ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

Σχετικά έγγραφα
Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος. εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος!

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ

ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Παρακλητικός Κανών είς την Υπεραγία Θεοτόκο ''Φοβερά Προστασία''

Ἀκολουθία τοῦ Μεγάλου Παρακλητικοῦ Κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίηµα τοῦ Βασιλέως Θεοδώρου Δούκα τοῦ Λασκάρεως)

Ωδή α. Ο Ειρμός. Ήχος πλ. δ Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω Λυτρωτή και Θεώ ημών άσωμεν.

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΑΥΓΟΥΣΤΟΣ 15. ΠΑΝΑΓΙΑ ΒΑΡΝΑΚΟΒΑ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΗ

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ

Ὁ Ἱερεῦς: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

χριστιανος.gr Παρακλητικός Κανών στον Άγιο Σπυρίδωνα τον Θαυματουργό Επίσκοπο Τριμυθούντος

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Παρακλητικός Κανών Αγίας Άννης

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

Παρακλητικός Κανών εις τη Παναγία Γλυκοφιλούσα

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Παρακλητικός Κανών στον Άγιο Θεόδωρο τον Τήρων

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ εἰς τήν Ὑπεραγίαν Θεοτόκον τήν ΓΟΡΓΟΕΠΗΚΟΟΝ (ποίηµα Ἁγίου Νικοδήµου τοῦ Ἁγιορείτου)

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Παρακλητικός Κανων εις τον Αρχάγγελο Μιχαήλ Πανορμίτη

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Iohannes Damascenus - De theologia

Μικρο Αποδειπνο. Το Τρισάγιον

- 1 - Π Ρ Ο Σ Ε Υ Χ Η Τ Α Ρ Ι Ο Ν ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΤΑΞΙΑΡΧΗ - ΧΟΛΟΜΩΝΤΑ - ΧΑΛΚΙΔΙΚΗΣ

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

1 1 παυλος και σιλουανος και τιμοθεος

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

Ἡ Θεία Λειτουργία τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

21 ΑΠΡΙΛΙΟΥ Ἡ ἀκολουθία ὡς ἐν τῷ Τριῳδίῳ. (τυπικὸν Τριῳδίου 63-65). Τῼ ΣΑΒΒΑΤῼ ΤΟΥ ΛΑΖΑΡΟΥ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΛΕΟΝΤΙΟΝ ΤΟΝ ΕΝ ΑΧΑΪΑ

Κυριακή 23 Ἰουνίου 2019.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

Τυπικὴ διάταξις τῆς ἀκολουθίας τοῦ Ἀποδείπνου ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

Transcript:

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

2

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ Ποίημα Ἰωσὴφ Μοναχοῦ. Ὁ ἱερεύς. Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης. Ἀμήν. Ψαλμὸς ρμβ (142). Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ῇρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. 3

4 Καὶ εὐθὺς ἐξ ἑκατέρων τῶν χορῶν. Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀ- νόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Εἶτα τὰ παρόντα τροπάρια. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ. Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα βοήθησον, ἐφ ἡμῖν σπλαγχνισθεῖσα σπεῦσον ἀπολλύμεθα, ἀπὸ πλήθους πταισμάτων μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα. Ἀπολυτίκιον Παναγίας Παντανάσσης Δόξα Πατρί... Ἦχος δ. Ταχὺ προκατάλαβε. Εἰκὼν χαριτόβρυτε τῆς Παντανάσσης σεπτή, τοὺς πόθῳ τὴν χάριν σου ἐπιζητοῦντας θερμῶς, περίσῳζε Δέσποινα. Λῦσον τὰς περιστάσεις τῶν εἰς σὲ προστρεχόντων, φρούρησον τὴν σὴν ποίμνην ἐκ παντοίων κινδύνων, τὴν ἐπικαλουμένην ἀεὶ τὴν σὴν ἀντίληψιν. Καὶ νῦν... Ἦχος ὁ αὐτός. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ. Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀ- νάξιοι εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ὁ Ἀναγνώστης (χῦμα). Ψαλμὸς Ν (50). Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν

