9 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

Σχετικά έγγραφα
Τῌ Θ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Ἡ σύλληψις τῆς ἁγίας Ἄννης, τῆς Μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων.

Τῌ Θ ΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Σύλληψις τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

25 ΙΟΥΛΙΟΥ Μνήμη τῆσ Κοιμήςεωσ τῆσ Ἁγίασ Ἄννησ, μητρὸσ τῆσ Ὑπεραγίασ Θεοτόκου.

09 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ Ι Λουκᾶ. Ἦχος γ. Ἑωθινὸν Ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Ὅτι σὸν τὸ κράτος. ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ὁ α χορὸς Καὶ νῦν...τὸ προεόρτιον ἦχος β'

8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙ- ΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Ηχος πλ. β, ἑωθινὸν δ

23 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

ὁ β χορός Δόξα Πατρί...Καὶ νῦν... Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς,

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις. Ἦχος α.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

8 ΕΠΣΕΜΒΡΙΟΤ Σὸ Γεμέθλιξμ σῆρ Ὑοεπαγίαρ Δεςοξίμηρ ἡμῶμ Θεξσόκξτ καὶ ἀειοαπθέμξτ Μαπίαρ.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

Ηχος πλ. δ, ἑωθινὸν θ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

+ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ +Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

31 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

23 ΣΕΠΤΕΜΒΡΙΟΥ ἡ σύλληψις τοῦ Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου ὁ ἥλιος εἰσέρχεται εἰς τὸν Ζυγόν. Ἀρχὴ τοῦ φθινοπώρου.

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

17 ΔEKEMΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ (ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ)

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

Τῇ ΚΔ Σεπτεμβρίου ἀνάμνησης ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

14 ΑΥΓΟΥΣΤΟΥ Προεόρτια τῆς κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, Μιχαίου τοῦ προφήτου (η π.χ. αἰ.). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

+Κυριακὴ Α τῶμ Νηστειῶμ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΟΚΤΩΒΡΙΟΥ 2012 Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ..

Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

25 ΜΑΡΤΙΟΥ 2016 Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

ΠΕΜΠΤΗ, 31 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Ἀπόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ῥωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου (δ αἰ.).

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

14 ΑΥΓΟΥΣΤΟΥ ὁ α χορὸς. Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ' Ταχὺ προκατάλαβε

Θε ος Κυ ρι ος και ε πε φα νεν η µιν

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

+Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

+Κυπιακῇ ΣΤ ἑβδξμάδξρ Ματθαίξυ +Μμήμη τξῦ Ἁγίξυ καὶ ἐμδόνξυ Μεγαλξμάπτυπξρ Ππξκξοίξυ.

10 ΕΠΣΕΜΒΡΙΟΤ Ἦχος πλ. α - Ἑωθινὸν Γ

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

17 ΜΑΡΤΙΟΥ Κυριακὴ Α τῶμ Νηστειῶμ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ) Ἦχος α Ἑωθιμὸμ Θ. ἐν ᾗ ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καί σεπτῶν Εἰκόνων

1 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ Η- ΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. + Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

13 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Transcript:

9 ΔΕΚΕΜΒΡΙΟΥ 2015 + Η σύλληψις τῆς ἁγίας Αννης τῆς μητρὸς τῆς Θεοτόκου ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ἐν Κύπρῳ ἱ. ναοῦ τοῦ ἁγ. Ιωάννου τοῦ Χρυσοστόμου (ἐν ἔτει 1091). Αννης τῆς μητρὸς Σαμουὴλ τοῦ προφήτου (1160 π.χ.). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... 1

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον. Ἦχος δ. Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται, τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ' ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι' Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Δόξα Πατρί... Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται... Καὶ νῦν... Τῶν Ἐγκαινίων Ὁ αὐτὸς Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ Ἁγίου Σκηνώματος τῆς δόξης σου Κύριε Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, διὰ τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα Ἦχος α' Χορὸς Ἀγγελικὸς Ὁ νέος Οὐρανός, ἐν κοιλίᾳ τῆς Ἄννης, τεκταίνεται Θεοῦ, παντουργοῦ ἐπινεύσει, ἐξ οὗ καὶ ἐπέλαμψεν, ὁ ἀνέσπερος Ἥλιος, κόσμον ἅπαντα, φωταγωγῶν ταῖς ἀκτῖσι, τῆς Θεότητος, ὑπερβολῇ εὐσπλαγχνίας, ὁ μόνος φιλάνθρωπος. Δόξα Πατρί... Καὶ νῦν...ὅμοιον 2

