ΣΑΒΒΑΤΟΝ 14 ΙΟΥΝΙΟΥ 2014 Ἀπόδοσις τῆς ἑορτῆς τῆς Πεντηκοστῆς. Ἐλισσαίου τοῦ προφήτου (900 π.χ.), Μεθοδίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ ὁ μολογητοῦ ( 847). * * Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους η, καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς γ εἰς δ. Ἦχος α. Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐ πιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν καὶ τὸ μυστήριον ὅ σον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμεν σοι Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι. (δίς) Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅ λον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας. Ὁ μοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι. Καὶ τοῦ Μηναίου Προσόμοια γ εἰς δ. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσιν. (Ἐκ τῆς Φυλλάδος). Ἀντιλήπτορα μέγιστον, καὶ προστάτην θερμότατον, σὲ ἐπιγινώσκοντες, πανσεβάσμιε, Ἐλισσαιὲ κραταιούμεθα, ἐν θλίψεσι πάντοτε καὶ δεινῶν ἐπαγωγαῖς, πειρασμῶν ἐπιτάσεσιν, ἀσθενείαις τε, καὶ νοσήμασι τοῖς σωματοφθόροις, μεγαλύνοντες τὸν δόντα, διπλῆν τὴν χάριν σοι ἔνδοξε. (δίς) Ὁ Ναός σου ὁ ἅγιος, ἰατρεῖον ἐνδέδεικται, ἱερὸν πανεύφημε, ἔνδον γὰρ αὐτοῦ, ἐν ἀστραπαῖς καταυγάζουσα, ἡ χάρις τοῦ Πνεύματος, ἐνοικεῖ ποταμηδόν, κενουμένη τοῖς πέρασι, καὶ ἀκένωτος, δεικνυμένη Προφῆτα θεηγόρε, τοῦ Θεσβίτου κληρονόμε, Ἐλισσαιὲ μεγαλώνυμε. Οἱ τῷ θείῳ τεμένει σου, ἀγρυπνοῦντες ἑκάστοτε, σὲ καθικετεύομεν πανσεβάσμιε, Ἐλισσαιὲ αὖθις εἴλησον, τὴν θεοχαρίτωτον τοῦ Θεσβίτου μηλωτήν, καὶ τὴν θάλασσαν πάταξον τῶν παθῶν ἡμῶν, ὅπως σῶοι περάσωμεν ἐντεῦθεν, πρὸς λιμένας ἀπαθείας, καὶ τὴν ἐ κεῖσε κατάπαυσιν. Δόξα. Ἦχος πλ. β. (τὸ τοῦ Μηναίου, ἀρχαῖον). Προφῆτα κῆρυξ Χριστοῦ, τοῦ θρόνου τῆς μεγαλωσύνης, οὐδέποτε χωρίζῃ, καὶ ἑκάστῳ ἀ σθενοῦντι, ἀεὶ παρίστασαι ἐν τοῖς ὑψίστοις λειτουργῶν, τὴν Οἰκουμένην εὐλογεῖς, πανταχοῦ δοξαζόμενος. Αἴτησαι ἱλασμὸν ταῖς ψυχαῖς ἡ Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. δ. Λέοντος Δεσπότου. Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱ όν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅ γιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον μία δύναμις, μία οὐσία, μία Θεότης, ἣν προσκυνοῦντες πάντες λέγομεν Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι Υἱοῦ, συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος. Ἅγιος ἰσχυρός, δι οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅ γιον ἐπεδήμησεν ἐν κόσμῳ. Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον. Τριὰς ἁγία, δόξα σοι. Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡ μέρας καὶ τὰ Ἀναγνώσματα. Βασιλειῶν Γ τὸ Ἀνάγνωσμα. (Γ, ιθ 15 21 & Δ, β 1 22). Εἶπε Κύριος πρὸς Ἠλιού, πορεύου, ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐ ρήμου Δαμασκοῦ καὶ ἥξεις, καὶ χρίσεις τὸν Ἐλισσαιὲ υἱὸν Σαφὰτ ἀπὸ Ἀβελμαουλὰ εἰς 1
Προφήτην ἀντὶ σοῦ. Καὶ ἀπῆλθεν ἐκεῖθεν, καὶ εὑρίσκει τὸν Ἐλισσαιὲ υἱὸν Σαφάτ, καὶ αὐτὸς ἠροτρία ἐν βουσί δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα καὶ ἀπῆλθεν Ἐλισσαιὲ ἐπ αὐτόν, καὶ ἐπέῤῥιψε τὴν μηλωτὴν αὐτοῦ ἐπ αὐτόν. Καὶ κατέλιπεν Ἐλισσαιὲ τοὺς βόας καὶ ἐπέδραμεν ὀπίσω Ἠ λιού, καὶ εἶπε καταφιλήσω τὸν πατέρα μου καὶ τὴν μητέρα μου, καὶ ἀκολουθήσω ὀπίσω σου καὶ εἶπεν αὐτῷ πορεύου, ἀνάστρεφε, ὅτι πεποίηκά σοι. Καὶ ἀνέστρεψεν ἐξ ὄπισθεν αὐτοῦ καὶ ἔλαβε τὸ ζεῦγος τῶν βοῶν, καὶ ἔθυσε, καὶ ἐν τοῖς σκεύεσι τῶν βοῶν ἥψησεν αὐτά, καὶ ἔδωκε τῷ λαῷ καὶ ἔφαγον καὶ ἀνέστη, καὶ ἐπορεύθη ὀπίσω Ἠλιού, καὶ ἐλειτούργει αὐτῷ. Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον τὸν Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν Οὐρανόν, καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἐλισσαιὲ ἐκ Γαλγάλων. Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἐλισσαιέ κάθου δὴ ἐνταῦθα ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βαιθήλ. Καὶ εἶπεν Ἐλισσαιέ ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε καὶ ἦλθον εἰς Βαιθήλ. Καὶ ἦλθον οἱ υἱοὶ τῶν Προφητῶν οἱ εἰς Βαιθὴλ πρὸς Ἐλισσαιέ, καὶ εἶπον πρὸς αὐτόν εἰ ἔ γνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύρι όν σου ἀπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε καί γε ἐγὼ ἔγνωκα, σιωπᾶτε. Καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἐλισσαιέ κάθου δὲ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἰεριχώ. Καὶ εἶπεν Ἐ λισσαιέ ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε καὶ ἦλθον εἰς Ἰεριχώ. Καὶ ἤγγισαν οἱ υἱοὶ τῶν Προφητῶν οἱ ἐν Ἰεριχὼ πρὸς Ἐλισσαιὲ καὶ εἶπον πρὸς αὐτόν εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἀπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε καί γε ἐγὼ ἔγνωκα, σιωπᾶτε Καὶ εἶπεν αὐτῷ Ἠλιού κάθου δὴ ὧδε ὅτι Κύριος ἀπέσταλκέ με εἰς τὸν Ἰορδάνην Καὶ εἶπεν Ἐλισσαιέ ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε. Καὶ ἐ πορεύθησαν ἀμφότεροι, καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν Προφητῶν, καὶ ἔστησαν ἐξεναντίας μακρόθεν. Καὶ ἀμφότεροι ἔστησαν ἐ πὶ τοῦ Ἰορδάνου. Καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἴλησε, καὶ ἐπάταξε τὸ ὕ δωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ. Καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτούς, καὶ Ἠλιοὺ εἶπε πρὸς Ἐλισσαιέ αἴτησαι τί ποιήσω σοι πρὸ τοῦ ἀναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισσαιέ γενηθήτω δὴ τὸ Πνεῦμα τὸ ἐπὶ σοὶ δισσῶς ἐπ ἐμοί. Καὶ εἶπεν Ἠλιού ἐσκλήρυνας τοῦ αἰτήσασθαι πλήν, ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, ἔσται σοι οὔτως ἐὰν δὲ μήν ἴδῃς, οὐ μὴ γένηται. Καὶ ἐγένετο αὐτῶν πορευομένων καὶ λαλούντων, καὶ ἰδοὺ ἅρμα πυρός, καὶ ἵπποι πυρός, καὶ διεχώρησεν ἀναμέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. Καὶ Ἐλισσαιὲ ἑώρα, καὶ αὐτὸς ἐβόα πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι καὶ ἐ κράτησεν Ἐλισσαιὲ τοῦ ἱματίου αὐτοῦ καὶ δι έῤῥηξεν αὐτὸ εἰς δύο. Καὶ ἀνείλετον τὴν μηλωτὴν Ἠλιοὺ Ἐλισσαιέ, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ. Καὶ ἐπέστρεψεν Ἐλισσαιὲ καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου. Καὶ ἔλαβεν Ἐλισσαιὲ τὴν μηλωτὴν Ἠλιοὺ τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὰ ὕδατα, καὶ οὐ διῃρέθη. Καὶ εἶπεν Ἐλισσαιέ. Ποῦ ἔ στιν ὁ Θεὸς Ἠλιοὺ Ἀπφώ; Καὶ ἐπάταξεν Ἐ λισσαιὲ τὰ ὕδατα ἐκ δευτέρου καὶ διῃρέθη τὰ ὕδατα, καὶ διῆλθε διὰ ξηρᾶς. Καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν Προφητῶν οἱ ἐν Ἰ εριχὼ ἐξεναντίας καὶ εἶπον ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἐλισσαιέ. Καὶ ἦλθον εἰς συνάντησιν αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. Καὶ αὐτὸς ἐκάθητο ἐν Ἰεριχώ καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἐλισσαιέ. Ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς σύ, Κύριε, βλέπεις, καὶ τὰ ὕδατα πονηρά, καὶ ἡ γῆ ἀτεκνουμένη. Καὶ εἶπεν Ἐλισσαι έ λάβετέ μοι ὑδρίσκην καινήν, καὶ θέσθε ἐκεῖ ἅλας. Καὶ ἔλαβεν αὐτό, καὶ ἐξῆλθεν ἐπὶ τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔῤῥιψεν ἐκεῖ τὸ ἅ λας, καὶ εἶπε. Τάδε λέγει Κύριος ἴαμαι τὰ ὕ δατα ταῦτα οὐκέτι ἔσται ἐκεῖθεν ἀποθνήσκων, οὐδὲ ἀτεκνουμένη δι αὐτά. Καὶ ἰάθη τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης, κατὰ τὸ ῥῆμα ὃ ἐλάλησεν Ἐλισσαιέ. 2
Βασιλειῶν Δ τὸ ἀνάγνωσμα. (ε, ἐκλογὴ στίχων). Καὶ Νεεμὰν ὁ ἄρχων τῆς δυνάμεως τῆς Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ. Καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύϊ, λελεπρωμένος. Καὶ ἐγένετο ὡς ἤκουσεν Ἐλισσαιὲ ἄνθρωπος Θεοῦ, εἶπεν ἐλθέτω δὴ πρὸς μὲ Νεεμάν, καὶ γνώτω ὅτι ἐστὶ προφήτης ἐν Ἰσραήλ. Καὶ ἦλθε Νεεμὰν αὐτοῖς ἅρμασιν αὐτοῦ καὶ ἵπποις αὐτοῦ, καὶ ἔστη ἐπὶ τῆς θύρας τοῦ οἴκου Ἐ λισσαιέ. Καὶ ἀπέστειλεν Ἐλισσαιὲ ἄγγελον πρὸς αὐτὸν λέγων. Πορευθείς, λοῦσαι ἐν τῷ Ἰορδάνῃ ἑπτάκις καὶ ἐπιστρέψει ἡ σάρξ σου ἐπὶ σοὶ καὶ καθαρισθήσῃ. Καὶ ἐθυμώθη Νεεμάν, καὶ ἀπῆλθε καὶ εἶπεν. Ἰδοὺ δὴ ἔλεγον, ὅ τι ἐξελεύσεται πρός με, καὶ ἐπικαλέσεται ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ λεπρόν, καὶ ἀποσυνάξει αὐτὸ ἀπὸ τῆς σαρκός μου. Οὐκ ἀγαθὸς Ἀ βανὰ καὶ Φαρφάρ, ποταμοὶ Δαμασκοῦ, ὑπὲρ τὸν Ἰορδάνην καὶ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσρα ήλ; οὐχὶ πορευθεὶς λούσομαι καὶ καθαρισθήσομαι; Καὶ ἀπέστρεψε καὶ ἀπῆλθεν ἐν θυμῷ. Καὶ προσῆλθον οἱ παῖδες αὐτοῦ, καὶ εἶπον πρὸς αὐτόν. Πάτερ, εἰ μέγαν λόγον ἐλάλησε πρὸς σὲ ὁ Προφήτης, οὐκ ἄν ἐποίησας; Καὶ ὅ τι εἶπε πρός σε, λοῦσαι καὶ καθαρίσθητι; Καὶ κατέβη Νεεμάν, καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, κατὰ τὸ ῥῆμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ. Καὶ ἐπέστρεψεν ἡ σάρξ αὐτοῦ ἐπ αὐτὸν ὡς παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη. Βασιλειῶν Δ τὸ Ἀνάγνωσμα. (δ 8 37). Ἐγένετο ἡμέρα καὶ διέβη Ἐλισσαιὲ εἰς Σωμάν καὶ ἐκεῖ, γυνὴ μεγάλη, καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον καὶ ἐγένετο ἀφ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτόν, ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν ἄρτον. Καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς. Ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος οὖτος διαπορεύεται ἐφ ἡμᾶς διαπαντός ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον, τόπον μικρόν, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην, καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν. Καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ. Καὶ ἐγένετο ἡμέρα, καὶ εἰσῆλθεν ἐκεῖ, καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον, καὶ ἐκοιμήθη ἐκεῖ. Καὶ εἶπε πρὸς Γιεζί, τὸ παιδάριον αὐτοῦ. Κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην. Καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπεν αὐτῷ. Εἶπον δὴ πρὸς αὐτήν Ἰδοὺ ἐ ξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην τί δεῖ ποιῆσαί σοι; Εἰ ἔστι λόγος σοι πρὸς τὸν βασιλέα, ἢ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως; Ἡ δὲ εἶπεν Ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἴκῳ ἡσυχάζουσα. Καὶ εἶπε πρὸς Γιεζί Τί δεῖ ποιῆσαι αὐτῇ; Καὶ εἶπε Γιεζί, τὸ παιδάριον αὐτοῦ. Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ καὶ ὁ ἀ νὴρ αὐτῆς πρεσβύτης. Καὶ εἶπε κάλεσον αὐτήν καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν. Καὶ εἶπεν Ἐλισσαιὲ πρὸς αὐτήν Εἰς τὸν καιρὸν τοῦτον, ὥρα αὐτὴ ὡς ἡ ζῶσα καὶ σύ, περιειληφυῖα υἱόν. Ἡ δὲ εἶπε Μὴ κύριε, ἄνθρωπε τοῦ Θεοῦ, μὴ διαψεύσῃ τὴν δούλην σου. Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή, καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα ζῶσα, ὡς ἐλάλησε πρὸς αὐτὴν Ἐλισσαιέ. Καὶ ἠνδρύνθη τὸ παιδάριον καὶ ἐγένετο ἡνίκα ἐξῆλθε τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ, πρὸς τοὺς θερίζοντας, καὶ εἶπε πρὸς τὸν πατέρα αὐτοῦ Τὴν κεφαλήν μου, τὴν κεφαλήν μου. Καὶ εἶπε τῷ παιδαρίῳ Ἆρον αὐτὸν πρὸς τὴν μητέραν αὐτοῦ. Καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας, καὶ ἀπέθανε. Καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμησεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἀπέκλεισε κατ αὐτοῦ, καὶ ἐξῆλθε. Καὶ ἐκάλεσε τὸν ἄνδρα αὐτῆς, καὶ εἶπεν Ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἐπιστρέψω. Καὶ εἶπε Τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία, οὐδὲ σάββατον ἡ δὲ εἶπεν Εἰρήνη. Καὶ ἐπέσαξε τὴν ὄνον, καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς Ἄγε, καὶ πορεύου μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἄν εἴπω σοι δεῦρο, καὶ πορεύσῃ, καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, εἰς ὄρος τὸ Καρμήλιον. Καὶ ἐπορεύθη, καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον. Καὶ ἐγένετο ὡς εἶδεν Ἐλισσαιὲ ἐρχομένην αὐτήν, καὶ εἶπε πρὸς Γιεζί, τὸ παιδάριον αὐτοῦ Ἴδε ἡ Σωμανῖτις ἐκείνη. Νῦν δράμε εἰς ὑπάν 3
