ΚΑΝΩΝ ΙΚΕΗΡΙΟΣ ΕΙΣ ΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΡΙΣΟΝ ησοῦ γλυκύτατε ριστέ, ησοῦ διάνοιξον, τῆς μετανοίας μοι πύ λας Φιλάνθρωπε, ησοῦ καὶ δέξαι με, Σοὶ προσπίπτοντα, καὶ θερμῶς ἐξαι τού μενον, ησοῦ Σωτήρ μου, τῶν πλημ μελημάτων τὴν συγχώρησιν. ησοῦ γλυκύτατε ριστέ, ησοῦ ἐξάρπασον, ἐκ τῆς χειρὸς τοῦ δολίου Βελίαρ με, ησοῦ καὶ ποίησον, δεξιὸν κἀμὲ παραστάτην τῆς δόξης Σου, ησοῦ ριστέ μου, μοίρας εὐωνύμου λυτρωσάμενος. ησοῦν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον, ὑπὲρ ἀχρείων ἱκετῶν Πανάχραντε, ὅπως τῆς κολάσεως, ταῖς πρεσβείαις Σου λυτρωθῶμεν ἀμόλυντε, οἱ μεμολυσμένοι, δόξης ἀϊδίου ἀπολαύ σαντες. Ε ἰσάκουσον Φιλάνθρωπε ησοῦ μου, τοῦ δούλου Σου βοῶντος ἐν κατανύξει καὶ ῥῦσαι ησοῦ με τῆς καταδίκης, καὶ τῆς κολάσεως, μόνε μακρόθυμε, ησοῦ γλυκύτατε πολυέλεε. Ὑ Ποίημα Θεοκτίστου μοναχοῦ τοῦ Στουδίτου. (πρὸ ἑκάστου τροπαρίου ὅλων τῶν ᾠδῶν λέγομεν «Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι», πλὴν τῶν Δόξα, καὶ νῦν) ᾨδὴ α. Ἦχος β. Ἐν βυθῷ κατέστρωσε. ησοῦ γλυκύτατε ριστέ, ησοῦ μα κρόθυμε, τὰ τῆς ψυχῆς μου θερά πευ σον τραύματα, ησοῦ καὶ γλύ κανον, τὴν καρδίαν μου Πολυέλεε δέομαι, ησοῦ Σωτήρ μου, ἵνα μεγαλύ νω Σε σῳζόμενος. ᾨδὴ γ. Ἐν πέτρᾳ με τῆς πίστεως. πόδεξαι τὸν δοῦλόν Σου ησοῦ μου, προσπίπτοντα σὺν δάκρυ σιν ησοῦ μου καὶ σῶσον ησοῦ μου μετανοοῦντα,
καὶ τῆς γεέννης με, Δέσποτα λύτρωσαι, ησοῦ γλυκύτατε πολυέλεε. ὸν χρόνον ησοῦ μου ὅν δέδωκάς μοι, εἰς πάθη ἐδαπάνησα ησοῦ μου διό με ησοῦ μου μὴ ἀποῤῥίψης, ἀλλ ἀνακάλεσαι, δέομαι Δέσποτα, ησοῦ γλυκύτατε, καὶ διάσωσον. Π αρθένε ἡ τεκοῦσα τὸν ησοῦν μου, ἱκέτευε ῥυσθῆναι με τῆς γεέννης, ἡ μόνη προστασία τῶν θλιβο μένων, Θεοχαρίτωτε, καὶ καταξίω σον, τῆς ζωῆς Πανάμωμε τῆς ἀγήρω με. Κάθισμα. Ἦχος α. ὸν τάφον Σου Σωτήρ. Σ ωτήρ μου ησοῦ, ὁ τὸν Ἄσωτον σώσας, Σωτήρ μου ησοῦ, ὁ δεξάμενος Πόρνην, κἀμὲ νῦν ἐλέησον, ησοῦ πολυέλεε σῶσον οἴκτειρον, ὦ ησοῦ εὐεργέτα, ὥσπερ ᾤκτειρας, τὸν Μανασσῆν ησοῦ μου, ὡς μόνος Φιλάνθρωπος. ᾨδὴ δ. Ἐλήλυθας ἐκ Παρθένου. Θ εράπευσον, ησοῦ μου ψυχῆς μου τὰ τραύματα, ησοῦ μου δέομαι, καὶ τῆς χειρός με ἐξάρπασον, ησοῦ μου εὔσπλαγχνε, τοῦ ψυχο φθό ρου Βελίαρ, καὶ διάσωσον. Ἡ μάρτηκα, ησοῦ μου γλυκύτατε εὔσπλαγχνε ησοῦ μου σῶσόν με, τὸν προσφυγόντα τῇ σκέπῃ Σου, ησοῦ μακρόθυμε, καὶ Βασιλείας τῆς Σῆς με καταξίωσον. Ο ὐχ ἥμαρτεν, ησοῦ μου οὐδεὶς ὥσπερ ἥμαρτον, ἐγὼ ὁ ταλαί πωρος νῦν δὲ προσπίπτω δεόμενος ησοῦ μου σῶσόν με, καὶ τὴν ζωὴν ησοῦ μου κληροδότησον. Π ανύμνητε, ησοῦν ἡ γεννήσασα Κύριον, Αὐτὸν καθικέτευε, τοῦ λυτρωθῆναι κολάσεως, πάντας τοὺς ὑμνοῦντάς Σε, καὶ Θεοτόκον κυρίως ὀνομάζοντας.
