Paris, Bibliothèque national de France Lat. 820. 160 v 161 v (Appendix Sagiensis Pontificale Romano-Germanici Salisburgensis s. XI.) Benedictio aquarum sanctarum Theophaniarum secundum ordinem orientalium ecclesiarum. Prologue I. Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε. Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων, ἡ ἔμφυτος ἀγαθότης, τὸ Φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου, φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν. Εὐπρόσδεκτος γενέσθω ἡ παρ ἐμοῦ δέησις διὰ τὸν παρεστῶτα λαόν, ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, Ὑπεράγαθε Prologue II. Δοξάζομέν σε Δέσποτα φιλάνθρωπε, Παντοκράτορ, προαιώνιε Βασιλεῦ. Δοξάζομέν σε τὸν Κτίστην, καὶ Δημιουργὸν τοῦ παντός. Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρός, καὶ ἀμήτορα ἐκ Πατρός ἐν γὰρ τῇ προλαβούσῃ Ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν. Poetic Todays Σήμερον γὰρ ὁ τῆς Ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς ἁγίων ἐκκλησιάζει ἡμῖν, καὶ Ἄγγελοι μετὰ ἀνθρώπων συνεορτάζουσι. Σήμερον ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ἐν εἴδει περιστερᾶς, τοῖς ὕδασιν ἐπεφοίτησε. Ecce sollemnitatis advenit nobis tempus et angeli cum hominibus epulantur et chorus sanctorum proximat nobis. Hodie gratia Sancti Spiritus sanctificans aquas nobis apparet. Hodie splendens rorem terræ superimbrificat.
Σήμερον ὁ ἄδυτος Ἥλιος ἀνέτειλε, καὶ ὁ κόσμος τῷ φωτὶ Κυρίου καταυγάζεται. Σήμερον ἡ Σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται. Σήμερον οἱ φωτοειδεῖς ἀστέρες τῇ φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι. Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι. = H Prologus II. in fine Σήμερον ὁ Ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται. Σήμερον ὁ Προφήτης καὶ Πρόδρομος τῷ Δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν. Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον ῥείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται. Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται. Σήμερον ὁ Παράδεισος ἠνέωκται τοῖς ἀνθρώποις, καὶ ὁ τῆς Δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν. Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωϋσέως τῷ λαῷ, εἰς γλυκύτητα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν. Σήμερον τοῦ σκότους ἐλυτρώθημεν, καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. Hodie sol sine occasu fit, et mundus splendescit. Hodie luna splendidissima cielo splendescit. Hodie splendidissimæ stellæ speciositatibus universum mundum illuminat. Hodie nubes pluviam iustitiæ humanitati rorem tribuunt. Hodie congregationes aquarum dorsa substernunt, vestigiis Domini. Hodie invisibilis videtur ut nos visibiles sibi faciat. Hodie inchoat Filius et Verbum Patris et coæternus Sancti Spiritus Christus mundo apparuit, et indecorum mundum decoraliter ornans clarificavit. Sumpsit enim mundi devotionem, et inimicum mundi destruxit diabolum. Sanctificavit aquarum fontes et illuminavit hominum animas. Hodie increatus per propriam creationem voluntarie manus superponitur. Hodie præcursoris desiderio hambitu ad creatorem venit, sed tremore exibuit videns Dei cumdescensionem. Hodie prophetica manus igneum verticem tangit, ut draconem qui circumdat nos demergit. Hodie inchoatus proprio famulo cervicem inclinat, ut per eum lavacrum incorruptionis nos induat. Hodie Iordanis roratio in curatione hominum reficitur. Hodie hominum offensiones aquis Iordanicis delentur. Hodie aquis chrismatis odorem habentibus universa creatura rigatur. Hodie veteri lamentatione mutati sumus, et quasi novus Israel salvati sumus. Hodie a tenebrosa nocte mutati sumus et lucidissimi diei iustitiæ iocunditatem accepimus. Hodie hu[ma]nitas de peccato liberata est, et mala species idolorum effugata. Hodie veterati aspera indumenta exspoliamus, et novas tunicas incorruptionis induimus. Hodie salsæ aquæ in dulcedine vertuntur, et per apparitionem Domini nostri.
Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν. Σήμερον λαμπαδοφεγγεῖ πᾶσα ἡ κτίσις ἄνωθεν. Σήμερον ἡ πλάνη κατήργηται, καὶ ὁδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἡ τοῦ Δεσπότου ἐπέλευσις. Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει, καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ. Σήμερον ἡ ἱερὰ καὶ μεγαλόφωνος τῶν Ὀρθοδόξων πανήγυρις ἀγάλλεται. Σήμερον ὁ Δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον. Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ. Σήμερον Βασιλείαν οὐρανῶν ὠνησάμεθα τῆς γὰρ Βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος. Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο, καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται. Hodie superiora subterioribus sermocinantur, et superiora supernis copulantur. Hodie sacra lux orthodoxorum /161r/ spiritali universorum congregatione splendescit. Hodie adventum Dei ad homines celebramus. Hodie regnum cælorum emimus cuius regni non erit finis (corr. de finix). Poetic Jordanes Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν. θεασάμενος τὸ πῦρ τῆς θεότητος, σωματικῶς κατερχόμενον, καὶ εἰσερχόμενον ἐπ αὐτόν. θεωρῶν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν εἴδει περιστερᾶς κατερχόμενον, καὶ περιϊπτάμενόν σοι. ὁρῶν τὸν Ἀόρατον ὁραθέντα, τὸν Κτίστην σαρκωθέντα, τὸν Δεσπότην ἐν δούλου μορφῇ. καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα, καὶ νεφέλαι φωνὴν ἔδωκαν, θαυμάζουσαι τὸν παραγενόμενον, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, δεσποτικὴν πανήγυριν σήμερον ἐν τῷ Ἰορδάνῃ ὁρῶντες, αὐτὸν δὲ τὸν τῆς παρακοῆς θάνατον, καὶ τὸ τῆς πλάνης κέντρον, καὶ τὸν τοῦ, ᾍδου σύνδεσμον ἐν τῷ Ἰορδάνῃ βυθίσαντα, καὶ Βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον. Ὅθεν κἀγὼ ὁ ἁμαρτωλὸς καὶ ἀνάξιος δοῦλος σου, τὰ μεγαλεῖα τῶν θαυμάτων σου διηγούμενος, συνεχόμενος φόβῳ, ἐν κατανύξει βοῶ σοι Unde nos peccatores una voce clamamus et dicimus:
Μετὰ δὲ τὴν συμπλήρωσιν, λέγει γεγονωτέρᾳ φωνῇ. Great art thou-prayer I. (Anamnesis) Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου. Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις. Σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ ἐντυγχάνει τὰ ἄστρα, σοὶ ὑπακούει τὸ φῶς, σὲ φρίττουσιν ἄβυσσοι, σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέρριν σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας Ἀγγελικαὶ Δυνάμεις σοὶ λειτουργοῦσιν οἱ τῶν, Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ κύκλῳ ἱστάμενα καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτονται. Σὺ γὰρ Θεὸς ὤν ἀπερίγραπτος, ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος οὐ γὰρ ἔφερες, Δεσπότα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν, τάς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα. Σὺ γὰρ ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθης, καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ Ἰορδάνια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας Magnus es Domine et mira opera tua, et nullus sermo sufficit ad laudem mirabiliorum tuorum. Tua enim voluntate ex nihilo ad esse fecisti universum, tua potentia continet mundum, et tua providentia regis eum. Tu ex quattuor elementis creationem coniungens paternis [coni. quaternis] temporibus circulum anni coronasti. Te tremunt intellectuales universæ virtutes. Te laudat sol. Te glorificat luna. Te adorant astra. Te contremescunt angeli. Tibi serviunt fontes. Tu extendisti cælum sicut pellem. Tu fundasti terram super aquas. Tu circumdedisti æquora arenis. Tu ad spirationem terram perfudisti. Angelicæ virtutes tibi ministrant. Archangelorum chori te adorant. Multos oculos Cherubim senas alas habentes Seraphim, in circuitu tuo astantes, et [vo]lantes timore inaccessibilis maiestatis tuæ cooperiuntur. Tu es enim Deus incircumscriptus, ininchoatus quoque et ineffabilis, venisti in terra formam servi sumpsisti, in similitudinem hominum factus es. Non enim sustinuisti Domine per viscera misericordiæ tuæ, videre a diabolo vim pati genus humanum. Sed venisti et salvasti nos. Confitemur gratia prædicamus misericordia. Non occultamus beneficium naturæ nostræ fetus liberasti virginalem. Sanctificasti vulvam in partu. Omnis creatura laudabat te quando apparuisti. Tu enim Deus noster in terra visus es, et cum hominibus conversatus es. Tu Iordanis aquas sanctificasti hodie, e cælo mittes
