ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ 1/10 Ὁ Ἀπόστολος Ἀνανίας καί ὁ Ὅσιος Ρωμανός Ἀποστόλου. Ὡς ἔμπλεως χάριτος, τοῦ Τρισηλίου φωτός, τὸ σκεῦος ἐφώτισας, τῆς ἐκλογῆς τοῦ Χριστοῦ, Ἀνανία Ἀπόστολε ὅθεν ἀνακηρύξας, εὐσεβείας τὸν λόγον, ἄθλοις ἐβεβαιώσω, τὴν σωτήριον χάριν δι ἧς τοῖς σὲ εὐφημοῦσι, δίδου τὰ πρόσφορα. Ὁσίου Ρωμανοῦ. Ὡς σάλπιγξ θεόληπτος τῶν οὐρανίων ᾠδῶν, ἐνθέως ἐφαίδρυνας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς θείοις σου ᾄσμασι σὺ γὰρ τῆς Θεοτόκου, ἐμπευσθεὶς τῇ ἐλλάμψει, ἔνθεος ὑμνηπόλος, ἐγνωρίσθης ἐν κόσμῳ διό σε πόθῳ τιμῶμεν Ρωμανὲ ὅσιε. 2/10 Ὁ Ἱερομάρτυρας Κυπριανός καὶ ἡ Ἰουστίνη Θείας πίστεως, τῇ φωταυγείᾳ, σκότος ἔλιπες, τῆς ἀ- σεβείας, καὶ φωστὴρ τῆς ἀληθείας γεγένησαι ποιμαντικῶς γὰρ φαιδρύνας τὸν βίον σου, Κυπριανὲ τῇ ἀθλήσει δεδόξασαι. Πάτερ ὅσιε, τὸν Κτίστην ἡμῖν ἱλέωσαι, ὁμοῦ σὺν Ἰουστίνῃ τῇ θεόφρονι. 3/10 Ὁ Ἱερομάρτυρας ιονύσιος ὁ Ἀρεοπαγίτης Ἦχος δ. Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, ἱερομάρτυς ιονύσιε Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΑΚΟΛΟΥΘΙΑ ΣΥΝΑΞΕΩΝ ΕΣΠΕΡΙΝΟΥ 4/10 Ὁ ἅγιος Ἱερόθεος Ἐπίσκοπος Ἀθηνῶν Τοῦ Παύλου ἡλίευσαι ταῖς θεηγόροις πλοκαῖς, καὶ ὅ- λος γεγένησαι, ἱερωμένος Θεῷ, σοφὲ Ἱερόθεε σὺ γὰρ φιλοσοφίας, ταῖς ἀκτῖσιν ἐκλάμπων, ὤφθης θεολογίας, ἀκριβοῦς ὑποφήτης δι ἧς μυσταγωγούμεθα, Πάτερ τὰ κρείττονα. 5/10 Ἡ ἁγία Μάρτυς Χαριτίνη Θείᾳ χάριτι, κραταιωθεῖσα, κράτος ᾔσχυνας τῆς δυσσεβείας, Χαριτίνη ὑπὲρ φύσιν ἀθλήσασα ὅθεν χαρίτων πηγὴν ἀδαπάνητον, ὡς γλυκασμὸν ἀναβλύζεις τοῖς κράζουσι Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 6/10 Ὁ Ἀπόστολος Θωμᾶς Ὡς θεῖος Ἀπόστολος, θεολογίας κρουνούς, ἐνθέως ἐξήντλησας, ἐκ λογχονύκτου πλευρᾶς, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅθεν τῆς εὐσεβείας, κατασπείρας τὸν λόγον, ἔλαμψας ἐν Ἰνδίᾳ, ὡς ἀκτὶς οὐρανία, Θωμᾶ τῶν Ἀποστόλων, τὸ θεῖον ἀγλάϊσμα. 7/10 Οἱ Μάρτυρες Σέργιος καί Βάκχος Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Τριάδος τῆς ἁγίας ὁπλῖται τροπαιοῦχοι, ἡ λαμπρὰ δυὰς τῶν μαρτύρων ὡράθητε ἐν ἄθλοις, Σέργιος ὁ θεῖος ἀριστεύς, καὶ Βάκχος ὁ γενναῖος ἀθλητής διὰ τοῦτο δοξασθέντες περιφανῶς, προΐστασθε τῶν βοώντων δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ένεργοῦντι δι ἡμῶν, πᾶσιν ἰάματα.
ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ 8η Ἡ Ὁσία Πελαγία Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ἐξ ἀκανθῶν καθάπερ ρόδον εὐῶδες, τῇ Ἐκκλησίᾳ Πελαγία ἐδείχθης, ταῖς ἐναρέτοις πράξεσιν εὐφραίνουσα ἡμᾶς ὅθεν καὶ προσήγαγες ὡς ὀσμὴν εὐωδίας, τῷ σὲ θαυμαστώσαντι, τὸν σὸν βίον ὁσία. Ὃν ἐκδυσώπει σῴζεσθαι ἡμᾶς, παθῶν παντοίων, ψυχῆς τε καὶ σώματος. 9/10 Ὁ Ἀπόστολος Ἰάκωβος, Ἀνδρόνικος κ Ἀθανασία Τὴν χάριν τοῦ Πνεύματος, γλωσσοπυρσεύτῳ πνοῇ, ὡς θεῖος Ἀπόστολος, ὑποδεχθεὶς τῇ ψυχῇ, Ἰάκωβε ἔνδοξε, ἔλλαμψας ἐν τῷ κόσμῳ, ὡς ἀστὴρ ἑωσφόρος ἔλυσας τῶν εἰδώλων, τὴν πολύθεον νύκτα. Καὶ νῦν ἀπαύστως δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Σωφροσύνης τὴν χλαῖναν τὴν θεοΰφαντον, κατεποικίλατε χρόαις τῶν ἱερῶν ἀρετῶν, ὁμοφρόνως ἐν σπουδῇ ἄμφω ἀσκήσαντες ὅτι ὑμῶν τὴν σιωπήν, ἡ τρισάγιος ὠ- δή, ἐδέξατο ἐν ὑψίστοις, Ἀνδρόνικε σὺν τῇ θείᾳ, Ἀθανασία τῇ θεόφρονι. 10/10 Οἱ Μάρτυρες Εὐλάμπιος καὶ Εὐλαμπία Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Τῆς φύσεως θεσμῷ, συνημμένοι ἐνθέως, ὁμόψυχοι στερρῶς, ὡς ὁμαίμονες θεῖοι, αὐτάδελφοι Μάρτυρες, ἐν ἀθλήσει ὡράθητε, ὦ Εὐλάμπιε, σὺν τῇ σεμνῇ Εὐλαμπίᾳ ὅθεν στέφανον, τιμητικὸν δεδεγμένοι, ἡμᾶς διασῴζετε.