Χορὸς προφητικός, προεκήρυξε πάλαι, τὴν ἄμωμον ἁγνήν, καὶ θεόπαιδα Κόρην, ἣν Ἄννα συνέλαβε, στεῖρα οὖσα καὶ ἄγονος, ταύτην σήμερον, ἀγαλλιάσει καρδίας, μακαρίσωμεν, οἱ δι' αὐτῆς σεσωσμένοι, ὡς μόνην πανάμωμον. Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα Ἦχος δ' Ταχὺ προκατάλαβε Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα σκίρτησον, ξηρὰ γὰρ καὶ ἄνικμος, γῆ ἀνεβλάστησε, καρπὸν εὐθαλέστατον, τὴν ἀνθήσασαν κόσμῳ, στάχυν ἀθανασίας, καὶ τὸ ὄνειδος ἅπαν, ἤρθη τῆς ἀτεκνίας Μεθ' ὧν συνευφρανθῶμεν, χαίροντες σήμερον. Δόξα... Καὶ νῦν... Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ Ἀναβόησον Δαυΐδ, τί ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον, ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη Βασιλεύς, ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. Καὶ εὐθὺς ὁ Ν' ψαλμὸς (χύμα) ΚΑΝΟΝΕΣ Οἱ Κανόνες τῶν Ἐγκαινίων, καὶ τῆς Ἁγίας Ἄννης δύω. Ὁ Κανὼν τῶν Ἐγκαινίων Ἰωάννου Μοναχοῦ. ᾠδὴ α' Ἦχος δ' Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος. Ὁ στύλῳ, καθοδηγῶν τὸ πρότερον, τὸν σὸν λαὸν Ἰσραήλ, διὰ λουτροῦ βαπτίσματος Χριστέ, ἐν Σιὼν κατεφύτευσας, τὴν Ἐκκλησίαν κράζουσαν ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. Σήμερον, τῆς ἀπροσίτου δόξης σου, ἡ ἐπιφοίτησις, τὸν ἐπὶ γῆς παγέντα σοι Ναόν, οὐρανὸν κατεσκεύασεν, ἐν ᾧ συμφώνως ψάλλομεν ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. Οὐ Νόμῳ ἡ Ἐκκλησία Κύριε, ἐγκαλλωπίζεται, οὐ δουλικῶν ἐκτάσεσι χειρῶν, τοῦ Σταυροῦ δὲ τῇ χάριτι, ἐγκαυχωμένη ψάλλει σοι ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν. 3

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα. Κανὼν τῆς Ἁγίας Ἄννης Ἀνδρέου Κρήτης. ᾠδὴ α' Ἦχος α' ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες Τὴν Σύλληψιν σήμερον, θεόφρον Ἄννα, τὴν σὴν ἑορτάζομεν, ὅτι τὴν χωρήσασαν, τὸν μηδαμοῦ χωρητόν, συνέλαβες στειρωτικῶν, ἀπολυθεῖσα δεσμῶν. Δικαίων ἐπήκουσας, τὰς ἱκεσίας, Ἁγίων ἐπλήρωσας, τὰς ἐντεύξεις Κύριε, τῶν προπατόρων σου, καὶ τούτοις δέδωκας καρπόν, τὴν σὲ τεκοῦσαν Ἁγνήν. Ἡ Ἄννα ἡ ἔνδοξος, νῦν συλλαμβάνει, Ἁγνὴν τὴν τὸν ἄσαρκον, συλλαβοῦσαν Κύριον, τὸν ὑπεράγαθον, καὶ τίκτειν μέλλει τὴν σαρκί, μέλλουσαν τίκτειν Χριστόν. Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Τὸ Ὄρος τὸ ἅγιον, ὅπερ προεῖδε, Προφήτης ἐν Πνεύματι, ἐξ οὗ λίθος τέτμηται, τοὺς τῶν εἰδώλων βωμούς, συντρίψας σθένει θεϊκῷ, σὺ εἶ Παρθένε Ἁγνή. Ἕτερος Κανὼν τῆς Ἁγίας Ἄννης, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων. Ἡ τὴν χαρὰν τέξουσα, τίκτεται κόρη. Ἐν δὲ τοῖς Θεοτοκίοις. Γεωργίου. ᾠδὴ α' Ἦχος β' Ἐν βυθῷ κατέστρωσε ποτέ Ἡ τοῦ κόσμου σήμερον χαρά, λόγῳ προκηρύττεται, καὶ μητρικὰς ὀδύνας εἰς εὐφρόσυνον, χαρμονὴν μεθίστησι, καὶ πολύτεκνον, τὴν τῆς φύσεως στείρωσιν, ἔσεσθαι μηνύει, ἔργοις τοῖς τῆς χάριτος πληθύνουσαν. Τὸ τερπνὸν παλάτιον Χριστοῦ, ὁ εὐρυχωρότατος, τῶν οὐρανῶν οὐρανὸς ὁ ὑπέρτερος, σήμερον εἰσδέχεται, δι' ἐντεύξεως, τὴν βάσιν τῆς ὑπάρξεως, τῆς ἐπαγγελίας ἐχούσης, ἀσάλευτον τὴν ἔκβασιν. Δόξα Πατρί... 4

Ἡ πορφύρα σήμερον Χριστοῦ, λαμπρῶς καταγγέλλεται, ἐκ στειρευούσης ὑφανθήσεσθαι χάριτι, νηδύος ἡ ἄσπιλος, ἐξ ἧς φορέσας ὁ Βασιλεὺς τῆς κτίσεως, φύσιν τήν βροτείαν, κόσμῳ ὡραιότατος ὀφθήσεται. Καὶ νῦν... Θεοτοκίον Γηγενῶν ἡ φύσις ἐπὶ σοί, μόνη πανυπέρτατε, θεοπρεπῶς, ἐγκαυχωμένη Δέσποινα, χαίρει καὶ κηρύττει σου, τὰ παράδοξα τῆς ἁγνείας τεράστια, καὶ ἐν εὐφροσύνῃ ᾄδουσα, δοξάζει σε Θεόνυμφε. Τῶν Ἐγκαινίων ᾠδὴ γ' Εὐφραίνεται ἐπὶ σοι, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Εὐφραίνεται ἐπὶ σοι, Ἡγίασας ἐπὶ γῆς, τὴν Ἐκκλησίαν σου Χριστὲ Πνεύματι, χρίσας αὐτὴν σήμερον, τῆς ἀγαλλιάσεως ἔλαιον. Ἀνέδειξας Ἀγαθέ, τὴν χειροποίητον σκηνὴν σήμερον, τῆς ὑπὲρ νοῦν δόξης σου, οἰκονομικῶς οἰκητήριον. Θεμέλιόν σε Χριστέ, ἡ Ἐκκλησία ἀρραγὲς ἔχουσα, τῷ σῷ Σταυρῷ στέφεται, ὡς βασιλικῷ διαδήματι. Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας ὅθεν σοι τὸ χαῖρε κραυγάζομεν. Τῆς Ἁγίας Στερεωθήτω ἡ καρδία μου Καρπὸν κοιλίας εἰ παράσχοις μοι, ἀνεβόα Ἄννα πρὸς Κύριον, μεγαλυνθήσομαι καὶ σοί, τοῦτον προσαναθήσομαι διὰ τοῦτο συλλαμβάνει, τὴν ἁγνὴν Θεομήτορα. Ἐν παραδείσῳ εὐχομένης σου, τῆς φωνῆς ἀκούει ὁ Ὑψιστος, Ἄννα θεόφρον καὶ καρπόν, τῇ κοιλίᾳ σου δίδωσι, Παραδείσου τὴν ἀνοίξασαν, τὴν θύραν τῆς χάριτος. 5

