Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334



Σχετικά έγγραφα
Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

- 1 / 15 - ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

5 ΑΥΓΟΥΣΤΟΥ 2015 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ

5 ΑΥΓΟΥΣΤΟΥ 2013 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

13 ΑΥΓΟΥΣΤΟΥ 2019 Τῌ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ (12/8/19)

ΜΙΚΡΑ ΠΑΡΑΚΛΗΣΙΣ. Ψαλμός ρμβ. (142)

ὁ β χορός Δόξα Πατρί...τὸ αὐτό

Τῌ ΚΗ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.

Ὁ Μικρὸς Παρακλητικὸς Κανόνας. Οἱ Χαιρετισμοὶ

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ, δευτεροῦντες

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ, δευτεροῦντες

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ, δευτεροῦντες

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

Σας ευχαριστώ που με καλείτε. Ευχαριστώ για την κλήση! Είμαι ήδη εδώ και σας

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους Ϛ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ, δευτεροῦντες

31 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ηχος δ, ἑωθινόν ι ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

28 ΟΚΤΩΒΡΙΟΥ 2017 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Τῌ ΚΗ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 2. Τριτη

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

28 ΟΚΤΩΒΡΙΟΥ Ἦχος πλ. α, ἑωθιμὸμ ΙΑ

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Εισαγωγή στη Φιλοσοφία

Μεγαλο Αποδειπνο. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

18 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΤΩΝ ΝΕΟΦΑΝΩΝ ΕΝΔΟΞΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟΥ ΚΑΙ ΕΙΡΗΝΗΣ

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

ὁ β χορός Δόξα Πατρί...Καὶ νῦν... Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς,

Τῌ ΚΑ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Η ΕΝ Τῼ ΝΑῼ ΕΙΣΟΔΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

21 ΝΟΕΜΒΡΙΟΥ Η ΕΝ Τῼ ΝΑῼ ΕΙΣΟΔΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΤΡΙΤΗ 25 ΙΟΥΛΙΟΥ 2017 Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.

1 ΙΟΥΛΙΟΥ Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

31 ΑΠΡΙΛΙΟΥ 2017 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

6 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Νικολάου ἀρχιεπισκόπου Μύρωμ τῆς Λυκίας τοῦ θαυματουργοῦ ( 330).

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΟΥΛΙΟΥ Μνήμη τῆσ Κοιμήςεωσ τῆσ Ἁγίασ Ἄννησ, μητρὸσ τῆσ Ὑπεραγίασ Θεοτόκου.

Τῌ ΙΕ ΤΟΥ ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

* * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΙΕΡΕΥΣ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

10 ΜΑΡΣΙΟΤ 2017 Σῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος ἑσπέρας ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Β τάσεως τῶν Χαιρετισμῶν

Transcript:

Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334 Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ Ἀναγνώστης τὸν Ψαλμὸν ρμβ (142) Κύριε εἰσάκουσον τῆς προσευχῆς μου Εἶτα Θεὸς Κύριος... Καὶ τὰ Τροπάρια Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα, βοήθησον ἐφ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μὴ γὰρ σύ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Καὶ αὖθις τὸν Ν Ψαλμὸν Καὶ οὕτω ἀρχόμεθα τοῦ Κανόνος Κανών, οὗ ἡ ἀκροστιχίς Σκέπη πιστῶν σὺ εἶ ὦ Παρθένε. Γερασίμου. ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Σκεπάζουσα ὤφθης περιφανῶς, Ἁγνὴ τὸν λαόν σου, ἐν τῷ οἴκῳ τῶν Βλαχερνῶν, οὕτω καὶ νῦν σκέπασον Παρθένε, τοὺς ἐκζητοῦντας τὴν ἄμαχον Σκέπην σου. Μαστίγων καὶ καυσώνων καὶ ἐμπρησμῶν, καὶ πάσης ἀνάγκης καὶ μανίας τῶν δυσμενῶν, ἀτρώτους διάσωζε Παρθένε, τοὺς τῇ ἁγίᾳ σου Σκέπῃ προστρέχοντας. Ἐφάπλωσον ἄνωθεν νοερῶς, ταύτης τῆς Πατρίδος, τὴν σὴν Σκέπην τὴν κραταιάν, καὶ σκέπε αὐτὴν ἐκ πάσης βλάβης, σεισμῶν καὶ ἐμπρησμῶν καὶ περιστάσεων. Πηγάζει ἡ Σκέπη σου ἡ σεπτή, χαράν, εὐφροσύνην, καὶ ὑγείαν καὶ φωτισμόν, Ἁγνὴ Θεοτόκε τῷ λαῷ σου, διὸ πρὸς ταύτην ἀεὶ καταφεύγομεν. ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Ἡ ἁγία σου Σκέπη, καὶ φωταυγὴς Ἄχραντε, οἷα φωτοφόρος νεφέλη καλύπτει πάντοτε, τοὺς σὲ δοξάζοντας, ὅθεν μὴ παύσῃ Παρθένε, ταύτην ἀναπτύσσουσα, ἐπὶ τοὺς δούλους σου.