τησιν αὐτῆς, καὶ ἐρεῖς αὐτῇ Εἰρήνη σοι. Εἰρήνη τῷ ἀνδρί σου. Εἰρήνη τῷ παιδαρίῳ. Ἡ δὲ εἶπεν Εἰρήνη. Καὶ ἦλθε πρὸς τὸν Ἐλισσαιὲ εἰς τὸ ὄρος, καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ καὶ ἤγγισε Γιεζὶ ἀπώσασθαι αὐτήν. Καὶ εἶπεν Ἐ λισσαιέ Ἄφες αὐτῇ, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ καὶ Κύριος ἀπέκρυψεν ἀπ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέ μοι. Ἡ δὲ εἶπε Μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ Κυρίου μου, ὅτι οὐκ εἶπον οὐ πλανήσῃ μετ ἐμοῦ; Καὶ εἶπεν Ἐλισσαιὲ τῷ Γιεζί Ζῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου, καὶ δεῦρο, ὅτι ἐ ὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν καὶ ἐ ὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ τὸ πρόσωπον τοῦ παιδαρίου. Καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου Ζῇ Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε. Καὶ ἀνέστη Ἐλισσαιέ, καὶ ἐ πορεύθη ὀπίσω αὐτῆς. Καὶ Γιεζὶ διῆλθεν ἔμπροσθεν αὐτῆς, καὶ ἐπέθηκε τὴν βακτηρίαν εἰς τὸ πρόσωπον τοῦ παιδαρίου καὶ οὐκ ἦν φωνή, οὐκ ἦν ἀκρόασις καὶ ὑπέστρεψεν εἰς ἀπάντησιν αὐτοῦ, καὶ ἀπήγγειλεν αὐτῷ λέγων Οὐκ ἠγέρθη τὸ παιδάριον. Καὶ εἰσῆλθεν Ἐλισσαιὲ εἰς τὸν οἶκον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκός, κεκοιμημένον ἐπὶ τὴν κλίνην αὐτοῦ. Καὶ εἰσῆλθεν Ἐλισσαιὲ εἰς τὸν οἶκον, καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο αὐτῶν, καὶ προσηύξατο πρὸς Κύριον καὶ ἀνέβη, καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ, καὶ τοὺς ὀ φθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ, καὶ ἐνεφύσησεν αὐτό, καὶ διέκαμψεν ἐπ αὐτὸν καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου. Καὶ ἐπέστρεψε καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνεκάλυψεν ἐ πὶ τὸ παιδάριον ἕως ἑπτάκις καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ. Καὶ ἐξεβόησεν Ἐλισσαιὲ πρὸς Γιεζί, καὶ εἶπε Κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην. Καὶ ἐκάλεσεν αὐτήν, καὶ εἰσῆλθε πρὸς αὐτόν. Καὶ εἶπεν Ἐλισσαιέ Λάβε τὸν υἱόν σου. Καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσε παρὰ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν. Καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθεν. Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Σημ. Τὸ παρὸν πρῶτον ἰδιόμελον παραληφθὲν ἐκ τῆς λιτῆς τοῦ προφήτου Ἠλιοὺ ψάλλεται ἐν ταῖς Ἀγρυπνίαις ἐν τῷ Ναῷ τοῦ Προφήτου Ἐλισσαίου. Ἐκ σεβασμοῦ δὲ πρὸς τὴν μακρὰν συνήθειαν, ἐτηρήσαμεν αὐτό. Ἦχος α. Γερμανοῦ. Πνευματικοῖς ᾄσμασι, τοὺς Προφήτας τοῦ Χριστοῦ, ἅπαντες εὐφημήσωμεν. Ἠλίας γὰρ ὁ θεσβίτης, οὐρανοδρόμος γέγονε, καὶ μηλωτῇ Ἐλισσαῖος, τὴν χάριν ἐδέξατο διπλῆν παρὰ Θεοῦ καὶ φωστῆρες φαιδροί, τῇ οἰκουμένῃ ἀνεδείχθησαν, πρεσβεύοντες ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡ Ἦχος ὁ αὐτός. Γεωργίου Ῥήγα. ᾈσματικῶς σήμερον πιστοί, τὸν Προφήτην Κυρίου ὕμνοις τιμήσωμεν, τὸν θεῖον Ἐλισσαῖον καὶ παμφαῆ φωστῆρα τῆς οἰκουμένης τὸν ἄϋλον ἐπὶ γῆς βιοτὴν ἐπιδειξάμενον, καὶ καθαρθέντι λογισμῷ, τὰς αὐγὰς τοῦ Πνεύματος εἰσδεξάμενον τὴν ἀκένωτον πηγὴν τῶν θαυμάτων, καὶ Προφητῶν ἐξαίρετον ἐγκαλλώπισμα. Πρεσβεύει γὰρ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡ Ἦχος ὁ αὐτός. Λαμπρὰ καὶ φωτοφανὴς ἀνέτειλεν, ἡ μνήμη σου Προφῆτα, ἐν τῷ στερεώματι τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τῶν πιστῶν τὰς καρδίας καταυγάζουσα ἐν ᾗ συνελθόντες οἱ φιλέορτοι, τοῖς ᾄσμασι καταστέφομεν, σὲ τὸν ἀοίδιμον καὶ πανέντιμον, ἔχοντες τὸν Ναόν σου θαυμάτων καὶ ἰάσεων πλουσιόβρυτον κρήνην, προχέοντα ὡς νάματα, τῶν ψυχικῶν ἡμῶν καὶ σωματικῶν τραυμάτων τὴν ἰατρείαν. Δεῦτε οὖν ἅπαντες ἱκετικῶς πρὸς αὐτὸν ἀνακράξωμεν Θεηγόρε Προφῆτα τοῦ Χριστοῦ, ὁ τῷ θρόνῳ τῆς μεγαλωσύνης τοῦ Θεοῦ παρεστώς, μή παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡ Ὁ αὐτός. Προφῆτα τοῦ Χριστοῦ, καὶ προόπτα τῶν αὐτοῦ μυστηρίων, ὁ μεγαλουργήσας τοῖς θαύμασιν ἐν τῷ Ἰσραήλ, τὴν ποίμνην σου, τὴν ἐ ξόχως σὲ τιμῶσαν περιφύλαττε, ῥυόμενος αὐτὴν ἀπὸ πάσης νόσου καὶ βλάβης τῶν ἐ 4
ναντίων. Ὁ ἰασάμενος τὰ ἄγονα ὕδατα, καὶ τὰς ἀκάρπους ψυχὰς ἡμῶν ἴασαι, πρεσβεύων ἀπαύστως πρὸς τὸν φιλάνθρωπον Θεόν, ὑ πὲρ ἡμῶν Ἐλισσαιὲ πανσεβάσμιε. Ὁ αὐτός. Ὁ τῶν ἀῤῥήτων μυστηρίων ἐπόπτης, Ἐλισσαῖος ὁ μεγαλώνυμος, ἐπέφανεν ἡμῖν σήμερον ἐν τῇ φαιδρᾷ αὐτοῦ μνήμῃ, διανέμων τὰς αὐτοῦ δωρεὰς ἀπὸ τῶν πλουσίων χαρισμάτων τοῦ Πνεύματος. Ἀγαλλιασώμεθα οὖν φιλέορτοι καὶ εὐφρανθῶμεν, καὶ ἐν φωναῖς ᾀ σμάτων μελῳδικῶν, τῇ δόξῃ αὐτοῦ προσπελάσωμεν, τὰ πρὸς σωτηρίαν αἰτούμενοι φιλάνθρωπος γὰρ ὤν, ἐλεεῖ τοὺς μετὰ πίστεως καὶ εὐλαβείας, τὴν μνήμην αὐτοῦ ἑορτάζοντας. Ἦχος β. Ἠλίας ὁ θεόπτης καὶ ζηλωτής, ἐν πυρίνῳ τεθρίππῳ ὡς εἰς οὐρανοὺς ἀνέβαινεν. Ἐλισσαῖος δὲ τῆς μηλωτῆς ἐκείνου κληρονόμος, καὶ μυστιπόλος τῶν θείων ἐμφάσεων, λαμπρὰν ὁδὸν ἐν τῷ Ἰσραὴλ ἐστέλλετο, καταγλαΐζων τὸν κόσμον ταῖς τῶν θαυμάτων ἀστραπαῖς. Πρὸς ὃν καὶ ἡμεῖς νῦν, οἱ τελοῦντες τὴν μνήμην αὐτοῦ τὴν πανέορτον, ἀναβοήσωμεν Ἐ λισσαιὲ πανένδοξε, ἐπίβλεψον καὶ ἐπὶ τὴν ἡ μῶν ἀσθένειαν, καὶ παράσχου ταῖς σαῖς πρεσβείαις, εἰρήνην τῷ λαῷ, καὶ ταῖς ψυχαῖς ἡ μῶν τὸ μέγα ἔλεος. Δόξα. Ἦχος πλ. α. Σαλπίσωμεν ἐν σάλπιγξιν ᾀσμάτων, χορεύσομεν φιλέορτοι, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ εὐσήμῳ προφητικῇ πανηγύρει, τῆς Ἐκκλησίας Χριστοῦ. Σήμερον γὰρ ὁ χορὸς τῶν Προφητῶν, συνεορτάζων τοῖς πιστοῖς ἀοράτως ἐφέστηκε, καὶ τὸν τὴν χάριν τοῦ Πνεύματος διπλῆν λαβόντα, ἔνδοξον Προφήτην Κυρίου, τοῖς ᾄσμασιν ὡς ἐν στέμμασι καταστέφει τὸν ἰσαγγέλως ἐπὶ γῆς βιώσαντα ὡς ἄσαρκον, τὸν ἄσκευον καὶ ἀκτήμονα, καὶ τῆς παρθενίας τὸ οὐρανόπεμπτον κειμήλιον τὸν καταλιπόντα τὰ πάντα, καὶ τῷ καλέσαντι ἀ κολουθήσαντα Θεσβίτῃ τὸν ποταμὸν τὸν ἀ είῤῥοον τῶν θαυμάτων, τὴν πηγὴν τῶν ἰάσεων, τὸν τὴν δύναμιν καὶ ἐπὶ τῶν στοιχείων λαβόντα αὐτὸν οὖν σήμερον καὶ ἡμεῖς ἐγκωμιάζοντες, οὕτως εἴπωμεν. Προφητῶν ἐξαίρετον ἀγλάϊσμα, Ἐλισσαιὲ μεγαλώνυμε, μὴ διαλίπῃς δεόμενος ὑπὲρ ἡμῶν πρὸς Κύριον, τῶν τελούντων ἐν πίστει, τὴν ἀεισέβαστον μνήμην σου. Καὶ νῦν. Ἦχος πλ. δ. (Ἐκ τῆς Λιτῆς τῆς ἑορτῆς). Ὅτε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει ἤ κουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐῤῥητόρευον διὸ καὶ ἡμεῖς βοῶμέν σοι Ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα σοι. Καὶ ἀμέσως αἱ συνήθεις Αἰτήσεις καὶ Εὐχαί, ἔνθα μνημονεύονται καὶ τὰ ὀνόματα ζώντων καὶ τεθνεώτων ὡς ἔθος. Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Ἐν τῷ Ναῷ τοῦ Προφήτου δεῦτε συνδράμωμεν, τὴν θείαν αὐτοῦ μνήμην γεραίροντες ἐν πίστει, καὶ πόθῳ θερμοτάτῳ βοῶντες αὐτῷ, Ἐλισσαῖε θεσπέσιε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην σου τελούντων φαιδρῶς. Στίχ. Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε. Ὥσπερ τὰ ὕδατα μάκαρ, τὰ ἀγονώτατα, ἁλσὶν ἰάσω πάλαι, οὔτω καὶ νῦν τὰς στείρας, ψυχὰς ἡμῶν εὐχαῖς σου, Προφῆτα Χριστοῦ, καρποφόρους ἀνάδειξον, ἐν ἀρεταῖς Ἐλισσαῖε τερατουργέ, τῆς Τριάδος καταγώγιον. Στίχ. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Διπλῆν τὴν χάριν ἐδέξω, τοῦ Ἠλιοὺ θαυμαστῶς, μεγαλυνθεὶς ὡς φοίνιξ, εὐθαλὴς τῆς ἐ ρήμου θαυμάτων καὶ γὰρ βρύεις, ἀείῤῥους 5
