ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΛΕΞΙΟΝ ΤΟΝ ΑΝΘΡΩΠΟΝ ΤΟΥ ΘΕΟΥ

Σχετικά έγγραφα
Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ε ε λε η σον Κυ ρι ε ε ε

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

α κα ρι ι ο ος α α νηρ ος ου ουκ ε πο ρε ε ευ θη εν βου λη η η α α σε ε ε βων και εν ο δω ω α α µαρ τω λω ων ουουκ ε ε ε

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ο Θε ος η η µων κα τα φυ γη η και δυ υ υ να α α α µις βο η θο ος ε εν θλι ψε ε ε σι ταις ευ ρου ου ου ου ου σαις η η µα α α ας σφο ο ο ο

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Οι τα α α α α α α α Κ. ε ε ε ε ε ε ε ε ε Χε ε ε. ε ε ε ε ε ε ρου ου βι ι ι ι ι ι ι. ιµ µυ στι κω ω ω ω ω ως ει κο ο

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Ἔκτασις. οι τα α α Δ. α α α α Δ. ου ου ου ου ου ου ου ου ου ου ου ου ου. υ υ υ υ υ υ υ υ υ υ µυ υ στι ι ι Μ. ι ι ει ει κο ο νι ι ι ι ι ι ι

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

ΑΠΟΛΥΤΙΚΙΑ & ΘΕΟΤΟΚΙΑ ΕΣΠΕΡΑΣ 1-15 ΑΥΓΟΥΣΤΟΥ. Παρασκευή 1/08/2014 Ἑσπέρας Ψάλλοµεν τὸ Ἀπολυτίκιο τῆς 2/8/2014. Ἦχος.

οι οι οι οι οι οι οι οι οι οι οι οι οι τα α α α α α α α α α α α α Χε Δ βι ι ι ι ι ι ιµ µυ Ν ι ι ι ι ι ι ι ι ι ι ι ι ι χι

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

1 1 παυλος και σιλουανος και τιμοθεος

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

0a1qqW+1a1`qÁlw n εν σοί Κύ ρι ε τρο πού μαι τού τον.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Κυριακή 19 Μαΐου 2019.

Iohannes Damascenus - De theologia

οξαστικὸν Ἀποστίχων Ὄρθρου Μ. Τετάρτης z 8 a A

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΠΑΡΑΣΚΕΥΗ ΕΒ ΟΜΑ ΟΣ ΝΗΣΤΕΙΩΝ ἐν τῷ Ἑσπερινῷ τῆς Προηγιασμένης. Ἦχος

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ

ΣΤΟ ΧΟΣ- Ε ΠΙ ΔΙΩ ΞΗ ΠΛΑΙ ΣΙΟ ΧΡΗ ΜΑ ΤΟ ΔΟ ΤΗ ΣΗΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἐν τῷ ἑσπερινῷ τῆς Προηγιασμένης

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Αγιολογία - Εορτολογία

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Κυριακή 23 Ἰουνίου 2019.

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Κυ ρι ον ευ λο γη τος ει Κυ ρι ε ευ. λο γει η ψυ χη µου τον Κυ ρι ον και πα αν. τα τα εν τος µου το ο νο µα το α γι ον αυ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Κωνσταντίνος Θ. Ευαγγελάτος. για αμιγή χορωδία (SSA, SAA, TTB, TBB)

α α α α α α α α ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ Εἰς τὸν πανένδοξον τοῦ Χριστοῦ Μεγαλομάρτυρα Γεώργιον τὸν Τροπαιοφόρον.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ. Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου. Ωδή α. Ηχος β. Εν βυθώ κατέστρωσε.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΠΑΡΑΣΚΕΥΗ ΣΤ ΕΒ ΟΜΑ ΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ἐν τῷ ἑσπερινῷ τῆς Προηγιασμένης

ΠΕΤΡΟΥ ΛΑΜΠΑΔΑΡΙΟΥ Η ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΕΒΔΟΜΑΣ

Παρακλητικός Κανών Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

Ἐν τῷ ἑσπερινῷ τῆς Προηγιασμένης

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

Cirillus Alexandrinus - De synagogae defectu

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Ἐν τῷ ἑσπερινῷ τῆς Προηγιασμένης

9. Το κήρυγμα και τα θαύματα του Χριστού μέσα από τη λατρεία

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ


ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ттсöттсöттўтссчсчøѓūţşѓф

K υ ρι ε ε λε η σον Κ υ ρι ε ε λε ε η σον Κ υ ρι ε ε λε η σον Κ υ υ ρι ε ε λε ε η σον