Περιβόλαιον θεῖον καὶ ἀῤῥαγὲς στήριγμα, ἡ σωτηριώδης σου Σκέπη, Παρθένε γένοιτο, ταύτῃ τῇ ποίμνῃ σου, ἐν ἀσφαλείᾳ τηροῦσα, ταύτην καὶ σεμνότητι, ἠθῶν ἀσκήσεως. Ἰδοὺ πάντες Παρθένε, πίστει θερμῇ σπεύδομεν, οἷά περ νοσσία τῇ Σκέπῃ τῇ τῶν πτερύγων σου, σκέπε οὖν Ἄχραντε, ἐπιβουλῆς μανιώδους, τοῦ δολίου δράκοντος, πάντα τὰ τέκνα σου. Σκέπη πάμφωτε κόσμου, καὶ συμπαθὴς ἔφορος, σκέπε Θεοτόκε Παρθένε τῇ σῇ χρηστότητι, τοὺς ἀφορῶντας πιστῶς, πρὸς τὴν ἁγίαν σου Σκέπην, καὶ ζητοῦντας πάντοτε, ταύτης τὴν δύναμιν. Διάσωσον τῇ παναγίᾳ σου Σκέπη Θεογεννῆτορ, τοὺς ἐν πίστει ταύτῃ ἀεὶ καταφεύγοντας, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἡμῶν χαλεπὴν τοῦ Ἔθνους τὴν κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς ἡμῶν τὸ ἄλγος. Εἶτα μνημονεύει ὁ ἱερεύς, τὰ ὀνόματα τῶν πιστῶν, ὑπὲρ ὧν ἡ Παράκλησις γίνεται. Μετὰ δὲ τὴν Ἐκφώνησιν, ψάλλομεν τὸ παρὸν Κάθισμα Κάθισμα Ἦχος β. Τὰ ἄνω ζητῶν. Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Τῇ σῇ Σκέπῃ Πανάχραντε, πάσης ἐπηρείας ἀπολυτρούμεθα, διὰ τοῦτο μεγαλύνομεν, τὴν κηδεμονίαν ταύτης Πάναγνε. Ὡς τὴν πόλιν πρὶν ἔσκεπες, τὴν τοῦ Κωνσταντίνου, τῇ θείᾳ Σκέπῃ σου, οὕτω σκέπε ἡμᾶς Δέσποινα, τὸ μικρόν σου ποίμνιον, δεόμεθα. Νέμει χάριν καὶ ἴασιν, ψυχῶν καὶ σωμάτων ἡ θεία Σκέπη σου, Θεοτόκε Ἀειπάρθενε, διὰ τοῦτο ταύτῃ ἀεὶ σπεύδομεν. Σκεπασθήσομαι πτέρυξι, τῆς σῆς προστασίας ὁ καταφεύγων σοι, Θεοτόκε Ἀειπάρθενε, ἡ καταφυγὴ καὶ σωτηρία μου. ᾨδὴ ε. Φώτισον ἡμᾶς.

