31 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Σχετικά έγγραφα
2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

31 ΑΥΓΟΥΣΤΟΥ Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους Ϛ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ, δευτεροῦντες

Τῌ ΚΑ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀπόδοσις τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κοδράτου ἱερομάρτυρος ἐπισκόπου Ἀθηνῶν. ( 130) Ἰωνᾶ προφήτου (880 π.χ.

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

20 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΣΑΒΒΑΤΟΝ μετὰ τὴν Ὕψωσιν.

14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς Συνόδου τῆς ἐν Τρούλλῳ (680μ.Χ.)

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Μνήμη τῆς Ἁγίας μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης, καὶ Ἐλπίδος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Μνήμη τῆς Ἁγίας μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης, καὶ Ἐλπίδος.

Μνήμη τῆς καταθέσεως τῆς τιμίας Ζώνης τῆς ὑπεραγίας Θεοτόκου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. ος Κυ ρι ος και ε πε ε φα α νεν η

Σας ευχαριστώ που με καλείτε. Ευχαριστώ για την κλήση! Είμαι ήδη εδώ και σας

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

δοξάζομεν τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν. Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

16 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου ( 304). Ηχος πλ. β, ἑωθινὸν δ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΣΠΕΡΙΝΟΣ ΑΓΙΑΣ ΖΩΝΗΣ

21 ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀπόδοσις τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ. Κοδράτου ἱερομάρτ. Ἐπισκόπου Ἀθηνῶν, Ἰωνᾶ τοῦ Προφήτου. * * * * *

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

02 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Δ Ματθαίου Κατάθεσις Τιμίας Ἐσθῆτος, Κοΐντου Μάρτυρος, Ἰουβεναλίου Ἱεροσολύμων. Ἦχος γ. Ἑωθινὸν Δ.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Ηχος βαρύς ἑωθινὸν ε.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

14 ΣΕΠΤΕΜΒΡΙΟΥ Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

Ηχος πλ. β, ἑωθινὸν δ

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

Τῇ ΚΔ Σεπτεμβρίου ἀνάμνησης ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας.

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

20 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ηχος πλ. α, ἑωθινὸν ϛ.

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

25 ΙΟΥΛΙΟΥ Μνήμη τῆσ Κοιμήςεωσ τῆσ Ἁγίασ Ἄννησ, μητρὸσ τῆσ Ὑπεραγίασ Θεοτόκου.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

ὁ β χορός Δόξα Πατρί...Καὶ νῦν... Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς,

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

19 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου, καὶ Δορυμέδοντος.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+Μμήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Παμευφήμου Εὐφημίας.

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ηχος πλ. δ, ἑωθινὸν θ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Τοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

21 ΝΟΕΜΒΡΙΟΥ 2012 Τετάρτη ΤΑ ΕΙΣΟΔΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΜΑΡΙΑΣ

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Transcript:

31 ΑΥΓΟΥΣΤΟΥ 2012 Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον Ἦχος πλ. δ' Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δόξα Πατρί... Καὶ νῦν... Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτὴρ 1

