ΑΥΓΟΥΣΤΟΣ 15. ΠΑΝΑΓΙΑ ΒΑΡΝΑΚΟΒΑ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΗ

Σχετικά έγγραφα
ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος!

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

- 1 - Π Ρ Ο Σ Ε Υ Χ Η Τ Α Ρ Ι Ο Ν ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΤΑΞΙΑΡΧΗ - ΧΟΛΟΜΩΝΤΑ - ΧΑΛΚΙΔΙΚΗΣ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

Παρακλητικός Κανων εις τον Αρχάγγελο Μιχαήλ Πανορμίτη

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

Μικρο Αποδειπνο. Το Τρισάγιον

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Ἀκολουθία τοῦ Μεγάλου Παρακλητικοῦ Κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίηµα τοῦ Βασιλέως Θεοδώρου Δούκα τοῦ Λασκάρεως)

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ. Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου. Ωδή α. Ηχος β. Εν βυθώ κατέστρωσε.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

1-7 Ιανουαρίου 2018 Θεός

Προσευχή (με απολυτίκια)

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

χριστιανος.gr Παρακλητικός Κανών στον Άγιο Σπυρίδωνα τον Θαυματουργό Επίσκοπο Τριμυθούντος

Παρακλητικός Κανών στον Άγιο Θεόδωρο τον Τήρων

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

Αἱ καθ Ἡμέραν Προσευχαί τοῦ Ὀρθοδόξου Χριστιανού. Ἀπόδειπνον Μικρόν (πρό ὕπνου). τοῦ Σταυροῦ κάνε μέ εὐλάβειαν τὸν σταυρόν σου.

Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος. εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακή 19 Μαΐου 2019.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

Κυριακή 3 Μαρτίου 2019.

1 1 παυλος και σιλουανος και τιμοθεος

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Κυριακή 28 Ἰουλίου 2019.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Παρακλητικός Κανών Αγίας Άννης

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΠΌΚΡΥΦΑ ΤΗΣ Η ΑΓΊΑ ΓΡΑΦΉ ΒΑΣΙΛΈΩΣ ΙΑΚΏΒΟΥ 1611 ΠΡΟΣΕΥΧΉ ΤΗΣ ΑΖΑΡΊΑΣ και ΤΡΑΓΟΎΔΙ από ΤΟΥΣ ΤΡΕΙΣ ΕΒΡΑΊΟΥΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακή 2 Ἰουνίου 2019.

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Κυριακή 29η Σεπτεμβρίου 2019 (Κυριακή Β Λουκᾶ).

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι

Transcript:

ΑΥΓΟΥΣΤΟΣ 15. ΠΑΝΑΓΙΑ ΒΑΡΝΑΚΟΒΑ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΗ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν. Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό: Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν. Ψαλμός ρμβ (142). Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. [1]

Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί. Καί εὐθύς ψάλλεται τετράκις ἐξ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων: Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. γ. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Εἶτα τὸ τροπάριον. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τὴν Θεοτόκον ἐκτενῶς ἱκετεύσωμεν, τῆς Βαρνακόβης τὴν προστάτιν καὶ ἔφορον, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς Ἄνασσα μεσίτευσον, δι ἡμᾶς τοὺς πολλάκις, πταίοντας καὶ κάμνοντας, ὑπὸ [2]

βάρους πταισμάτων, σὺν Ἀρσενίῳ Ὁσίῳ Πατρί, τῷ τὴν Μονήν Σου, τὸ πάλαι ἱδρύσαντι. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τῶν δωρεῶν Σου τὸν ἀστείρευτον πλοῦτον, τοῦ ἀναγγέλειν εὐλαβῶς οὐ παυόμεθα, εἰ μὴ γὰρ Σὺ ἐῤῥύσω προστατεύουσα, τίς ἡμᾶς ἐλύτρωσεν, τῶν δεινῶν καὶ κινδύνων; Τίς δὲ ὑπερήσπισεν, ἐξ ἐχθρῶν ἀοράτων; Μὴ καταλίπῃς ἄχραντε ἡμᾶς, Σοὺς γὰρ δούλους σκέπεις ἀεί, τῶν πιστῶν ἡ ἐλπίς. Ψαλμός ν (50). Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ [3]

σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους. Εἶτα ὁ Κανών. ᾨδὴ α. Ἦχος πλ. Δ. Ὑγρὰν διοδεύσας. Παντάνασσα Μῆτερ τοῦ Λυτρωτοῦ, Βαρνακόβης κλέος, τῆς Δωρίδος καταφυγή, Σοὶ ἁγνὴ προσφεύγων ἱκέτευω, ταῖς μεσιτείαις Σου σῶσόν με Δέσποινα. Βιοῦντα τὸν βίον μου ἀμελῶς, δολίας παγίδας, ἐφαπλοῦντός μοι τοῦ ἐχθροῦ, διάσωσον Μῆτερ τοῦ Θεοῦ μου, καὶ σωτηρίας τὰς τρίβους μοι εὔθυνον. Τὰς τρίβους τοῦ βίου διαπερῶν, Θεοτόκε θείαν, ἀρωγήν τε ἐπιζητῶν, πρὸς Σὲ καταφεύγω καὶ αἰτοῦμαι, τῶν ψυχικῶν νοσημάτων τὴν ἴασιν. Τῷ στίβει προστρέχων τῶν ἀρετῶν, ἐπισκοπῆς Μῆτερ, θειοτάτης ἀπολαυών, ἐγκάρδιον αἶνον ἀναπέμπω, Σοὶ τῇ Μητρὶ τοῦ Θεοῦ καὶ Παντάνακτος. [4]

ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Βαρνακόβης προστάτις ζωῆς ἐμῆς ἔρεισμα, Σὺ Θεοκυῆτορ Παρθένε, λύτρωσαι δοῦλόν Σου, ἀπὸ κινδύνων τε, παντοδαπῶν καὶ ἐκ πλάνης, καὶ Χριστῷ Σωτῆρί μου, Μῆτερ με σύνταξον. Τῶν χαρίτων τῶν θείων καὶ δωρεῶν Ἄνασσα, μέτοχον θερμῇ Σου πρεσβείᾳ, ποίησον Δέσποινα, Σύ με ἐμπλούτησον, τὸν ἐν ἐσχάτῃ πενίᾳ, ἀρετῶν ὑπάρχοντα, κόσμον πλουτήσασα. Ἡ λυτρώσασα πάλαι τῶν μοναστῶν σύστημα, ἐκ πολιορκίας βαρβάρων, οὓς ἐταπείνωσας, κέρας ὑψώσασα, Χριστιανῶν Ὀρθοδόξων, καὶ ἡμᾶς διαφύλαξον, ὑπὸ τὴν σκέπην Σου. Ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν χάριτι, ὡς ἐκλυτρωθέντα Παρθένε, Σύ με ἀξίωσον, ὅπως μὴ γένωμαι, τῶν δωρεῶν ἐπιλήσμων, ἀλλ εὐγνώμων διάκονος, Σῆς ἀγαθότητος. Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανάχραντε Θεομῆτορ, ἐπὶ τῶν πιστῶν Ὀρθοδόξων τὴν σύναξιν σήμερον, καὶ δώρησαι ταῖς ψυχαῖς τὴν εἰρήνην. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. [5]

Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγὴ τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Λογισμῶν καθαρότητα, Σὺ τῆς Βαρνακόβης τὸ κλέος ἄχραντε, ταῖς πρεσβείαις Σου μοι δώρησαι, καὶ εἰρήνην Κόρη εἰρηνόδωρε. Εἰς ξηρὰν καὶ εἰς θάλασσαν, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, ταξιδεύοντα συνόδευσον, ἡ ἐμὴ προστάτις καὶ ἀντίληψις. Ἐν ἡμέρᾳ διάγοντα, ἀπὸ τῶν ποικίλων κινδύνων λύτρωσαι, καὶ προστάτευσον πανύμνητε, ἡ θερμὴ ἀντίληψις καὶ σκέπη μου. Ἐν νυκτί με καθεύδοντα, πᾶσαν σκευωρίαν Μῆτερ ματαίωσον, τοῦ ἀλάστορος πανάμωμε, φιλοστόργως πάντοτε σκεπάζουσα. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Αἴτησον θερμῶς, τῶν πιστῶν ἡ θεία πρέσβειρα, ἁμαρτημάτων μου τὴν ἄφεσιν, καὶ τὴν εἰρήνην τοῦ Κυρίου μου τὴν ἄφατον. Φώτισόν μοι νοῦν, ταῖς ἀκτῖσι θειοτάτου Φωτός, τὸν Φωτοδότην Χριστὸν ἡ τέξασα, καὶ τοῦ Φωτὸς τοῦ ἀκτίστου μέτοχον ποίησον. [6]

Δώρησαι ἡμῖν, ἀληθείας τὴν ἐπίγνωσιν, καὶ ἀπὸ πλάνης Κόρη λύτρωσαι, τὴν ἀληθῆ σωτηρίαν διακονήσασα. Εὔφρανον ἁγνή, τῆς ψυχῆς τὰ αἰσθητηρία, τὴν ἀναφαίρετον διδοῦσα χαράν, τοῦ Υἱοῦ Σου καὶ Σωτῆρος παντευλόγητε. ᾨδὴ στ. Τὴν δέησιν. Κινδύνων, καὶ ἀπειλῶν ὡς ἔσωσας, τὴν Μονὴν τῆς Βαρνακόβης τὸ πάλαι, καὶ νῦν ἡμᾶς, ἐκ λαῶν μισοχρίστων, ἀπειλομένος ὦ Μῆτερ προστάτευσον, τὸν Κύριόν Σου καὶ Υἱόν, δυσωποῦσα μὴ παύσῃς πανύμνητε. Τὸ μῦρον, τὸ κενωθὲν ἐν σπλάγχνοις Σου, εὐωδίασεν τὴν κτίσιν Παρθένε, καὶ τὰς ψυχάς, τῶν ἀνθρώπων ἡ χάρις, ἡ τοῦ Χριστοῦ εὐωδίας ἐπλήρωσεν Αὐτὸν ἱκέτευε ἁγνή, τῆς δυσώδους κακίας ῥυσθῆναί με. Παράκλησιν, μητρικήν Σε κέκτημαι, καὶ πληγῶν τῶν ψυχικῶν θεραπείαν, ἃς ὁ ἐχθρός μοι ἐπέφερεν Κόρη, ἐν τῷ ἀγῶνι τοῦ βίου πανάχραντε, ὦ Ἄνασσα ἀναψυχήν, καὶ χαρὰν τῇ ψυχῇ μου χορήγησον. Ἐν πίστει με, κραταιᾷ στερέωσον, καὶ ἀγάπῃ κάλλυνον τὴν ψυχήν μου, ἡ τὸν Θεόν, καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν Δοτῆρα ἐλέους κυήσασα, Σοῦ δέομαι τῆς ἀγαθῆς, τῆς Αὐτοῦ Βασιλείας ἀξίωσον. [7]

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανάχραντε Θεομῆτορ, ἐπὶ τῶν πιστῶν Ὀρθοδόξων τὴν σύναξιν σήμερον, καὶ δώρησαι ταῖς ψυχαῖς τὴν εἰρήνην. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Κοντάκιον. Ἦχος β. Προστασία τῶν χριστιανῶν. Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων Σοι τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων Σε. Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου Εὐαγγέλιον. Δόξα: Ταῖς τῆς Βαρνακόβης... Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου... Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Μὴ ἐγκαταλίπῃς ἀνθρωπίνῃ προστασία, ἡ τοῦ κόσμου Δέσποινα, Βαρνακόβης ἔρεισμα καὶ κραταίωμα [8]