Κυ ρι ε ε κε κρα α ξα προ ο ος σε ε ει σα

Ἐν τῷ ἑσπερινῷ τῆς Προηγιασμένης

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

anjologion ellhnikwn grammatoseirwn

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

14 Ἰουνίου. Προφήτου Ἐλισσαίου. Τῇ ΙΔ τοῦ µηνὸς Ἰουνίου. Μνήµη τοῦ Ἁγίου Προφήτου Ἐλισσαίου Ἐν τῷ Ἑσπερινῷ. Δόξα. Ἦχος Πα

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΤΜΗΜΑ ΦΩΚΑ/ΤΕΤΑΡΤΗ

1-7 Ιανουαρίου 2018 Θεός

Πα κ έ τ ο Ε ρ γ α σ ί α ς 4 Α ν ά π τ υ ξ η κ α ι π ρ ο σ α ρ µ ο γ ή έ ν τ υ π ο υ κ α ι η λ ε κ τ ρ ο ν ι κ ο ύ ε κ π α ι δ ε υ τ ι κ ο ύ υ λ ι κ ο

Τι μπορεί να δει κάποιος στο μουσείο της Ι.Μ. Μεγάλου Μετεώρου

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Καταβασίαι ἀντί τοῦ Ἄξιόν ἐστιν...

Transcript:

[1]

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΛΕΞΙΟΝ ΤΟΝ ΑΝΘΡΩΠΟΝ ΤΟΥ ΘΕΟΥ Ψαλλόμενος ὑπὲρ νοσούντων καὶ παντοίως θλιβομένων (Ποίημα Διονυσίου ἱερομονάχου τοῦ Λακεδαιμονίου). Ἦχος Δ'. Τῇ Θεοτόκῳ ἐκτενῶς. Οἱ ἐπηρείαις τῶν δεινῶν χειμαζόμενοι, και συνοχῇ, τῶν παθημάτων θλιβόμενοι, νῦν προσδραμόντες Ἅγιε τῇ κάρᾳ τῇ σῇ κράζομεν Ἀλέξιε, σὲ θερμῶς δυσωποῦντες Λύτρωσαι τοὺς δούλους σου, ἐκ φθορᾶς καὶ θανάτου ὡς χάριν ταύτην ἔχων ἐκ Θεοῦ ἰᾶσθαι πάθη, καὶ σώζειν τοὺς κάμνοντας. Δόξα... καὶ νῦν... Ο ὐ σιωπ ή σωμ έ ν ποτε, Θεοτ ό κε, τ ὰ ς δυναστε ί ας σου λαλε ῖ ν ο ἱ ἀ ν ά ξιοι ε ἰ μ ὴ γ ὰ ρ σ ὺ προ ΐ στασο πρεσβε ύ ουσα, τ ὶ ς ἡ μ ᾶ ς ἐ ρρ ύ σατο ἐ κ τοσο ύ των κινδ ύ νων ; Τ ὶ ς δ ὲ διεφ ύ λαξεν ἕ ως ν ῦ ν ἐ λευθ έ ρους ; Ο ὐ κ ἀ ποστ ῶ μεν, Δ έ σποινα, ἐ κ σο ῦ σο ὺ ς γ ὰ ρ δο ύ λους σ ῴ ζεις ἀ ε ί, ἐ κ παντο ί ων δειν ῶ ν. Ψαλμ ὸ ς 50 Ἐ λ έ ησ ό ν με ὁ Θε ὸ ς κατ ὰ τ ὸ μ έ γα ἐ λε ό ς σου κα ὶ κατ ὰ τ ὸ πλ ῆ θος των ο ἰ κτιρμ ῶ ν σου ἐ ξ ά λειψον τ ὸ ἀ ν ό μημ ά μου ἐ π ὶ πλε ῖ ον πλ ῦ ν ό ν με ἀ π ὸ τ ῆ ς ἀ νομ ί ας μου κα ὶ ἀ π ὸ τ ῆ ς ἁ μαρτ ί ας μου καθ ά ρισ ό ν με ὅ τι τ ὴ ν ἀ νομ ί αν μου ἐ γ ὼ γιν ώ σκω κα ὶ ἡ ἁ μαρτ ί α μου ἐ ν ώ πι ό ν μού ἐ στι δι ὰ παντ ὸ ς σο ὶ μ ό νω ἥ μαρτον κα ὶ τ ὸ πονηρ ὸ ν ἐ ν ώ πι ό ν σου ἐ πο ί ησα ὅ πως ἂ ν δικαιωθ ῇ ς ἐ ν το ῖ ς λ ό γοις σου κα ὶ νικ ή σ ῃ ς ἐ ν τ ῷ κρ ί νεσθα ί σε ἰ δο ὺ γ ὰ ρ ἐ ν ἀ νομ ί αις συνελ ή φθην κα ὶ ἐ ν ἁ μαρτ ί αις ἐ κ ί σσησ έ με ἡ μ ή τηρ μου ἰ δο ὺ γ ὰ ρ ἀ λ ή θειαν ἠ γ ά πησας τ ὰ ἄ δηλα κα ὶ τ ὰ κρ ύ φια τ ῆ ς σοφ ί ας σου ἐ δ ή λωσ ά ς μοι. ῥ αντιε ῖ ς με ὑ σσ ώ π ῳ κα ὶ καθαρισθ ή σομαι, πλυνε ῖ ς με κα ὶ ὑ π ὲ ρ χι ό να λευκανθ ή σομαι [2]