Τὴν Ζώνην τὴν σεπτήν, τοῦ ἀχράντου σου σκήνους, ὑμνοῦμεν οἱ πιστοί, Παναγία Παρθένε, ἐξ ἧς ἀρυόμεθα νοσημάτων τὴν ἴασιν, καὶ κραυγάζομεν Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σὺ ἡ λύτρωσις, τῶν σὲ τιμώντων ὑπάρχεις, Μαρία Θεόκλητε. Τὴν Ζώνην τὴν σεπτήν... Δόξα Πατρί...Καὶ νῦν...τὸ αὐτό Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα Ἦχος δ' Ἐπεφάνης σήμερον Τῆς τιμίας Ζώνης σου τῇ καταθέσει, ἑορτάζει σήμερον, ὁ σὸς πανύμνητε λαός, καὶ ἐκτενῶς ἀνακράζει σοι Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα. Δόξα Πατρί...Καὶ νῦν... τὸ αὐτό Τῆς τιμίας Ζώνης σου τῇ καταθέσει... Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς ΚΑΝΟΝΕΣ Κανὼν πρῶτος. Ποίημα τοῦ Κυρίου Γεωργίου. ᾠδὴ α' Ἦχος δ' Θαλάσσης τὸ ἐρυθραῖον Λαμπάδα φωτοφανῆ καὶ ἄδυτον, ὁ τῆς Παρθένου ναός, ὡς οὐρανὸς εὑράμενος φαιδρός, τὴν ὑπέρλαμπρον Ζώνην αὐτῆς, τὴν οἰκουμένην σήμερον, ταῖς τῶν θαυμάτων αἰθριάζει αὐγαῖς. Ἰσχύν τε καὶ ἀσφαλείας σύνδεσμον, τὴν σὴν Πανάχραντε, θείαν ὡς ὄντως Ζώνην νοητῶς, ἐζωσμένη ἡ πόλις σου, τὸ κράτος ἀδιάσπαστον, ἔχει διὸ καὶ ἐγκαυχᾶται ἐν σοί. Τῆς πάλαι ὡς ἀληθῶς ὑπέρτιμος, ἡ σὴ σορὸς κιβωτοῦ, Θεογεννῆτορ ὤφθη τοῖς ἐν γῇ, οὐ τὰ σύμβολα φέρουσα, ἀλλὰ πιστῶς φυλάττουσα, τῆς ἀληθείας τὰ γνωρίσματα. Ἀρώματα μυστικὰ προχέονται, ἐν τῷ ναῷ τῆς Ἁγνῆς, ἐκ τῆς τιμίας σήμερον σοροῦ, καὶ πληροῦσι τοῦ Πνεύματος, τῆς εὐωδίας ἅπαντας, τοὺς μετὰ πόθου προσιόντας αὐτῇ. Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχίς. Ἰσχύν με τὴν σὴν ζῶσον, ἁγνὴ παρθένε. Ἰωσήφ. ᾠδὴ α' Ἦχος πλ. δ' 2

Ἁρματηλάτην Φαραὼ Ἰσχύν με θείαν εὐσεβῶς περίζωσον, ὑμνολογοῦντά σου, τὴν Ἱερὰν Ζώνην, θεῖον χρηματίζουσαν, τῇ πόλει σου περίζωμα, καὶ κραταίωμα Κόρη, καὶ ἀρραγὲς περιτείχισμα, ἄχραντε Παρθένε τῇ ποίμνῃ σου. Σὺ τὸν Θεὸν τὸν δυνατὸν ἐκύησας, περιζωννύοντα, τοὺς εὐσεβεῖς πάντας, δύναμιν Πανάμωμε διό σε μακαρίζομεν, καὶ τὴν θείαν σου Ζώνην, περιχαρῶς ἀσπαζόμενοι, χάριν ἀπαντλοῦμεν καὶ ἔλεος. Δόξα Πατρί... Χαρμονικῶς τῇ καταθέσει σήμερον, περιχορεύσωμεν, τῆς Ἱερᾶς Ζώνης, τῆς ἁγνῆς Θεόπαιδος ἐξ ἧς ἡμῖν περίζωμα, ἀφθαρσίας ὑφάνθη, καὶ ἀδιάρρηκτον ἔνδυμα, καὶ περιβολὴ ἀδιάσπαστος. Καὶ νῦν... Ὑπὸ τὴν σὴν ὁ σὸς λαὸς Πανάμωμε, προστρέχει δύναμιν, ὑπὸ τὴν σὴν σκέπην, καταφεύγει πάντοτε, πᾶσι γενοῦ βοήθεια, καὶ τὰ πρὸς σωτηρίαν τοῖς πᾶσι δίδου αἰτήματα, σῴζουσα δεινῶν τὰς ψυχὰς ἡμῶν. ᾠδὴ γ' Εὐφραίνεται ἐπὶ σοὶ Τιμήσωμεν οἱ πιστοί, ὡς συναφείας πρὸς Θεὸν σύνδεσμον, τὴν τῆς Ἁγνῆς σήμερον Ζώνην, καὶ πιστῶς προσκυνήσωμεν. Ἀέναοι ὀχετοί, ἐκ τῆς ἀχράντου σου σοροῦ ῥέοντες, τῶν χαρισμάτων Ἁγνή, πάντας τοὺς πιστοὺς καταρδεύουσιν. Ἰάματα τοῖς πιστοῖς, ἡ πολυύμνητος ἡμῖν σήμερον, τῆς ὑπερτίμου Ἁγνῆς, Ζώνη ἀναβρύει ἐν χάριτι. Ὡς δρόσος ἑωθινή, ἡ εὐφροσύνη σου Ἁγνὴ ῥέουσα, τὴν τῶν παθῶν κάμινον, τῶν σὲ ἀνυμνούντων κοιμίζει ἀεί. Ἕτερος Οὐρανίας ἁψῖδος Νεουργεῖται καρδία, πίστει θερμῇ ψαύουσα, Ζώνῃ Ἱερᾷ τῆς Παρθένου, καὶ περιζώννυται, δύναμιν ἄμαχον, κατὰ παθῶν ἀκαθάρτων, δυσμενῶν ἀσάρκων τε, ἄτρωτος μένουσα. 3