πόνος γὰρ συνέχει με, ἆραι οὐ δύναμαι, ἁμαρτίας τὸ δυσβάστακτον, ἄχθος φιλεύσπλαγχνε, ἐκτὸς Σοῦ ἐλπίδαν οὐ κέκτημαι πάντοτε χειμαζόμενος, ἕτερον λιμένα οὐκ ἔχω πλήν Σου, Ἄνασσα Ἀγγέλων, πιστῶν Χριστιανῶν ἡ χαρμονή, τὴν δέησίν μου προσάγαγε, τῷ Κυρίῳ τάχιον. ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Τῆς Μητρός Σου τὴν δόξαν ὡς ἠθέλησας Κύριε φανερώσασθαι, Ἀρσένιον τὸν θεῖον, χαρίτωσας Δωρίδι, καὶ Μονὴν ἀνέθηκεν ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Μετανοίας τὴν χάριν καὶ δακρύων τοὺς ὄμβρους ἁγνή μοι δώρησαι, λυτροῦσθαι ἐκ θανάτου, ψυχήν μου τὴν ἀθλίαν, ἵνα ψάλλω σωζόμενος ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Μυστικὴν εὐωδίαν καὶ ψυχῆς θυμηδίαν τὴν Σὲ κυήσασαν, χαρίτων χορηγίαν, Δωρίδος εὐλογίαν, Σὺ φιλάνθρωπε ἔδειξας ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Νεότητος Παρθένε ψυχὰς καὶ διανοίας θεομακάριστε, φωτὶ τῷ τοῦ Υἱοῦ Σου, τῇ θείᾳ Σου πρεσβείᾳ, φωτισθῆναι ἀξίωσον, ἡ κατὰ χάριν ἡμῖν, ὡς Μήτηρ χαρισθεῖσα. ᾨδὴ η. Τὸν Βασιλέα. Τοὺς ἀσθενείαις, ὀδυνωμένους Παρθένε, καὶ τὴν ἴασιν ἐν πίστει αἰτοῦντας, ἐπισκεψαμένη, παράσχου ἰατρείαν. [9]

Τοὺς αἰχμαλώτους, καὶ φυλακαῖς ἐγκλεισμένους, καὶ διωκομένους ἕνεκεν Κυρίου, καὶ ἐν ξενητείαις, Σὺ λύτρωσον Παρθένε. Τοὺς ἐν κινδύνοις, καὶ τοὺς ἐν θλίψεσιν ὄντας, περιφρούρησον καὶ σῶσον Παρθένε, πάντες γὰρ ὑμνοῦσι, τὸν ἄφραστόν Σου τόκον. Ταῖς γενεαῖς Σύ, ταῖς παρελθούσαις Παρθένε, μοναστῶν ἱερέων πιστῶν τε, αἴτησαι δοθῆναι, τὸ ἔλεος Υἱοῦ Σου. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Δαβίδ τε Ἀρσενίου, δέχου μεσιτείας, τῶν ποιμανάντων ὁσίως τὴν ποίμνην Σου, ἐν Βαρνακόβῃ Παρθένε ἀειμακάριστε. Ἀγάπῃ καὶ ἐλπίδι, πίστει τε Παρθένε, τὴν ταπεινήν μου ψυχὴν Σὺ ἐμπλούτησον, ἡ τῶν ἀῤῥήτων χαρίτων Θεὸν γεννήσασα. Ἀγάθυνον Παρθένε, τῶν Σοὶ προσφευγόντων, ψυχὴν καρδίαν διάνοιαν βούλησιν, τῶν Ὀρθοδόξων τὸ τερπνὸν ἀγαλλίαμα. Φωτὶ τῷ ἀνεσπέρῳ, φώτισον Παρθένε, καὶ Βασιλείας τῆς ἄνω ἀξίωσον, τοὺς ὡς Μητέρα τοῦ Κτίστου Σὲ μακαρίζοντας. [10]