Ὁ λοσχερῶς, ησοῦ μου πρὸς πάθη τῆς ἀτιμίας, καταβεβλημένος ἤδη κραυγάζω Σὺ ησοῦ μου, βοηθείας μοι χεῖρα, καταπέμψας ἔκσπασον κράζοντα Σῶσον ησοῦ μου, ριστέ με τὸν ἄθλιον. Β έβηλον νοῦν, ησοῦ περιφέρων ἀναβοῶ Σοι Κάθαρον τοῦ ῥύπου με τῶν πταισμάτων, καὶ λύτρωσαί με τὸν εἰς βάθη κακίας, ἐξ ἀγνωσίας κατολισθήσαντα, Σῶτερ ησοῦ μου, καὶ σῶσόν με δέομαι. ὸν ησοῦν, ἡ γεννήσασα Κόρη Θεοκυῆτορ, οῦτον ἐκδυσώπει σωθῆναι πάντας τοὺς ὀρθοδόξους, μοναστὰς καὶ μιγάδας, καὶ γεέννης ῥυσθῆναι κράζοντας πλήν Σου προστα σίαν, βεβαίαν οὐκ ἔγνωμεν. ᾨδὴ ε. Ὁ φωτισμὸς τῶν ἐν σκότει. Σ ὺ φωτισμός, ησοῦ μου νοός μου, Σὺ σωτηρία, τῆς ἀπεγνωσμένης ψυχῆς μου Σῶτερ, Σὺ ησοῦ μου, τῆς κολάσεως ῥῦσαι, καὶ γεέννης ἐμὲ κραυγάζοντα Σῶσον ησοῦ μου, ριστέ με τὸν ἄθλιον. ᾨδὴ Ϛ. Ἐν ἀβύσσῳ πταισμάτων. ησοῦ μου ριστὲ πολυέλεε, ἐξο μολογού μενον δέξαι με Δέσπο τα, ὦ ησοῦ καὶ σῶσόν με, καὶ φθορᾶς ησοῦ με ἐξάρπασον. ησοῦ μου οὐ γέγονεν ἕτερος, ἄσωτος οὐδείς, ὡς ἐγὼ ὁ ταλαί πωρος, ὦ ησοῦ Φιλάνθρωπε ἀλλὰ Σὺ ησοῦ με διάσωσον. ησοῦ μου καὶ Πόρνην καὶ Ἄσω τον, καὶ τὸν Μανασσῆν καὶ ελώνην νενίκηκα, ὦ ησοῦ μου πά θε σι, καὶ Λῃστήν, ησοῦ, Νινευΐτας τε.
