Παράκλησις ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ, Μονῆς Ἰβήρων. Ἐκ παλαιοῦ χειρογράφου τῆς Μονῆς Ἰβήρων

Σχετικά έγγραφα
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Παρακλητικός Κανών εις τη Παναγία Γλυκοφιλούσα

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος. εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

Παρακλητικός Κανών είς την Υπεραγία Θεοτόκο ''Φοβερά Προστασία''

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

1-7 Ιανουαρίου 2018 Θεός

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΔΕ 5. Ο Ευαγγελισμός της Μαρίας για τη γέννηση του Μεσσία

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

Παράκλησις Παναγίας ΣΟΥΜΕΛΑ

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Ωδή α. Ο Ειρμός. Ήχος πλ. δ Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω Λυτρωτή και Θεώ ημών άσωμεν.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΑΥΓΟΥΣΤΟΣ 15. ΠΑΝΑΓΙΑ ΒΑΡΝΑΚΟΒΑ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΗ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος!

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

Κυριακή 23 Ἰουνίου 2019.

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η


Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Ὁ Ἱερεῦς: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Κυριακή 19 Μαΐου 2019.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

28 Αυγούστου 3 Σεπτεμβρίου 2017 Άνθρωπος

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Πρωτ Ἀριθμ. Διεκπ ΠΟΙΜΑΝΤΟΡΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΠΟΙΜΑΝΤΟΡΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ ΑΡ. 36

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

Παρακλητικός Κανών Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ολόκληρη η ανθρωπότητα σήμερα ελπίζει σε μια εποχή ειρήνης και ευημερίας, όπως οι άνθρωποι όλων των εποχών ήλπιζαν στην καλυτέρευση των συνθηκών της

1) Μες τους κάμπους τ αγγελούδια ύμνους ουράνιους σκορπούν κι από τα γλυκά τραγούδια όλα τριγύρω αχολογούν. Gloria in excelsis Deo!

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ εἰς τήν Ὑπεραγίαν Θεοτόκον τήν ΓΟΡΓΟΕΠΗΚΟΟΝ (ποίηµα Ἁγίου Νικοδήµου τοῦ Ἁγιορείτου)

Κυριακή 2 Ἰουνίου 2019.

Transcript:

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ, Μονῆς Ἰβήρων Ἐκ παλαιοῦ χειρογράφου τῆς Μονῆς Ἰβήρων Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ (142) Ψαλμός, τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ καί τά Τροπάρια, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῇ θαυμαστῇ Σου Πορταΐτισσα σκέπῃ, δι ἧς λυτροῦσαι ἡμᾶς πάσης ἀνάγκης, προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμῶς ὥσπερ πάλαι ἔδειξας, ἐφ ἡμῖν τὴν σὴν χάριν, οὕτω καὶ νῦν Δέσποινα, μὴ ἐλλίπῃς εἰς τέλος, ὡς ἐπηγγείλω σκέπειν καὶ φρουρεῖν, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας Σοι. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἡ εὐκλεὴς καὶ παναγία Εἰκών Σου, ὥσπερ ἐχέγγυον ἡμῖν σωτηρίας, τῇ Σῇ προνοίᾳ Ἄχραντε δεδώρηται, ἥνπερ θησαυρίσασα, ἡ Μονὴ τῶν Ἰβήρων, πάσης ἀπαλλάττεται, διὰ Σοῦ ἐπηρείας, καὶ σὺν αὐτῇ ἐλπίδος ἀῤῥαγοῦς, πληροῦται Κόρη, καὶ πᾶς ὁ προστρέχων Σοι. Ὁ Ν Ψαλμός καί ὁ Κανών ἐκ τοῦ χειρογράφου. ᾨδὴ α. Ἦχος πλ. δ. Ἁρματηλάτην Φαραώ. Τὰ μεγαλεῖα τῆς σεπτῆς Εἰκόνος Σου ἀνευφημῆσαι τολμῶν, ἐν ὑλικῇ γλώσσῃ, καὶ ῥυπῶσι χείλεσι, τῆς πυριμόρφου δέομαι, καθαρσίου λαβίδος, ἧς Ἡσαΐας ἠξίωται, Μήτηρ τοῦ Θεοῦ Ἀπειρόγαμε. Ὑπὸ τὴν σκέπην τῆς λαμπρᾶς Εἰκόνος Σου Θεογεννήτρια, ἡμεῖς ὁ Σὸς κλῆρος, πάντοτε [1]