Ταῖς θλίψεσι τοῦ βίου, καὶ ταῖς ἀσθενείαις, ταπεινωθέντα Παρθένε ἐνίσχυσον, ὑπομονήν τε καὶ ῥῶσιν Σὺ χορηγοῦσά μοι. Μεγαλυνάρια. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. Τὴν ἱλαρωτέραν Νόων λαμπρῶν, καὶ τηλαυγεστέραν, τῶν ἀστέρων τῶν ὀρθινῶν, θείαν Βαρνακόβης, μεσίτριαν καὶ σκέπην, τὴν ἄνασσα τοῦ κόσμου, ὕμνοις τιμήσωμεν. Τὴν ἁγιωτέραν τῶν στρατιῶν, πάντων τῶν Ἁγίων, καὶ Ταγμάτων Χερουβικῶν, τὴν χαριτωθεῖσαν, ἐν Πνεύματι Ἁγίῳ, Θεὸν σαρκὶ τεκοῦσα, πίστει δοξάσομεν. Θεῖον μαργαρίτην θεοφεγγῆ, μαργαριτοφόρε, Θεοτόκε ἐν τῇ γαστρί, ἔσχες ἡ τεκοῦσα, Χριστὸν τὸ Φῶς τοῦ κόσμου, ὦ φωτοδόχε Μῆτερ, τὸν νοῦν μου φώτισον. Δέσποινα Παρθένε ἡ συμπαθής, πρὸς τοὺς Ὀρθοδόξους, τοῦ Υἱοῦ Σου προσκυνητάς, Σὺ τῆς Βαρνακόβης, ἡ θεία ἀντιλήπτωρ, πρεσβείαις μητρικαῖς Σου, κόρας Σου φώτισον. [11]

Πανάμωμε Μῆτερ τοῦ Λυτρωτοῦ, σὺν ἁγιωτάτοις, Ἀρσενίῳ τε καὶ Δαβίδ, Πατράσιν Ὁσίοις, τῆς μάνδρας Βαρνακόβης, ποιήσατε πρεσβείαν, σώζεσθαι ἅπαντας. Δεῦτε ἀσπασώμεθα οἱ πιστοί, εἰκόνα τὴν θείαν, Θεομήτορος εὐλαβῶς, τὴν ἐκ πάλαι χρόνων, προχέουσαν ἰάσεις, Μονῇ τῆς Βαρνακόβης, τὴν χαριτόβρυτον. Χαίροις παρακλήσεως ἡ πηγή, καὶ τῶν Δωριέων θειοτάτη καταφυγή, κρήνη ἀενάου, ῥοῆς θείου ἐλέους, Δέσποινα Βαρνακόβης, σκέπε τοὺς δούλους Σου. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς. Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα Πατρί Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα. Καί νῦν [12]

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Πάντας, περιθάλπει ἀγαή, τοὺς προσερχομένους ἐν πίστει, τῇ ἱερᾷ Σου Μονῇ, Δέσποινα πανάχραντε, ἁμαρτωλῶν ἡ ἐλπίς, μοναστῶν ἡ φιλόστοργος, ἀεὶ ἀντιλήτπωρ, ἡ καταγλυκαίνουσα, πᾶσαν πικρίαν ψυχῆς, θεία, Βαρνακόβης προστάτις ὅθεν Σοὶ προσβλέπομεν πάντες, πόθῳ καὶ ἐλπίδι παναμώμητε. Πάντων, Ὀρθοδόξων ἡ χαρά, καύχημα προστάτις καὶ ῥύστης, τῶν ἐλπιζόντων εἰς Σέ, θεῖον περιτείχισμα καὶ μοναζόντων τρυφή, Βαρνακόβης ἀγλάϊσμα, καὶ πάσης Δωρίδος, σκέπη καταφύγιον, καὶ βοηθὸς κραταιᾷ, Μῆτερ, τοῦ Θεοῦ τοῦ Ὑψίστου, Σὺ ἐπὶ αἰῶνας ὑπάρχεις, τῇ Μονῇ Σου πρέσβειρα ἀκοίμητος. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. Δι εὐχῶν. Πηγή Βουτσινάς Ηλίας [13]

[14]