Τὰ κατὰ νόμον ἐκτελέσασα, καὶ Θεῷ ἀμέμπτως δουλεύσασα, κυοφορεῖς τὴν ἀληθῆ, νομοδότην κυήσασαν, Ἄννα πάνσεμνε διό σε οἱ πιστοὶ μακαρίζομεν. Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια. Ἕτερος τῆς Ἁγίας Ἐξήνθησεν ἡ ἔρημος Ῥανάτωσαν εὐφρόσυνον, αἱ νεφέλαι σήμερον, τὸν γλυκασμὸν τοῖς πέρασιν ἡ Νεφέλη ἰδοὺ γὰρ τίκτεται, ἐξ ἧς τὸ τῆς ζωῆς μου ὕδωρ βλύσει Χριστός. Ἀνοίγονται τῆς χάριτος, τὰ ταμεῖα σήμερον, ὁ προκηρύσσων Ἄγγελος, ἀνεβόα Ἄννης τὴν Σύλληψιν ἰδοὺ γὰρ σὺ τὴν Πόλιν ἀποτίκτεις Θεοῦ. Δόξα Πατρί... Νενέκρωται ἡ φύσις μέν, τῶν ἀνθρώπων πρότερον, νῦν δὲ ζωῆς τὰ σύμβολα, τῇ Συλλήψει τῆς Ἄννης δέχεται ἀκάρπου γὰρ ῥίζης ἄρτι φύεται. Καὶ νῦν...θεοτοκίον Ὡς ἄνθρακα φλογίζοντα, ἁμαρτίας Ἄχραντε, τὸν σαρκωθέντα Κύριον, ὑπὲρ φύσιν ἐκ σοῦ δεχόμενοι, τοῦ πλήθους τῶν πταισμάτων καθαιρόμεθα. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Κοντάκιον τῶν Ἐγκαινίων (χῦμα) Ἦχος β' Τοὺς ἀσφαλεῖς Ἐγκαινισμὸν ἐν ταῖς καρδίαις Πνεύματος, καὶ φωτισμὸν ἐν τοῖς ἐγκάτοις καίνισον, τοῖς ἐν πίστει ἐκτελοῦσι τὰ Ἐγκαίνια, τοῦ οἴκου καὶ Ναοῦ σου οὗ ηὐδόκησας, κτισθῆναι ἐν τῷ σῷ θείῳ ὀνόματι, ὁ μόνος ἐν Ἁγίοις δοξαζόμενος. Ὁ Οἶκος Μνήμην τελῶν τῶν Ἐγκαινίων ὁ σοφώτατος πάλαι Σολομών, τῷ Θεῷ ἀλόγων ζώων προσέφερεν ὁλοκαυτώματα καὶ θυσίας ὅτε δὲ νῦν ἡ ἀλήθεια καὶ ἡ χάρις ἦλθεν ἐν γῇ, τὰς θυσίας εὐθὺς μετεποίησε θύσας γὰρ θυσίαν, εἰς σωτηρίαν τὴν ἡμῶν ἑαυτὸν ὡς Φιλάνθρωπος, τὴν Ἐκκλησίαν ἡγίασε, καὶ ἀσάλευτον ταύτην ἀνέδειξεν, ὁ μόνος ἐν Ἁγίοις δοξαζόμενος. Κάθισμα τῆς Ἁγίας Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ Εὐλογίας ἀπαρχήν, τῆς ἀκαρπίας τῷ βλαστῷ, ἐδωρήσω Ἀγαθέ, Ἄννη βοώσῃ δι' εὐχῆς. Σὺ μεταπλάττεις τὰς φύσεις τῶν ἐν γενέσει διό μου, ὦ Σωτήρ, νενεκρωμένην αὐτήν, τὴν φύσιν ὡς Θεός, πάλιν καινούργησον, ἵνα καρπὸν προσάξω σοι, βοῶσα, τῷ παντεπόπτῃ καὶ Κτίστῃ μου. Σοὶ δόξα πρέπει, Θεὲ τῶν ὅλων, καὶ μόνε Φιλάνθρωπε. 6

Δόξα Πατρί... Τῶν Ἐγκαινίων Ἦχος ὁ αὐτὸς Ταχὺ προκατάλαβε Ἐν πίστει τὰ Ἐγκαίνια, ἐπιτελοῦσι πιστοῖς, τοῦ οἴκου σου Κύριε, πέμψον ἡμῖν φωτισμόν, καὶ χάριν καὶ ἔλεος, φύλαττε δὲ καὶ τοῦτον, εἰς αἰῶνα αἰῶνος, νίκας ἐπιβραβεύων, τοῖς πιστοῖς Βασιλεῦσι, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Καὶ νῦν...τῆς Ἁγίας Ἦχος ὁ αὐτὸς Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Ἰωακεὶμ ὁ ἱερὸς καὶ ἡ Ἄννα, δῶρα προσήγαγον τοῖς πρὶν ἱερεῦσι, καὶ μὴ δεχθέντες ἄγονοι τυγχάνοντες, δέησιν προσηύξαντο, τῷ Δοτῆρι τῶν ὅλων, καὶ τῆς προσευχῆς αὐτῶν, ἐπακούσας δωρεῖται, τούτοις τὴν ὄντως πύλην τῆς ζωῆς......ἧς τὴν Ἁγίαν τιμήσωμεν Σύλληψιν. Τῶν Ἐγκαινίων ᾠδὴ δ' Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα Δόξα τῇ δυνάμει σου Κύριε. Ἐπαρθέντα σε ἰδοῦσα.. Οὐκ ἐν θύμασιν ἀλόγων ἡ Ἐκκλησία, ἀλλὰ τῷ σῷ τιμίῳ, ἐκ πλευρᾶς ζωηφόρου, αἵματι ῥαντίζεται, εἰκότως κραυγάζουσα Δόξα τῇ δυνάμει σου Κύριε. Τὰ σκηνώματα Κυρίου ἠγαπημένα, τοῖς κατιδεῖν ποθοῦσιν ἀνακεκαλυμμένως, τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, συμφώνως καὶ κράζουσι Δόξα τῇ δυνάμει σου Κύριε. Εἰκονίζουσα τὴν χάριν ἡ Ἐκκλησία, τοῦ ἐκλεκτοῦ λαοῦ σου τὸ πολύτιμον μύρον, σήμερον ἀλείφεται τὴν θείαν τοῦ Πνεύματος, χάριν ἀοράτως λαμβάνουσα. Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρε σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν. Τῆς Ἁγίας Ἐν Πνεύματι προβλέπων 7