με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔ- δωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Εἶτα ψάλλομεν τὸν Κανόνα. Ὠδὴ α. Ἦχος πλ. δ. Ὁ Εἱρμός. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Τροπάρια. Ποικίλοις ὀχλούμενοι πειρασμοῖς, πρὸς σὲ τὰς ἐλπίδας ἐπιῤῥίπτομεν τοῦ Θεοῦ, τὴν ἀείζωον μητέρα τῇ μεσιτείᾳ σου ῥῦσαι Παντάνασσα. 5

Παθῶν καὶ δαιμόνων αἱ προσβολαί, πάντοθεν κυκλοῦσι τὴν σὴν ποίμνην Μῆτερ Θεοῦ ὡς πάντων κτισμάτων ὑπερτέρα, τῇ μεσιτείᾳ σου ῥῦσαι Παντάνασσα. Δόξα Πατρί... Σωτῆρος καὶ πάντων Δημιουργοῦ, τοῦ Παμβασιλέως ὡς γεννήτρια ἀληθῶς, πᾶσι τοῖς προσφεύγουσιν ὑγείαν, τῇ μεσιτείᾳ σου δίδου Παντάνασσα. Καὶ νῦν... Νοσοῦντας τὸ σῶμα καὶ τὴν ψυχήν, ἀρωγῆς ἁπάσης καὶ ἰάσεως ταχινῆς, ἀξίωσον πάντας Θεομῆτορ, τῇ μεσιτείᾳ σου μόνη Παντάνασσα. Ὠδὴ γ. Ὁ Εἱρμός. Οὐρανίας ἀψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε. 6 Τροπάρια. Προστασία σὺ μόνη, πάντων πιστῶν πέφυκας τῇ σῇ ἀκοιμήτῳ προνοίᾳ, δεινῶν ἀπάλλαξον, τῶν συνεχόντων ἡμᾶς τὸν Βασιλέα τεκοῦσα, ἔχεις γὰρ τὸ δύνασθαι, μόνη Παντάνασσα. Ἱκεσίαν προσδέχου, τῶν ταπεινῶν δούλων σου, τῶν ἐν ἀσθενείαις παντοίαις καὶ περιστάσεσι σὺ γὰρ μεσίτρια πρὸς τὸν Υἱόν σου Παρθένε. Σῶσον ταῖς πρεσβείαις σου, μόνη Παντάνασσα. Δόξα Πατρί... Ἐλεήμονα Λόγον, τὸν τοῦ Θεοῦ τέτοκας, καὶ ἐλέους πηγήν σε πιστῶν ἀνέδειξε νῦν οὖν ἐλέησον τοὺς κακουμένους καὶ ῥῦσαι, πειρασμῶν καὶ θλίψεων μόνη Παντάνασσα. Καὶ νῦν... Χαρισμάτων ταμεῖον, τοῦ παντουργοῦ Πνεύματος, σὲ Θεογεννῆτορ Παρθένε, πάντες γινώσκομεν, καὶ σοῦ δεόμεθα, τῶν συνεχόντων σκανδάλων, ῥῦσαι τῇ πρεσβείᾳ σου μόνη Παντάνασσα

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Καὶ μνημονεύει ὁ ἱερεὺς ὑπὲρ ὧν ἡ Παράκλησις τελεῖται. Μετὰ δὲ τὴν αἴτησιν ψάλλει ὁ Πρῶτος χορὸς τὸ ἑπόμενον Κάθισμα. Ἦχος β. Τὰ ἄνω ζητῶν. Προφθάνεις ἀεὶ τῇ σκέπῃ σου Παντάνασσα, καὶ σῴζεις ἡμᾶς ἐν νόσοις καὶ κακώσεσιν, ἐκτενῶς βοῶντάς σοι Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἰαμάτων στάξον τοὺς κρουνούς, ἡ μόνη ταχέως θεραπεύουσα. Ὠδὴ δ. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα. Τροπάρια. Ἐπακούεις Παντάνασσα, ἐπικαλουμένους τὴν εὐσπλαγχνίαν σου, ἡ τὸν εὔσπλαγχνον γεννήσασα, καὶ Σωτῆρα πάντων τῶν τιμώντων σε. Τῶν μισούντων τὴν ἔφοδον, ἡ τῆς σωτηρίας μόνη ἀντίληψις, καὶ ἐπίνοιαν μετάβαλε, καὶ εἰρήνην δώρησαι Παντάνασσα. Δόξα Πατρί... Θεραπεύουσαν τάχιστα, τῶν σῶν δούλων τὰ ἀσθενήματα, ἀναπέμπομεν ἐφύμνια, οἱ γινώσκοντές σε, ὦ Παντάνασσα. 7

