ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

Σχετικά έγγραφα
ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος!

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΥΓΟΥΣΤΟΣ 15. ΠΑΝΑΓΙΑ ΒΑΡΝΑΚΟΒΑ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΗ

1-7 Ιανουαρίου 2018 Θεός

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

1 1 παυλος και σιλουανος και τιμοθεος

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

Κυριακή 28 Ἰουλίου 2019.

Κυριακή 19 Μαΐου 2019.

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

χριστιανος.gr Παρακλητικός Κανών στον Άγιο Σπυρίδωνα τον Θαυματουργό Επίσκοπο Τριμυθούντος

Κυριακή 29η Σεπτεμβρίου 2019 (Κυριακή Β Λουκᾶ).

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟ Π Α Τ Α Π Ι Ο Ν

Παρακλητικός Κανών στον Άγιο Θεόδωρο τον Τήρων

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Μικρο Αποδειπνο. Το Τρισάγιον

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Κυριακή 2 Ἰουνίου 2019.

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Προσευχή (με απολυτίκια)

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.

- 1 - Π Ρ Ο Σ Ε Υ Χ Η Τ Α Ρ Ι Ο Ν ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΤΑΞΙΑΡΧΗ - ΧΟΛΟΜΩΝΤΑ - ΧΑΛΚΙΔΙΚΗΣ

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Παρακλητικός Κανών Αγίας Άννης

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου

Το μυστικό του Αγίου Πορφυρίου: Η διαρκής επιμελημένη Μετάνοια

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Οι Άγιοι της Θεσσαλονίκης.

Iohannes Damascenus - De theologia

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΕΙΡΗΝΗΝ ΤΟΥ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Κυριακή 23 Ἰουνίου 2019.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΟΣΙΟΥ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΝΕΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ψαλμός ρμβ (142)

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

Παρακλητικός Κανών στον Προφήτη Ελισσαίο

ΙΟΥΛΙΟΣ Ε. ΑΘΑΝΑΣΙΟΣ ΑΘΩΝΙΤΗΣ ΠΑΡΑΚΛΗΣΙΣ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Ἀναγνωστικό Κατήχησης

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Transcript:

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ (Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν. Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό: Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν. Ψαλμός ρμβ (142). Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, [1]

ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί. Καί εὐθύς ψάλλεται τετράκις ἐξ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων: Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. γ. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Εἶτα τὸ τροπάριον. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὁμοφρονήσας τῷ θεόφρονι Παύλῳ, Χριστῷ συνδέδεσαι μακάριε Σίλα, Οὗ κήρυξ ἐν τοῖς ἔθνεσιν ἐδείχθης ἱερός, διωγμοῖς καὶ θλίψεσι καὶ δεσμοῖς ἀριστεύσας, Κορινθίων γέγονας, ἱεράρχης θεόφρων, καθικετεύων πάντοτε Χριστόν, ὑπὲρ τῶν πίστει, εὐχὰς δεομένων σου. Δόξα. Καὶ νῦν. [2]

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ψαλμός ν (50). Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν [3]

δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους. Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Εὐχαῖς, ὦ Σίλα, φύλαττε φιλαποστόλου. Ἀ(θανάσιος). ᾨδὴ α. Ἦχος πλ. Δ. Ὑγρὰν διοδεύσας. Εὐχαῖς σου ὦ Σίλα ταῖς ἱεραῖς, φυλάττοις τοὺς πόθῶ, σὲ τιμῶντας ἀπὸ ψυχῆς, καὶ θείαν πρεσβείαν ἐκζητοῦντας, πρὸς τὸν Σωτῆρα Ὃν βίῳ ἐδόξασας. Ὑπάρχων δοχεῖον χωρητικόν, τῆς χάριτος Σίλα, ἠκολούθησας τῷ Χριστῷ, μηδόλως γηΐνων προσπαθήσας, ὧν καὶ ἡμᾶς ἀμετόχους ἀνάδειξον. Χαρᾶς πεπλησμένος τῆς θεϊκῆς, ὦ Σίλα τῷ Παύλῳ, ἠκολούθησας ταπεινῶς, καὶ τούτου ἐκμίμημα ἐδέιχθης ὅθεν ἡμᾶς μιμητάς σου ἀνάδειξον. Ἁγνείαν φυλάξασα ἀκριβῶ, ἁγνείας Παρθένε, δεῖξον οἴκους τοὺς ἐκ ψυχῆς, τιμῶντας ἐν ὕμνοις Σου ἁγνείαν, δι ἧς Τριάδος τὴν χάριν ἐφείλκυσας. [4]

ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Ἱκανὸς ἐλογίσθης ἀποσταλεὶς Ἅγιε, σὺν τῷ θείῳ Παύλῳ καὶ ἄλλοις, εἰς Άντιόχειαν, πρὸς ὑποστήριξιν, Χριστιανῶν νεοφύτων ὅθεν Σίλα στήριξον, ἡμᾶς ἐν θλίψεσι. Σάλον κόπασον Σίλα τοῦ δολεροῦ δράκοντος, καὶ τὴν χριστοδώρητον δίδου, εἰρήνην ἅπασιν, ἵνα δοξάζομεν, τὴν ἐκ Θεοῦ σοι δοθεῖσαν, χάριν οἱ τιμῶντές σου, μνήμην τὴν πάντιμον. Ὡς ἐχάρησαν πάλαι Ἀντιοχεῖς Ἅγιε, ἐπὶ τῇ ὑμῶν παρουσίᾳ, οὕτως ἀξίωσον, τοὺς σοὶ προσπίπτοντας, χαίρειν χαρὰν τοῦ Κυρίου, καὶ τὴν παρουσίαν σου, ἀεὶ αἰσθάνεσθαι. Σῶζε τέκνα Σου Μῆτερ τὰ ἐπὶ Σοὶ τρέχοντα, καὶ τὴν τῶν πτερύγων Σου σκέπην, πόθῳ αἰτούμενα, ὅπως τοῦ δαίμονος, πάσης παγίδος ῥυσθῶμεν, καὶ κληρονομήσομεν, γλυκὺν Παράδεισον. Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀπόστολε θεῖε Σίλα, ἀπὸ πάσης ἀνάγκης ψυχῆς τε καὶ σώματος, καὶ πρέσβευε διὰ παντός, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Ο Ιερεύς Δέηση. [5]

Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Ἀγάπην τὴν σὴν ἣν ἔσχες πρὸς τὸν Κύριον, μετάδος ἡμῖν, ὦ Σίλα χριστοκάρδιε, καὶ παγίδων λύτρωσαι, ἃς ὁ δόλιος ἡμῖν ἵστησι, διαφυλάττων τὰς ψυχάς, ὁμοῦ καὶ σώματα τῶν τιμώντων σε. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Ἱερὰ σάλπιγξ γέγονας, Σίλα τοῦ Κυρίου τὰ δικαιώματα, ἐκδιδάξας ἐν τοῖς πέρασι διὸ καὶ ἡμῖν ταῦτα ἐκδίδαξον. Λαμπροτάτην τὴν εἴσοδον, εἰς τὴν Βασιλείαν Κυρίου ποίησον, Σίλα πᾶσι τοῖς προστρέχουσι, καὶ θερμῶς αἰτοῦσι τὰς πρεσβείας σου. Αὐγαζόμενος χάριτι, Σίλα τοῦ ἡλίου τῆς δόξης αὔγασον, τοὺς κειμένους ἐν τοῖς πταίσμασι, καὶ τὸ φῶς Κυρίου ἀναμένοντας. Φεῖσαι Μῆτερ τῶν τέκνων Σου, τῶν παραβαινόντων Χριστοῦ θελήματα, καὶ κρημνοῦ ταῦτα ἐξάρπασον, λυτρουμένη θείαις ἱκεσίαις Σου. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Ὕπνου ψυχικοῦ, ἡμᾶς Σίλα διανάστησον, πρὸς ἐργασίαν ἐντολῶν Χριστοῦ, δι ὧν θεοῦται, κατὰ χάριν τὸ ἀνθρώπινον. Λύτρωσαι σειρᾶς, ἁμαρτίας Σίλα ἔνδοξε, ὡς σὺ ἐῤῥύσθης ἐν Φιλίππῳ θαυμαστῶς, μετὰ τοῦ Παύλου, ἐξ ἀδίκου φυλακίσεως. [6]