Ὢ θείας ἀγγελίας! ὢ ξένης λαλιᾶς! εἰ κἀγὼ συλλήψομαι, Ἀγγέλου πρὸς αὐτήν, ἀποσταλέντος, ἡ Ἄννα ἐκπληττομένη, μεγαλοφώνως ἀνεβόα Τῷ Θεῷ μου, δόξα τῷ ποιοῦντι παράδοξα. Συγχάρητέ μοι πᾶσαι, φυλαὶ τοῦ Ἰσραήλ, ἐν γαστρὶ συνέλαβον, τὸν νέον Οὐρανόν, ἐξ οὗ τὸ ἄστρον ἀνατελεῖ μέτ' ὀλίγον, τῆς σωτηρίας Ἰησοῦς ὁ φωτοδότης, Ἄννα γηθομένη ἐκραύγαζεν. Ὑπήκουσε τῆς Ἄννης, Θεὸς τοὺς στεναγμούς, καὶ προσέσχε Κύριος, δεήσει τῇ αὐτῆς, καὶ ἀτεκνίας τὸ νέφος διασκεδάσας, φωτὶ αὐγάζει εὐτεκνίας παραδόξως ὅθεν συλλαμβάνει τὴν μόνην Ἁγνήν. Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Παρθένε Θεοτόκε, ἀμόλυντε Σκηνή, μολυνθέντα πταίσματι καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου καθαρωτάταις ῥανίσι, καὶ δὸς μοι χεῖρα βοηθείας, ϊνα κράζω Δόξα σοι, Ἁγνὴ θεοδόξαστε. Ἕτερος τῆς Ἁγίας Ἐλήλυθας ἐκ Παρθένου Τὸ κάλυμμα, τοῦ σκιώδους διαίρεται σήμερον, Νόμου καὶ τῆς χάριτος, ἡ εὐλογία προκύπτουσα, λάμπει τηλαυγέστατα, τῇ προκηρύξει τοῦ τόκου τῆς θεόπαιδος. Ἐλήλυθεν, οὐρανόθεν μηνύων ὁ Ἄγγελος, Ἄννῃ τὰ προοίμια, τῆς παγκοσμίου χαρᾶς ἐμφανῶς, λέγων Τῆς δεήσεως ὑπὲρ ἐλπίδα εἰσδέχου τὴν ἐκπλήρωσιν. Δόξα Πατρί... Ξηραίνεσθαι, τῆς κακίας τὰ ῥεύματα ἄρχεται, καὶ βρύειν τῆς χάριτος, οἱ ποταμοὶ διευθύνονται, σήμερον τοῦ τόκου σου, κηρυττομένου Παρθένε πανυπέραγνε. Καὶ νῦν... Θεοτοκίον Ῥητόρων σε, κατ' ἀξίαν γεραίρειν Πανύμνητε, γλῶσσαι αἱ πολύφθογγοι, ἀμηχανοῦσαι συστέλλονται, φόβῳ δὲ τὰ θαύματα......καὶ σιωπῇ εὐφημοῦσαι μεγαλύνουσι. Τῶν Ἐγκαινίων ᾠδὴ ε' Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. Σὺ Κύριέ μου φῶς 8

Σὺ πάλαι ἐν Σινᾷ, σκηνὴν ἀχειροποίητον, ὑπέδειξας τῷ θεόπτῃ, Μωϋσεῖ διαγράφων, Χριστὲ τὴν Ἐκκλησίαν σου. Σὺ Κύριε σκηνήν, ἐπὶ γῆς κατεσκεύασας, ἣ τάξεσιν οὐρανίαις, τῶν βροτῶν τὰς χορείας, συνάπτει τῇ δυνάμει σου. Σὲ Κύριε πηγήν, τῆς ζωῆς ἐπιστάμεθα, σὺ Ἅγιε τὴν εἰρήνην, ἐλθὼν εὐηγγελίσω, Χριστὲ τῇ Ἐκκλησίᾳ σου. Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα. Τῆς Ἁγίας Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Ἐκ ῥίζης ἡ βλαστήσασα, Δαυΐδ καὶ Ἰεσσαί, Ἄννα νῦν βλαστάνειν ἀπάρχεται, τὴν θείαν ῥάβδον τὴν βλαστήσασαν, τὸ μυστικὸν ἄνθος, Χριστὸν τὸν πάντων Κτίστην. Ἐκ ῥίζης ἡ βλαστήσασα... Μητέρα γενομένην με, ἡ Ἄννα ἐκβοᾷ, ὄψονται λαοὶ καὶ θαυμάσουσιν ἰδοὺ γὰρ κύω ὡς ηὐδόκησεν, ὁ τὰ δεσμὰ λύσας, τὰ τῆς στειρώσεώς μου. Νεᾶνιν ἣν συνέλαβον, ἐγὼ Προφητικαί, πόρρωθεν φωναὶ προκατήγγειλαν, Ὄρος καὶ Πύλην ἀδιόδευτον, περιχαρῶς Ἄννα, ἐβόα τοῖς παροῦσιν. Ἕτερος τῆς Ἁγίας Μεσίτης Θεοῦ Ὁ τόμος Θεοῦ, δι' ἀγγέλου σήμερον κηρύττεται, ἐν ᾧ περ ὁ σύνθρονος, Λόγος τοῦ Πατρὸς νῦν ἐγγραφήσεται, καὶ πιστοὺς ἐν τῇ Βίβλῳ, ἐγγράψει τῆς χρηστότητος. Ὑμνοῦσι νυνί, τοῦ ξένου μηνύματος τὴν δόξαν τρανῶς, οἱ δίκαιοι πλέκοντες, τὴν εὐχαριστήριόν σοι αἴνεσιν, τῷ τὴν χάριν τοῦ τόκου, δι' εὐχῆς ἐκπληρώσαντι. 9