Καὶ νῦν... Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς θεραπείας βέβαιον ἔρεισμα, οἱ πλουτοῦντές σε Παντάνασσα, ἀῤῥωστίας πάσης ἐκλυτρούμεθα. Ὠδὴ ε. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε. Τροπάρια. Νέφη πειρασμῶν, περιέσχον με τὸν δείλαιον, τὴν σὴν ἀντίληψιν παράσχου σεμνή, τῆς σωτηρίας, ἡ κυήσασα τὸν πρόξενον. Λύτρωσαι ἁγνή, περιστάσεων τοὺς δούλους σου, ἡ τὸν Σωτῆρα Χριστὸν κυήσασα, καὶ τὴν σωτηρίαν, τοῖς αἰτοῦσί σε παρέχουσα. Δόξα Πατρί... Σβέσον τὴν πυράν, τῶν παθῶν ἡμῶν Παντάνασσα, τῷ δροσισμῷ τῆς μεσιτείας σου, ἡ Φῶς τεκοῦσα, τοῦ Πατρὸς τὸν ὁμοούσιον. Καὶ νῦν... Ἴασαι ἁγνή, τῶν πιστῶν τὰ ἀῤῥωστήματα, τῇ συμπαθῇ ἐπιστασίᾳ σου, καὶ τὴν ὑγείαν, πᾶσι δώρησαι πρεσβείαις σου. Ὠδὴ ϛ. Ὁ Εἱρμός. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ δῃ προσήγγισε καὶ δέομαι ὡς Ἰωνᾶς ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. 8 Τροπάρια. Θανάτου, καὶ τῶν δεινῶν ἀπάλλαξον, τοὺς πιστῶς αἰτοῦντάς σε Παρθένε, καὶ τῶν ἐχθρῶν τὰς ἐφόδους εἰς τέλος, ἐκ τῆς σῆς ποίμνης ἀφάνισον τάχιστα. Παντάνασσα πέλεις διό, καὶ ἰσχύεις ὡς Μήτηρ τοῦ Κτίστου σου.

Προστάτιν σε, ταχινὴν ἐπίσταμαι, καὶ σωτήριον ὄντως λιμένα, τῶν πειρασμῶν ἀπελαύνουσαν νέφη, καὶ ὀφλημάτων τὴν λύσιν βραβεύουσαν, Παντάνασσα Μῆτερ Θεοῦ, ἀπεγνωσμένων ἡ μόνη ἀντίληψις. Δόξα Πατρί... Ἐν πόνῳ, καὶ ἐν κακώσει βέβλημαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου ἀλλ ἡ τὸ λύτρον τοῦ σύμπαντος κόσμου, τὸν Θεὸν Λόγον ἡ μόνη κυήσασα, ἀνάστησόν με τῶν δεινῶν, καὶ ὑγείαν παράσχου Παντάνασσα. Καὶ νῦν... Ὡς μόνην, τῆς σωτηρίας πρόξενον, καὶ κακῶν ἀπαλλαγήν σε πλουτοῦντες, μετὰ πόθου σοι προσπίπτομεν Κόρη, καὶ τῇ προνοίᾳ σου λύσιν λαμβάνομεν. Παντάνασσα καὶ νῦν ἡμᾶς, ἐκ φθορᾶς καὶ κινδύνων ἀπάλλαξον. Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Ὁ ἱερεὺς μνημονεύει, ὡς δεδήλωται. Μετὰ δὲ τὴν ἐκφώνησιν ψάλλει ὁ Δεύτερος Χορὸς Τὸ Κοντάκιον. Ἦχος β. Προστασία τῶν χριστιανῶν. Σωτηρίας τῶν πιστῶν μόνη πρόξενος, καὶ μεσῖτις πρὸς Θεὸν ἡ ἀκοίμητος, μὴ παρίδῃς τῶν ἀσθενῶν βοώντων σοι φωνάς, ἀλλὰ λύτρωσαι ὡς συμπαθής, τῶν περιστάσεων ἡμᾶς, τοὺς πιστῶς δεομένους σου βράβευσον θεραπείαν καὶ λύτρωσαι τῶν κινδύνων, ἡ προστατεύουσα ἀεί, Θεομῆτορ τοὺς ὑμνοῦντάς σε. 9