προσφεύγοντες, τοὺς δυσμενεῖς τροπούμεθα, καὶ παντοίων κινδύνων, τὴν ζάλην ἀποκρουόμεθα, καὶ τοὺς πειρασμοὺς ἐκτρεπόμεθα. Πύργος ἰσχύος ὀχυρὸς καὶ ἄῤῥηκτος ἀπὸ προσώπου ἐχθρῶν, καὶ στερεὰ πέτρα, ἀῤῥαγής τε πρόβολος, γενοῦ Θεογεννήτρια, τῇ τιμώσῃ Σε ποίμνῃ, καὶ ταύτην σκέπαζε ἄνωθεν, σκέπῃ τῶν ἀχράντων πτερύγων Σου. Ἐξαποστείλας ἐξ ἁγίου Δέσποινα ἡμῶν βοήθειαν, καὶ ἐκ Σιὼν ῥάβδον, ἀληθοῦς δυνάμεως, ᾗ κατακυριεύσομεν, τῶν παθῶν Θεοτόκε, οἱ τὴν ἁγίαν Εἰκόνα Σου, φόβῳ καὶ χαρᾷ ἀσπαζόμενοι. ᾨδὴ γ. Ὁ στερεώσας κατ ἀρχάς. Σὺ εἶ τὸ τεῖχος τῶν πιστῶν, Σὺ εἶ ἡ ἰσχὺς καὶ τὰ ὅπλα, Σὺ ἀκράδαντος ἀπόρθητος πύργος, Σὺ ὀχύρωμα στεῤῥόν, Σὺ καὶ περιχαράκωμα, Θεογεννῆτορ Κόρη διὸ τὴν ποίμνην Σου φύλαττε. Ἡ ματαιόφρων στρατιά, ἡ φιλοπόλεμος φάλαγξ, τῶν δαιμόνων Θεοτόκε Παρθένε, ἦραν ὅπλα καθ ἡμῶν, οἷς ἀντιπαρατάχθητι, Δέσποινα ὅπως γνῶσι, τῆς Σῆς Εἰκόνος τὴν δύναμιν. Τὴν Σὴν Εἰκόνα τὴν λαμπράν, τῇ Σῇ Μονῇ Θεοτόκε, παραμύθιον ψυχῶν ἐδωρήσω, θλιβομένων καὶ φρουρόν, τῇ πύλῃ ταύτης ἵστασθαι, πρὸς φυλακὴν ἁπάντων, τῶν ἐνοικούντων εὐδόκησας. Οὐρανίαις στρατιαῖς, περιτειχίσας κυκλόθεν, Ἐλισσαῖον τὸν Προφήτην Σου πάλαι, νοερᾷ παρεμβολῇ, δυνάμεων ἀΰλων Χριστέ, τῆς Σῆς Μητρὸς τὴν ποίμνην, τείχισον ταῖς ἱκεσίαις αὐτῆς. [2]

Τά ἑπόμενα Γερασίμου. Διάσωσον, ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ Σῇ σκέπῃ. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Προστάτις θερμὴ καὶ μέγα καταφύγιον, καὶ σκέπη στεῤῥά, καὶ σύμμαχος καὶ ἔφορος, ὑπάρχεις Πορταΐτισσα, τῶν τὴν Σὴν ἐκζητούντων βοήθειαν διὸ λύτρωσαι πάσης ἀπειλῆς, ὡς ὑπέσχου τοὺς δούλους Σου Πανάμωμε. ᾨδὴ δ, ἐκ τοῦ χειρογράφου. Σύ μου ἰσχύς. Σὺ εἶ ἐλπίς, τῆς φίλης ποίμνης Σου Δέσποινα, Σὺ εἶ σκέπη, Σὺ καὶ ἡ ἀντίληψις, Σὺ φωτισμός, Σὺ καὶ θυρωρός, Σὺ παραμυθία, φρουρὸς καὶ θεία παράκλησις, καὶ ἥδυσμα καὶ κράτος, τῶν οἰκούντων Παρθένε, καὶ τιμώντων πιστῶς τὴν Εἰκόνα Σου. Νέκταρ ἡμῖν, τῆς εὐσπλαγχνίας ἐπήγασας, οἷα κρήνη, ῥεῖθρον γλυκὺ ῥέουσα, καὶ καθαρὰ νάουσα πηγή, νάμα ζωηφόρον, καὶ ὕδωρ πότιμον βλύζουσα διό με Θεοτόκε, τὸν πιστῶς προσκυνοῦντα, τὴν Εἰκόνα Σου δρόσισον δέομαι. Νόμοι ἐν Σοί, φύσεως κεκαινοτόμηνται, Θεομῆτορ, πάντα ὑπὲρ φύσιν γάρ, τὰ κατὰ Σὲ καὶ καινοπρεπῆ καὶ γὰρ παραδόξως, ἡ θάλασσα τὴν Εἰκόνα Σου, Μονῇ τῇ τῶν Ἰβήρων, ἀσινῆ ἐξαισίως, παραδέδωκε φέρουσα Δέσποινα. [3]