ησοῦν τὸν ριστόν μου κυήσασα, Ἄχραντε Παρθένε, ἡ μόνη ἀμό λυντος, μεμολυσμένον ὄντα με, πρεσβει ῶν Σου ὑσσώπῳ νῦν κάθαρον. Κοντάκιον. Ἦχος δ. Ἐπεφάνης σήμερον. ησοῦ γλυκύτατε, τὸ φῶς τοῦ Κόσμου, τῆς ψυχῆς μου φώτισον, τοὺς ὀφθαλμούς, Υἱὲ Θεοῦ, τῇ θεαυγεῖ Σου λαμπρότητι, ἵνα ὑμνῶ Σε τὸ φῶς τὸ ἀνέσπερον. ᾨδὴ ζ. Εἰκόνος χρυσῆς. ριστὲ ησοῦ, οὐδεὶς ἥμαρτεν ἐν γῇ ἐκ τοῦ αἰῶνος, ὦ ησοῦ μου, ὥσπερ ἥμαρτον, ἐγὼ ὁ τάλας καὶ ἄσωτος ὅθεν ησοῦ μου βοῶ Σοι μελῳδοῦντα με οἴκτειρον, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. ριστὲ ησοῦ, ἐν τῷ φόβῳ Σου βοῶ καθήλωσόν με, ὦ ησοῦ μου καὶ κυβέρνησον, νῦν πρὸς λιμένα τὸν εὔδιον, ὅπως ησοῦ μου οἰκτίρμον, μελῳδῶ Σοι σῳζόμενος Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. ριστὲ ησοῦ, μυριάκις ὑπεσχέθην Σοι ὁ τάλας, ὦ ησοῦ μου τὴν μετάνοιαν, ἀλλ ἐψευσάμην ὁ ἄθλιος. Ὅθεν ησοῦ μου βοῶ Σοι τὴν ἀναί σθητον μένουσαν, ψυχήν μου φώτισον ριστέ, ὁ τῶν Πατέρων Θεός. ριστὸν ησοῦν, ἡ γεννήσασα φρικτῶς καὶ ὑπὲρ φύσιν, Αὐτὸν δυσώπει Παναμώμητε, τὰ παρὰ φύσιν μου πταίσματα, πάντα συγχωρῆσαί μοι Κόρη, ἵνα κράζω σῳζόμενος Εὐλο γη μένη ἡ Θεὸν σαρκὶ κυήσασα. ᾨδὴ η. ὸν ἐν καμίνῳ τοῦ πυρός. Σ ὲ ησοῦ μου δυσωπῶ ὡς τὴν Πόρνην ησοῦ μου ἐλυτρώσω, τῶν πολλῶν ἐγκλημάτων, οὕτω κἀμὲ ησοῦ, ριστέ μου λύτρωσαι καὶ κάθαρον, τὴν ῥερυπωμένην ψυχήν μου ησοῦ μου.
Κ αθυποκύψας ησοῦ, ταῖς ἀλόγοις ἡδοναῖς, ἄλογος ὤφθην, καὶ τοῖς κτήνεσιν ὄντως, ὦ ησοῦ μου, οἰκτρῶς, ὁ τάλας Σῶτερ ἀφωμοίωμαι ὅθεν ησοῦ με τῆς ἀλογίας ῥῦσαι. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον. Π εριπεσὼν ὦ ησοῦ, ψυχοφθόροις ἐν λῃσταῖς ἀπεγυμνώθην, τὴν στολὴν ησοῦ μου, τὴν θεοΰφαντον νῦν, καὶ κεῖμαι μώλωψι κατάστικτος ἔλαιον ριστέ μου ἐπίχεε καὶ οἶνον. ὸν ησοῦν μου καὶ Θεόν, ἡ βαστάσασα ριστὸν ἀνερμηνεύ τως, Θεοτόκε Μαρία, οῦτον δυσώπει ἀεί, κινδύνων σῴζεσθαι τοὺς δούλους Σου, καὶ τοὺς ὑμνητάς Σου ἀπείρανδρε Παρθένε. ᾨδὴ θ. ὸν ἐκ Θεοῦ Θεὸν Λόγον. ὸν Μανασσῆν ησοῦ μου, τὸν ελώνην, τὴν Πόρνην, τὸν Ἄσωτον οἰκτίρμον ησοῦ, καὶ τὸν Λῃστὴν ὑπερβέβηκα, ησοῦ μου ἐν ἔργοις, αἰσχίστοις καὶ ἀτόποις ησοῦ ἀλλὰ Σὺ ησοῦ μου, προφθάσας με διάσωσον. οὺς ἐξ Ἀδὰμ ησοῦ μου, ἁμαρτήσαντας πάντας, πρὸ νόμου καὶ ἐν νόμῳ ησοῦ, καὶ μετὰ νόμον ὁ ἄθλιος, ησοῦ μου καὶ χάριν, νενίκηκα τοῖς πάθεσιν οἰκτρῶς ἀλλὰ Σὺ ησοῦ μου, τοῖς κρίμασί Σου σῶσόν με. Μ ὴ χωρισθῶ ησοῦ μου, τῆς ἀφράστου Σου δόξης, μὴ τύχω τῆς μερίδος ησοῦ, τῆς εὐωνύμου γλυκύτατε, ησοῦ ἀλλὰ Σύ με, τοῖς δεξιοῖς προβάτοις Σου ριστέ, ησοῦ μου συντάξας, ἀνάπαυσον ὡς εὔσπλαγ χνος. ὸν ησοῦν Θεοτόκε, ὅν ἐβάστα σας μόνη, ἀπείρανδρε Παρθένε Μαριάμ, οῦτον Ἁγνὴ ἐξιλέ ωσε, ὡς Υἱόν Σου καὶ Κτίστην, ῥυσθῆναι τοὺς προστρέχοντας εἰς Σέ, πειρασμῶν καὶ κινδύνων,