Μένει ἄφθορος ἔτι, ἡ Ἱερὰ Ζώνη σου, ἥτις σοῦ τὸ ἄχραντον σῶμα, Κόρη διέζωσε, καθαγιάζουσα, τοὺς εὐσεβῶς προσιόντας, καὶ φθορᾶς ἐξαίρουσα, νόσων καὶ θλίψεων. Δόξα Πατρί... Ἐχρημάτισας οἶκος, περικαλλὴς Ἄχραντε, Λόγου τοῦ ἐκ σοῦ σαρκωθέντος, καὶ ἐν ἁγίῳ σου οἴκῳ εὐδόκησας, Ζώνην τὴν σὴν ἐντεθῆναι, ἣν καὶ κατασπαζόμενοι ἁγιαζόμεθα. Καὶ νῦν... Τὴν τιμίαν σου Ζώνην, τιμητικῶς ἅπαντες, ἐν ἀγαλλιάσει καρδίας, περιπτυσσόμεθα, τιμὴν ὑπάρχουσαν, πάντων πιστῶν Θεοτόκε, ὡς τῷ ὑπερτίμῳ σου, ψαύσασα σώματι. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... Κάθισμα Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Τὰ καταθέσια τῆς σῆς θείας Ζώνης, ἡ Ἐκκλησία σου φαιδρῶς ἑορτάζει, καὶ ἐκτενῶς κραυγάζει σοι Παρθένε Ἁγνή Ἅπαντας περίσῳζε, τῆς ἐχθρῶν δυναστείας θραῦσον τὰ φρυάγματα, τῶν ἀθέων βαρβάρων, καὶ τὴν ἡμῶν κυβέρνησον ζωήν, πράττειν Κυρίου τὰ θεῖα θελήματα. Δόξα Πατρί... Καὶ νῦν... Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου σου σοροῦ προερχόμενοι, ὡς ἐξ Ἐδὲμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, χάριτας προχέοντες, τοῖς πιστῶς σε τιμῶσιν ὅθεν ἀνυμνοῦμέν σε, καὶ σεπτῶς εὐφημοῦμεν, καὶ εὐχαρίστως κράζομεν ἀεί Χαῖρε ἡ μόνη ἐλπὶς τῶν ὑμνούντων σε. ᾠδὴ δ' Ἐπαρθέντα σε ἰδοῦσα Ὡς ὑπέρτιμον στερέωμα Θεοτόκε, ὁ Ποιητὴς καὶ Κτίστης σε, πηξάμενος ὥσπερ, ἄστροις κατεκόσμησε, ταῖς θείαις ἐλλάμψεσιν, αἷς καταφαιδρύνεις τὰ πέρατα. Σὲ κραταίωμα ἡ πόλις σου Θεοτόκε, καὶ ἀσφαλῆ κρηπῖδα, ἔχουσα τῇ θείᾳ, Ζώνῃ σου συνέχεται, δεσμὸν ἀδιάσπαστον, ταύτην ἐν πολέμοις προτείνουσα. Ἀπὸ γῆς ἡμᾶς ἀνέλκει Θεογεννῆτορ, πρὸς οὐρανὸν ἡ θεία, Ζώνη σου σῷ πόθῳ, ταύτης ἀναφθέντας θερμῶς διὸ σε δοξάζομεν, ὡς αἰτίαν δόξης τῆς κρείττονος. 4