Ῥῦσαι λιμοῦ, καὶ βλάβης πάσης τὴν ποίμνην Σου, Θεοτόκε, πυρὸς καὶ ποντώσεως, μαχαίρας ἄλλης τε συμφορᾶς, τῆς ἐκ τῶν δαιμόνων, ἐπερχομένης καὶ φύλαττε, μέχρι τῆς συντελείας, ἀσινῆ τὴν ἁγίαν, Σοῦ πλουτοῦσαν Εἰκόνα τὴν πάντιμον. ᾨδή ε. Ἵνα τί με ἀπώσω. Οὐρανίων ἀδύτων, τὴν ὑπερνεφῆ καὶ αἰθέριον ἄντυγα, πρὸς βραχὺ λιποῦσα, πρὸς ἡμᾶς ἐπιδήμησον Δέσποινα, καὶ τῇ ἀηττήτῳ, τῆς Σῆς Εἰκόνος ἐξουσίᾳ, τοὺς ἐχθροὺς τῆς Σῆς ποίμνης κατάβαλε. Ἱεράν Σε κρηπῖδα, καὶ ἀπεριδόνητον ἱερὰν ἄγκυραν, κεκτημένοι Κόρη, ὁ Σὸς κλῆρος πρὸς Σὲ καταφεύγομεν διὸ τὰς σπιλάδας, τῶν πειρασμῶν καὶ καταιγίδας, ὡς ἀφροὺς θαλαττίους διάλυσον. Ἐντροπὴν καὶ αἰσχύνην, οἱ ζητοῦντές με περιβαλέσθωσαν, τοῦ κακοποιῆσαι, πονηροὶ καὶ ἀλάστοροι δαίμονες ἐγὼ δὲ ἐλπίζω, διαπαντὸς εἰς Σὲ Παρθένε, ἡ Σὴ ποίμνη βοᾷ Θεονύμφευτε. Θαυμαστὸν θαῦμα ὥσπερ, τῷ ἱεροφάντῃ καὶ φρικῶδες ἔδειξε, Θεοτόκε πάλαι, ἡ πυρίφλεκτος βάτος καὶ ἄφλεκτος, οὕτω Σῆς Εἰκόνος, ἡ λαμπὰς τοῖς κατοικοῦσιν, ἐν τῷ Ἄθῳ Μαρία Θεόνυμφε. ᾨδὴ στ. Τὴν δέησιν. Νοτίου θηρὸς ὡς πάλαι ἔσωσε, τὸν Προφήτην Ἰωνᾶν ὁ Υἱός Σου, οὕτω καὶ Σύ, Σὴν Εἰκόνα Παρθένε, ἐκ θαλαττίων κυμάτων διέσωσας ἀπήμαντον καὶ ἀσινῆ, καὶ Μονῇ τῶν Ἰβήρων ὡδήγησας. [4]