ΑΚΟΛΟΥΘΙΑ ΣΥΝΑΞΕΩΝ ΕΣΠΕΡΙΝΟΥ 11/10 Ὁ Ἀπόστολος Φίλιππος ὁ διάκονος, ὁ Ὅσιος Θεοφάνης Θείας χάριτος, πλήρης ὑπάρχων, διηκόνησας, τῇ Ἐκκλησίᾳ, ὡς ιάκονος τοῦ Λόγου ἀπόστολε θεοσημείαις δὲ θείαις χρησάμενος, τῆς Σαμαρείας τὰ πλήθη κατηύγασας. Μάκαρ Φίλιππε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Μυηθεὶς τῶν ἀγγέλων πάτερ τὸ σύντονον, θεοφανείας ἀρρήτου ἐδείχθης σάλπιγξ χρυσῆ, περιούσιον λαὸν τρέφων τοῖς λόγοις σου τῶν γὰρ πανσόφων σου ᾠδῶν, ἡ πανεύσημος μολπή, εὐφραίνει τὴν Ἐκκλησίαν, δι ἣν λαμπρῶς ἠγωνίσω, θεομακάριστε Θεόφανες. 12/10 Οἱ Μάρτυρες Πρόβος, Τάραχος καὶ Ἀνδρόνικος Ἦχος γ. Τὴν ὡραιότητα. Ἰσχὺν τὴν ἄμαχον, περιζωσάμενοι, κατεπαλαίσατε, ἐχθρῶν τὰς φάλαγγας, καὶ ἐδοξάσατε Χριστόν, ἀθλήσεως τοῖς ἀγῶσι, πρόβε παναοίδιμε, ὁ προβὰς πρὸς τὰ κρείττονα, ἔνδοξε Ἀνδρόνικε, Ἐκκλησίας ἐκνίκημα, καὶ Τάραχε πιστῶν ἡ γαλήνη ὁ τρισαυγὴς μαρτύρων δῆμος. 13/10 Οἱ Μάρτυρες Κάρπος καὶ Παπύλος Βίον ἔνθεον διαδραμόντες, Χριστοῦ ὤφθητε συγκληρονόμοι, δι ἀθλήσεως ἐχθρὸν τροπωσάμενοι, Κάρπε σοφὲ καὶ κλεινὲ Ἀγαθόδωρε, Ἀγαθονίκη καὶ Πάπυλε ἔνδοξε, θεῖοι μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 14/10 Οἱ Μάρτυρες Ναζάριος, Γερβάσιος, Προτάσιος κ Κέλσιος Ὁ Ὅσιος Κοσμᾶς Μαϊουμᾶ, Ὁσία Παρασκευή Τετράριθμον σύνταγμα, τῶν ἀθλητῶν τοῦ Χριστοῦ, Ναζάριον μέλψωμεν, σὺν Γερβασίῳ ὁμοῦ, Προτάσιον,
ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ Κέλσιον οὗτοι γὰρ τὴν Τριάδα, ἀνεκήρυξαν πᾶσι, λύσαντες δι ἀγώνων, τῶν εἰδώλων τὴν πλάνην. Αὐτῶν Χριστὲ ἱκεσίαις, πάντας ἐλέησον. Ὁσίου Οὐράνιον ἅμιλλαν, ζηλοτυπῶν ἐν σαρκί, ἐπίγειον αἴνεσιν, τῷ ἐν ὑψίστοις Θεῷ, πανσόφως συνήρμοσας σὺ γὰρ ὥσπερ κιθάρα, τῆς εὐσήμου σοφίας, ᾔνεσας ὑψηγόρως, τοῦ Σωτῆρος τὴν δόξαν. ιό σε Κοσμᾶ θεηγόρε, ὕ- μνοις γεραίρομεν. Ὁσίας Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου. Τῆς χαμαιζήλου τρυφῆς σοφῶς τὴν ἀπόλαυσιν, ὑπεριδοῦσα πρὸς θεῖα ἤρθης σκηνώματα, καὶ τῶν ἰάσεων τοῖς πιστοῖς πηγὴν κατέλιπες, τὸ ἱερόν σου σκῆνος μῆτερ πανεύφημε, Ἐπιβατῶν τὸ καύχημα τὸ σεπτόν, καὶ βεβαία προστάτις Παρασκευή. Μὴ παύσῃ θερμῶς Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσα. 15/10 Ὁ Ἱερομάρτυρας Λουκιανός, Πρεσβύτερος Ἀντιοχείας Ἁγ. Λουκιανοῦ. Θείῳ Πνεύματι, λελαμπρυσμένος, γνῶσιν ἔνθεον, ἐ- ταμιεύσω, καὶ τῆς πίστεως τὸν λόγον ἐτράνωσας ὅθεν Μαρτύρων ἀλείπτης γενόμενος, Λουκιανὲ ἐν ἀθλήσει ἠ- ρίστευσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 16/10 Ὁ Μάρτυρας Λογγίνος, ὁ Ἑκατόνταρχος Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Τὸν Ἥλιον τῆς δόξης Σταυρῷ προσηλωθέντα, καὶ τοῖς ἐν σκιᾷ τοῦ θανάτου, ἐκλάμποντα ὡς εἶδες, ηὐγάσθης αὐτοῦ ταῖς ἀστραπαῖς, καὶ ἤθλησας Λογγῖνε εὐσεβῶς διὰ τοῦτο νοσημάτων παντοδαπῶν, λυτροῦσαι τοὺς ἐκβοῶντας δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
ΑΚΟΛΟΥΘΙΑ ΣΥΝΑΞΕΩΝ ΕΣΠΕΡΙΝΟΥ 17/10 Ὁ Προφήτης Ὡσηέ καί ὁ Ὁσιομάρτυρας Ἀνδρέας Θεῖον ἔσοπτρον, τοῦ Παρακλήτου, ἐχρημάτισας, σοφὲ Προφῆτα, τὰς σεπτὰς ἐκφαντορίας δεχόμενος ὅθεν ἐν κόσμῳ μελλόντων τὴν πρόγνωσιν, ὥσπερ φωτὸς λαμπηδόνας ἐξήστραψας. Ὠσηὲ ἔνδοξε, Χριστὸν τὸν Θε- ὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ὁσίου Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς πίστεως ξίφει καὶ δι ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς Ἀνδρέα ἀοίδιμε. 18/10 Ὁ Ἀπόστολος καὶ Εὐαγγελιστής Λουκᾶς Ἀκέστωρ σοφώτατος, ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος, τῆς Θεοτόκου μητρός, ἐδείχθης Ἀπόστολε ἔγραψας μάκαρ λόγους, διὰ Πνεύματος θείου ἔδωκας ἐννοῆσαι, συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας διὸ πρέσβευε σωθῆναι ἡμᾶς. 19/10 Ὁ Προφήτης Ἰωήλ καί ὁ Μάρτυρας Οὐάρος Ὡς ἔμπνουν κειμήλιον, τῶν ἱερῶν ἀρετῶν, Προφήτης θεόληπτος, ὤφθης σοφὲ Ἰωήλ, ἐλλάμψει τοῦ Πνεύματος ὅθεν τῆς εὐσεβείας, ἡ πηγὴ ὡς προέφης, ἔβλυσε τοῖς ἐν κόσμῳ, ἐκ τοῦ οἴκου Κυρίου ἧς νῦν καταπολαύοντες, πόθῳ τιμῶμέν σε. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τῶν Μαρτύρων ζηλώσας τὰ κατορθώματα, μαρτυρικῶς ἠγωνίσω ὑπὲρ τῆς δόξης Χριστοῦ, καὶ καθεῖλες τὸν ἐχθρὸν παμμάκαρ Οὔαρε ἐν γὰρ ἰκρίῳ προσδεθεὶς,
ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ πρὸς τῷ ξύλῳ τῆς ζωῆς, νομίμως ἀποκατέστης, πρεσβευτικῇ χορηγίᾳ, καταφαιδρύνων τὰς ψυχὰς ἡμῶν. 20/10 Ὁ Μεγαλομάρτυρας Ἀρτέμιος καί ἡ συνοδεία του Ἦχος πλ. α. Τὸν συνάναρχον. Εὐσεβείας τοῖς τρόποις καλλωπιζόμενος, ἀθλητικῆς ἀγλαΐας ὤφθης σοφὲ κοινωνός, πρὸς ἀγῶνας ἀνδρικοὺς παραταξάμενος ὅθεν ὡς λύχνος φωταυγής, τῶν θαυμάτων τὰς βολάς, ἐκλάμπεις τῇ οἰκουμένῃ, Ἀρτέμιε ἀθλοφόρε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. 