Αἴτησαι ἡμῖν, ἐκ Κυρίου Σίλα πάντιμε, τὴν προστασίαν ἐκ δαιμόνων φοβερῶν, οὕς περ δυνάμει, τοῦ Σταυροῦ πάλαι κατήργησας. Τρῶσον τὰς ψυχάς, τῇ ἀγαπῃ θείου Τόκου Σου, Παρθενομῆτορ καὶ ἀξίωσον ἡμᾶς, ὀπίσω Τούτου, ἐν παντὶ τῷ βίῳ ἔπεσθαι. ᾨδὴ στ. Τὴν δέησιν. Τὰ πάθη μου, τὴν ψυχὴν συνθλίβοντα, ὡς ὀγκόλιθος ὦ Σίλα τρισμάκαρ, θραῦσον εὐθύς, ὡς τὰ εἴδωλα πάλαι, τὸ κατ εἰκόνα καθαίρων πρεσβείαις σου, καὶ ἐνισχύων με ἀεί, εἰς ἀπόκτησιν τοῦ καθ ὁμοίωσιν. Ἐνίσχυσον, τὰς ψυχὰς τῶν δούλων σου, κλονουμένας πειρασμοῖς μάκαρ Σίλα, καὶ ἀβλαβεῖς, ἐξ ἐχθροῦ ἐπηρείας, σαῖς ἱκεσίαις ἡμᾶς διατήρησον, συντρίβων ἀποστολικῶς, τὰς παγίδας αὐτοῦ καὶ τὰ σκάνδαλα. Φροντίδων με, ἀγχωδῶν ἀπάλλαξον, καὶ μερίμνης ψυχοφθόρου ὦ Σίλα, καταξιῶν, ἀνατίθεσθαι πάντα, πεπερασμένον μου βίον τῷ Κτίσαντι, τῷ ἔχοντι τὴν πατρικήν, οἰκουμένης φροντίδα καὶ πρόνοιαν. Ἰάτρευσον, τῶν σωμάτων Δέσποινα, καὶ ψυχῶν τὰς ἀσθενείας καὶ νοσους, τὸν ἰατρόν, Ἰησοῦν Σαῖς πρεσβείαις, ἐξιλεοῦσα ὑπὲρ τῶν τιμώντων Σε, καὶ ὕμνον τὸν ἀγγελικόν, ἐκβοώντων Σοι χαῖρε πανάμωμε. [7]

Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀπόστολε θεῖε Σίλα, ἀπὸ πάσης ἀνάγκης ψυχῆς τε καὶ σώματος, καὶ πρέσβευε διὰ παντός, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Ο Ιερεύς Δέηση. Κοντάκιον. Ἦχος β. Προστασία τῶν Χριστιανῶν. Πυρωθεὶς τῷ πυρὶ θείου Πνεύματος, ὥσπερ γίγας τὸν κόσμον διέδραμες, μάκαρ Σίλα, πλάνης λαοὺς πολλοὺς ἐξαγαγών διὸ ῥῦσαι καὶ ἡμᾶς, προσπίπτοντάς σοι ἐκ ψυχῆς, ἐκ παγίδων ἀλάστορος. Δίδου Χριστοῦ ἀγάπην, φλέξον παθῶν ἀκάνθας, καὶ Βασιλείαν οὐρανῶν, ταῖς εὐχαῖς σου πᾶσι χάρισαι. Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Στ.: Οι οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα. Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (θ 37-38, ι 5-9) Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς αὐτοῦ Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων Εἰς ὁδὸν ἐθνῶν μὴ [8]

ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Δόξα: Ταῖς τοῦ Ἀποστόλου... Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου... Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Σίλα θεοδόξαστε, Ἁγίου Πνεύματος θρόνε, πᾶσαν γῆν ἐφώτισας, σωτηρίοις λόγοις σου καὶ συνήρμοσας, τῷ Χριστῷ ἄριστα, τοὺς ἐν σκότει ὄντας, καὶ υἱοὺς φωτὸς καὶ χάριτος, τούτους ἀνέδειξας ὅθεν καὶ ἡμᾶς νῦν ἀξίωσον, ἐν τῷ φωτὶ πορεύεσθαι, τοῦ Εὐαγγελίου καὶ ἄξια, κλήσεως Κυρίου, ἐργάζεσθαι τὰ ἔργα καὶ παντός κινδύνου ῥῦσαι τοὺς ὅσοι σου, δέονται ἐκ πίστεως. Ο Ιερεύς Σώσον ο Θεός ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Λιμὸν λόγου Κυρίου ἀποδίωκε Σίλα ἐκ τῶν τιμώντων σε, πλουσίως διατρέφων, ἡμᾶς σεπταῖς εὐχαῖς σου, ὅπως Λόγῳ ἑνούμενοι, ἐν οὐρανίῳ Σιών, ζήσωμεν εἰς αἰῶνας. Ἀποστόλων με ζήλῳ, καταπλούτισον Σίλα θεομακάριστε, καὶ τῆς Χριστοῦ ἀγάπης δι ὧν σὺ [9]