ἀ κουτιε ῖ ς μοι ἀ γαλλ ί ασιν κα ὶ ε ὐ φροσ ύ νην ἀ γαλλι ά σονται ὀ στέα τεταπεινωμ έ να ἀ π ό στρεψον τ ὸ πρ ό σωπ ό ν σου ἀ π ὸ τ ῶ ν ἁ μαρτι ῶ ν μου κα ὶ π ά σας τ ὰ ς ἀ νομ ί ας μου ἐ ξ ά λειψον καρδ ί αν καθαρ ὰ ν κτ ί σον ἐ ν ἐ μο ὶ ὁ Θε ὸ ς κα ὶ πνε ῦ μα ε ὐ θ ὲ ς ἐ γκα ί νισον ἐ ν το ῖ ς ἐ γκ ά τοις μου μ ὴ ἀ πορρ ί ψ ῃ ς με ἀ π ὸ το ῦ προσ ώ που σου κα ὶ τ ὸ πνε ῦ μά σου τ ὸ ἅ γι ό ν μ ὴ ἀ νταν έ λ ῃ ς ἀ π ' ἐ μο ῦ ἀ π ό δος μοι τ ὴ ν ἀ γαλλ ί ασιν το ῦ σωτηρ ί ου σου κα ὶ πνε ύ ματι ἡ γεμονικ ῷ στ ή ριξ ό ν με διδ ά ξω ἀ ν ό μους τ ὰ ς ὁ δο ύ ς σου κα ὶ ἀ σεβε ῖ ς ἐ π ὶ σ ὲ ἐ πιστρ έ ψουσι ῥῦ σα ί με ἐ ξ α ἱ μ ά των ὁ Θε ὸ ς, ὁ Θε ὸ ς τ ῆ ς σωτηρ ί ας μου ἀ γαλλι ά σεται ἡ γλ ῶ σσ ά μου τ ὴ ν δικαιοσ ύ νην σου Κ ύ ριε τ ὰ χε ί λη μου ἀ νο ί ξεις κα ὶ τ ὸ στ ό μα μου ἀ ναγγελε ῖ τ ὴ ν α ἴ νεσ ί ν σου ὅ τι ε ἰ ἠ θ έ λησας θυσ ί αν ἔ δωκα ἂ ν, ὁ λοκαυτ ώ ματα ο ὐ κ ε ὐ δοκ ή σεις θυσ ί α τ ῷ Θε ῷ πνε ῦ μα συντετριμμ έ νον καρδ ί αν συντετριμμ έ νην κα ὶ τεταπεινωμ έ νην ὁ Θε ὸ ς ο ὐ κ ἐ ξουδεν ώ σει ἀ γ ά θυνον Κ ύ ριε ἐ ν τ ῇ ε ὐ δοκ ίᾳ σου τ ὴ ν Σι ὼ ν κα ὶ ο ἰ κοδομηθ ή τω τ ὰ τε ί χη Ἱ ερουσαλήμ τ ό τε ε ὐ δοκ ή σεις θυσ ί αν δικαιοσ ύ νης ἀ ναφορ ὰ ν κα ὶ ὁ λοκαυτ ώ ματα, τ ό τε ἀ νο ί σουσιν ἐ π ὶ τ ὸ θυσιαστ ή ρι ό ν σου μ ό σχους Κανών, οὗ ἡ Ἀκροστιχίς. «Ἐν σοί, Θεοῦ ἄνθρωπε εὐεκτεῖν ἔχω». ᾨδὴ α'. Ἦχὸς πλ. Δ'. Ἁρματηλάτην Φαραώ. Ἐπαγωγὲ τῶν συμφορῶν Ἀλέξιε, καὶ τρικυμίαι παθῶν, ἁμαρτιῶν μου πάντοθεν συνέσχον με, καὶ μαστιγοῦσιν Ἅγιε, καὶ πικρῶς ὀδυνῶμαι, καὶ κινδυνεύω πρός θάνατον σῶσόν με λιταῖς ταῖς σαῖς δέομαι. Νενοσηκυίας ἐξ ἀτόπων πράξεων τῆς ταπεινῆς μου ψυχῆς, ὀδυνηρὰ πάθη τὸ δύστηνον σῶμά μου παντοίως βασανίζουσι καὶ στενάζω καὶ κράζω Χριστοῦ θεράπων Ἀλέξιε, σπεῦσον ἀπολλύμενον σῶσὀν με. [3]