Ἰδοὺ χάρις ἀνεξάντλητος, δεῦτε πάντες εἰλικρινεῖ καρδίᾳ, ἀρύσασθε πίστει, νάματα πηγάζοντα, ἀφθόνως φιλέορτοι, τῆς σεπτῆς σοροῦ τῆς πανάγνου Μητρός. Ἕτερος Σύ μου ἰσχὺς Κύριε Ἤρθης πρὸς φῶς, ἄδυτον μεταχωρήσασα, ἔλιπες δέ, τοῖς σὲ μακαρίζουσιν, ἀντὶ τοῦ σώματός σου Ἁγνή, τὴν τιμίαν Ζώνην, πηγὴν θαυμάτων ὑπάρχουσαν, καὶ τόπον σωτηρίας, καὶ χαράκωμα ταύτης, τῆς τιμώσης σε πόλεως ἄχραντε. Νέον ἡμεῖς, ὡς οὐρανὸν ὑπερχόμεθα, σοῦ τὸν οἶκον, ἐν ᾧ τεθησαύρισται, καθάπερ ἥλιος φωταυγής, σοῦ ἡ θεία Ζώνη, βολὰς θαυμάτων ἐκπέμπουσα, καὶ πάντων τάς καρδίας, καταυγάζουσα Κόρη, καὶ παθῶν τὴν ὁμίχλην διώκουσα. Δόξα Πατρί... Σὺ κιβωτός, τοῦ νοητοῦ ἁγιάσματος χρηματίζεις, Ἄχραντε πανύμνητε, καὶ τὴν τιμίαν ταύτην σορόν, ἔχουσαν τὴν Ζώνην, ἣν περιοῦσα ἐφόρεσας, περέχεις τῷ λαῷ σου, καταφύγιον πᾶσι, καὶ πηγὴν ἰαμάτων ἀκένωτον. Καὶ νῦν... Ἧκε τῇ σῇ, πόλει πολύολβον δώρημα, ἡ τιμία Ζώνη σου πανύμνητε, καὶ κατετέθη περιφανῶς, ταύτῃ τῇ ἡμέρᾳ ἐν τούτῳ τῷ θείῳ οἴκῳ σου, καὶ γέγονε μεγίστης, ἑορτῆς Θεοτόκε......τοῖς θερμῶς σε ποθοῦσιν ὑπόθεσις. ᾠδὴ ε' Σὺ Κύριέ μου φῶς Σὺ Κύριε τὴν σήν, Μητέρα ἐμεγάλυνας, σὺ ὕψωσας ὑπὲρ πάσας νοερὰς ἐξουσίας, ἀσυγκρίτως τὴν δόξαν αὐτῆς. Ἡ χάρις τοῦ Θεοῦ, νῦν ἀφθόνως παρέχεται, πανάχραντε Θεοτόκε, ἐκ τιμίας σοροῦ σου, τοῖς πίστει προσκυνοῦσί σε. Σὲ δύναμιν Πιστοί, βασιλεῖς περιζώννυνται, σὲ σύνδεσμον Θεοτόκε, ἡ σὴ πόλις αὐχοῦσα, τῇ Ζώνῃ σου σεμνύνεται. 5