κρουνούς, νέμων πᾶσιν ἰάματα, τοῖς προσαιτοῦσι τὴν χάριν σου πολλαχῶς, Ἐλισσαῖε μεγαλώνυμε. Δόξα. Ἦχος πλ. δ. (τὸ ἐν τῷ Μηναίῳ ἀρχαῖον). Τῶν Προφητῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἠλίαν καὶ Ἐλισσαῖον, καὶ Χριστῷ ἐκβοήσωμεν μελῳδικῶς Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Προφητῶν σου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. Καὶ νῦν. Ἦχος πλ. δ. (Ἐκ τῶν Ἀποστίχων τῆς ἑορτῆς). Γλῶσσαι ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμαν τῆς πυργοποιΐας γλῶσσαι δὲ νῦν ἐσοφίσθησαν, διὰ τὴν δόξαν τῆς Θεογνωσίας. Ἐκεῖ κατεδίκασε Θεὸς τοὺς ἀσεβεῖς τῷ πταίσματι ἐνταῦθα ἐφώτισε Χριστὸς τοὺς ἁλιεῖς τῷ Πνεύματι. Τότε κατειργάσθη ἡ ἀφωνία, πρὸς τιμωρίαν ἄρτι καινουργεῖται ἡ συμφωνία, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡ Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ. Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα σοι. Δόξα. Τοῦ Προφήτου. Ἦχος δ. Ταχὺ προκατάλαβε. Τῇ κλήσει προσέδραμες, τῇ τοῦ Θεσβίτου θερμῶς, καὶ πλήρης γεγένησαι, τῶν θεϊκῶν δωρεῶν, λαμπρότητι βίου σου ὅθεν ἐθαυμαστώθης, Ἐλισσαῖε Προφῆτα, θαύμασι παραδόξοις, ὡς θεράπων Κυρίου ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡ Καὶ νῦν. Ἦχος πλ. α. Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡ Καὶ γίνεται ἡ Εὐλόγησις τῶν ἄρτων. Εἶτα ἀνάγνωσις εἰς τὸν βίον τοῦ Προφήτου. Καὶ ἡ λοιπὴ ἀκολουθία τῆς Ἀγρυπνίας. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ. δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ὡς ἐν τῷ Ἑσπερινῷ, ἀλλ ἐν τῷ γ τῆς ἑορτῆς. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Προφήτην θαυμαστόν, ἔδειξέ σε τῷ κόσμῳ, διπλῆ ἐν σοὶ σοφέ, ἐνοικήσασα ἄφνω, ἡ χάρις τοῦ Πνεύματος, εὑραμένη ἀμόλυντον καὶ ἀ κήρατον, τὴν σὴν καρδίαν θεόφρον ὅθεν ἔ λαμψας, ταῖς ἀστραπαῖς τῶν θαυμάτων, εἰς κόσμον τὸν ἅπαντα. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. 6
Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον, ἐφώτισε. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Προβλέψει θεϊκῇ, Ἠλιού σε ὁ μέγας, σοφὲ Ἐ λισσαιέ, φοιτητὴν ἐπισπᾶσαι, Προφήτην δεικνύων σε, ἐλλαμπόμενον Πνεύματι ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, εὐσεβοφρόνως τιμῶντες, σὺν τούτῳ σε ἔνδοξε. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον ἐφώτισε. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τὴν κορυφὴν τῶν Προφητῶν συνελθόντες, ἀ νευφημήσωμεν γεραίροντες πόθῳ, μνήμην αὐτοῦ τὴν ἔνδοξον ψαλμοῖς καὶ ᾠδαῖς, πίστει ἀνακράζοντες Ἐλισσαῖε τρισμάκαρ, σκέπε φρούρει φύλαττε, τοὺς τιμῶντάς σε ὕμνοις, καὶ ἀγρυπνοῦντας ἐν τῷ σῷ Ναῷ, καὶ προσκυνοῦντας τὴν θείαν εἰκόνα σου. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. δ. Τὸ προσταχθὲν μυστικῶς. Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ, θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεμψας οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς ὅθεν, ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ μυστικῶς, Σῶτερ, τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου. ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Ἀντίφωνον Α. Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη * ἀλλ αὐτὸς ἀντιλαβοῦ, * καὶ σῶσον Σωτήρ μου. (δίς) Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου * ὡς χόρτος γάρ, πυρὶ * ἔσεσθε ἀπεξηραμένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τριαδικῇ μονάδι * ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν. Προκείμενον. Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε. Στίχ. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. 7
Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς... Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ι 1 9). (Ζήτει τῇ ΙΓ Νοεμβρίου, εἰς τὸν Ὄρθρον). Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ ὄνομα καὶ ἐξάγει αὐτά. Ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν ὁ Ἰησοῦς, Ἀ μὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον (πρὸ ἐμοῦ) κλέπται εἰσὶν καὶ λῃσταί ἀλλ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα δι ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης τὸν ν ψαλμόν, χύμα. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 8
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Ταῖς τῶν σοῦ Προφήτου, * πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, ἐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ παρὸν Ἰδιόμελον. Ἦχος πλ. β. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Προφῆτα Κυρίου μεγαλώνυμε, ὁ τοῖς ἀπείροις σου θαύμασι τὴν ὑφήλιον δᾳδουχῶν, καὶ ἡμᾶς τοὺς ἐπιτελοῦντάς σου τὴν μνήμην ἐπίσκεψαι, λυτρούμενος τῆς τῶν παθῶν τυραννίδος, ὡς ἐλυτρώσω τῆς λέπρας Νεεμὰν τὸν ἄρχοντα καὶ ἀξίωσον τυχεῖν ταῖς πρεσβείαις σου, τῆς οὐρανίου χαρᾶς, εἰς τὴν βασιλείαν Χριστοῦ τὴν ἀσάλευτον. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Οἱ Κανόνες πρῶτον τῆς ἑορτῆς εἰς η καὶ τοῦ Προφήτου οἱ δύω εἰς στ, πάντα εἰς ιδ. [Ὁ τοῦ βαρέος μετὰ τῶν Εἱρμῶν, εἰς δ καὶ ὁ τοῦ δ μετὰ τῶν Εἱρμῶν, εἰς δ.] Ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς Πεντηκοστὴν ἑορτάζομεν. Ποίημα Κοσμᾶ Μοναχοῦ. ᾨδὴ α. Ἦχος βαρύς. Ὁ Εἱρμός.» Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι ᾄ σωμεν αὐτῷ, ὅτι δεδόξασται. (δίς) Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, Φιλάνθρωπε. Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη τοῦ θείου Πνεύματος σήμερον, πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται. Ἕτερος Κανὼν Ἰαμβικός. Οὗ ἡ Ἀκροστιχὶς διὰ στίχων Ἡρωελεγείων Θειογενὲς Λόγε, Πνεῦμα Παράκλητον πάλιν ἄλλον, Ἐκ Γενέτου κόλπων ἦκας ἐπιχθονίοις, Οἷα πυρὸς γλώσσῃσι φέρον Θεότητος ἀΰλου. Σῆμα τεῆς φύτλης, καὶ χάριν ὑμνοπόλοις. Ποίημα Κυρίου Ἰωάννου τοῦ Ἀρκλᾶ. ᾨδὴ α. Ἦχος δ. Ὁ Εἱρμός.» Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.» Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον» Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,» Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος» Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν. (δίς) Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις. Ἐγὼ γάρ εἰς πατρῷον ὕψιστον θρόνον Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος, Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον. Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος, Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους, Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι, Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο Τοῦ Προφήτου. Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ. Διπλῆν τὴν χάριν εἰληφὼς θεσπέσιε, Ἐλισσαιὲ πρὸς Θεοῦ, πόθῳ ἐξαιτοῦμαι, ἔμπνευσίν μοι δώρησαι, ἀξίως ὡς ὑμνήσω σου, τὸν ἰσάγ 9