καὶ τοῦ πυρὸς τοῦ μέλλοντος. Στιχηρὰ προσόμοια. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. ησοῦ γλυκύτατε, ψυχῆς ἐμῆς θυμηδία, ησοῦ ἡ κάθαρσις, τοῦ νοός μου, Δέσποτα πολυέλεε ησοῦ σῶσόν με, ησοῦ Σωτήρ μου, ησοῦ μου παντοδύναμε, μὴ καταλίπῃς με, Σῶτερ ησοῦ με ἐλέησον καὶ λύτρωσαι κολάσεως, πάσης ησοῦ καὶ ἀξίωσον, τῆς τῶν σῳζομένων, μερίδος ησοῦ μου τῷ χορῷ, τῶν ἐκλεκτῶν Σου μὲ σύνταξον, ησοῦ Φιλάνθρωπε. ησοῦ γλυκύτατε, τῶν Ἀποστόλων ἡ δόξα, ησοῦ μου καύχημα, τῶν Μαρτύρων Δέσποτα παντοδύναμε ησοῦ σῶσόν με, ησοῦ Σωτήρ μου, ησοῦ μου ὡραιότατε, τόν Σοὶ προσ τρέχοντα, Σῶτερ ησοῦ με ἐλέησον, πρεσβείαις τῆς εκούσης Σε, πάντων ησοῦ τῶν Ἁγίων Σου, Προφητῶν τε πάντων, Σωτήρ μου ησοῦ, καὶ τῆς τρυφῆς, τοῦ Παραδείσου ἀξίωσον, ησοῦ πανάγαθε. ησοῦ γλυκύτατε, τῶν μοναζόντων τὸ κλέος, ησοῦ μακρόθυμε, Ἀσκητῶν ἐντρύφημα καὶ καλλώπισμα ησοῦ σῶσόν με, ησοῦ Σωτήρ μου, ησοῦ μου πολυέλεε, χειρὸς ἐξάρπασον, Σῶτερ ησοῦ με τοῦ δράκοντος, καὶ τούτου τῶν παγίδων με, Σῶτερ ησοῦ ἐλευθέρωσον, λάκκου κατωτάτου, Σωτήρ μου ησοῦ ἀναγαγών, καὶ δεξιοῖς συναρίθ μησον, ησοῦ προβάτοις με. Μ ὴ καταπιστεύσης με, ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου Σου θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν Δαιμόνων τὰ τοξεύματα σκέπην οὐ κέκτημαι, οὐδέ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυ θί αν οὐκ ἔχω πλήν Σου. Δέσποινα τοῦ Κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν ησοῦν ριστόν. Δ έσποτα ριστέ, ὁ Θεός, ὁ τοῖς πάθεσί Σου τὰ πάθη μου θερα πεύσας, καὶ τοῖς τραύμασί Σου τὰ τραύματά μου ἰατρεύσας, χάρισαί μοι τῷ πολλὰ Σοι πταίσαντι δάκρυα κατανύξεως συγκέρασόν μου τὸ σῶμα, ἀπὸ ὀσμῆς τοῦ ζωοποιοῦ σώματός Σου, καὶ γλύκανόν μου τὴν ψυχήν, τῷ Σῷ ιμίῳ Αἵματι, ἀπὸ τῆς πικρίας, ἥν με ὁ ἀντίδικος ἐπότισεν. Ὕψωσόν μου τὸν νοῦν πρὸς Σέ, κάτω ἑλκυσθέντα, καὶ ἀνάγαγέ με ἀπὸ τοῦ χάσματος τῆς ἀπωλείας ὅτι οὐκ ἔχω μετάνοιαν, οὐκ ἔχω κατάνυξιν, οὐκ ἔχω δάκρυον παρακλητικόν, τὰ ἐπανάγοντά με τέκνα πρὸς τὴν ἰδίαν κληρονομίαν. Ἐσκότι σμαι τὸν νοῦν ἐν τοῖς βιωτικοῖς πάθεσι, καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς Σὲ ἐν ὀδύνῃ, οὐ δύναμαι θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς Σὲ ἀγάπης. Ἀλλά, Δέσποτα Κύριε, ησοῦ ριστέ, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι μετάνοιαν ὁλόκληρον, καὶ καρδίαν ἐπίπονον εἰς ἀναζήτησίν Σου χάρισαί μοι τὴν χάριν Σου, καὶ ἀνακαίνισον ἐν ἐμοὶ τὰς μορφὰς τῆς Σῆς εἰκόνος. Κατέλιπόν Σε μὴ μὲ ἐγκαταλίπῃς ἔξελθε εἰς ἀναζήτησίν μου, ἐπανάγαγέ με πρὸς τὴν νομήν Σου, συναρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς Σου ποίμνης, καὶ διάθρεψόν με σὺν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων Σου Μυστη ρίων πρεσβείαις τῆς πανάγνου Μητρός Σου καὶ πάντων τῶν Ἁγίων Σου. Ἀμήν.