπὸ Χριστοῦ μου Γεώργιε, τὴν ὑγείαν, ἐφʹἡμᾶς γεώργησον, τῆς τε ψυχῆς καὶ τὴν τῆς σαρκός, καὶ τὸν σὸν ἱκέτην, τὸν νόσῳ κατατρυχώμενον, πρεσβείαις σου ἁγίαις, τούτω παράσχου πᾶσαν ῥῶσιν, ἐκ τῶν πυλῶν τοῦ θανάτου ῥυόμενος.

Ἵνα τῆς σῆς, ἀξιωθῇ ἀντιλήψεως, ἀθλοφόρε, ὁ πιστὸς ἱκέτης σου, σοὶ τὴν ᾠδὴν ταύτην προσφωνεῖ, διὰ τῶν χειλέων, ἡμῶν τρισμάκαρ Γεώργιε καὶ γὰρ ἐν μετανοίᾳ, ἡμᾶς ἐπίστρεψον καὶ ῥῦσαι τὸν ἐν νόσῳ κατάστικτον δοῦλον σου. Ὡς τοῦ Χριστοῦ, μάρτυς καὶ μέγας ἐν θαύμασι, καὶ προστάτης, ἐφʹἡμᾶς καὶ ἔφορος, καὶ ἰατρὸς καὶ χειραγωγός, ἐκ τῆς συνεχούσης, νόσου καὶ πάσης κακώσεως, κινδύνου καὶ ἀνάγκης, τὸν σὸν μὲ ῥῦσαι νῦν ἱκέτην, τὸν πρὸς σὲ ἐκβοώντα Γεώργιε. Πόνοις δεινοῖς, καὶ συνεχέσι βαλλόμενος, τῇ Παρθένω, σοὶ προσπίπτων σῶσον μέ, τῇ κραταιᾷ, σκέπῃ σου Ἁγνή, οἴκτειρον καὶ σῶσον κἀμέ τῇ θείᾳ πρεσβείᾳ σου, καὶ λύτρωσαι τῆς λύμης, καὶ δεινῆς ἀρρωστίας, καὶ τὰ ἄλγη μου πάντα θεράπευσον. Ὠδὴ ἐʹ. Ἵνα τὶ μὲ ἀπώσω. Σωτηρίαν σὲ ἔχω εὐεργέτην προστάτην πρέσβυν πρὸς Κύριον, τὸν ἐν ἀθλοφόροις, μεγαλώνυμον θεῖε Γεώργιε, καὶ ζωῆς μου σκέπην, καὶ ἰατρὸν ἐν ἀσθενείᾳ, ἧς μὲ ῥῦσαι καὶ ῥῶσιν μοι δώρησαι. Ὀλισθήσας εἰς βόθρον, τὸν τῆς ἀσθενείας πτοοῦμαι σύ Κύριε, τὴν δικαίαν κρίσιν, ἀλλʹοἰκτείρησον μὲ εὐσπλάγχνῳ ἐλέει σου, ὡς Θεὸς οἰκτιρμῶν, καὶ μετανοίας δός μοι τρόπους, ταῖς τοῦ σοῦ ἀθλοφόρου δεήσεσι.