Κυκλώσαντες, ψαλμικῶς ἐκύκλωσαν, ὡσεὶ μέλισσαι κηρίον Παρθένε, πολλῶν δεινῶν, συμφοραὶ τὴν Σὴν ποίμνην, ἃς οὐρανόθεν Ἁγνὴ ἐξαφάνισον, καὶ φύλαττε ταύτην ἀεί, τῶν δεινῶν ἀνωτέραν ὑμνοῦσάν Σε. Ὡραίαν Σε, θυρωρὸν κεκτήμεθα, τὴν Μονὴν οἱ κατοικοῦντες Παρθένε, τῆς τοῦ Θεοῦ, εὐσπλαγχνίας τὴν θύραν, τὴν διανοίγουσαν κλεῖς τοὺς Αὐτοῦ οἰκτιρμούς, τὴν πύλην τῆς τῶν οὐρανῶν, Βασιλείας ἧς ἡμᾶς ἀξίωσον. Τὸ πάνσεπτον, τῆς ἁγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξὶ καὶ ὡραίαν, τοῦ οὐρανοῦ, καὶ τῆς γῆς πλατυτέραν, τοῦ Βασιλέως Χριστοῦ τὸ παλάτιον, τὴν ἔμψυχον Θεοῦ σκηνήν, τὴν ἁγνὴν Θεοτόκον ὑμνήσωμεν. Τά ἑπόμενα Γερασίμου. Διάσωσον, ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ Σῇ σκέπῃ. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἱμάτων Σου. Ὡς προστασίαν καὶ σκέπην καὶ ἔφορον, ὁ περιώνυμος κλῆρός Σου Ἄχραντε, ὑμνεῖ Σε ἀεὶ Πορταΐτισσα, καὶ ἐκ βαθέων ψυχῆς ἀνακράζει Σοι ἀπαύστως με φύλαττε Δέσποινα. Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. [5]

Στ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (α 39-49, 56). Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Δόξα. Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Τῆς Πορταϊτίσσης, ταῖς θείαις ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. [6]

Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με ὁ Θεός... Ἔχει Σε Πανάχραντε, τὸ μέγα Ὄρος τοῦ Ἄθω, μέγα καταφύγιον, οἰκείᾳ χρηστότητι καὶ διάσωσμα διὰ Σοῦ πάσης γάρ, θλίψεως λυτροῦται Πορταΐτισσαν δὲ ἄγρυπνον, ὥσπερ ηὐδόκησας, μάνδρα τῶν Ἰβήρων ἡ ἔνδοξος ἀλλ ὦ Θεοχαρίτωτε, δίδου ἡμῖν πᾶσι τὴν χάριν Σου, καὶ μὴ ἀποστρέψῃς, τὸ πρόσωπόν Σου Κόρη ἀφ ἡμῶν, ἄχρι τερμάτων αἰῶνος δέ, φύλαττε τοὺς δούλους Σου. ᾨδὴ ζ, ἐκ τοῦ χειρογράφου. Οἱ ἐκ τῆς Ἰουδαίας. Ῥάβδος Ἀαρωνῖτις Σὲ τὴν ἔντιμον ῥάβδον ἐδήλου Δέσποινα διό Σου θείᾳ ῥάβδῳ, ἀπέλασον τοὺς λύκους, καὶ ἡμᾶς παρακάλεσον, τῇ βακτηρίᾳ τῆς Σῆς, Εἰκόνος Θεοτόκε. Ἡ Σὴ ποίμνη βοᾶ Σοι, ἐὰν Σὺ μὴ φυλάξῃς ποίμνην ὡς ψάλλει Δαβίδ, εἰς μάτην ὁ φυλάσσων, ἠγρύπνησε διό με, διαφύλαξον Δέσποινα, ὑπὸ τὴν σκέπην τῆς Σῆς, Εἰκόνος Θεοτόκε. Μυριώνυμε Κόρη, ἡ γεννήσασα Λόγον τὸν ἀνυμνούμενον, μυρίαις μυριάσι, δυνάμεων ἀΰλων, τὴν μυρίοπλον φάλαγγα, τῶν κυκλωσάντων ἡμᾶς, κατάβαλε δαιμόνων. Ἀδιστάκτῳ τῇ πίστει διαπύρῳ καρδίᾳ ζέοντι πνεύματι, ἐν φόβῳ καὶ ἐν πόθῳ, προσέρχομαι κραυγάζων, τῇ Εἰκόνι Σου Δέσποινα τὴν Σὴν Μονὴν ἐκ δεινῶν, λύτρωσαι Θεοτόκε. ᾨδὴ η. Τὸν ἐν ὄρει ἁγίῳ. Ἐν ἑσπέρᾳ πρωΐ καὶ μεσημβρίᾳ, ἐν ἡμέρᾳ νυκτὶ καὶ πάσῃ ὥρᾳ, καὶ ἐν παντὶ καιρῷ καθικετεύω Σε, [7]