Δόξα Πατρί... Σοφίας Θεοῦ, κεκρυμμένης σήμερον δηλοῦται ἡμῖν, ἀληθῶς μυστήρια, καταγγελλομένης τῆς Συλλήψεως, τῆς ἀχράντου Παρθένου, καὶ μόνης Θεομήτορος. Καὶ νῦν... Θεοτοκίον Γαλήνην πιστοί, καὶ λιμένα ἔχοντες Παρθένε ἁγνή, τὴν σκέπην σου πάντοτε, τὰς ἐπαναστάσεις τὰς τῶν θλίψεων, ἀποφεύγομεν πάσας......ἐπὶ σοὶ ὁρμιζόμενοι. Τῶν Ἐγκαινίων ᾠδὴ ς' Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. Θύσω σοι. Τοῦ κάλλους, ὁ Βασιλεὺς Χριστὸς ἐπεθύμησε, τῆς ἐκλεκτῆς Ἐκκλησίας, καὶ Ἐθνῶν μητέρα ἀπέδειξεν, ἐκ δουλείας, υἱοθετουμένων διὰ τοῦ Πνεύματος. Φρίττουσι, τῶν δυσμενῶν δαιμόνων αἱ φάλαγγες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τοῦ Σταυροῦ τῷ τύπῳ σημειουμένην, καὶ σκιάζει, ἡ ἁγιαστικὴ τοῦ Πνεύματος ἔλλαμψις. Οὐ ψάμμον, ἀλλά Χριστὸν θεμέλιον ἔχουσα, ἡ ἐξ' Ἐθνῶν Ἐκκλησία, στεφανοῦται, κάλλει τῷ ἀπροσίτῳ, καὶ τῇ αἴγλῃ τῆς βασιλείας ἐγκαλλωπίζεται. Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέχοντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε. Τῆς Ἁγίας Τὸν Προφήτην Ἰωνᾶν Πῶς χορεῖται ἐν γαστρί, ἡ χωρήσασα τὸν Θεόν; πῶς γεννᾶται τὸν Χριστόν, ἡ γεννήσασα σαρκὶ; θηλάζει δέ, πῶς ἡ τὸν Κτίστην γάλα θηλάσασα; Τῆς δεήσεως ἡμῶν, ἐπακούσας ὁ Θεός, γονιμώτατον καρπόν, νῦν δεδώρηται ὑμῖν, πανεύφημοι, Ἰωακείμ τε καί, Ἄννα σήμερον. 10