Γνωστή σου ἀληθῶς, ἡ χάρις ἀναδέδεικται, Πανάχραντε παραδόξως, ἐνεργοῦσα δυνάμεις, καὶ τέρατα ἐν πάσῃ τῇ γῇ. Ἕτερος Ἵνα τί με ἀπώσω Ζώνης θείας τεθείσης, σήμερον ἐν οἴκῳ σου θεοχαρίτωτε, συνεπανετέθη, ἀγαθῶν πᾶσα δόσις τοῖς χρῄζουσι καὶ πληροῦται πᾶς τις, ἁγιασμοῦ ὁ προσπελάζων, τάς αἰτήσεις πιστῶς κομιζόμενος. Ὡραιώθης Παρθένε, Λόγον ὡραιότατον ἀποκυήσασα, καὶ τῷ σῷ ὡραίῳ, τούτῳ οἴκῳ τεθῆναι εὐδόκησας, τὴν ὡραίαν Ζώνην, ἥτις τὸ σὸν ὡραῖον σῶμα, Θεοτόκε ὡραίως διέζωσεν. Δόξα Πατρί... Σοῦ ὁ Ἅγιος οἶκος, ἄλλος ὡς Παράδεισος, πᾶσι γνωρίζεται, μέσον κεκτημένος, ὥσπερ εὔοσμον ῥόδον τὴν Ζώνην σου, εὐωδίας θείας, ἀναπληροῦσαν τὰς καρδίας, τῶν πιστῶς προσιόντων Πανάμωμε. Καὶ νῦν... Ὄμβρου θείου νεφέλη, γέγονας Πανάμωμε, ἐναποστάζουσα, σωτηρίας ὕδωρ, καὶ τὴν γῆν χερσωθεῖσαν ἐγκλήμασι, πρὸς καρποφορίαν, μεταγαγοῦσα εὐσεβείας......διὰ τοῦτο πιστῶς σε δοξάζομεν. ᾠδὴ ς' Θύσω σοι, μετὰ φωνῆς Ὅλην σε, ὑπερφυῶς ἐδόξασε Κύριος, ὅλην ἀνύψωσε μόνην, ὅλην σε ἐτίμησεν ὑπὲρ λόγον, Θεοτόκε, τὸν ναόν τε σὺν τῇ Ζώνῃ καὶ θείᾳ σορῷ. Ὅλην σε, ὑπερφυῶς ἐδόξασε Κύριος... Νάουσιν, ἐκ πελάγους τὰ ῥεῖθρα τῆς χάριτος, σοῦ τῆς σοροῦ τῆς ἀχράντου, καὶ τὴν κτίσιν πᾶσαν περικυκλοῦσιν, ἀρδεύοντα, τοὺς πιστῶς προσκυνοῦντας τὸν τόκον σου. ὁ α χορὸς Ἰσχύν σε, οἱ πιστοὶ κεκτημένοι καὶ καύχημα, περιζωννύονται δόξαν, τὴν σεπτήν σου Ζώνην Θεοκυῆτορ κατέχοντες, ὡς ὑπέρλαμπρον κόσμον καὶ τίμιον. Ἕτερος 6