στένων καὶ δακρύων, ἀσπάζομαι φόβῳ, τὴν Σὴν σεπτὴν Εἰκόνα. Ἴασαί μου τὰ πάθη τῆς καρδίας, φώτισόν μου τὸν νοῦν ἐσκοτισμένον, καὶ τὴν ψυχήν μου τεθνηκυῖαν ζώωσον, καὶ υἱὸν ἡμέρας, καὶ φωτός με δεῖξον, Δέσποινα κληρονόμον. Σὲ αἰνοῦσιν, Ἀγγέλων πανηγύρεις, καὶ ὑμνοῦσιν ἀνθρώπων ὁμηγύρεις, καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα, Πάναγνε κυρίως, ἀνυμνολογοῦσι, τὴν Σὴν σεπτὴν Εἰκόνα. Χαῖρε πύλη καὶ γέφυρα καὶ κλῖμαξ, ἐκ θανάτου πρὸς τὴν ἀθανασίαν, δι ἧς χωροῦμεν διαπεραιούμενοι, τὴν ὑγρὰν τοῦ βίου, θάλασσαν καὶ γῆθεν, ὑψούμεθα πρὸς πόλον. ᾨδὴ η. Ἐξέστη ἐπὶ τούτῳ. Νεφέλαις τὸν ἐνδύοντα οὐρανόν, καὶ αὐταῖς ὑετίζειν προστάττοντα, ἐπὶ τὴν γῆν, ἔμψυχε νεφέλη καὶ φωτεινή, συνειληφυῖα Δέσποινα, πρώϊμον σωτήριον ὑετόν, ἐπόμβρησον νῦν ὕδωρ, ἀφέσεως Σῇ ποίμνῃ, κατεψυγμένῃ κακῶν καύσωνι. Ὡς θάλαμον ὡραῖον καὶ φαεινόν, ὡς εὐώδη νυμφῶνα Πανάμωμε, ὡς εὐανθῆ, κῆπον καὶ παράδεισον εὐθαλῆ, ὡς νοητὸν ἁγίασμα, ὡς χρυσοπορφύρωτον κιβωτόν, ὡς ἔμψυχον χωρίον, καὶ πύρινον ὡς θρόνον, τὴν Σὴν Εἰκόνα ὀνομάζομεν. Νῦν δεῖξον εἰς ἡμᾶς τοὺς ἁμαρτωλούς, τὰ ἀρχαῖα ἐλέη Σου Δέσποινα, ὅσα ἡμεῖς, ἔγνωμεν ἀκούσαντες ψαλμικῶς, οἱ δὲ ἡμῶν προπάτορες, εἶδον διηγήσαντό τε ἡμῖν, ὡς ἂν τὰ μεγαλεῖα, τῆς Σῆς σεπτῆς Εἰκόνος, καὶ ἡμεῖς ἄλλοι διηγώμεθα. [8]