τὸ Πανάγιον σοῦ Πνεῦμα, καὶ τάς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο. Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, Ἀγγελικῆς ἰσχύος πεπληρωμένον, ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασμὸν οἴκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι ὕδατος καὶ Πνεύματος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁμαρτίας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁμαρτίαν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωϋσέως, τὸ γένος τῶν Ἑβραίων Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ διαρρήξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν, καὶ διψῶντα τὸν λαόν σου κορέσας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι ὕδατος καὶ πυρός, διὰ τοῦ Ἡλίου, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ. Spiritum tuum Sanctum et capita illicum nidificantium. Conteruisti draconem. Tu ergo piissime rex, adesto nunc per adventum Sancti tui Spiritus, et sancti+fica aquam istam, da ei gratiam redemptionis, be+nedictionem Iordanis fac eam incorruptionis fontem, sanctimonii munus, peccatorum absolutionem. Languorum curationem. Dæmonum interitus adversis, virtutibus inaccessibilem angelicis, virtutibus repletus, ut omnes qui hauriunt, et accipiunt de ea habeant eam ad purificationem animarum et corporum ad curationem /161v/ vitiorum, ad sanctificationem domorum, ad omnem utilitatem, aptam. Tu enim es Deus noster qui per aquam et Spiritum, renovasti vetustam naturam nostram per peccatum. Tu es Deus noster, qui per aquam delesti, sub Noe peccatum. Tu es Deus noster qui in mari rubro liberasti a servitute Pharaonis per Moysen genus Hebræorum. Tu es Deus noster, qui erupisti petram in deserto, et fluxerunt aquæ et torrentes inundaverunt, et sitientem populum tuum satiasti. Tu es Deus noster qui cum aqua et igne redemisti per Eliam, Israel ab errore Baal. Great art thou-prayer II. (Epiclesis) Αὐτὸς καὶ νῦν, Δεσπότα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Δὸς πᾶσι, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν. Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, Tu et nunc Domine sanctifica aquam istam, Spiritu tuo Sancto, et da omnibus eam tangentibus, eam accipientibus, eam utentibus sanctimoniam, benedictionem purificationem sanitatem, et salva famulos tuos
τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν. Καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ, ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον, χάρισαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ τάγματος, καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος. Ἵνα καὶ διὰ στοιχείων, καὶ διὰ Ἀγγέλων, καὶ διὰ ἀνθρώπων, καὶ διὰ ὁρωμένων, καὶ διὰ ἀοράτων, δοξάζηταί σου τὸ πανάγιον ὄνομα, σὺν τῷ Πατρί, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. fideles reges nostros, et custodi eos, sub protectione alarum tuarum in pace. Su[b]dito[s] fac eis omnes inimicos et prœliatores. Concede eis omnes quæ ad salutem sunt postulationes et vitam æternam, ut per elementa, et per homines, et per visibiles, et per invisibiles, glorificetur sanctum tuum nomen, Patris, et Filii, et Spiritus Sancti, nunc et semper et sæcula sæculorum. Amen Sacerdos: Pax omnibus. Populum: Et cum spiritu tuo. Sacerdos: Capita nostra Deo inclinemus. Populum: Tibi Domine. Sacerdos: Orat. Oratio: Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος, καὶ ἁγιάσας τὰ ὕδατα καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τῶν ἑαυτῶν αὐχένων σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα. Καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς καὶ σώματος. Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Inclina Domine aurem tuam et exaudi nos qui in Iordani baptizari dignatus es, et sanctificasti aquas: benedic et nunc omnes qui per inclinationem suarum cervicuum, annotant, servitutis figuram, et dignare nos replere sanctimoniis tuis, per aquæ huius acceptionem et fiat nobis Domine in sanitate animæ et corporis. Tu enim es sanctimonium nostrum, et tibi gloriam in supernis mittimus Patri, et Filio, et Spiritui Sancto, nunc et semper, et in sæcula sæculorum.
Ἀμήν. Populus: Amen. Et tunc mittit cruces in aquam sanctificatam. Et sic incipit primus sacerdos qui orationes istas dedit haurire aquam, et deinde omnes. Postea, evangelium: Factum est cum baptizaretur omnis populus. Postea, Te Deum laudamus.