Ἱκεσίαις οὖν Λόγε, τοῦ αὐτοῦ θεράποντος ὅλόν με ἔγειρον, νεκρωθέντα ὅλον, ἐν δεινῇ ἀσθενείᾳ καὶ ἴασαι, ἐξ αὐτῆς με μόνε, Δημιουργὲ καὶ δώρησαί μοι, τῶν πταισμάτων τὴν λύσιν Φιλάνθρωπε. Ἐν νυκτὶ τῇ τοῦ βίου, θύελλα κατέλαβε πάσης κακώσεως, ἐπεκάλυψε μέ, ἀσθενείας Παρθένε σκοτόμαινα, ἀλλʹἀνάτειλόν μοι, ἀναψυχῆς Πάναγνε, φέγγος καὶ πρὸς φῶς εὐρωστίας ὁδήγησον. Ὠδὴ ςʹ. Ἰλάσθητί μοι Σωτήρ. Τῶν ἀθλοφόρων Χριστέ, τῶν θείων σου ὁ ταξίαρχος, νῦν δυσωπεὶ σὲ οἰκτρῶς ὁ μέγας Γεώργιος, τὸν δοῦλον σου ἔγειρον, ἐκ τῆς ἀσθενείας, τὸν προσπίπτοντα σοὶ σήμερον. Ἡμέρας τε καὶ νυκτός, ᾠδὴν ἱκέσιον φέρει σοὶ ὁ ἀσθενῶν δοῦλος σός, τρισμάκαρ Γεώργιε πόθων τοῦ θεάσασθαι διὰ σοῦ τὴν ῥῶσιν, καὶ πταισμάτων τὴν συγχώρησιν. Νεκροὺς ἐγείρεις σοφέ, τῇ πρὸς Θεὸν παρρησία σου, καὶ ἀπὸ κλίνῃς τοὺς σούς, ἱκέτας Γεώργιε, κἀμέ τὸν ἱκέτην σου, ἔγειρον καὶ σῶσον, ἀσθενεία νεκρωθέντα μέ. Μαρία τὸ καθαρόν, τῆς παρθενίας κειμήλιον, καθάρισον μὲ νυνί, ἐκ νόσου καὶ θλίψεως, καὶ τῆς συνεχούσης μέ, ἀσθενείας ῥῦσαι, ἵνα πόθω μεγαλύνω σε. Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης νόσου τὸν σὸν ἱκέτην, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, Γεώργιε στεφανῖτα Κυρίου.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπʹἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν. Ὁ ἱερεὺς μνημονεύει, καὶ μετὰ τὴν ἐκφώνησιν, τὸ πάρον. Κοντάκιον ἦχος βʹ. Προστασία τῶν χριστιανῶν. Προστατεύειν οὐ μὴ παύσῃ τοῦ δούλου σοῦ, καὶ πρεσβεύειν ὑπὲρ τούτου Γεώργιε, μὴ οὖν παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλὰ πρόσπεσον τῷ ποιητῇ εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων σοι τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, εἰς τὴν βοήθειαν αὐτοῦ, ἀθλητὰ Χριστοῦ μου μέγιστε. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει. τὸ Πᾶσα πνοή. εἴτα. Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον. Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν. καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός καὶ ἠγέρθη, καὶ διηκόνει αὐτοῖς. ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς καὶ ἐξέβαλε τὰ πνεύματα λόγω, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος αὐτὸς τάς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τάς νόσους ἐβάστασεν. ἱδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν καὶ προσελθὼν εἰς Γραμματεύς, εἶπεν Αὐτῷ διδάσκαλε, ἀκολουθήσω σοὶ ὅπου ἐὰν ἀπέρχη. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει που τὴν κεφαλὴν κλίνῃ. ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ. ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Ταῖς του ἀθλοφόρου Ταῖς τῆς Θεοτόκου. Ὅλην ἀποθέμενοι.