γελον βίον, καὶ τῶν θαυμάτων τὸ πέλαγος, Προφητῶν ἱερὸν ἀκροθίνιον. Ἡ ἐν Γαλγάλοις δάμαλις ἡ ἔγχρυσος, ὅτε ἐτέχθης σοφέ, βοὴν ἀφιεῖσα, εἰς Ἱεροσόλυμα, ἠ κούσθη ὅπερ τέρας ἦν, ἐκδηλοῦν τοῦ τεχθέντος, τῆς προφητείας τὸ χάρισμα, καὶ τὴν τῶν γλυπτῶν ἐξαφάνισιν. Δόξα. Ὅτε Ἠλίας ὁ Θεσβίτης σε προγνούς, ἐκάλεσεν ἐπ αὐτόν, εὐθέως τοὺς βόας ἐκλιπὼν πανεύφημε, συντόνως ἠκολούθησας, λειτουργῶν καὶ μανθάνων, τοῦ Πνεύματος τὰ ἀπόῤ ῥητα, μέχρι τῆς αὐτοῦ ἀναλήψεως. Καὶ νῦν. Θεοτοκίον. Πεποικιλμένη ἀρεταῖς Πανάμωμε, παρέστης ἐκ δεξιῶν, τοῦ Νυμφίου Νύμφη, ἄσπιλε, ἀμόλυντε διόπερ ἱκετεύω σε, δεξιοῖς με προβάτοις ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως, στῆσαι τὸν υἱ όν σου δυσώπησον. ᾨδὴ γ. Ὁ Εἱρμός.» Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρὸς ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε. (δίς) Τροπάριον. Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁ μονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν. (δίς) Εἱρμὸς ἄλλος.» Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,» Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,» Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι» Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,» Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων. (δίς) Ἄληπτός ἐστιν ἡ Θεαρχικωτάτη Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους, Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ, Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους, Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος. Ἦν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους, Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας, Οὗ τὴν δι Υἱοῦ πατρικῆς ἐξουσίας, Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν, Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν. Του Προφήτου. Οὐρανίας ἁψῖδος. Ἀκηλίδωτον ὤφθης, Θεοῦ οἰκητήριον, ὅθεν καὶ ἐδέξω τὴν χάριν διπλῆν τοῦ Πνεύματος, μέγας γενόμενος, τερατουργὸς ἐν Θεῷ, προβλέπων καὶ προθεσπίζων, ἀψευδῶς τῶν μελλόντων τὴν ἔκβασιν. Καθαρθεὶς τῇ νηστείᾳ, καὶ νεκρώσας τὸ φρόνημα, τῆς σαρκὸς Προφῆτα ἀΰλως, ἐν τῇ ὕλῃ τοῦ σώματος, ἀγγέλων βίον βιούς, ὅλην ἐδέξω τὴν αἴγλην, τὴν τοῦ Παρακλήτου προόπτα θεσπέσιε. Δόξα. Τὸν Θεὸν ἐκδυσώπει, οὗ ἐδείχθης ὄργανον, ὑ πηχοῦν τὰ τοῦ Πνεύματος, κρύφιά τε καὶ ἄ δηλα, ῥυσθῆναι παντὸς κακοῦ, τοὺς ἀνυμνοῦντάς σε πόθῳ, καὶ τὴν μνήμην τὴν σὴν ἑορτάζοντας. Καὶ νῦν. Θεοτοκίον. Προστασίαν πλουτήσας, τὴν σὴν Παναμώμητε, ἐν δειναῖς τοῦ βίου ἡμέραις, πόθῳ κραυγάζω σοι, στερέωσόν μου τὸν νοῦν, κλονούμενον ἐφαμάρτως, τοῖς ματαίοις καὶ φθαρτοῖς δελεάσμασι. 10
Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡ.. ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον τῆς ἑορτῆς. Ἦχος πλ. δ. Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε καὶ συμφώνως δοξάζομεν τὸ Πανάγιον Πνεῦμα. Ὁ Οἶκος. Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν μὴ χωρίζου τῶν ψυχῶν ἡ μῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡ μῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἐγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα. Κάθισμα τοῦ Προφήτου. Ἦχος γ. Τὴν ὡραιότητα. Ῥεῖθρα ποτάμια, τῇ μηλωτῇ Ἠλιού, μάκαρ δι έτεμες, καὶ διεπέρασας, ἀβρόχοις ἴχνεσί ποτε, Ἐλισσαῖε Προφῆτα, παῖδα δὲ ἀνέστησας γυναικὸς Σωμανίτιδος, ἁλσὶν ἰάσω τὰ πικρά, Ἰεριχοῦντος ὕδατα διό σε μακαρίζομεν πόθῳ, τὴν μνήμην τὴν σὴν ἐπιτελοῦντες. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ. Τὸ προσταχθέν. Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον, οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον σήμερον ἐξ ὕψους, κατῆλθεν ἐπὶ τὸν οἶκον τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς γλῶσσαι γὰρ διεσπάρησαν, ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν. ᾨδὴ δ. Ὁ Εἱρμός.» Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας. (δίς) Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον. Σῆμα Θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον. Εἱρμὸς ἄλλος.» Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,» Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.» Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,» Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,» ᾌδουσι Δόξα τῷ κράτει σου, Κύριε. Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας, Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει, Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε, Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος. Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ, Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ Ἐν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν, Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος. Τελεῖσθε πάντες τῇ Θεαρχικωτάτῃ, Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης, Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν, Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος. 11