Καὶ εὐθὺς τὸ προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ (τρίς). Στίχ. Ἄκουσον θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου. Ὁ ἱερεύς Τοῦ Κυρίου δεηθῶμεν. Ὁ ἀναγνώστης Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ χορός Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (τρίς). Ὁ ἱερεύς Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Ὁ χορός Κύριε, ἐλέησον. (τρίς). Ὁ ἱερεύς Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου Εἰρήνη πᾶσι. Ὁ χορός Καὶ τῷ πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγελίου τὸ ἀνάγνωσμα Πρόσχωμεν! Ὁ χορός Δόξα σοι, Κύριε, δόξα σοι. 10 Ὁ ἱερεύς, τὸ Εὐαγγέλιον. (Λουκᾶ α 39-49, 56) Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀ- ρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ

Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Ὁ ἀναγνώστης Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ εἶτα οἱ Χοροί Δόξα Πατρί... Ἦχος β. Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Δὸς ἡμῖν τοῖς δούλοις σου, τῇ συμπαθῇ σου προνοίᾳ, τὰ πολλὰ ἐλέη σου, καὶ δεινῶν ἀπάλλαξον μεσιτείᾳ σου μεθ ἡμῶν ἔφερες, τὸν Θεὸν Ἄχραντε, καὶ θανάτου ἠλευθέρωσας διὸ δεόμεθα, ἴασαι νοσοῦντας τοὺς δούλους σου, καὶ δώρησαι τὴν ἄφεσιν, μόνῃ μητρικῇ παῤῥησίᾳ σου λύτρωσαι κινδύνων, καὶ σῷσον τοὺς βοῶντας ἀληθῶς, χαῖρε πενθούντων παράκλησις, μετὰ σοῦ ὁ Κύριος. 11

12 Ὁ ἱερεύς Σῶσον ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν τῶν ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἁγίου τῆς ἡμέρας) καὶ πάντων σου τῶν ἁγίων, ἱκετεύομεν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Καὶ ἡμεῖς τό Κύριε, ἐλέησον, ιβ (δωδεκάκις). Ὁ ἱερεύς Ἐλέει καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, μεθ οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Χορός Ἀμήν. Καὶ τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος. ᾨδὴ ζ. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τροπάρια. Ὥσπερ ἥλιον λάμψιν, ἐν εἰκόνι σου Κόρη Θεογεννήτρια, δεικνύεις τοῖς σοῖς δούλοις, καὶ τῇ προνοίᾳ σου σῴζεις τὴν ποίμνην σου, εὐλογημένη Ἁγνή, ὡς Μήτηρ τοῦ Σωτῆρος. Θεοτόκον κυρίως, οἱ τιμῶντές σε Κόρη, ἀεὶ σῳζόμεθα, ῥυόμενοι πταισμάτων καὶ πάσης μαλακίας, καὶ ἐν πίστει κραυγάζομεν, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ. Δόξα Πατρί... Θησαυρόν τε καὶ σκέπην, καὶ φρουρὸν ἀσφαλείας, τὴν σὴν Παντάνασσα, εἰκόνα προσκυνοῦμεν, κρουνοὺς τῶν σῶν θαυμάτων, τοῖς αἰτοῦσί σε βλύζουσαν καὶ εὐλογοῦμεν ἀεὶ τὸν τόκον σου Παρθένε. Καὶ νῦν... Τῶν ψυχῶν καὶ σωμάτων, ἰατρείαν παρέχεις, μόνη Παντάνασσα, τοῖς πόθῳ προσιοῦσι, τῇ θείᾳ σου προνοίᾳ, καὶ μητρικῇ παῤῥησίᾳ σου, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα. Ὠδὴ η. Ὁ Εἱρμός. Τὸν Βασιλέα, τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Τῆς Παντανάσσης, καὶ σῆς Μητρός δεομένης, μὴ παρίδῃς Χριστέ μου τὰς πρεσβείας, ἵνα σε ὑμνῶμεν, ὡς πάντων Βασιλέα. Τοῖς ἀσθενοῦσι, τὴν ἰατρείαν παρέχεις, τοῖς πιστῶς αἰτοῦσί σε Παρθένε, καὶ δοξολογοῦσι τὸν ἄφραστόν σου τόκον. Δόξα Πατρί... Μύρον Θεῖον, ὁ Τόκος σου Παρθένε μύρου θείου πηγὴν τὴν σὴν εἰκόνα, ἔδειξε καὶ οὕτω, θαυμάτων μύρα βλύζει. 13