πεπλησμένος, οἰκουμένην διέδραμες, καὶ ὥσπερ σάλπιγξ λαμπρῶς, ἤχησας σωτηρίαν. Πεδηθεὶς ἑκουσίως ἁμαρτίαις ποικίλαις Σίλα μακάριε, βοῶ σοι θραῦσον πέδας, καθάπερ ἐν Φιλίπποις, σοῦ τὰς πέδας κατέθραυσεν, ἐν φυλακῇ ὁ Χριστός, ὄντος μετὰ τοῦ Παύλου. Ὁρμαθὸν τῶν παθῶν μου, Θεοτόκε Παρθένε, ταχὺ ἀφάνισον, ἡ ἀπαθῶς τὸν Λόγον, κυήσασα ἐν χρόνῳ, καὶ τοῖς πάθεσι σώσαντα, ἅπαν τὸ γένος ἡμῶν, ἀπὸ παθῶν ἀτίμων. ᾨδὴ η. Τὸν Βασιλέα. Σίλα ὡς δῶρον, τὴν προσευχήν μοι παράσχου, καὶ ὑπνοῦντι καὶ ἐξεγειρομένῳ, ὅπως ἰσαγγέλως, τὸν Κύριον δοξάζω. Τρῶσον ψυχήν μου, Σίλα τῷ πόθῳ Κυρίου, ἐκδιώκων ἀγάπην τὴν τοῦ κόσμου, ἵνα διανύσω, ὁδὸν Εὐαγγελίου. Ὅλον τὸν νοῦν μου, καθυπόταξον Σίλα, τοῦ Δεσπότου θελήματι τῷ θείῳ, λογισμοὺς ἀκαίρους, καθαίρων καὶ ἐννοίας. Λάμπρυνων Μῆτερ, ἠσβολωμένην ψυχήν μου, ἡ τεκοῦσα τὸ Φῶς παντὸς τοῦ κόσμου, καὶ ἀξίωσόν με, φωτὸς τοῦ Παραδείσου. [10]

ᾨδὴ θ. Κυρίως Θεοτόκον. Ὁ Πνεύματι Ἁγίῳ, πάθη θεραπεύων, ψυχῆς καὶ σώματος Σίλα μακάριε, τοὺς αἰτουμένους σε πόθῳ, ταχὺ θεράπευσον. Ὑπὲρ τῆς Ἐκκλησίας, Σίλα ἐκδυσώπει, τὸν Ἰησοῦν ὑπὲρ Οὗ ἄθλους ἤνεγκας, ἵνα αὐτὴν ἐν εἰρήνῃ, φυλάττῃ πάντοτε. Σίλα ἀξίωσόν με, θείου Παραδείσου, τὸν προσκυνοῦντα ἁγίαν εἰκόνα σου, καὶ σὲ προβάλλοντα πρέσβυν, πρὸς τὸν φιλάνθρωπον. Ἀνάνηψον ψυχήν μου, ἐκ βαθέος ὕπνου, τῆς ἀμελείας καὶ δεῖξον μετάνοιαν, τὴν Θεοτόκον καὶ Σίλαν μεσίτας ἔχουσα. Μεγαλυνάρια. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. Χαίροις εὐσεβείας θεῖος πυρσός, Ἀπόστολε Σίλα, καὶ τῆς Χάριτος θησαυρός χαίροις τῆς Ἑλλάδος, ὁ θεῖος ἀντιλήπτωρ, ἣν φύλαττε καὶ φρούρει, πάντοτε Ἅγιε. [11]

Χαίροις Σίλα σάλπιγξ τοῦ Ἰησοῦ, ἡ ἐκ σκότους πλάνης, ἀναστήσασα τοὺς λαούς, καὶ υἱοὺς ἡμέρας, αὐτοὺς ἐναποδείξας, θείῳ κηρύγματί σου, καὶ βίῳ λάμποντι. Γέγονας συνέκδημος ἱερός, Σίλα θείου Παύλου, μεθ οὗ ἔδραμες ὡς φωστήρ, πᾶσαν οἰκουμένην, συνάπτων τῷ Κυρίῳ, καὶ νῦν τοὺς σὲ τιμῶντας, σκέπεις πρεσβείαις σου. Τοὺς προσερχομένους τῷ σῷ ναῷ, Σίλα χριστοφόρε, δεῖξον οἴκους τοῦ Ἰησοῦ, πάθη θεραπεύων, ψυχῶν τε καὶ σωμάτων, Πνεύματι τῷ Ἁγίῳ, Οὗ πλήρης γέγονας. Σκέπε ταῖς ἁγίαις σου προσευχαῖς, Ἐκκλησίας Σίλα, ἐν αἷς ἔδρασας θαυμαστῶς, τὴν Ἀντιοχείας, Φιλίππων τε Βεῤῥοίας, κλεινῆς Θεσσαλονίκης, Κορίνθου πόλεως. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς. Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα Πατρί Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ [12]

λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα. Καί νῦν Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Σίλα, Θεοῦ Λόγου μαθητά, κήρυξ τῆς Χριστοῦ Βασιλείας, Παύλου ὁμόψυχε, τοὺς πιστῶς προστρέχοντας, τῷ ἱερῷ σου ναῷ, νοσημάτων ἀπάλλαξον, καὶ Πνεύματος δεῖξον, θεῖα οἰκητήρια, κεκαθαρμένους παθῶν ὅπως, ἐν ἐσχάτῃ ἡμέρᾳ, τύχωμεν ἐλέους Κυρίου, καὶ Αὐτοῦ κατίδωμεν τὸ πρόσωπον. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. Δι εὐχῶν. [13]

[14]