Ἐγειρον τὸν δοῦλον σου, τὸν κατακείμενον νόσῳ, ἀθλητὰ Γεώργιε, καὶ ἠμᾶς ἀπάλλαξον ἱκεσίαις σου, τοὺς πρὸς σὲ πάντοτε, εὐσεβῶς ἅγιε, σοὶ προσπίπτοντας κραυγάζομεν, σῶσον ἐκ θλίψεως, πάσης καὶ κινδύνων καὶ οἴκτερον, καὶ ῥῶσιν τε πρυτάνευσον, καὶ εἰρήνην πᾶσι τὴν ἄνωθεν, τοῖς τῷ σῷ τεμένει, μονάζουσι καὶ λύτρωσαι λιμοῦ, λοιμοῦ, σεισμοὺ καὶ ποντόσεως, τούτους καὶ κακώσεως. Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται σοφέ, Γεώργιε τρισμάκαρ, ἀλλʹαἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα διὰ σοῦ, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως. Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων, ὑπάρχων ἀθλοφόρε Κυρίου σῷζε πάντας τοὺς πρὸς σέ, ταῖς πρεσβείαις σου μάρτυς, ὡς πολεμουμένων ἡ εἰρήνη, ὡς χειμαζομένων ἡ γαλήνη, ὡς ἄμεσος προστάτης ἡμῶν. Ὠδὴ ζʹ. Οἱ ἐκ τῆς Ἰουδαίας. Καὶ δροσίζει μὲ μάρτυς, καὶ καταψυχίζει ἡ μνήμη καὶ κλῆσίς σου, καὶ τὴν νόσον πᾶσαν ἰᾶταί μου καὶ παύει, στρατηλάτα Γεώργιε, καὶ πυρετοὺς ἐξ ἐμοῦ, ῥιζόθεν ῥήγνυται. Τῆς πηγῆς τοῦ ἐλέους, τοῦ Χριστοῦ ὡς γνήσιος πέλων Γεώργιε, αὐτὸν οὖν ἐκδυσώπει, κἀμέ τοῦ ἰαθῆναι, ἐκ τῆς δεινῆς νόσου ἅγιε, οἵα προστάτης καὶ ῥύστης καὶ ἀντιλήπτωρ μου. Καὶ ἡ κλῆσίς σου μόνη, καὶ ἡ μνήμη ἅγιε, καὶ ἡ ἐπίβλεψις, πρὸς τὸν ποθούμενόν μοι, σοῦ θεῖον χαρακτῆρα, ἀποδιώκει μου πᾶσαν ἀσθένειαν, καὶ τάς ὀδύνας ὠθεῖ, καὶ σῴζει μὲ σὸν δοῦλον.

Ἀπὸ πάσης ἀνάγκης, ἀπὸ νόσων παντοίων, κἀμέ διάσωσον, Παρθένε τὸν σὸν δοῦλον, δεινῶς περισχεθέντα, τὸν ἀπαύστως σοι ψάλλοντα, καὶ προσφυγόντα Ἁγνὴ τῇ θείᾳ σκέπῃ σου. Ὠδὴ ἠʹ. Ἐπταπλασίως κάμινος. Σοὶ τῷ φωστῆρι κράζομεν, τῷ λαμπρῷ νῦν Γεώργιε, τὸν ἐπὶ τῆς κλίνης, ἀσθενεία κείμενον, ὡς δοῦλον σου οἴκτειρον, καὶ πρὸς αὐτὸν τὴν ἴασιν, χάρισαι πλουσίως, τὸν βοώντα τῷ Κτίστῃ οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἵνα τῆς σῆς Γεώργιε, ἐπισκέψεως τεύξομαι, καὶ τῆς θεραπείας, τύχω τιτρωσκόμενος, τοιάσδε ὁ δοῦλος σοῦ, καθυποκύπτω καὶ τὴν ᾠδήν νῦν διὰ τῶν σῶν βοώ σοι δούλων καὶ κράζω, μὴ παύσῃ ἀθλοφόρε, ὑπὲρ τῶν ἱκετῶν σου, Χριστῷ τοῦ ἱκετεύειν, ὑπὲρ ἡμῶν τρισμάκαρ. Νενεκρωμένον ζώωσον, πληγωμένον θεράπευσον, καὶ ἀπεγνωσμένον, νῦν μὲ παραμύθησον, τρισμάκαρ Γεώργιε, τῶν θλιβομένων ἡ χαρμονή, καὶ τῶν ἀσθενούντων ἰατρὸς τῶν βοώντων οἱ παῖδες εὐλογεῖτε, ἱερεῖες ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἡ κραταιὰ βοήθεια, καὶ βεβαία ἀντίληψις, τῶν ἀπηλπισμένων, ἡ ἐλπὶς Πανάμωμε, ἐπίσκεψαι κάμνοντα ὀδυνηρὼς τὸν δοῦλον σοῦ, κούφισον τὸ βάρος τῆς πικρὰς ἀσθενείας, ἀπέλασον τὴν νόσον, τῆς λοιμώδους ἀνάγκης, καὶ σῶσον τὸν σὸν δοῦλον, Παρθένε Θεοτόκε. Ὠδὴ θʹ. Ἐξέστη ἐπὶ τούτω ὁ οὐρανός.