Σὲ ἀκεσώδυνον πηγὴν ἰάσεων ἀναδειχθέντα λαμπρῶς, ὡς τὸν Θεοῦ δοῦλον, ἅγιε Ἀλέξιε, καθικετεύω, ῥῦσαι τῆς ψυχῆς καὶ σαρκός μου, ταῖς σαῖς πρεσβείαις, τοὺς μώλωπας, ὅπως σὲ γεραίρω σωζόμενος. Θεοτοκίον. Ὁμολογοῦντες εὐσεβῶς μητέρα σε τοῦ εἰληφότος ἐκ σοῦ ὑπερφυῶς σάρκα, καὶ ἀνάρχως λάμψαντος ἐκ τοῦ Πατρός, κηρύττομεν Θεοτόκον σε κόρη, καὶ δυσωποῦμεν, διάσωσον χαλεπῶν κινδύνων τοὺς δούλους σου. ᾨδὴ γ'. Οὐρανίας ἁψίδος. Ἱκετεύων μὴ παύσῃ τὸν ἀγαθὸν Ἅγιε, καὶ γλυκὺν Δεσπότην συγγνώμην δοῦναι πταισμάτων μοι τῶν χαλεπῶν καὶ πολλῶν καὶ τοῦ νοσοῦντος σαρκίου τὴν ταχεῖαν ἴασιν, ὅπως γεραίρω σε. Θεαρέστως βιώσας, θαυμαστῶς ἰσάγγελον πολιτείαν ἤνυσας, Πάτερ, καὶ μετὰ σώματοςκαὶ τάς ἰάσεις μισθὸν παρά Θεοῦ ἐκομίσω τοὺς πιστῶς προσιόντας σῴζων Ἀλέξιε. Ἐν ᾠδαῖς τε καὶ ὕμνοις ἀνευφήμῶν Ὅσιε, σοῦ τὴν πολιτείαν γεραίρω καὶ τὰ θαυμάσια, καὶ τῶν πικρῶν ὀδυνῶν ταχύν σε, Πάτερ σωτῆρα ἐκ Θεοῦ μοι φανῆναι, καθικετεύω σε. Θεοτοκίον. Ὁ πολλαῖς ἁμαρτίαις καταχρασθείς, ἄχραντε, τέτρωμαι ψυχήν τε καὶ Σῶμα, τάλας και βέβλημαι καθηλκωμένος δεινῶς, ἀλλὰ τῇ σῇ προστασίᾳ, οἰκτιρμῶν ἡ ἄβυσσος, σῶσόν με, δέομαι. Δἰάσωσον ἂπο κινδύνων, Ἀλέξιε, σοὺς ἱκέτας δὴ πάντες πανευλαβῶς εἰς σὲ καταφεύγομεν, ὡς ἄφθονον κρήνην τῶν ἰαμάτων. Ἐ π ί βλεψον, ἐ ν ε ὐ μενε ίᾳ, παν ύ μνητε Θεοτ ό κε, ἐ π ὶ τ ὴ ν ἐ μ ὴ ν χαλεπ ὴ ν το ῦ σ ώ ματος κ ά κωσιν, κα ὶ ἴ ασαι τ ῆ ς ψυχ ῆ ς μου τ ὸ ἄ λγος. Καὶ μνημονεύει ὁ Ἱερεύς. Εἶτα τὸ Κοντάκιον. [4]