21/10 Ὁ Ὅσιος Ἱλαρίωνας ὁ Μέγας Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ἐγκρατείας τῇ αἴγλῃ λαμπρυνθεὶς τὴν διάνοιαν, ἤ- στραψας θαυμάτων ἀκτῖνας, Ἱλαρίων πατὴρ ἡμῶν, καὶ γέγονας φωστὴρ περιφανής, καὶ στῦλος εὐσεβείας θεαυγής, καταυγάζων τῇ ἐνθέῳ σου βιοτῇ, τοὺς πίστει προσιόντας σοι δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. 22/10 Ὁ Ἰσαπόστολος Ἀβέρκιος κ οἱ Ἑπτὰ Παῖδες Ἦχος πλ. α. Τὸν συνάναρχον. Ἀποστόλων τὸν ζῆλον ἐκμιμησάμενος, τῇ Ἐκκλησίᾳ ἐκλάμπεις ὡς ἑωσφόρος ἀστήρ, τὴν θεόσδοτον ἰσχὺν φαίνων τοῖς ἔργοις σου σὺ γὰρ θαυμάτων ἱερῶν, τὰς δυνάμεις ἐνεργῶν, Ἀβέρκιε Ἱεράρχα, πρὸς εὐσεβείας εἰσόδους, τοὺς πλανωμένους καθωδήγησας. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Οἱ ἑπτάριθμοι παῖδες ἐν Ἐφέσῳ ἐκλάμψαντες, ἐν ταῖς ἑπταδώροις ἀκτῖσι, τῶν χαρίτων τοῦ Πνεύματος, διέμειναν θανόντες ὑπὲρ νοῦν, ἀνώτεροι φθορᾶς χρόνοις πολλοῖς, τὴν παγκόσμιον ἀνάστασιν ἐμφανῶς, πιστούμενοι τοὺς κράζοντας δόξα τῷ ἀφθαρτώσαντι ὑμᾶς, δόξα τῷ ἐξεγείραντι, δόξα τῷ καταργοῦντι δι ἡμῶν, δόγμα τὸ ἀλλότριον.
ΑΚΟΛΟΥΘΙΑ ΣΥΝΑΞΕΩΝ ΕΣΠΕΡΙΝΟΥ 23/10 Ὁ Ἱερομάρτυρας καὶ Ἀπόστολος Ἰάκωβος ὁ ἀδελφόθεος Ἦχος δ. Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω δίκαιε τὸ Εὐαγγέλιον ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον, τὴν παρρησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς Ἱεράρχης. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 24/10 Ὁ Μεγαλομάρτυρας Ἀρέθας καὶ ἡ συνοδεία του Ἦχος α. Τῆς ἐρήμου πολίτης. Εὐσεβεία ἐμπρέπων τῇ ἀθλήσει δεδόξασαι, τὴν τῶν χριστοκτόνων κακίαν, καθελὼν τῇ ἐνστάσει σου διὸ καὶ προσενήνοχας Χριστῷ, Μαρτύρων ἀρραγῆ συνασπισμόν, ὥσπερ θεῖος παιδοτρίβης καὶ ὁδηγός, Ἀρέθα παμμακάριστε δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. 25/10 Οἱ Μάρτυρες Μαρκιανός καὶ Μαρτύριος Ζῆλον ἔνθεον, ἀναλαβόντες, ἠμαυρώσατε, Ἀρείου πλάνην, ὁμοούσιον Τριάδα κηρύττοντες, Μαρκιανὲ καὶ θεόφρον Μαρτύριε, Ὀρθοδοξίας οἱ ἄσειστοι πρόβολοι, θεῖοι Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 26/10 Ὁ Μεγαλομάρτυρας ημήτριος ὁ Μυροβλύτης Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα, οὕτως ἅγιε, μεγαλομάρτυς ημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι τὸ μέγα ἔλεος.