Φερώνυμος ὡς ὄντως μάρτυς Χριστοῦ, ὁ θαυμάτων πληρώσας τὴν σύμπασαν, δεῖξον καὶ νῦν, ἕτερον θαυμάσιον ἐπʹἐμοί, τῷ ἀναξίῳ δούλῳ σοῦ, νόσῳ τρυχωμένω σωματικὴ καὶ ψυχικὴ καὶ δός μοι, διττώς τε τὴν ὑγείαν, τροπαιοφόρε μάρτυς ἔνδοξε. Ἐκύκλωσαν μὲ κύνες ὡσεὶ πολλοί, ἐξ ἀμέτρων πταισμάτων μου ἅγιε, αἱ συμφοραί, καὶ αἱ ἀσθένειαί μου αἱ δειναί. καὶ νῦν λοιπὸν προσπίπτω σοί, τῷ ἐμῷ προστάτῃ καὶ βοηθῷ ἐκ τούτων μὲ ἁπάντων, ἀπάλλαξον καὶ σῶσον, μάρτυς Γεώργιε τὸν δοῦλον σου. Ῥυόμενος τοὺς δούλους σοῦ ἀθλητά, ἐκ παντοίων κινδύνων καὶ θλίψεων, νῦν καὶ τὸν σόν, τόν σοι προσφερόμενον τὴν ᾠδήν, ἐν κλίνῃ κατακείμενον, ἔγειρον ὑγείωσον τὸ αὐτοῦ, πραχθέντα σαῖς πρεσβείαις, ἐξάλειψον καὶ τοῦτον, ἐν πάσῃ μετανοίᾳ, τῷ βασιλεῖ Θεῶ παράστησον. Ὡς Κύριον τεκούσα τὸν συμπαθῆ συμπαθείας μὲ κόρη ἀξίωσον, καὶ χαλεπῆς, νόσου μὲ ἀπάλλαξον ταῖς λιταῖς, τοῦ θείου ἀθλοφόρου σοῦ, καὶ ἐν μετανοίᾳ καὶ προσευχή, τὸν βίον ἐκτελέσαι, ἱκέτευε τῷ Κτίστῃ, τῷ σῷ Υἱῷ Παρθένε Ἄχραντε. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὸν τροπαιοῦχον, τὸν ἀειμακάριστον καὶ θεοκόσμητον, καὶ προστάτην καὶ φρουρὸν ἡμῶν. τὸν ἐκλελεγμένον ἐν τοῖς πιστοῖς, καὶ δεδοξασμένον, παρὰ πᾶσι τοῖς ἀθληταῖς, τὸν ἀδιαλείπτως Θεῶ παρεστηκότα, Γεώργιον τὸν μέγαν, ὕμνοις τιμήσωμεν. Μεγαλυνάρια. Τὸν ἐν ἀθλοφόροις θαυματουργόν, ὑπερασπιστήν τε, τῶν ἀπόρων καὶ τῶν δεινῶς, κατατρυχωμένων ἐν πάσῃ ἀσθενείᾳ, σὲ νῦν ἐπικαλεῖται, μάρτυς ὁ δοῦλος σοῦ.

