Tekst 1 Electra spreekt tot het dode lichaam van Aegisthus. 907 908 909 910 911 912 913 914 915 916 917 918 919 920 921 922 923 924 925 926 927 928 929 930 931 932 933 934 Εἶἑν τίν ἀρχὴν πρῶτά σ ἐξείπω κακῶν, ποίας τελευτάς; Τίνα μέσον τάξω λόγον; Καὶ μὴν δι ὄρθρων γ οὔποτ ἐξελίμπανον θρυλοῦσ ἅ γ εἰπεῖν ἤθελον κατ ὄμμα σόν, εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα τῶν πρόσθε. Νῦν οὖν ἐσμεν ἀποδώσω δέ σοι ἐκεῖν ἅ σε ζῶντ ἤθελον λέξαι κακά. Ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς καὶ τόνδ ἔθηκας, οὐδὲν ἠδικημένος, κἄγημας αἰσχρῶς μητέρ ἄνδρα τ ἔκτανες στρατηλατοῦνθ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας. Ἐς τοῦτο δ ἦλθες ἀμαθίας ὥστ ἤλπισας ὡς ἐς σὲ μὲν δὴ μητέρ οὐχ ἕξοις κακὴν γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκει λέχη. Ἴστω δ, ὅταν τις διολέσας δάμαρτά του κρυπταῖσιν εὐναῖς εἶτ ἀναγκασθῇ λαβεῖν, δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρ οἷ δ ἔχειν. Ἄλγιστα δ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς ᾔδησθα γὰρ δῆτ ἀνόσιον γήμας γάμον, μήτηρ δὲ σ ἄνδρα δυσσεβῆ κεκτημένη. Ἄμφω πονηρὼ δ ὄντ ἀνῃρεῖσθον τύχην κείνη τε τὴν σὴν καὶ σὺ τὴν κείνης κακήν. Πᾶσιν δ ἐν Ἀργείοισιν ἤκουες τάδε Ὁ τῆς γυναικός, οὐχὶ τἀνδρὸς ἡ γυνή. Καίτοι τόδ αἰσχρόν, προστατεῖν γε δωμάτων γυναῖκα, μὴ τὸν ἄνδρα κἀκείνους στυγῶ τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς 1
935 936 937 938 939 940 941 942 943 944 945 946 947 948 949 950 951 οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει. Ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος. Ὃ δ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα, ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων τὰ δ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον. Ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα. Ἡ μὲν γὰρ αἰεὶ παραμένουσ αἴρει κακά ὁ δ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν ἐξέπτατ οἴκων, σμικρὸν ἀνθήσας χρόνον. Ἃ δ ἐς γυναῖκας, παρθένῳ γὰρ οὐ καλὸν λέγειν, σιωπῶ, γνωρίμως δ αἰνίξομαι. Ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους κάλλει τ ἀραρώς. Ἀλλ ἔμοιγ εἴη πόσις μὴ παρθενωπὸς ἀλλὰ τἀνδρείου τρόπου. Τὰ γὰρ τέκν αὐτῶν Ἄρεος ἐκκρεμάννυται, τὰ δ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον. Euripides, Electra 907-951 Aantekeningen regel 909 ὁ ὄρθρος ochtendschemering ἐκλιμπάνω = ἐκλείπω regel 910 θρυλέω herhalen regel 932 προστατέω + genitivus aan het hoofd staan van regel 944 ἐκπέτομαι, aoristus ἐξεπτάμην uitvliegen regel 949 παρθενωπός met een meisjesachtig uiterlijk regel 950 ἐκκρεμάννυμαι + genitivus gehecht zijn aan Tekst 2 Electra beschuldigt Clytaemestra. 1049 1050 Κλυταιμήστρα Λέγ εἴ τι χρῄζεις κἀντίθες παρρησίᾳ, ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως. 2
1051 1052 1053 1054 1055 1056 1057 1058 1059 1060 1061 1062 1063 1064 1065 1066 1067 1068 1069 1070 1071 1072 1073 1074 1075 1076 Χορός Δίκαι ἔλεξας, ἡ δίκη δ αἰσχρῶς ἔχει. Γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει, ἥτις φρενήρης ᾗ δὲ μὴ δοκεῖ τάδε, οὐδ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων. Μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν. Κλυταιμήστρα Καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον. Ἆρ ἂν κλυοῦσα, μῆτερ, εἶτ ἔρξαις κακῶς; Κλυταιμήστρα Οὔκ, εἴ τι τῇ σῇ γ ἡδὺ προσθήσω φρενί. Λέγοιμ ἄν ἀρχὴ δ ἥδε μοι προοιμίου εἴθ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας. Τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν Ἑλένης τε καὶ σοῦ, δύο δ ἔφυτε συγγόνω, ἄμφω ματαίω Κάστορός τ οὐκ ἀξίω. Ἡ μὲν γὰρ ἁρπασθεῖσ ἑκοῦσ ἀπώλετο, σὺ δ ἄνδρ ἄριστον Ἑλλάδος διώλεσας, σκῆψιν προτείνουσ ὡς ὑπὲρ τέκνου πόσιν ἔκτεινας οὐ γάρ <σ > ὡς ἔγωγ ἴσασιν εὖ. Ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς, νέον τ ἀπ οἴκων ἀνδρὸς ἐξωρμημένου, ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης. Γυνὴ δ ἀπόντος ἀνδρὸς ἥτις ἐκ δόμων ἐς κάλλος ἀσκεῖ, διάγραφ ὡς οὖσαν κακήν. Οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν. Μόνην δὲ πασῶν οἶδ ἐγὼ σ Ἑλληνίδων, 3