Ἦ χος β ' Πρεσβεία θερμή. Τῇ κρήνῃ τῶν σῶν θαυμάτων νῦν, Ἀλέξιε, προστρέχω βοῶν, ὀδύνῃ συνεχόμενος. Τῆς σαρκὸς τὰ τραύματα καὶ ψυχῆς τὴν πόρωσιν ἴασαι, καὶ τῶν δεινῶν με σῶσον σαῖς λιταῖς τιμῶντα σεπτῶς τὴν θείαν κάραν σου. ᾨδὴ δ. Σὺ μου ἰσχὺς Κύριε. Ὕμνους κροτῶ κείμενος, Πάτερ ἐν κλίνῃ μου, τῆς ἐκ λάκκου, οἴμοι! καταβαίνουσιν ὁμοιωθεὶς ὥσπερ ὁ Δαβῒδ ψάλλει, καὶ συγγνώμην αἰτοῦμαι, ὥσπερ ἐξήμαρτον Θεῷ, καὶ θεραπείαν τῶν παθῶν τῆς σαρκός μου, σαῖς πρεσβείαις, τρισμάκαρ Ἀλέξιε. Νάμα κρουνῶν, ὡς ἀπὸ κρήνης ἀκήρατον, τῆς σοροῦ σου, Πάτερ μεγαλώνυμε, θαυματουργέ, βρύων ἀεννάως, φλογώσεις ψυχικάς σώματος δροσίζει, καὶ πραΰνει, τῶν παθῶν τάς ὀδύνας θεραπεύων, καὶ σώζων τοὺς κάμνοντας. Ἄνωθεν σύ, ἄνθρωπος Θεοῦ, Ἀλέξιε, προσεκλήθης, ἀναγορευόμενος θείᾳ φωνῇ νόσων ἰατρός, φερώνυμε Πάτερ, καὶ πρόσφορος ἀλεξίκακος πιστῶν τοῖς καχεκτοῦσι διὸ παρακαλῶ σε, πυρετοῦ καὶ ῥιγώσεως ῥῦσαί με. Θλίψεις πολλαί, καὶ πλήρεις πόνων Ἀλέξιε, ὀδυνῶν τε σκῆνος, ὥσπερ κηρὸν τὸ ἐλεεινὸν λείψανον ζωῆς μου προσχῦσαι καταβιβρώσκουσιν, εἰς ᾅδου κατωτάτου κατασπᾶν ἀπειλοῦσαι. Πρόφθάσον ἐκ τούτων καὶ σῶσόν με. Θεοτόκιον. Ρεῦμα φθορᾶς φύσεως βροτῶν ἀνέστειλας Θεοτόκε, Λόγον σωματώσασα, τὸν ἐκ Πατρός, ὥσπερ ἐκ φωτὸς αἴγλη γεννηθέντα, καὶ σώσαντα τὸ ἀνθρώπινον διό σε ἱκετεύω, χαλεποῦ με κινδύνου καὶ κακώσεως ῥῦσαι πρεσβείαις σου. ᾨδὴ ε Ἵνα τί με ἀπώσω. Ὡς πηγὴ παραδείσου τῆς Ἐδὲμ ἐκβλύζουσα, πάτερ Ἀλέξιε, τῶν πολλῶν θαυμάτων ἡ δοθεῖσά σοι χάρις ἐκκέχυται ποτίζουσα καρδίας καὶ ψυχῶν καὶ σωμάτων ἰωμένη τὰς νόσους ἑκάστοτε. [5]