Ἔχεις παρρησίαν πρὸς τὸν Χριστόν, ὡς ἠγαπημένος, ὑπὲρ πάντας τοὺς ἀθλητάς, φάνηθι οὖν ῥύστης, ἡμῶν τε καὶ προστάτης, ὑγείωσον σὸν δοῦλον, μάκαρ Γεώργιε. Ὡς τῶν αἰχμαλώτων ὁ λυτρωτής, ὑπερασπιστής τε, τῶν πενήτων καὶ ἰατρός, τῶν ἐν ἀσθενείᾳ, δεινῶς κεκρατημένων, Γεώργιε ὑπάρχων, κάμε νῦν ἴασαι. Σὲ καθικετεύει νῦν ἐν τῷ σῷ εὐαγεῖ τεμένει, δοῦλος ὁ ὑμέτερος διʹἡμῶν, ὁ ἐν ἀσθενείᾳ Γεώργιε ὑπάρχων, ὅπως αὐτὼ δωρήσῃ, σοφὲ τὴν ἴασιν. Δέξαι ὢ Γεώργιε ἀθλητά, λιτὰς τῶν σῶν δούλων, ἂς ἐκ στόματος ῥυπαροῦ, καὶ γλώττης βεβήλου, προσάγομεν αἰτοῦντες, ἁμαρτημάτων λύσιν, καὶ τὴν ἀνάρρωσιν. Ταῖς τῶν ἀσωμάτων σοῦ λειτουργῶν, καὶ ἁγίων πάντων, ἱκεσίαις Χριστὲ Σωτήρ, καὶ τῆς σῆς Ἀχράντου, μητρὸς τὸν σὸν ἱκέτην, ἐν ἀσθενείᾳ ὄντα, σώσαι καὶ ἴασαι. Καὶ τὰ λοιπὰ ὡς σύνηθες, καὶ ἀπόλυσις. εἴτα ψάλλομεν τὰ παρόντα προσόμοια, ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν. Πάντων προστατεύεις ἀθλητά, καὶ ὑπὲρ ἡμῶν νῦν πρεσβεύεις, Χριστῷ Γεώργιε, τῶν προσκαλουμένων σέ, ἐν τῷδε οἴκῳ τῷ σῷ, καὶ ἐκ θλίψεως ἅπαντας, κινδύνων καὶ νόσων, σῴζεις ἡμὰς ἅγιε, ὡς παρρησίας τυχών ὅθεν τὸν σὸν δοῦλον ἐκ πάσης, νόσου συνεχόμενον σῶσον, καὶ τὴν κλίνης ἔγειρον καὶ ἴασαι. Δέξαι τάς δεήσεις ἀφʹἡμῶν, ἂς ὁ ἐπὶ κλίνῃς προσφέρει, σοὶ τῷ θεράποντι, τοῦ Χριστοῦ Γεώργιε, καὶ τοῦτον ἔγειρον, καὶ τῆς νόσου ἀπάλλαξον, αὐτοῦ ὡς προστάτης, ὡς φρουρός, ὡς ἔφορος, ὡς ἰατρὸς καὶ τροφεύς, πόθω γὰρ τὴν κλῆσίν σου φέρει, καὶ διαπαντὸς μνημονεύει, σοῦ καὶ τὴν εἰκόνα κατασπάζεται.

Δέξαι τὴν ἱκέσιον ᾠδήν, δέξαι μου τὸν θρῆνον στρατάρχα, δέξαι τὴν δέησιν, δέξαι μου τὰ δάκρυα, τὸν στεναγμὸν τῆς ψυχῆς, καὶ τὸν θρῆνον ἀφάνισον τὰ δάκρυα παῦσον, πάντα μεταρρύθμησον τὰ λυπηρὰ καὶ χαράν, δίδου τῷ τὴν σὴν ἐκζητούντι, θείαν προστασίαν καὶ σκέπην, ὁλοψύχω νεύσει ὦ Γεώργιε. Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι Μῆτερ τοῦ Θεοῦ φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου. Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σοῦ φυλάττε εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου τὴν Σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων. Διʹεὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμάς. Εἰς τὸν πανένδοξον τοῦ Χριστοῦ Μεγαλομάρτυρα Γεώργιον τὸν Τροπαιοφόρον. Ψάλλεται ὑπὲρ ἀναρρώσεως καὶ ὑγείας ἀσθενοῦντος ἀδερφού.