Τὴν ἁγνὴν Περιστεράν, συλλαβοῦσα ἐν γαστρί, χαρμονῆς πνευματικῆς, ἐπληρώθη ἀληθῶς, προσάγουσα, χαριστηρίους ᾠδὰς ἡ Ἄννα Θεῷ. Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον Τρικυμίαι λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι, βοήθησόν μοι ἁγία Δέσποινα. Ἕτερος τῆς Ἁγίας Ἐν ἀβύσσῳ πταισμάτων Ἀγαλλέσθῳ φαιδρῶς ἡ προμήτωρ ἡμῶν σήμερον γὰρ δέχεται, χαρᾶς μηνύματα, τὴν λύπην ἀπωθούμενα, τῇ Συλλήψει τῆς μόνης θεόπαιδος. Τὸ τῆς δόξης διάδημα πλέκεται, καὶ ἡ ἁλουργὶς ἡ βασίλειος σήμερον, ὑπὲρ ἐλπίδα ἅπασαν, ἐν νηδὺϊ ἀκάρπῳ ὑφαίνεται. Δόξα Πατρί... Ἰδοὺ πᾶσα ἡ κτίσις γεραίρει σου, τὰ ὑπερφυῆ καὶ μεγάλα μυστήρια σὺ γὰρ ὑπάρχεις Δέσποινα, καὶ βροτῶν καὶ Ἀγγέλων τεράστιον. Καὶ νῦν... Θεοτοκίον Ἰδοὺ θείων χαρίτων πηγὴ νοητή, δι' ἐπαγγελίας τοῦ Κτίστου καὶ χάριτος, ἀναστομοῦσθαι ἄρχεται, ἐν ἀνίκμῳ νηδύϊ ἐκβλύζουσα. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεύς... Κοντάκιον τῆς Ἁγ. Ἄννης Ἦχος δ' Ἐπεφάνης σήμερον Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐν Θεῷ καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν. Ὁ Οἶκος Σὺ ὁ τῇ Σάρρᾳ δοὺς ποτέ, ἐν γήρᾳ βαθυτάτῳ, τῇ σῇ ἐπιστασίᾳ, καὶ ἐν ἐπαγγελίᾳ υἱὸν τὸν μέγαν, Ἰσαὰκ σὺ ὁ διανοίξας τὴν στειρεύουσαν νηδὺν τῆς Ἄννης, Παντοδύναμε, μητρὸς Σαμουὴλ τοῦ Προφήτου σου, καὶ νῦν ἐπιδὼν ἐπ' ἐμέ, δέξαι μου τὰς δεήσεις, καὶ πλήρωσόν μου τὰς αἰτήσεις, ἐβόα ἐν κλαυθμῷ ἡ σώφρων Ἄννα καὶ στεῖρα, καὶ ἐπήκουσεν αὐτῆς ὁ εὐεργέτης. Ὅθεν ἐν χαρᾷ συνέλαβε τὴν Παρθένον, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν. Συναξάριον Τῇ Θ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου. Στίχοι Οὐχ ὥσπερ Εὔα καὶ σὺ τίκτεις ἐν λύπαις. Χαρὰν γὰρ Ἄννα ἔνδον κοιλίας φέρεις. Τῇ δ' ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα. 11

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Προφήτιδος Ἄννης, τῆς μητρὸς Σαμουηλ τοῦ Προφήτου. Στίχοι Τὶ σοι ἐπαινέσειεν, Ἄννα, τις πλέον; Τὸ καρτερόφρον ἢ τὸ τῆς εὐτεκνίας; Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ νεολαμποῦς, τοῦ ἐν τῷ Ἁγίῳ Ἀντίπα κειμένου. Στίχοι Ἐξήγαγες γῆς τὸν στέφανον καὶ βίου Στέφει δὲ δόξης ἐστεφάνωσας Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σωσιθέου, Ναρσοῦ καὶ Ἰσαάκ, διὰ ξίφους τελειωθέντων. Στίχοι Σωσίθεον σωθεῖσιν ἐγγράφει λόγος, Ὑπὲρ Θεοῦ σῴζοντος ἐκτετμημένον. Πέρσης κάραν σοι, Χριστέ, Ναρσῆς προσφέρει, Κρεῖττόν γε δῶρον σμυρνοχρυσολιβάνου. Πάθους τὸ λεῖπον Ἰσαὰκ Σάρρας τέκνου, Σφαγεὶς ἀνεπλήρωσεν Ἰσαὰκ νέος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ ᾠδὴ α Ἦχος α Χριστὸς γεννᾶται, δοξάσατε Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται. ὁ β χορὸς ᾠδὴ γ Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε. ὁ β χορὸς ᾠδὴ δ Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δαςέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός Δόξα τῇ δυνάμει σου, Κύριε. ᾠδὴ ε 12

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν ὅθεν θεογνωςίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. ὁ β χορὸς ᾠδὴ ς Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον. ᾠδὴ ζ Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ. ὁ β χορὸς ᾠδὴ η Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν... 13

Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐξαποστειλάριον τῶν ἐγκαινίων Ἐν πνεύματι τῷ Ἱερῷ Ἣν τῷ ἀχράντῳ αἵματι, ἐξηγόρασας Λόγε, πανθαύμαστον καὶ πάντιμον, καὶ σεπτὴν Ἐκκλησίαν, ἐγκαίνισον ἐν Πνεύματι, Ἀγαθὲ καὶ κάλλυνον, ἀκτῖσι ταῖς θειοτάταις, ὁ τῇ δόξῃ δοξάζων, τοὺς ἀξίως σοῦ Ναοῦ, Ἐγκαίνια ἐκτελοῦντας. Τῆς Ἁγίας Ἄννης, ὅμοιον Εἰσήκουσε τοῦ στεναγμοῦ, τοῦ τῆς σώφρονος Ἄννης, ὁ Κύριος ὡς εὔσπλαγχνος, καὶ παρέσχετο ταύτη, τὴν μόνην ἀπειρόγαμον, τὴν τὸ φῶς ἐκλάμψασαν, τοῖς πέρασιν ἀπορρήτως, ἣν ὁ θεῖος καὶ κλεινός, καθορῶν Ἰωακείμ, ἠγάσθη καὶ ἐγεγήθει. Ἕτερον Ὁ οὐρανὸν τοῖς ἄστροις Ἡ τοῦ Θεοῦ σοφία, οἰκοδομεῖ τὸν ἑαυτῆς, οἶκον ἐκ στείρας νηδύος, τὴν Θεοτόκον Μαριάμ, ἣν μακαρίσωμεν πᾶσαι......αἱ γενεαὶ κατὰ χρέος. ΑΙΝΟΙ Ἦχος α Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Πανεύφημοι Μάρτυρες 14