Ὕπερθεν Ἁγνή, τῆς Μονῆς σου ταύτης ἅπλωσον, τὴν σὴν Σκέπην μυστικῶς τὴν φωταυγῆ, τῆς τῇ κλήσει καυχωμένης ταύτης Δέσποινα. Εἶδέ σε ποτέ, ὁ Ἀνδρέας ὁ πανόσιος, περισκέπουσαν λαὸν τὸν εὐσεβῆ, καὶ ἐξέστη Θεοτόκε, τῷ θεάματι. Ἴαμα Ἁγνή, ὥσπερ δρόσον ἀερμώνειον, ἀποστάζει ἡ σὴ Σκέπη ἡ σεπτή, καὶ σβεννύει τῶν παθῶν ἡμῶν τοὺς ἄνθρακας. Ὥσπερ συμπαθής, συμπαθῶς ταύτῃ τῇ Μάνδρᾳ σου, καυχωμένῃ τῇ σῇ Σκέπῃ τῇ λαμπρῇ, δίδου Κόρη οἰκτιρμῶν σου τὰ δωρήματα. ᾨδὴ Ϛ. Τὴν δέησιν ἐκχεῶ. Πλουσίῳ ἀστραπτομένην φωτί σε, ὁ μακάριος κατεῖδεν Ἀνδρέας, σκέπουσαν Κόρη τοὺς σὲ ἀνυμνοῦντας, ἀλλὰ καὶ νῦν τῆς σῆς Σκέπης τῇ χάριτι, περιλαβοῦ πάντας ἡμᾶς, ὡς ἄν πάσης ῥυσθῶμεν κακώσεως. Ἀστράπτει ἡ φωτοφόρος σου Σκέπη, τὰς πολλὰς εὐεργεσίας σου Κόρη, καὶ καταυγάζει ἡ μῶν τὰς καρδίας, τῇ φωταυγεῖ ἐνεργείᾳ τῆς χάριτος, καὶ διαλύει ὁλικῶς, τῶν παθῶν τὴν ζοφώδη ἐπήρειαν. Ῥυσθῆναι τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ βαδίζειν τὴν ὁδὸν τὴν εὐθεῖαν, τῶν ἐντολῶν τοῦ Θεοῦ ἀπροσκόπτως, ἵνα ζωῆς εἰς τὴν πόλιν εἰσέλθωμεν ἐνίσχυσον ἡμᾶς Ἁγνή, τοὺς προστρέχοντας πίστει τῇ Σκέπῃ σου. Θεῷ μὲν εὐαρεστεῖν εὐσχημόνως, τοῦ ἐχθροῦ δὲ τὰς παγίδας συντρίβειν ταύτην ἐνίσχυσον Κόρη τὴν ποίμνην, τὴν τιμωμένην τῇ κλήσει τῆς Σκέπης σου, καὶ ἀφορῶσαν ὁλικῶς, πρὸς τὴν ταύτης ἀήττητον δύναμιν. Διάσωσον τῇ παναγίᾳ σου Σκέπῃ Θεογεννῆτορ, τοὺς ἐν πίστει ταύτῃ ἀεὶ καταφεύγοντας, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι οὓς ἡ παράκλησις γίνεται. Μετὰ δὲ τὴν Ἐκφώνησιν, ἡμεῖς ψάλλομεν τὸ παρὸν Κοντάκιον Κοντάκιον. Ἦχος β.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. Καὶ αὖθις τὸ Α Ἀντίφωνον τοῦ δ Ἤχου Ἐκ νεότητός μου... Μετὰ τοῦ Προκειίμένου Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (ἐκ β ) Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου. Tοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι. Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ, καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πvεῦύμα μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴv ταπείvωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦv μακαριοῦσί με πᾶσαι αἱ γεvεαί. Ὅτι ἐποίησέ μοι μεγάλεια ὁ δυvατός, καὶ ἅγιοv τὸ ὄvομα αὐτοῦ. Ἔ μεινε δὲ Μαριὰμ σὺv αὐτῇ ὡσεὶ μῆvας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκοv αὐτῆς. Ἦχος β. Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Εἶτα τὸ Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Σκέπη πανυπέρτιμος, τῆς Παναγίας Παρθένου, πηγὴ πάσης χάριτος, κόσμου καταφύγιον καὶ διάσωσμα θησαυρὲ ἄϋλε, δωρεῶν ἀΰλων, σωστικῇ σου κραταιότητι, σκέπε καὶ φύλαττε, πάσης χαλεπῆς περιστάσεως, καὶ συνοχῆς καὶ θλίψεως, καὶ ἐκ τῶν σκανδάλων τοῦ ὄφεως, τοὺς πίστει τελείᾳ, προσφεύγοντας τῇ χάριτι τῇ σῇ, καὶ εὐλαβῶς μεγαλύνοντας, τὰ πολλά σου θαύματα. Ἕτερα Θεοτοκία Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως. Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος. ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Ἐπιστᾶσα Παρθένε, νοητῶς τὸν λαόν σου πάλαι διέσκεπες, καὶ νῦν ἐπιφανεῖσα, σοῖς δούλοις ἀοράτως τῇ σῇ Σκέπῃ πυργήρωσον, τὴν εὐαγῆ σου Μονήν, ὡς βρύσις τοῦ ἐλέους. Νοσημάτων παντοίων, καὶ ὀλεθρίων ἡμᾶς ἀπάλλαξον, Παρθένε Θεοτόκε, τοὺς πίστει προσιόντας, τῆς σῆς Σκέπης τῇ χάριτι, καὶ ἀνυμνοῦντας αὐτῆς, τὰ μεγαλεῖα Κόρη. Ἐν Βλαχέρναις μὲν πάλαι, τὸ σεπτὸν μαφόριον Κόρη ἥπλωσας. Ἡμῖν δὲ τοῦτο Κόρη, ἅπλωσον ἀοράτως, ὡς νεφέλην πολύφωτον, καὶ ὄμβρισον δι αὐτοῦ, χαρὰν ἡμῖν τὴν θείαν. Γεωργεῖν ἡμῶν Κόρη, τὰς καρδίας νοήματα τὰ σωτήρια, καὶ βίον διανύειν, ἐνάρετον ἐν πᾶσι, καταξίωσον Ἄχραντε, ὡς ἂν τῆς ἄνω ζωῆς, τύχωμεν μετὰ τέλος. ᾨδὴ η. Τὸν Βασιλέα. Ἐν τῇ σῇ Σκέπῃ καταπατοῦμεν Παρθένε, ἅπαν σκάνδαλον ἐχθροῦ τοῦ βροτοκτόνου, καὶ τῆς σωτηρίας, καρπούμεθα τὴν χάριν. Ῥῶσιν παρέχει, ἡ παναγία σου Σκέπη, καὶ κραταίωσιν κατὰ παθῶν ποικίλων, ὅθεν γηθοσύνως, ὑμνοῦμέν σε Παρθένε. Ἁγνὴ Παρθένε, ἡ κραταιὰ κόσμου Σκέπη, φρούρει καὶ σῷζε πάσης βλάβης, τοὺς ὑπερυψοῦντας, τὴν σὴν μεγαλωσύνην. Σκέπασον Κόρη, ταύτην τὴν θείαν Μονήν σου, τὴν τιμῶσάν σου τὴν Σκέπην ἐξαιρέτως, καὶ στηριζομένην, ταύτης τῇ δυναστείᾳ. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Ἰσχὺν ἀεὶ βραβεύει, ἡ σεπτή σου Σκέπη, τοῖς προσιοῦσι τῇ ταύτης χρηστότητι, καὶ μεγαλύνουσι Κόρη τὰ μεγαλεῖά σου. Μὴ παύσῃ προνοοῦσα, Κόρη καὶ φρουροῦσα, καὶ περισκέπουσα ταύτην τὴν ποίμνην σου, τὴν ἀνυμνοῦσαν ἀπαύστως τὴν θείαν Σκέπην σου.