ΑΠΟΛΥΤΙΚΙΑ ΕΟΡΤΩΝ κ ΑΓΙΩΝ Τοῦ σεισμοῦ. Ἦχος πλ. δ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ρῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ κατάπεμψον ἡμῖν, πλούσια τὰ ἐλέη σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. 27/10 Ὁ ἅγιος Μάρτυρας Νέστορας Μέγαν εὑρατο ἐν τοῖς κινδύνοις... Ἦχος πλ. α. Τὸν συνάναρχον. Ἀθλητὴς εὐσεβείας ἀκαταγώνιστος, ὡς κοινωνὸς καὶ συνήθης τοῦ ημητρίου ὀφθείς, ἠγωνίσω ἀνδρικῶς Νέστορ μακάριε τῇ θεϊκῇ γὰρ ἀρωγῇ, τὸν Λυαῖον καθελών, ὡς ἄμωμον ἱερεῖον, σφαγιασθεὶς προσηνέχθης, τῷ ἀθλοθέτῃ καὶ Θεῷ ἡμῶν. 28/10 Ἡ Ἁγία Σκέπη τῆς ὑπεραγίας Θεοτόκου Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐ- πιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι. όξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε. 29/10 Ἡ Ὁσιομάρτυς Ἀναστασία ἡ Ρωμαία, ὁ Ὅσιος Ἀβράμιος Ἀσκήσει ἐκλάμψασα, ὥσπερ παρθένος σεμνή, ἀθλήσεως αἵμασι, τὴν τῆς ἁγνείας στολήν, ἐνθεώς ἐφοίνιξας ὅθεν Ἀναστασία, ὡς ὁσία καὶ μάρτυς, χάριτας ἰαμάτων, ἀπαστράπτεις ἐν κόσμῳ πρεσβεύουσα τῷ Σωτῆρι ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ΑΚΟΛΟΥΘΙΑ ΣΥΝΑΞΕΩΝ ΕΣΠΕΡΙΝΟΥ Ὁσίου Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Ζωῆς τῆς φθειρομένης λιπὼν τὰς ἀπολαύσεις, ἐν τῇ τῶν μελλόντων ἐλπίδι, Ἀβράμιε θεοφόρε, ὁσίως ἐβίωσας ἐν γῇ, καὶ χρῖσμα ὑπεδέξω ἱερόν διὰ τοῦτο ὡς τοῦ Λόγου μυσταγωγός, κατηύγασας τοὺς βοῶντας δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. 30/10 Ὁ Ἱερομάρτυρας Ζηνόβιος καὶ ἡ ἀδελφή του Ζηνοβία Ὡς θεῖοι αὐτάδελφοι, ὁμονοοῦντες καλῶς, Ζηνόβιε ἔνδοξε καὶ Ζηνοβία σεμνή, συμφώνως ἠθλήσατε ὅθεν καὶ τῶν στεφάνων, τῶν ἀφθάρτων τυχόντες, δόξης ἀκαταλύτου, ἠξιώθητε ἅμα, ἐκλάμποντες τοῖς ἐν κόσμῳ, χάριν ἰάσεων. 31/10 Οἱ Ἀπόστολοι Στάχυς, Ἀπελλῆς, Ἀμπλίας, Οὐρβανός, Ἀριστόβουλος καὶ Νάρκισσος Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὴν κιθάραν τοῦ Πνεύματος τὴν ἑξάχορδον, τὴν μελωδήσασαν κόσμῳ τὰς ὑπὲρ νοῦν δωρεάς, ὡς ἐκφάντορας Χριστοῦ ἀνευφημήσωμεν, Στάχυν Ἁμπλίαν Ἀπελλῆν, σὺν Ναρκίσσῳ Οὐρβανόν, καὶ Ἀριστόβουλον ἅμα ὡς γὰρ Ἀπόστολοι θεῖοι, χάριν αἰτοῦνται ταῖς ψυχαῖς ἡμῶν. Οἱ Ἅγιοι Πατέρες τῆς Ζ Οἰκουμενικῆς Συνόδου Ἦχος πλ. δ. Ὑπερδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε, δόξα σοι.