1077 1078 1079 1080 1081 1082 1083 1084 1085 1086 1087 1088 1089 1090 1091 1092 1093 1094 1095 1096 εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην, εἰ δ ἥσσον εἴη, συννέφουσαν ὄμματα, Ἀγαμέμνον οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν. Καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι ἄνδρ εἶχες οὐ κακίον Αἰγίσθου πόσιν, ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην Ἑλένης δ ἀδελφῆς τοιάδ ἐξειργασμένης ἐξῆν κλέος σοι μέγα λαβεῖν τὰ γὰρ κακὰ παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τ ἔχει. Εἰ δ, ὡς λέγεις, σὴν θυγατέρ ἔκτεινεν πατήρ, ἐγὼ τί σ ἠδίκησ ἐμός τε σύγγονος; Πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους ἡμῖν προσῆψας, ἀλλ ἐπηνέγκω λέχει τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη, κοὔτ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις οὔτ ἀντ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ κτείνας ἀδελφῆς ζῶσαν; Εἰ δ ἀμείψεται φόνον δικάζων φόνος, ἀποκτενῶ σ ἐγὼ καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι. Εἰ γὰρ δίκαι ἐκεῖνα, καὶ τάδ ἔνδικα. Euripides, Electra 1049-1096 Aantekeningen regel 1053 φρενήρης verstandig regel 1057 ἀπαρνέομαι weigeren regel 1069 κυρόω uitvoeren regel 1071 ἐξασκέω in orde brengen regel 1073 διαγράφω afschrijven regel 1074 θύρασιν buitenshuis regel 1078 συννέφω versomberen regel 1085 ἡ εἴσοψις uitstraling regel 1091 ἀντιφεύγω ἀντί + genitivus in iemands plaats in ballingschap gaan 4
Tekst 3 De vrouwen van Troje zijn na de inname van de stad als slavinnen door loting verdeeld onder de Griekse legeraanvoerders. Odysseus heeft Hekabe, de oude koningin van Troje, toegewezen gekregen. In onderstaande tekst komt Talthybios, boodschapper van de Griekse legeraanvoerders, samen met een aantal soldaten van Odysseus Hekabe halen om haar naar het Griekse legerkamp te brengen. 1269 1270 1271 1272 1273 1274 1275 1276 1277 1278 1279 1280 1281 1282 1283 1284 1285 1286 Ταλθύβιος Σύ τ, ὦ γεραιὰ δυστυχεστάτη γύναι, ἕπου. Μεθήκουσίν σ Ὀδυσσέως πάρα οἵδ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας. Ἑκάβη Οἲ γὼ τάλαινα τοῦτο δὴ τὸ λοίσθιον καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί. Ἀλλ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις, ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν. Ὦ μεγάλα δή ποτ ἀμπνέουσ ἐν βαρβάροις Τροία, τὸ κλεινὸν ὄνομ ἀφαιρήσῃ τάχα. Πιμπρᾶσί σ, ἡμᾶς δ ἐξάγουσ ἤδη χθονὸς δούλας ἰὼ θεοί. Καὶ τί τοὺς θεοὺς καλῶ; Καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι. Φέρ, ἐς πυρὰν δράμωμεν ὡς κάλλιστά μοι σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ. Ταλθύβιος Ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς. Ἀλλ ἄγετε, μὴ φείδεσθ Ὀδυσσέως δὲ χρὴ ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας. Euripides, Troades 1269-1286 Aantekeningen regel 1269 regel 1270 τ Onvertaald laten γύναι vocativus enkelvoud van γυνή μεθήκω komen halen 5
regel 1270 regel 1271 regel 1272 regel 1273 regel 1274 regel 1275 regel 1276 regel 1277 regel 1278 regel 1279 regel 1280 regel 1281 regel 1282 regel 1285 regel 1285-86 regel 1286 Ὀδυσσέως πάρα in opdracht van Odysseus οἵδ Hiermee worden de soldaten bedoeld die Talthybios bij zich heeft ᾧ antecedent Ὀδυσσέως (regel 1270) δούλην Predicatief vertalen γὼ = ἐγὼ τοῦτο Vul aan: ἐστιν ἤδη Onvertaald laten ὑφάπτω aansteken Ἀλλ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις, Komaan, oude voet, haast je, ook al is het met moeite, ὡς + coniunctivus opdat ἀσπάζομαι vaarwel zeggen μεγάλα ἀμπνέω in hoog aanzien staan ἀμπνέουσ = ἀμπνέουσα ἀφαιρήσομαι futurum van ἀφαιρέομαι ἀφαιρέομαι + accusativus beroofd worden van Πιμπρᾶσί Onderwerp: de Grieken ἐξάγουσ = ἐξάγουσι δούλας Predicatief vertalen γὰρ Dat heeft geen zin, want πυρὰν Hiermee wordt het brandende Troje bedoeld ὡς want κάλλιστά μοι Lees: κάλλιστόν μοί ἐστι φείδομαι aarzelen Deze regels zijn gericht tot de soldaten die Talthybios bij zich heeft τήνδε Hiermee wordt Hekabe bedoeld γέρας Predicatief vertalen 6