Ὁλόφωτε καθέδρα, τοῦ Παμβασιλέως, εὐλογημένη Παρθένε Πανάμωμε, σκέπε καὶ σῷζε ἀπαύστως τοὺς σὲ δοξάζοντας. Ὑψόθεν μὴ ἐλλείπῃς, σκέπουσα Παρθένε, τῇ κραταιᾷ προστασίᾳ τῆς Σκέπης σου, τοὺς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλύνοντας. Καὶ εὐθὺς τό Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Καὶ θυμιᾷ ὁ ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν ναόν, ὅπου ψάλλεται ἡ Παράκλησις, καὶ ψάλλομεν τὰ παρόντα Μεγαλυνάρια. Σκέπη τῆς Παρθένου φωτολαμπής, πιστῶν σωτηρία καὶ ἀπίστων ἡ συντριβή, σκέπε πάσης βλάβης, ἡμᾶς τοὺς σὲ ὑμνοῦντας, καὶ ἀπεκδεχομένους τὴν σὴν βοήθειαν. Σκέπη Ὀρθοδόξων Χριστιανῶν, ὑπάρχεις Παρθένε, πάντας σκέπουσα τοὺς πιστούς διὸ τῇ σῇ Σκέπῃ, Ἑλλὰς πᾶσα προστρέχει, καὶ πίστει μεγαλύνει τὴν προστασίαν σου. Ὤφθης Θεοτόκε ὑπερφυῶς, ἐν τῷ Βυζαντίῳ περισκέπουσα τοὺς πιστούς, ἐν τῇ ἀναπτύξει, τοῦ θείου σου κρηδέμνου, διὸ τὴν πρὸς ἡμᾶς σου ὑμνοῦμεν πρόνοιαν. Χαίρων ἐθεάσατο μυστικῶς, ὁ ἐν ναῷ σου Κόρη τῷ ἁγίῳ τῶν Βλαχερνῶν ὁ σεπτὸς Ἀνδρέας, σὲ σκέπουσαν ἀΰλως, τοῖς παννυχίοις ὕμνοις σε μεγαλύνοντας. Ὥσπερ πάλαι ἥπλωσας νοερῶς, ἀχράντοις χερσί σου, σὸν μαφόριον τὸ σεπτόν, σκέπουσα τοὺς πάντας, οὕτως ἅπλωσον τοῦτο, καὶ σκέπε Θεοτόκε, ἡμᾶς δεόμεθα. Βρύει ἡ σὴ Σκέπη ἡ θαυμαστή, δρόσον εὐφροσύνης, καὶ παράκλησιν ἐν δεινοῖς, καὶ παθῶν σβεννύει, τὴν φλόγα Θεοτόκε, καὶ νέμει τοῖς αἰτοῦσι, χάριν καὶ ἔλεος. Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, Σκέπη φωτοφόρε, τῆς Παρθένου τε καὶ Ἁγνῆς, ταύτην τὴν Μονήν σου, ἀεὶ στηριζομένην, τῇ χάριτι τῇ θείᾳ, τῆς προστασίας σου. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς. Τρισάγιον, τὰ Ἀπολυτίκια τῆς ἡμέρας, Ἐκτενὴς ὑπὸ τοῦ Ἱερέως. Μετὰ δὲ τὴν Ἀπόλυσιν, ψάλλονται τὰ ἑπόμενα τροπάρια. Ἦχος πλ. β. Ὅτε ἐκ τοῦ ξύλου. Σκέπε ἀπὸ πάσης προσβολῆς, τῇ σῇ κραταιᾷ Κόρη Σκέπῃ, τοὺς καταφεύγοντας, καθ ἑκάστην Δέσποινα τῇ ἀντιλήψει αὐτῆς, καὶ τὸ μέγα σου ὄνομα, καθ ὥραν φωνοῦσι, Δέσποινα βοήθησον, τῇ θείᾳ Σκέπῃ σου, πᾶσι τοῖς πικρῶς θλιβομένοις, πάντας συνοχῆς κατωδύνου, καὶ παντοίων πόνων ἀπαλλάττουσα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν Σκέπην σου. Δι εὐχῶν.