Ἄβυσσος ἁμαρτιῶν Νέον τέτοκας ἡμῖν, ὡς παιδίον τὸν πρὸ πάντων αἰώνων, καὶ καινουργεῖς καρδίας, ἁμαρτίας παλαίωσιν, δεξαμένας καινισμῷ, τῆς καταθέσεως τῆς τιμίας, Ζώνης σου Κόρη ἀειπάρθενε. ὁ α χορὸς Ἅγιός σου ὁ ναός, θαυμαστὸς δικαιοσύνῃ ὑπάρχει ὅστις τὴν θαυμαστήν σου Ζώνην, θαύματα βρύουσαν, κεκτημένος τοῖς πιστοῖς, πέλαγος δείκνυται ἰαμάτων, Θεοκυῆτορ Μητροπάρθενε. Δόξα Πατρί... Γέγηθε πᾶσα ψυχή, συνιοῦσα ἐν Ἁγίῳ ναῷ σου, καὶ ἐν αὐτῷ ὁρῶσα, Θεοτόκε τὴν Ζώνην σου, ὥσπερ ἥλιον φαιδρόν, φέγγος ἀστράπτουσαν χαρισμάτων, τοῦ παντουργοῦ καὶ θείου Πνεύματος. Καὶ νῦν... Νεύρωσον ἡμῶν Ἁγνή, τὰς καρδίας παρεθείσας, παντοίων ἁμαρτιῶν ἰδέαις, καὶ περίζωσον δύναμιν, τοὺς τὴν Ζώνην σου πιστῶς, ὡς πολυτίμητον κεκτημένους, καὶ ἀναφαίρετον θησαύρισμα. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον Ἦχος β' Τὴν ἐν πρεσβείαις Τὴν θεοδόχον γαστέρα σου Θεοτόκε, περιβαλοῦσα ἡ Ζώνη σου ἡ τιμία, κράτος τῇ πόλει σου ἀπροσμάχητον, καὶ θησαυρὸς ὑπάρχει, τῶν ἀγαθῶν ἀνέκλειπτος, ἡ μόνη τεκοῦσα ἀειπάρθενος. Ὁ Οἶκος Τίς γηγενῶν τὰ σὰ μεγαλεῖα διηγήσεται λόγος; ποία γλῶσσα βροτῶν; νοῦς γὰρ οὐδὲ οὐράνιος, ἀλλ' ἡ τεκοῦσα τῆς συμπαθείας τὸ ἀμέτρητον πέλαγος, δέξαι καὶ νῦν ἐξ ἀκάρπων χειλέων τὰ ᾄσματα, καὶ δίδου μοι θείαν χάριν, εὐφημῆσαι τὴν σὴν Ζώνην Δέσποινα, δι' ἧς κόσμος ἀγάλλεται, σὺν Ἀγγέλοις ὑμνῶν σου τὰ θαύματα, ἡ μόνη τεκοῦσα ἀειπάρθενος. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, ἀνάμνησις τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ζώνης τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τῷ σεβασμίῳ αὐτῆς οἴκῳ, τῷ ὄντι ἐν τοῖς Χαλκοπρατείοις, ἀνακομισθείσης ἀπὸ τῆς Ἐπισκοπῆς Ζήλας, ἐπὶ Ἰουστινιανοῦ τοῦ Βασιλέως. Ἔτι δὲ καὶ τοῦ γεγονότος θαύματος, διὰ τῆς ἐπιθέσεως τῆς Τιμίας Ζώνης εἰς τὴν βασιλίδα Ζωήν, τὴν σύζυγον Λέοντος τοῦ Βασιλέως. Στίχοι Χρυσῆν κορωνίδ' οἷα, σεμνὴ Παρθένε, Τῷ τοῦ χρόνου τίθημι σὴν Ζώνην τέλει. Θέντο σορῷ Ζώνην πρώτῃ Πανάγνου Τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακαινίσεως τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τῷ Νεωρίῳ. Στίχοι 7

Nεωρίου ο οίκος Aγνή σού πέλει, Άλλος Σιλωάμ τας ιάσεις εκχέων. Ταῖς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ ᾠδὴ α' Ἦχος πλ. δ' Σταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ' εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. ᾠδὴ γ' Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,......εἰς κράτος καὶ στερέωμα. ᾠδὴ δ' Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. ᾠδὴ ε' Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος δι οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. ᾠδὴ Ϛ ' Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος. ᾠδὴ ζ' Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον ἀλλ' ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. ᾠδὴ η' Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον. Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. 8

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἐξαποστειλάριον Γυναῖκες ἀκουτίσθητε 9

Ὁ πάντα ὑπὲρ ἔννοιαν, τὰ σὰ ποιήσας, Ἄχραντε, τὴν σὴν Ἐσθῆτα καὶ Ζώνην, ἐτίμησεν ἀφθαρσίᾳ, τῇ πόλει σου κραταίωμα, δοὺς ταύτην καὶ ἀσφάλειαν, ἧς καὶ νῦν τὴν κατάθεσιν, περιχαρῶς ἐκτελοῦντες, πανηγυρίζομεν πόθῳ. Ἕτερον ὅμοιον Κυρία πάντων πέλουσα, τῶν ποιημάτων Δέσποινα, καὶ πλήρης ὄντως σοφίας, τῆς ὑπερφώτου ὡς Μήτηρ, Θεοῦ τοῦ παντοκράτορος, φωτὸς καὶ θείας γνώσεως, καὶ χάριτός με πλήρωσον, τῇ συμπληρώσει τῶν ὕμνων, σοῦ τῆς ἁγνῆς Θεοτόκου. ΑΙΝΟΙ Ἦχος δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι. 10