Τοῦ Προφήτου. Σύ μου ἰσχύς, Κύριε. Χρηματισθείς, ὁ Καρμηλίτης Ἠλίας σέ, οὐρανόθεν, Ἐλισσαῖε ἔνδοξε, χρίει Προφήτην τῷ Ἰσραήλ, νοῦν κεκαθαρμένον, θεοφανείαις τε χαίροντα, ᾧ καὶ κατηκολούθεις, καὶ ᾧπερ ἐ λειτούργεις, σαφῶς τῶν ὑπεράνω μυούμενος. Ἀϋλωθείς, τῇ ἀπαθείᾳ θεόπνευστε, ὑπεδέξω, χάριν τὴν τοῦ Πνεύματος, ἥπερ ἐκχεῖται καὶ ἐνοικεῖ, τοῖς αὐτὴν ποθοῦσι, καὶ καθαρῶς ἐ ποπτεύουσι ποθεῖ γὰρ τὸν ποθοῦντα καὶ τὸν βλέποντα βλέπει, ἡ ἀΐδιος χάρις τοῦ Πνεύματος. Ταῖς ἀρεταῖς, κεκοσμημένος φανότατα, ὁ σὸς βίος, ἔλαμψε τοῖς πέρασιν, οἷα λαμπτὴρ φέγγει οὐρανοῦ, κατηγλαϊσμένος ταῖς φωτοβόλοις λαμπρότησι διό σε ἱκετεύω, Προφῆτα θεηγόρε, τοῦ νοός μου τὸν ζόφον διάλυσον. Καὶ νῦν. Θεοτοκίον. Σὲ οἱ πιστοί, τεῖχος κεκτήμεθα ἄῤῥηκτον, προστασίαν, πύργον ἀκαθαίρετον, ἐν τοῖς κινδύνοις καὶ πειρασμοῖς, καὶ ἐν σοὶ Παρθένε, οἱ πεποιθότες σωζόμεθα, ἐν πάσῃ περιστάσει, κραυγάζοντες ἐν ὕμνοις, τῇ δυνάμει σου δόξα Πανύμνητε. ᾨδὴ ε. Ὁ Εἱρμός.» Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα. (δίς) Τροπάριον. Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν Πνεῦμα σοφίας Θεοῦ Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ δι Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος. (δίς) Εἱρμὸς ἄλλος.» Λυτήριον κάθαρσιν ἀμπλακημάτων,» Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,» Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας» Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,» Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις. Καθώς περ εὐδόκησεν αὐτεξουσίως, Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν, Σοφίζον ἐν γλώσσῃσι τοὺς Ἀποστόλους Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον, Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη. Ἰῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας, Χ αὑτῷ κατεσκεύαζε τῶν Ἀποστόλων, Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου, Νῦν ἐγκατοικίζεται Πνεύματος φάος. Τοῦ Προφήτου. Φώτισον ἡμᾶς. Θείῳ φωτισμῷ, τὴν καρδίαν μου καταύγασον, τῶν θαυμάτων αἴγλῃ σοφέ, τῆς γῆς ὁ καταυγάσας λαμπρῶς τὰ πέρατα. Τύπον τοῦ Σταυροῦ, προτυπώσας τὸ σιδήριον, τὸ πεσὸν ἀνασύρεις ῥάβδῳ τῇ σῇ, ἐξ Ἰορδάνου, εἰς ἔκπληξιν ἁπάντων σοφέ. Δόξα. Βάπτισμα Χριστοῦ, προδηλώσας πανσεβάσμιε, τοῦ ποταμοῦ Ἰορδάνου νάμασι, θαυμαστῶς Νεεμὰν τὸν λεπρὸν ἀνεκάθηρας. Καὶ νῦν. Θεοτοκίον. Ἄκουσον φωνῆς, δεομένου σου Πανύμνητε, καὶ σὴν βοήθειαν, παράσχου ταχύ, ἡ τῶν ἀ σθενούντων ἀσφαλὴς ἐπικούρησις. 12
ᾨδὴ στ. Ὁ Εἱρμός.» Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. (δίς) Τροπάριον. Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε ὅτι ἐκ Πατρὸς Υἱὸς ἀῤῥεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀ μερίστως πρόεισιν. (δίς) Εἱρμὸς ἄλλος.» Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,» Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,» Ἵν ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,» Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,» Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα. (δίς) Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις, Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις, Πατροπροβλήτως πάντοτε ξυνημμένον, Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων, Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ. Ὀρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις, Σιωνίταις μίμνουσι σὴν παρουσίαν, Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου, Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων, Ὤκιστα δεικνύς, πυρπνόως καθιδρύεις. Τοῦ Προφήτου. Ἱλάσθητί μοι Σωτήρ. Ἀπείροις θαύμασι ζῶν, ἐθαυμαστώθης πανόλβιε, ἀλλὰ καὶ αὖθις θανών, τέρασι διέλαμψας καὶ γὰρ τὸν σῷ μνήματι, νεκρὸν ἐνταφέντα, παραυτίκα ἐξανέστησας. Τοὺς βοῦς ἑψήσας σοφέ, τοῖς ξύλοις τοῖς τοῦ ἀρότρου σου, διένειμας τῷ λαῷ, ἑστίασιν ἄ ληστον, καὶ κατηκολούθησας, τῷ καλέσαντί σε, νεύσει θείᾳ ἀξιάγαστε. Δόξα. Διδάσκεις τερατουργῶν, καὶ πρὸ τοῦ Παύλου θεσπέσιε, ὥς ῥίζα πάντων κακῶν, ἐστιν ἡ ἐ πάρατος, ἡ φιλαργυρία, δι ἣν Γιεζὶ λεπρὸν ἔ δειξας. Καὶ νῦν. Θεοτοκίον. Ἐπόμβρισόν μοι ἁγνή, κρουνοὺς δακρύων ὡς ἅπαντας, ἐκπλύνω μου τῶν παθῶν, σπίλους οἷς ἠχρείωσε, τὴν ἐμὴν καρδίαν, ἐμπαθὴς ζω ὴ καὶ βέβηλος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον. (τὸ ἐν τῷ Μηναίῳ ἀρχαῖον). Ἦχος πλ. δ. Τῇ ὑπερμάχῳ. Διπλῆν τὴν χάριν εἰληφὼς παρὰ τοῦ Πνεύματος, Προφήτης ὤφθης θαυμαστὸς πᾶσι τοῖς πέρασι, τοὺς ὑμνοῦντάς σε λυτρούμενος ἐκ κινδύνων, καὶ δωρούμενος τὴν χάριν τῶν θαυμάτων σου, τοῖς προστρέχουσιν ἐν ταύτῃ μετὰ πίστεως, καὶ βοῶσί σοι Χαίροις Προφήτα θεσπέσιε. Ὁ Οἶκος. (ὁ ἐν Μηναίῳ ἀρχαῖος). Ἥλιος καταλάμψας, ὁ τῆς Δικαιοσύνης, ἐν τῇ πεφωτισμένῃ ψυχῇ σου, ἀπεδίωξε πᾶσαν ἀ χλὺν ἁμαρτίας ἐξ αὐτῆς, καὶ Θεοῦ ἔδειξε Προφήτην σε φαιδρότατον ἐντεῦθεν καὶ ἡ μεῖς κράζομεν οὕτως Χαῖρε, Θεοῦ ὁ μηδὲν προτιμήσας χαῖρε βοῶν κατασφάξας τὰ ζεύγη. Χαῖρε, ὁ καταλείψας τὸν βίον σου ἅπαντα χαῖρε, ὁ πλουτήσας τὸν πλοῦτον τὸν ἄσυλον. Χαῖρε, ὅτι ἠκολούθησας τῷ καλέσαντι Θεῷ χαῖρε, ὅτι νῦν ἀπείληφας παρ αὐτοῦ τὰς δωρεάς. Χαῖρε, ὅτι τὴν μηλωτὴν Ἠλιοὺ ἐκομίσω χαῖρε, ὅτι ἐν τάχει διασχίζεις τὸ ὕδωρ. 13
Χαῖρε, ὁ περῶν ἀβρόχως τὰ ὕδατα χαῖρε, ψυχῶν πολλῶν ὁ ἐπίκουρος. Χαῖρε, μαθὼν τὴν ἀπόκρυφον γνῶσιν χαῖρε, θανὼν καὶ ὡς ζῶν ἐποπτεύων. Χαίροις, Προφῆτα θεσπέσιε. Συναξάριον. Τῇ ΙΔ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἐλισσαίου. Στίχ. Ἠλίαν ἵπποι, τὸν δὲ διπλοῦν Ἠλίαν Εἰς οὐρανοὺς ἀνῆγον ὡς ἵπποι Νόες. Πότμον Ἐλισσαῖος δεκάτῃ λάχεν ἠδὲ τετάρτῃ. Οὗτος ἦν υἱὸς Σαφάτ, ἐξ Ἀελμούθ, ἐκ τῆς γῆς Ῥουβίμ. Καὶ ἐπὶ τούτῳ γέγονε τέρας ὅτι ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις, ἡ δάμαλις ἡ χρυσῆ, ἡ ἐκεῖ προσκυνουμένη, ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι ἐν Ἱερουσαλήμ. Εἶτα δὲ ὁ Ἱ ερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη ἐν Ἱερουσαλὴμ σήμερον, ὃς καθελεῖ τὰ γλυπτά, καὶ συντρίψει τά χωνευτά. Πολλὰ δὲ τεράστια ἐποίησεν ὁ Θεὸς διά χειρὸς Ἐλισσαίου τοῦ προφήτου. Θανὼν δέ, ἐτάφη ἐν Σαμαρείᾳ ἐν Σεβαστουπόλει. Οὗτος προεφήτευσε περὶ τῆς τοῦ Κυρίου παρουσίας, καὶ τὰ ὕδατα Ἱεριχώ, ἀτεκνοῦντα καὶ ἁλμυρὰ ὄντα, ἰάσατο «Τάδε λέγει Κύριος, εἰπών ἴαμαι τὰ ὕδατα ταῦτα» καὶ ἰάθησαν. Ἀλλὰ καὶ νεκροὺς ἤγειρε καὶ λεπρὸν ὄντα Νεεμὰν τὸν Σύρον ἐ καθάρισε τῆς λέπρας καὶ Γιεζή, τὸν ἑαυτοῦ ὑπηρέτην, λεπρὸν ἐποίησε γενέσθαι, διὰ τὴν φιλαργυρίαν αὐτοῦ, καὶ τὴν παρακοήν καὶ νεκρὸς ὤν, νεκρὸν ἤγειρε καὶ τὰ Ἰορδάνεια ῥεῖθρα τῇ τοῦ Ἠλιοὺ μηλωτῇ πατάξας δι έῤῥηξεν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Μεθοδίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Στίχ. Μεθόδιον φωστῆρα τῆς Ἐκκλησίας, Τὸ τῆς τελευτῆς σβεννύει στυγνὸν νέφος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυρίλλου, Ἐπισκόπου Γορτύνης τῶν Κρητῶν Νήσου. Στίχ. Εἰ καὶ γέρων Κύριλλος ἦν Γορτύνης, Ἡβῶσαν εἶχε πρὸς ξίφος τὴν καρδίαν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Νήφωνος τοῦ Ἀθωνίτου, ἐν ἔτει ατλ (1330). Στίχ. Νήφων ὁ Νήφων ἐστιν ἐκ τῶν πραγμάτων Νήψει νοὸς γὰρ διέδραμε τὸν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡ μῶν Ἰουλίττης. Στίχ. Τὴν Ἰουλίτταν ἐξάγει τοῦ σαρκίου. Ὁ σὰρξ δι ἡμᾶς τοῦ Θεοῦ φανεὶς Λόγος. Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡ μᾶς. Ἀμήν. ᾨδὴ ζ. Ὁ Εἱρμός.» Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡ (δίς) Ῥητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων, τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, δι ἧς Τριὰς γνωρίζεται, εἷς Θεὸς τῶν Πατέρων ἡ Τὴν ἀδιαίρετον φύσιν ὀρθοδόξως θεολογοῦμεν, Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐ ξουσίας Λόγον καὶ Πνεῦμα, Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡ Εἱρμὸς ἄλλος.» Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,» Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας» Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,» Σεβασμιάζει τοῦ βοᾶν Τριὰς μόνη,» Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ. Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες, Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην, Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως Νεουργέ τοῦ σύμπαντος, εὐλογητὸς εἶ. Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα, Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου, Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου, Τοῦ Πνεύματός μου, συμβοήσουσι Φύσις, Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ. 14
Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν, Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις, Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας Ἀλλ ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ, Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ. Τοῦ Προφήτου. Παῖδες Ἑβραίων. Τάφῳ κειμένην τὴν ψυχήν μου, ἐξανάστησον σοῦ δέομαι Προφῆτα, ἐνδεικνὺς ἐπ ἐμὲ τὴν σὴν φιλανθρωπίαν, ὡς πάλαι ἐξανέστησας, Σωμανίτιδι τὸν παῖδα. Ῥῶσιν παράσχου μοι Προφῆτα, τῆς ψυχῆς τε καὶ τοῦ σώματος ὁμοίως ὡς γὰρ τὴν χάριν ἔ λαβες, διπλῆν παρὰ Κυρίου, διπλᾶ καὶ τὰ χαρίσματα, τοῖς αἰτοῦσί σε παρέχεις. Δόξα. Ἔπαρον ἅγιε τὰς χεῖρας, πρὸς Θεὸν ἡμῶν τῶν ἀγρυπνούντων, τῷ Ναῷ σου πιστῶς, ὡς τύχοιμεν ἐλέους, ἡμέρᾳ τῆς ἐτάσεως, τῆς φρικτῆς ἐκείνης τότε. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα πάντων καὶ Κυρία, τῶν Ἀγγέλων τὰ πλήθη, σὲ ὑμνοῦσι, καὶ λαοὶ ἐν τῇ γῇ, ἀεὶ σὲ εὐλογοῦσιν, εὐλογημένη κράζοντες, σὺ ὑ πάρχεις εἰς αἰῶνας. ᾨδὴ η. Ὁ Εἱρμός.» Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀ ναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. (δίς) Ζωτικῆς ἐξ ὕψους βιαίας φερομένης, ἠχητικῶς τοῦ Πνεύματος τοῦ παναγίου, ἁλιεῦσι πνοῆς, πυρίνων εἴδει γλωσσῶν, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐῤῥητορεύοντο Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Οἱ μὴ θιγομένῳ προβαίνοντες ἐν ὄρει, μὴ πεφρικότες πῦρ δειματοῦν, δεῦτε καὶ στῶμεν ἐν τῷ ὄρει Σιών, ἐν πόλει ζῶντος Θεοῦ, πνευματοφόροις Μαθηταῖς νῦν συγχορεύοντες Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Εἱρμὸς ἄλλος.» Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,» Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,» Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,» Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,» Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις. Μνήμην ὁ Χριστὸς τῶν βροτοσσόων ἐπῶν, Ἃ πατρακουσθεὶς τοῖς Ἀποστόλοις ἔφη, Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ θέᾳ, Ἐφίζον εὐλογητὸν οἰκειουμένη, Ἠλλοτριωμένη δὲ μέλπει σε κτίσις. Σωτηριωδῶς, αὐτοδεσπότως ἰόν, Φῶς αὐτολαμπές, καὶ παρεκτικὸν φάους, Ὑπάρχον, ἦκες ἐμφοροῦν Ἀποστόλοις, Τιμῆεν ὡς ἄημα τοῖς σοῖς οἰκέταις, Λελιπαρημένον δὲ Πνεῦμα προσνέμοις. ᾞσε Προφητῶν πνευματέμφορον στόμα, Σὴν σωματωδῶς, ὦ μέδων, ἐνδημίαν, Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον, Ἀκτιστοσυμπλαστουργοσύνθρονον σέθεν, Ἱεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας. Τοῦ Προφήτου. Τὸν ἐν ὄρει ἁγίῳ. Πικρὰν οὖσαν καὶ ἄγονον Προφῆτα, τὴν ψυχήν μου πολλαῖς ταῖς τοῦ δολίου πλάναις, γλύκανον καὶ γόνιμον ταύτην ἔργασαι, σαῖς 15
εὐχαῖς ἁγίαις, ὡς Ἰεριχοῦντος, τὰ ὕδατα ἰάσω. Ἐν θαλάσσῃ με πλέοντα Προφῆτα, καὶ ἐν ὁ δῷ με βαδίζοντα αὖθις, ὑπνοῦντα ἐν νυκτί με περιφρούρησον, καὶ ἐπαγρυπνοῦντα, τῷ σεπτῷ ναῷ σου, διάσωσόν με μάκαρ. Δόξα. ἢ Προσκυνοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Παμφαέστατοι εὐσεβείας λύχνοι, αὐγάσατε ἡμῶν τὰς διανοίας, Ἠλιοὺ Ἐλισσαῖε μεγαλώνυμοι, ὅπως τῶν παγίδων, τῶν κρυπτῶν τοῦ πλάνου, ῥᾳδίως λυτρωθῶμεν. Καὶ νῦν. Θεοτοκίον. Πανακήρατε πάντιμε Παρθένε, Ζωοδόχε Πηγή, πλοῦτος ἀσύλητος χαρίτων, χαρίτωσόν με μόνη θεοχαρίτωτε, ὅπως εὐλογῶ σε καὶ ὑ περυψῶ σε, εἰς πάντας τοὺς αἰῶνας. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Πεντηκοστῆς (Πεζαὶ καὶ ἰαμβικαί) Ψάλλονται ἀμφότεραι τῇ Κυριακῇ τῆς Πεντηκοστῆς καὶ εἰς τὴν ἀπόδοσιν αὐτῆς, μόναι δὲ αἱ ἰαμβικαὶ ἀπὸ τῆς Ἀναλήψεως μέχρι τῆς ἀποδόσεως αὐτῆς καὶ ἀπὸ τῆς Δευτέρας τοῦ Ἁγίου Πνεύματος μέχρι τῆς Παρασκευῆς μετὰ τὴν Πεντηκοστήν. ᾨδὴ α. Ἦχος βαρύς. Πόντῳ * ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν * ὁ συντρίβων πολέμους * ἐν ὑψηλῷ βραχίονι * ᾄσωμεν αὐτῷ, * ὅτι δεδόξασται. Ἰαμβική. Ἦχος δ. Θείῳ καλυφθεὶς * ὁ βραδύγλωσσος γνόφῳ, Ἐρρητόρευσε * τὸν θεόγραφον νόμον Ἰλὺν γὰρ ἐκτινάξας * ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα * καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων * ἐνθέοις τοῖς ᾄσμασιν. ᾨδὴ γ. Ἦχος βαρύς. Τὴν ἐξ ὕψους δύναμιν * τοῖς μαθηταῖς, Χριστέ, * ἕως ἂν ἐνδύσησθε, ἔφης, * καθίσατε ἐν Ἱερουσαλήμ * ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, * Πνεῦμα τὸ ἐμόν τε * καὶ Πατρὸς ἀ ποστελῶ, * ἐν ᾧ στερεωθήσεσθε. Ἰαμβική. Ἦχος δ. Ἔρρηξε γαστρὸς * ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον * εὐτεκνουμένης, Μόνη προσευχὴ * τῆς προφήτιδος πάλαι Ἄννης, φερούσης * πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην * καὶ Θεὸν τῶν γνώσεων. ᾨδὴ δ. Ἦχος βαρύς. Κατανοῶν ὁ προφήτης * τὴν ἐπ ἐσχάτων σου, Χριστέ, * ἔλευσιν, ἀνεβόα * Τὴν σὴν εἰσακήκοα, Κύριε, * δυναστείαν, ὅτι πάντας * τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. Ἰαμβική. Ἦχος δ. Ἄναξ ἀνάκτων, * οἷος ἐξ οἵου μόνος, Λόγος προελθὼν * Πατρὸς ἐξ ἀναιτίου, Ἰσοσθενές σου * Πνεῦμα τοῖς ἀποστόλοις Νημερτὲς ἐξέπεμψας * ὡς εὐεργέτης, ᾌδουσι Δόξα * τῷ κράτει σου, Κύριε. ᾨδὴ ε. Ἦχος βαρύς. Τὸ διὰ τὸν φόβον σου * ληφθέν, Κύριε, * ἐν γαστρὶ τῶν προφητῶν * καὶ κυηθὲν ἐπὶ τῆς γῆς * Πνεῦμα σωτηρίας, * ἀποστολικὰς καρδίας * κτίζει καθαρὰς * καὶ ἐν τοῖς πιστοῖς * εὐθὲς ἐγκαινίζεται * φῶς γὰρ καὶ εἰρήνη * δι ότι τὰ σὰ προστάγματα. Ἰαμβική. Ἦχος δ. Λυτήριον κάθαρσιν * ἀμπλακημάτων, Πυρίπνοον δέξασθε * Πνεύματος δρόσον, Ὦ τέκνα φωτόμορφα * τῆς Ἐκκλησίας Νῦν ἐκ Σιὼν γὰρ * ἐξελήλυθε νόμος, Ἡ γλωσσοπυρσόμορφος * Πνεύματος χάρις. ᾨδὴ στ. Ἦχος βαρύς. Ναυτιῶν τῷ σάλῳ * τῶν βιοτικῶν μελημάτων, * συμπλόοις ποντούμενος ἁμαρτίαις * καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, * ὡς ὁ Ἰωνᾶς, Χριστέ, βοῶ σοι * Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. 16
Ἰαμβική. Ἦχος δ. Ἱλασμὸς ἡμῖν, * Χριστέ, καὶ σωτηρία Ὁ Δεσπότης ἔλαμψας * ἐκ τῆς Παρθένου, Ἵν, ὡς προφήτην * θηρὸς ἐκ θαλαττίου Στέρνων Ἰωνᾶν, * τῆς φθορᾶς διαρπάσῃς Ὅλον τὸν Ἀδὰμ * παγγενῆ πεπτωκότα. ᾨδὴ ζ. Ἦχος βαρύς. Οἱ ἐν καμίνῳ τοῦ πυρὸς * ἐμβληθέντες ὅσιοι παῖδες * τὸ πῦρ εἰς δρόσον μετέβαλον * διὰ τῆς ὑμνῳδίας, * οὕτω βοῶντες * Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ Ἰαμβική. Ἦχος δ. Σύμφωνον ἐθρόησεν * ὀργάνων μέλος Σέβειν τὸ χρυσότευκτον * ἄψυχον βρέτας Ἡ τοῦ Παρακλήτου δὲ * φωσφόρος χάρις Σεβασμιάζει * τοῦ βοᾶν Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, * εὐλογητὸς εἶ. ᾨδὴ η. Ἦχος βαρύς. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἄφλεκτος πυρὶ * ἐν Σινᾷ προσομιλοῦσα * βάτος Θεὸν ἐγνώρισε * τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσῇ * καὶ παῖδας ζῆλος Θεοῦ * τρεῖς ἀναλώτους τῷ πυρὶ * ὑμνῳδοὺς ἔδειξε * Πάντα τὰ ἔργα Κυρίου * τὸν Κύριον ὑμνεῖτε * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Ἰαμβική. Ἦχος δ. Λύει τὰ δεσμὰ * καὶ δροσίζει τὴν φλόγα Ὁ τρισσοφεγγὴς * τῆς θεαρχίας τύπος. Ὑμνοῦσι παῖδες, * εὐλογεῖ δὲ τὸν μόνον Σωτῆρα καὶ παντουργὸν * ὡς εὐεργέτην Ἡ δημιουργηθεῖσα * σύμπασα κτίσις. Ὁ διάκονος Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται. Ἐκ τῶν Κανόνων τῆς Ἑορτῆς. Ἀντὶ τῆς στιχολογίας τῆς ᾠδῆς τῆς Θεοτόκου, ψάλλεται ἡ θ ᾠδὴ τῶν κανόνων [τοῦ μὲν α μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι», τοῦ δὲ β μετὰ τοῦ μεγαλυναρίου «Ἀπόστολοι τὴν χάριν τοῦ Παρακλήτου, λαβόντες ἐξεπλήττοντο, ἑτέραις γλώσσαις λαλοῦντες, καθὼς τὸ Πνεῦμα ἐδίδου». ᾨδὴ θ. Ὁ Εἱρμός.» Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου Πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. (δίς) Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕ ψους Ἀποστόλοις, ὑφ ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν. Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι. Εἱρμὸς ἄλλος.» Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος» Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,» Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως» Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον» Νοεῖν ὅθεν σε συμφώνως δοξάζομεν. (δίς) Ἀπόστολοι τὴν χάριν τοῦ Παρακλήτου, λαβόντες ἐξεπλήττοντο, ἑτέραις γλώσσαις λαλοῦντες, καθὼς τὸ Πνεῦμα ἐδίδου. Ὕδειν ἔοικε τὴν φυσίζωον Κόρην Μόνη γὰρ ἐν δίνῃσι κεκρύφει Λόγον, Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν 17
Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος. Ἀπόστολοι τὴν χάριν τοῦ Παρακλήτου, λαβόντες ἐξεπλήττοντο, ἑτέραις γλώσσαις λαλοῦντες, καθὼς τὸ Πνεῦμα ἐδίδου. Ὅσοις ἔπνευσεν ἡ θεόῤῥυτος χάρις, Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι, Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην, Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες, Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν. Τοῦ Προφήτου. Ἐξέστη ἐπὶ τούτῳ. Τῇ τετρακτύϊ ἤδη τῶν ἀρετῶν, καὶ ἡμεῖς καθαρθέντες κατίδωμεν, ἵππους πυρός, ἅρμα τε πυρὸς ὡς εἰς οὐρανούς, συσσεισμῷ ἀνερχόμενον, καὶ Ἠλίαν ἔνδον τὸν ζηλωτήν, διφρηλατοῦντα ἄνω, καὶ Ἐλισσαῖον κάτω, τὴν μηλωτὴν αὐτοῦ δεχόμενον. Μὴ παύσῃ ἐποπτεύων διὰ παντός, καὶ ἐκ πάσης ἀνάγκης ῥυόμενος, ποίμνην τὴν σήν, ἥνπερ παρεσκεύσασας σαῖς εὐχαῖς, ἐπαγρυπνεῖν ἑκάστοτε, ἐν τῷ ἱερῷ σου τούτῳ Ναῷ, Προφῆτα Ἐλισσαῖε, καὶ πόθῳ ἑορτάζειν, τὴν ἑορτήν σου τὴν ἐπέραστον. Δόξα. Προφῆτα τοῦ Κυρίου εὐχὰς ποιοῦ, πρὸς Θεὸν ὑπὲρ πάντων τῶν τέκνων σου, ὧν αἱ ψυχαί, ἤδη ἐξεδήμησαν ἐκ τῆς γῆς, τῷ τοῦ Θεοῦ προστάγματι, ἐν τόποις δικαίων τοῖς χλοεροῖς, φαιδρῶς ἀναπαυθῆναι, ἔνθα οὐκ ἔστι πόνος, οὐ στεναγμὸς οὐ λύπη πώποτε. Καὶ νῦν. Θεοτοκίον. Λιμὴν χειμαζομένων ὁ ἀσφαλής, θλιβομένων χαρὰ ἀνεκλάλητος, καὶ βοηθός, τῶν ἀδικουμένων ἡ κραταιά, πιπτόντων ἐπανόρθωσις, καὶ ἡ βακτηρία σὺ τῶν τυφλῶν, ὑπάρχεις Θεοτόκε, καὶ σὲ ἔχων προστάτιν, παντὸς κινδύνου λυτρωθήσομαι. Καταβασία. ᾨδὴ θ. Ἦχος βαρύς. Μὴ τῆς φθορᾶς διαπείρᾳ * κυοφορήσασα * καὶ παντεχνήμονι Λόγῳ * σάρκα δανείσασα, * Μῆτερ ἀπείρανδρε, * Παρθένε Θεοτόκε, * δοχεῖον τοῦ ἀστέκτου, * χωρίον τοῦ ἀπείρου * πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. Ἰαμβική. Ἦχος δ. Χαίροις, ἄνασσα, * μητροπάρθενον κλέος Ἅπαν γὰρ εὐδίνητον * εὔλαλον στόμα Ῥητρεῦον οὐ σθένει σε * μέλπειν ἀξίως Ἰλιγγιᾷ δὲ νοῦς * ἅπας σου τὸν τόκον Νοεῖν ὅθεν σε * συμφώνως δοξάζομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις. Τῆς ἑορτῆς. Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας. Τοῦ Προφήτου, ὅμοιον (τὸ ἐν τῷ Μηναίῳ ἀρχαῖον). Ἐξ ἀροτῆρος ὤφθης, προφήτης ὦ Ἐλισσαῖε καὶ Ἠλιοὺ δεδεγμένος τὴν μηλωτὴν καὶ τὸ αὐτοῦ, πνεῦμα δισσῶς ἐπεσπάσω καὶ σὺν αὐτῷ σὲ τιμῶμεν. Ἕτερον, νέον, ὅμοιον. Τανῦν εἰς ἄληκτον δόξαν, ἀπάρας ὦ Ἐλισσαῖε, μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, ἀλλ ἴσθι φύλαξ ἐν πᾶσι, καὶ δεξιὸς παραστάτης, ὡς ζῶν ἡμᾶς ἐποπτεύων. Ἕτερον τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός. Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀ 18