Καὶ νῦν... Τῶν πειρασμῶν σύ, Παρθένε τὰς νιφάδας, καὶ ἐχθρῶν τῶν μισούντων τὴν μανίαν, δίωξον καὶ σῶσον, τοὺς σὲ ὑμνολογοῦντας. Ὠδὴ θ. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες. Τροπάρια. Κυρίως ὡς αἰτίαν, ἡμῶν τῆς σωτηρίας, τῶν βροτῶν σε τὸ γένος κηρύττομεν, καὶ τοῦ Σωτῆρος τῶν ὅλων, Ἁγνή, λοχεύτριαν. Ῥανῖδας μου δακρύων, μὴ παρασιωπήσῃς, ἡ τοῦ θανάτου τὸ κέντρον συντρίψασα, τῷ τοκετῷ σου μόνη, Θεοχαρίτωτε. Χαρᾶς πάσης δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῃ, ὡς τῆς χαρᾶς τεξαμένῃ τὸ πλήρωμα τῶν λυπηρῶν πάντας ῥῦσαι, τῇ μεσιτείᾳ σου. Λιμένι σῆς πρεσβείας, τοὺς πόθῳ προσφυγόντας, σῷσον Παρθένε καὶ φρούρησον πάντοθεν, ἡ σωτηρίαν τῷ κόσμῳ, Χριστὸν κυήσασα. Δόξα Πατρί... Φωτὶ τοῦ σοῦ προσώπου, ὡς ἔλαμψας τῷ πάλαι, τοῦ σκοτασμοῦ τῶν παθῶν με ἀπάλλαξον, τὸν εὐσεβῶς Φωτοτόκον, σὲ καταγγέλλοντα. Καὶ νῦν... Κακώσεως καὶ πόνων, καὶ πάσης ἀσθενείας, τοὺς κακωθέντας ποικίλως θεράπευσον, καὶ ἐκζητοῦντας Παρθένε, τὴν προστασίαν σου. 14