Πᾶσα πεῖρα γηΐνης ἰατρείας ἄπρακτος ὅλως ἐξήλεγκται ἐν ἐμοί, καὶ κεῖμαι φεῦ τὰ λοίσθια πνέων ὁ δείλαιος ἀλλὰ σοὶ τῷ σωτῆρι, ἐκ Θεοῦ διδομένῳ, προσελθὼν ἱκετεύω σωθῆναί με. Ἐπὶ κλίνης ὀδύνης, καὶ στρωμνῆς κακώσεως κείμενος, κράζω σοι Ἐξελοῦμαι, Πάτερ, τῶν παμφάγων ὀδόντων,ἀλέξιε, τοῦ πικροῦ θανάτου, ὁ παρακείμενος ἀνορθώσας, καὶ παντοίως νοσοῦντας ῥυσάμενος. Ἐνοικήσας Θεός σοι, πᾶσαν ἰώμενος νόσον Ἀλέξιε, ὡς εὑρών σε ὄντως ἐνδιαίτημα θεῖον ἀνέδειξε νόσων ἰατῆρα ὃν κἀμοὶ τῷ δυστήνῳ ἐξιλέωσον, Πάτερ, σωθῆναί με. Θεοτοκίον. Ὕμνος ἅπας ἡττᾶται, Δέσποινα πιντάνασσα, μὴ ἐξικνούμενος σοῦ τὰ μεγαλεῖα διηγήσασθαι τὰ ὑπερένδοξα. Ἀγγέλων καὶ ἀνθρώπων γεννεαί σε καὶ τάξεις, εἰς αἰῶνας ἀεὶ μακαρίζουσι. ᾨδὴ στ'. Τὴν δέησιν ἐκχεῶ. Ἐτάκησαν ὡς κηρός, τὰ μέλη μου, καὶ ὡς ἄνθος τοῦ ἀγροῦ ἐμαράνθη πᾶσα σάρξ, καὶ ἐκλείπει τὸ πνεῦμά μου, καὶ ἡ ψυχή μου τῷ ᾅδη προσήγγισεν Ἀλέξιε ἀλλ'ἐπιστάς, ἐκ φθορᾶς καὶ θανάτου με λύτρωσαι. Κακώσεων τῶν ἐσμῶν Ἀλέξιε. καὶ πληθὺν τῶν συμφορῶν καὶ βασάνων, ὅσαι δεινῶς τὴν ἀθλίαν ζωήν μου, καὶ τὴν οἰκτρὰν μου ψυχὴν κατατρύχουσιν, ἐξάλειψον, ἐκδυσωπῶν τὸν Θεὸν καί σωτῆρα καὶ πλάστήν μου. Τὰ φάρμακά ἐπ ἐμὲ ἀνόνητα ἐξηλέγχθη, καὶ μηδὲν ὠφελοῦντα, καὶ πρὸς τὸ χεῖρον ἡ νόσος προβαίνει διὸ τῇ θείᾳ σου σκέπῃ προσέδραμον Ἀλέξιε, ταῖς σαῖς εὐχαῖς, συμπαθέστατε ῥῶσιν παράσχου μοι. Ἐπέχεε, ἐπ ἐμὲ τὸν ἔλεον, καὶ τὴν χάριν τῶν πολλῶν σου θαυμάτων ὅσα Θεός σε δοξάξων δωρεῖται, τοῖς προσιοῦσι δεικνὺς ἀλεξίκακον Ἀλέξιε, καὶ πονηρᾶς ἐκ στρώμνης με κακώσεως ἔγειρον. Θεοτοκίον. [6]

Ἰώμενον τῶν ἀνθρωπων ἅπασαν κεκμηκυῖαν παραβάσει τὴν φύσιν καὶ αἰωνίου θανάτου λυτροῦντα, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον πιστεύομεν ἐκ σοῦ τεχθέντα ἐν σαρκί, Θεοτόκε Παρθένε Πανύμνητε. Διάσωσον ἀπὸ κινδύνων Ἀλέξιε, σοὺς ἱκέτας, ὅτι πάντες πανευλαβῶς εἰς σὲ καταφεύγομεν, ὡς ἄφθονον κρήνην τῶν ἰαμάτων. Ἐ π ί βλεψον, ἐ ν ε ὐ μενε ίᾳ, παν ύ μνητε Θεοτ ό κε, ἐ π ὶ τ ὴ ν ἐ μ ὴ ν χαλεπ ὴ ν το ῦ σ ώ ματος κ ά κωσιν, κα ὶ ἴ ασαι τ ῆ ς ψυχ ῆ ς μου τ ὸ ἄ λγος. Εἶτα μνημονεύει ὁ Ἱερεὺς. Ἦ χος β ' Προστασία τῶν χριστιανῶν. Τὴν σεπτήν σου κάραν θησαυρὸν ἀλεξίκακον κεκτημένοι, σὲ πρέσβυν πρὸς Θεὸν προβαλλόμεθα, μὴ παρίδῃς σοὺς ἱκέτας ἄνθρωπε τοῦ Θεοῦ, ἀλλὰ τάχυνον ὡς συμπαθής, εἰς τὴν ἀντίληψιν ἡμῶν τῶν πιστῶς δεομένων σου πρόφθασον ἐν ἀνάγκαις καὶ σπεῦσον εἰς θεραπείαν, ἐπικαμπτόμενος λιταῖς τῶν τιμώντων σε Ἀλέξιε. Εἶτα. Μνησθήσομαι τοῦ ὀνὀματὀς σου... Εὐαγγέλιον. Ἐν ταῖς ἡμέραις ἐκείναις... Καὶ τοῦ Ὁσίου, Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς... (ὃ λέγεται καὶ τῶν ἁγίων Ἀναργύρων) Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Στ ί χ. Ἐ λ έ ησ ό ν με, ὁ Θε ό ς, κατ ὰ τ ὸ μ έ γα ἔ λε ό ς σου, κα ὶ κατ ὰ τ ὸ πλ ῆ θος τ ῶ ν ο ἰ κτιρμ ῶ ν σου ἐ ξ ά λειψον τ ὸ ἀ ν ό μημ ά μου. Ἦχος πλ. β Μή με χειμαζόμενον ἐν ἀπορίαις παντοίαις, καὶ κατατρυχόμενον ἀλγειναῖς ὀδύναις ψυχῆς καὶ σώματος, σὺ στερήςῃς Ἅγιε, σῆς ἐπισκέψεως ἀλλ' οἰκτείρας με τὸν δείλαιον, δέξαι τὴν δέησιν, ἢν ἀπὸ καρδίας προσάγω σοι. Θεὸς γάρ σε παράκλησιν καὶ παραμυθίαν πιστοῖς παρέσχεν. Ὅθεν κατωδύνως κραυγάζω σοι θεράπων τοΰ Χριστοῦ Μή με παρίδῃς τὸν ἄθλιον, ἀλλὰ σπεύσας ἴασον. [7]