Προσευχῆς πανάγιος ναός, Κόρη ἐχρημάτισας καί ἐδωρήθης θεόσδοτον, Κόρη πανάμωμε, δῶρον τοῖς δικαίοις. διό καί ἠξίωσαι πανάγιον καρπόν τόν Θεόν ἡμῶν ἁγίως δέξασθαι καί τεκεῖν ἡμῶν εἰς λύτρωσιν. τήν σήν ὅθεν τιμῶμεν νῦν σύλληψιν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Προσευχῆς πανάγιος ναός,. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὁ ἄναρχος Λόγος τοῦ Θεοῦ ὁ πλάσας τόν ἄνθρωπον, ὑπέρ ἀνθρώπων βουλόμενος ὁφθῆναι ἄνθρωπος, ἐξ ἀνθρώπων θείως πλαστουργεῖ σε, πάναγνε, καί ὕστερον ἐκ σοῦ σεσωμάτωται.. διό τιμῶμέν σου τήν ἐκ στείρας, Κόρη, σύλληψιν, ὡς τοῦ γένους τῶν βροτῶν ἀνάπλασιν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἡ γῆ δεξαμένη ἐκ Θεοῦ τοῦ βλαστάνειν χάρισμα, τόκον τόν σόν προϋπέγραφε καί τά θαυμάσια τά ἐν νόμω πάντα, καί σοῦ δέ ἡ σύλληψις ἐν στείρα γεγονυῗα, πανύμνητε, ἥν νῦν γεραίρομεν καί βοῶμεν ὁλοψύχως σοι. Χαῖρε κόσμου χαρά και σωτήριον. Δόξα Πατρί... Ἦχος πλ. α' τῶν Ἐγκαινίων Ὁ ἐπὶ τῶν κόλπων τῶν πατρικῶν ἐπαναπαυόμενος Λόγε, τὸ Πνεῦμά σου τὸ Ἅγιον, ἐγκαίνισον ἐν τῷ Ναῷ, τῷ εἰς τὸ ὄνομά σου ἀνεγηγερμένῳ. Καὶ νῦν... Ἦχος β' Σήμερον ἐκ ῥίζης τοῦ Δαυΐδ, βασιλικὴ Πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰωακεὶμ βλαστάνειν ἀπάρχεται, τὸ ἄνθος τὸ μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. Δοξολογία Μεγάλη εἰς ἦχον πλ.α ἢ β ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. 15

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ 16

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ ἀπολυτίκιον Ἦχος δ. Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται, τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ' ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι' Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α' Ἦχος β. Στίχ. α'. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β'. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ γ Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β' Ἦχος πλ. α' Στίχ. α', Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. β', Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Κύριος δύναμιν καὶ 17

Στίχ. γ', Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. δ. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Δόξα Πατρί... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' Στίχ α. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀπολυτίκιον. Ἦχος δ. Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται, τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ' ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι' Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Στίχ. β. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται Εἰσοδικὸν (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς......ψάλλοντάς σοι Ἀλληλούϊα. (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον. Ἦχος δ. Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται, τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ' ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι' Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Τοῦ Ναοῦ 18

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος δ' Ἐπεφάνης σήμερον Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐν Θεῷ καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν. Τρισάγιον. Ἀπόστολος Προκείμενον ἦχος δ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Στίχ.Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα Ἀδελφοί, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Τὸ δὲ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Αραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ιερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν γέγραπται γάρ, «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἀλληλούϊα ( γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν Εἶπεν ὁ Κύριος οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν ἀλλ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. Οὐ γάρ ἐστιν κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. Βλέπετε οὖν πῶς ἀκούετε ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ Μήτηρ καὶ οἱ Ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.καὶ ἀπηγγέλθη αὐτῷ, λεγόντων Η Μήτηρ σου καὶ οἱ Ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς Μήτηρ μου καὶ Ἀδελφοί μου, οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό, Ἐξαιρέτως 19

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικὸν Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). https://agioskosmasoaitolos.wordpress.com 20