Καὶ εὐθύς, τό Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Καὶ εἶτα τὰ παρόντα Μεγαλυνάρια. Πάντων ὑπερτέρα τῶν γηγενῶν, καὶ καθαρωτέρα ἀσυγκρίτως τῶν οὐρανῶν, ὡς εἰσδεξαμένη τὸ πῦρ ἐν σοὶ τὸ θεῖον, πυρφόρον θεῖον ἅρμα, Κόρη γεγένησαι. Τοῦ Παμβασιλέως τῶν οὐρανῶν, Μήτηρ οὖσα Κόρη, ὑπερέχεις ὡς ἀληθῶς, πάντων ποιημάτων, καὶ πάντες σε τιμῶμεν, Παντάνασσαν ὑμνοῦντες καὶ Θεομήτορα. Ἴδε τὴν ἀσθένειάν μου Ἁγνή, ἴδε μου τὴν θλίψιν ὦ Παντάνασσα Ἀγαθή, ἴδε μου Παρθένε τὸν πόνον τῆς καρδίας, καὶ ἄφες φιλανθρώπως τὰς ἁμαρτίας μου. Φώτισον τὸ σκότος τῶν λογισμῶν, ἐμοῦ Φωτοτόκε, δεομένου σου ἐκτενῶς, πρὶν ἢ καταλάβῃ, ὥρα με τοῦ θανάτου, καὶ ἐν φωτί με τάξον, Κόρη Παντάνασσα. Τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου. Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων μετὰ δέους τῇ Μαριάμ ὢ τοῦ ξένου τρόπου! ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σῴζων ὃν ἐπλασε. Τῆς Τιμίας Ζώνης τῆς Θεοτόκου. Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγὴ τῶν θαυμάτων, καὶ χαρίτων ὁ θησαυρός, σῶσον τοὺς σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς τὸ σκεῦος, σὺ περιζώσασα. Τῶν θαυματουργῶν Εὶκόνων. Θείαν Βηματάρισσαν τὴν σεπτήν, πάντες προσκυνοῦμεν, Ἐσφαγμένην καὶ τὰς λοιπάς, τὴν Παραμυθίαν, καὶ τὴν Ἐλαιοβρύτιν σὺν τῇ Ἀντιφωνούσῃ καὶ τὴν Παντάνασσαν. 15

Ἕτερον. Τὰς σεπτὰς εἰκόνας σου τῆς μορφῆς, τὴν Παραμυθίαν προσκυνοῦμεν καὶ τὰς λοιπάς, τὴν Ἀντιφωνοῦσαν, τὴν Πυροβοληθεῖσαν, τὴν θείαν Ἐσφαγμένην καὶ τὴν Παντάνασσαν. Τοῦ Ἁγίου Εὐδοκίμου τοῦ Βατοπαιδινοῦ. Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, σορὸν τῶν λειψάνων, καὶ τελοῦντάς σου τὴν φαιδράν, μνήμην περιφρούρει, ἀπὸ πάσης ἀνάγκης, Εὐδόκιμε τρισμάκαρ, ἀξιοθαύμαστε. Καὶ τέλος. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς. Ὁ ἀναγνώστης. Ἀμήν. Καὶ τὸ Τρισάγιον. Ἅγιος ὁ Θεός... Ὁ ἱερεύς. Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Ἀναγνώστης 16 Καὶ ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τῆς ἡμέρας, ἢ τὰ τροπάρια ταῦτα. Ἐλέησον ἡμᾶς, Κύριε ἐλέησόν ἡμᾶς πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν ἐλέησον ἡμᾶς. Δόξα Πατρί... Κύριε, ἐλέησον ἡμᾶς ἐπὶ σοὶ γὰρ πεποίθαμεν μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν ἀλλ ἐπίβλεψον καὶ νῦν

ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. Καὶ νῦν... Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσαιμεν ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων. Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν. Ἐλέησον ἡμᾶς ὁ Θεός... Ὁ ἱερεύς. (καὶ τὰ συνήθη οἱ δὲ ψάλται τὰ «Κύριε ἐλέησον»). Εἶτα ποιεῖ μικρὰν ἀπόλυσιν. Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ ἀναγνώστης Δόξα... Καὶ νῦν... Κύριε ἐλέησον (τρίς), εὐλόγησον. Ὁ ἱερεὺς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἁγίου τῆς ἡμέρας) καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Καὶ ἡμῶν ἀσπαζομένων τὴν εἰκόνα τῆς Θεοτόκου ψάλλονται τὰ παρόντα τροπάρια Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Πάντων προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου ὅθεν σοι προσπίπτομεν ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου. 17

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Ὁ ἱερεύς Δι εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ὁ Ἀναγνώστης Ἀμήν. ΔΙΣΤΙΧΟΝ Παντάνασσα Δέσποινα, ὕμνον προσδέχου, Ὃν Ἰωσήφ σοι, ἐκ καρδίας προσφέρει. 18