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως. Ὃ Ἱερεὺς Σῶσον ὁ Θεὸς τὸν λαόν σου... ᾨδὴ Ζ'. Παῖδες Ἑβραίων. Νέφος τῶν θλίψεων πυκνόν μου τὴν ταλαίπωρον ψυχήν κατακάμπτει, καὶ πικρῶν ὀδυνῶν ἡ μάστιξ κατοικίζει τὸ σῶμά μου τὸ δύστηνον. Οἴκτειρόν με ῥῦσαι Πάτερ. Ἔχων θεόθεν σὺ τὴν χάριν τῶν ἰάσεων 'Λλέξιε τρισμάκαρ, θεραπείας κἀμὲ ἀξίωσον, καὶ ῥῦσαι ἀμηχανίας, ἅγιε, χαλεπῆς, ἐκδυσωπῶ σε. Χεῖρά μοι ὄρεξον, ἐν κλίνῃ τῆς κακώσεως οἰκτρῶς κατακειμένῳ καὶ καλοῦντι τὴν σὴν ἀντίληψιν ὦ Πάτερ ἀντιλαβοῦ μου, σῶσόν με, φερωνύμως θεραπεύσας. Ὤζεσαν, οἴμοι τῷ ἀθλίῳ! καὶ ἐσάπησαν σαρκὸς οἱ μώλωπές μου, καὶ ἐλπίς μου οὐκ ἔστι σωτηρίας. Σύ με φθορᾶς διάσωσον, ὦ θερὰπον τοῦ Κυρίου. Θεοτοκίον. Δέσποινα πάντων, Δέσποινά μου, Θεοτόκε, ἡ τεκοῦσα τὸν σωτῆρα καὶ Θεὸν μου καὶ πλάστην, σαῖς πρεσβείαις αὐτόν μοι ἐξιλέωσας, τῷ πολλὰ ἡμαρτηκότι. ᾨδὴ η'. Τὸν ἐν ὄρει ἁγίῳ. Ἵλεώς μοι προβλέψας οὐρανόθεν, πιστῶς ἱκετεύω, ὦ ἄνθρωπε Κυρίου, τὰ χαλεπὰ καὶ χρόνια ἰώμενος πάθη μου, πρεσβείαις πρὸς τὸν Δεσπότην ζωῆς τε καὶ θανάτου. Ὀδύνωμαι δεινῶς, καὶ θεραπείας ἐξ ἀνθρώπων θνητῶν ἁπάσης ἀποροῦμαι. Σὲ δυσωπῶ Θεοῦ θεράπων ἅγιε, πρόφθασόν με, σῶσον, ἔγειρον τῆς κλίνης, καὶ ῥῶσίν μοι παράσχου. [8]