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. ΨΑΛΜΟΣ ΡΜΘ' (149) ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. 11

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἦχος δ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ὡς γενναῖον ἐν μάρτυσιν Ὡς ὑπέρλαμπρον στέφανον, Θεοτόκε πανάχραντε, τὴν ἁγίαν Ζώνην σου περιέθετο, ἡ Ἐκκλησία καὶ χαίρουσα, φαιδρύνεται σήμερον, καὶ χορεύει μυστικῶς, ἐκβοῶσά σοι Δέσποινα Χαῖρε στέφανε, καὶ διάδημα θεῖον, χαῖρε μόνη, τοῦ πληρώματός μου δόξα, καὶ εὐφροσύνη αἰώνιος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὡς ὑπέρλαμπρον στέφανον... Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Σὺ πανάχραντε Δέσποινα, κραταιὸν περιτείχισμα, ἀῤῥαγές τε στήριγμα καὶ διάσωσμα, τῷ σῷ λαῷ καὶ τῇ πόλει σου, ὑπάρχουσα δέδωκας, ὡς φαιδρὰν περιβολήν, τήν ὑπέρτιμον Ζώνην σου, περισῴζουσαν, συμφορῶν ἐκ παντοίων, τοὺς ἐν πίστει, καὶ ζεούσῃ προθυμίᾳ, ταύτην τιμῶντας Θεόνυμφε. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὁ ναός σου Πανάχραντε, ὡς πηγὴ ἀνεξάντλητος, τῶν θαυμάτων σήμερον ἀναδέδεικται οἱ ποταμοὶ γὰρ τῆς χάριτος, ἀφθόνως προχέονται, τῆς ἁγίας σου σοροῦ, καὶ πιστῶν τὴν διάνοιαν, κατευφραίνουσι, τῶν ἐν πίστει καὶ πόθῳ σοι βοώντων Ἡ χαρὰ καὶ εὐφροσύνη, καὶ ἡ ζωὴ σὺ ὑπάρχεις ἡμῶν. Δόξα Πατρί... ἦχος β Καὶ νῦν... 12

Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, τὴν Ζώνην σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοῶσά σοι Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης, χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη, χαῖρε τῶν εἰς σὲ προστρεχόντων, λιμὴν καὶ προστασία......καὶ σωτηρία ἡμῶν. Δοξολογία Μεγάλη εἰς ἦχον β ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. 13

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ Ἀπολυτίκιον Ἦχος πλ. δ' Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α' 14

Ἦχὸς β. Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. Στίχ.β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρί... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Καὶ νῦν. Ἀντίφωνον Β' Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός... Δόξα Πατρί... Καὶ νῦν... 15

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' Στίχ. α. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ἀπολυτίκιον Ἦχος πλ. δ' Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Στίχ. β. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη... Μικρὰ Εἴσοδος. Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος πλ. δ' Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Τοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος β' Τὴν ἐν πρεσβείαις Τὴν θεοδόχον γαστέρα σου Θεοτόκε, περιβαλοῦσα ἡ Ζώνη σου ἡ τιμία, κράτος τῇ πόλει σου ἀπροσμάχητον, καὶ θησαυρὸς ὑπάρχει, τῶν ἀγαθῶν ἀνέκλειπτος, ἡ μόνη τεκοῦσα ἀειπάρθενος. Τρισάγιον. 16

Απόστολος τῆς Θεοτόκου ( Εβρ.Θ 1-7) Προκείμενον ἦχος γ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβεὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ἀλληλούϊα (γ ) Ἦχος γ Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀναπαύσίν σου. Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε. Εὐαγγέλιον ὁμοίως Ἐκ τοῦ κατὰ Λουκᾶν Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. ὁ α χορὸς Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Εξαιρέτως ἦχος β ( Ἀρχαία Τάξις) 17

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. ἦχος πλ. α Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς) Ἀπόλυσις «...Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...». Δι εὐχῶν... Ἀμήν. 18