Πολλάκις ἐλυτρώσω ποίμνην τὴν Σήν, ἐκ κινδύνων πολλῶν καὶ κακώσεων, καὶ ἐκ λιμοῦ, γόνων τε τῆς Ἄγαρ καταδρομῆς, καὶ ἐκ πυρὸς Πανάμωμε, καὶ λιμοῦ κυκλώσαντος ταύτην πρίν, καὶ νῦν τῶν οἰκτιρμῶν Σου, τὸ πέλαγος δεικνύεις, καὶ διοικεῖς καὶ σώζεις πάντοτε. Νυκτός τε καὶ ἡμέρας Μῆτερ Θεοῦ, τὸ Σὸν ὄνομα ἐπιβοώμεθα, Σὺ γὰρ ἡμῶν, ὑπερασπιστὴς ἐν τοῖς πειρασμοῖς, προπολεμοῦσα πάντοτε, κατατροπουμένη τοὺς καθ ἡμῶν διὸ μὴ ἐπιλάθῃ, φωνῆς τῶν ἱκετῶν Σου, ἀλλ εἰς τὸ σῶσαι ἡμᾶς πρόφθασον. Ὑπέραγνε Παρθένε Μῆτερ Θοεῦ, ὃν ἐκτήσω λαὸν περιούσιον, καὶ ἐκλεκτόν, ἔθνος καὶ μερίδα ἀγαπητήν, κληρονομίας σχοίνισμα, ὄρος ἁγιάσματος ἱερόν, καὶ κατοικητηρίου, ἐξαίρετόν Σου ποίμνην, ἕως αἰῶνος διαφύλαττε. Μεγαλυνάρια. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. Πίστει τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἄχραντε Παρθένε, προσκυνοῦμεν οἱ εὐσεβεῖς, λύσιν τῶν πταισμάτων, ἡμῶν λαβεῖν αἰτοῦντες, ταῖς Σαῖς πρὸς τὸν Υἱόν Σου, Ἁγνὴ δεήσεσι. Λύτρωσαι ἐκ χαλεπῶν, τοὺς ἀσπαζομένους, τὴν Εἰκόνα Σου εὐλαβῶς, τῆς Μονῆς Ἰβήρων, τὴν ἄμαχον Παρθένε, ὑπέρμαχον ὡς ὄντως, καὶ Πορταΐτισσαν. [9]

Τῶν θαυμάτων Πάναγνε ἡ πληθύς, τῆς ἀχράντου ὄντως, Σοῦ Εἰκόνος εἰς πᾶσαν γῆν, Δέσποινα ἐξῆλθε, τῶν εὐσεβῶν χλορείας, πνευματικὴν πληροῦσα, ἀγαλλιάσεως. Τοὺς ἀθροιζομένους τῷ Σῷ ναῷ, καὶ ἀσπαζομένους, τὴν Εἰκόνα Σου ἐκ ψυχῆς, τῆς Πορταϊτίσσης, ῥῦσαι παντὸς κινδύνου, Παρθένε Θεοτόκε, Θεοχαρίτωτε. Τῆς Πορταϊτίσσης τὴν θαυμαστήν, καὶ σεπτὴν Εἰκόνα, προσκυνήσωμεν ἀδελφοί, θαύματα τελοῦσαν, καὶ βρύουσα ἰάσεις, καὶ ταύτην μετὰ πόθου, κατασπασώμεθα. Ἴδοιμι Παρθένε ψυχοῤῥαγῶν, ἐν καιρῷ θανάτου, τὴν Εἰκόνα Σου τὴν σεπτήν, παραμυθουμένην, καὶ ἱλαρῶς ὁρῶσαν, καὶ ὄψεις τῶν δαιμόνων ἀποδιώκουσα. Ἆρόν Σου τὰ ὄμματα Μαριάμ, καὶ ἴδε εὐσπλάγχνως, τοὺς Εἰκόνι Σου τῇ σεπτῇ, παρεστῶτας Κόρη, καὶ Σὲ παρακαλοῦντας, καὶ πλήρωσον αἰτήσεις, τούτων Πανύμνητε. Τί ἀνταποδώσωμεν οἱ οἰκτροί, δοῦλοί Σου Παρθένε, ἀντὶ χάριτος τῆς πολλῆς, ἥνπερ ἐπεδείξω, ἡμῖν τοῖς κετημένοις, Εἰκόνα Σου τὴν θείαν, πλοῦτον οὐράνιον. Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, Σὰς ἀχράντου χεῖρας, αἷς ἐβάστασας τὸν Θεόν, ἆρον ὡς Υἱόν Σου, χάριτι καὶ δυνάμει, Εἰκόνος Σου τῆς θείας, τοῦ οἰκτειρῆσαι ἡμᾶς. [10]

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα. Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα. Καί νῦν. Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ Σῇ κραταιᾷ προστασίᾳ, καὶ τὴν Εἰκόνα Σου, χάριν τε καὶ ἔλεος, ἡμῖν πηγάζουσαν, μετὰ φόβου καὶ πίστεως, ἁγνὴ προσκυνοῦντας, σῷζε Πορταΐτισσα, πάσης στενώσεως, πάσης προσβολῆς ἐναντίας, καὶ ὀδυνηρῶν συμπτωμάτων, καὶ τῶν ἐν τῷ βίῳ περιστάσεων. [11]

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. [12]