Νοσημάτων παντοίων τὸ σῶμά μου κεῖται, Πάτερ, μεστόν, παρεῖταί μου τὰ μέλη, σάρκας, ὀστᾶ, τὰ νεῦρα πόνοι βόσκονται. Ἐλέησον, ὦ Πάτερ, σὸν πιστὸν ἱκέτην, καὶ ἴασόν με τάχος. Θεοτοκίον. Ὑπερένδοξε Μῆτερ τοΰ Θεοῦ μου, οὐρανοῦ τε καὶ γῆς καὶ κτίσεως ἁπάσης ἡ βασιλίς, ἡ τῶν πιστῶν ἀντίληψις, ὑμνῶ σε μετ' Ἀγγέλων, δοξάζω μετ' ἀνθρώπων, λατρεύω τὸν Υἱόν σου. ᾨδὴ θ Ἐξέστη ἐπὶ τούτῳ Σωτῆρά σε καμνόντων καὶ λυτρωτήν, ὁ Θεὸς τοῖς πιστοῖς ἐδωρήσατο, πάθη ψυχῶν, καὶ σωμάτων ἄλγη παντοδαπά, ἰώμενον Ἀλέξιε, ἄνθρωπε Κυρίου διὸ θερμῶς ὦ Πάτερ ἱκετεύω τῆς ψυχῆς τῆς σαρκός μου, τάς βαρείας ὀδύνας θεράπευσον. Ἰάσεων κρατῆρα ἀνελλιπῆ, τὴν τιμίαν σοι, κάραν, Ἀλέξιε πᾶσι πιστοῖς προύθηκεν ἡ χάρις ἡ ζωαρχική, τοῦ παναγίου Πνεύματος, πάντας ἰωμένη τοὺς εὐλαβῶς αὐτὴν ἀσπαζομένους καὶ πρέσβυν πρὸς Θεόν σε προβαλλομένους μετὰ πίστεως. Ὀχλούμενος συμπτώμασι συμφορῶν, ὡς τεμένει τῶν θείων χαρίτων σοι, προσπεφυγώς, δέησιν ἐκ στόματος ῥυπαροῦ, ἐξ ὀφθαλμῶν δὲ δάκρυα, καὶ ἀπὸ καρδίας μου στεναγμούς, προσάγων, ἱκετεύω, Ἀλέξιε τρισμάκαρ, μή με παρίδῃς ἀπολλύμενον. Θεοτοκίον. Σὲ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, εὐλογοῦσιν ἀεί. Σὲ δοξάξουσι, Μῆτερ Θεοῦ, πᾶσαι τῶν ἀνθρώπων αἱ γενεαί. Σὲ οἱ πιστοὶ κατέχομεν, ἄγκυραν τῆς πίστεως ἀσφαλῆ, Σὲ σκέπην, Σὲ λιμένα, Σὲ χαρὰν καὶ δόξαν, Σαῖς πρεσβείαις σωθείημεν Δέσποτα. ΜΕΓΑΛΥΝΑΡΙΑ Πρῶτον τὸ Ἄξιον ἐστίν, εἶτα τὰ τροπάρια [9]

Τὸν ἐν σωφροσύνῃ διαπρεπῆ, καὶ ἐν ἐγκρατείᾳ, τηλαυγῆ τε καὶ φαεινόν, λάμψαντα φωστῆρα, τὸν ἄνθρωπον Κυρίου, Ἀλέξιον τὸν θεῖον πάντες τιμήσωμεν. Τὸν ἐν ἀσθενείαις θεραπευτήν, καὶ ἐν τοῖς κινδύνοις, λυτρωτήν τε καὶ βοηθόν, παρὰ τοῦ Κυρίου, ἡμῖν ἀναδειχθέντα, Ἀλέξιον τὸν θεῖον ὕμνοις γεραίρομεν. Δεῦτε οἱ νοσοῦντες, καὶ ἐν δεινοῖς πάθεσι τελοῦντες, ἀπαντλήσωμεν ἐκ πηγῆς, κάρας τῆς τιμίας, πιστοί, τῶν ἰαμάτων, τάς χάριτας ἀφθόνως, ταύτην γεραίροντες. Φρίττουσι τὰ πάθη τὰ τῶν βροτῶν, κα! Δαιμόνων στίφη, δραπετεύοντα ἄφθονον νῦν τῶν ἐκ τοῦ Θεοῦ σοι δοθέντων χάρισμα τῶν, Ἀλέξιε τρισμάκαρ, τὴν ἐπισκίασιν. Δεῦτε προσκυνησωμεν οἱ πιστοί, τὴν πάντιμον κάραν, 'Λλεξίου πανευλαβῶς, ἣν ἐν τῇ ἁγίᾳ, Πελοποννήσου Λαύρᾳ, Θεὸς ἀπεθησαύρισε, πιστοῖς ἴαμα. Ἅγιε Ἀλέξιε, ἐκτενῶς πρέσβευε Κυρίῳ ὑπὲρ πάντων τῶν εὐλαβῶς, σὴν τιμώντων κάραν, ὡς ἔχων παρρησίαν, σώζειν ἐκ τῶν κινδύνων, τούς σοὶ προστρέχοντας. Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν. (*) Δεῦτε ἀσπασώμεθα οἱ πιστοί, τὴν παντιμον κάραν, Ἀλεξίου καὶ πρὸς Θεόν, βοήσωμεν πόθῳ ἐξ ὅλης τῆς καρδίας, εὐχαῖς τοῦ σοῦ Ὁσίου, ἡμᾶς ἐλέησον. Προσέλθωμεν πρόθυμοι οἱ γηγενεῖς, τῷ θείῳ τεμένει, γόνυ κλίνοντες εὐλαβῶς, πόθῳ ἀσπασθῶμεν, τὴν Κάραν Ἀλεξίου ὅπως εὕρωμεν χάριν, ὁμοῦ καὶ ἔλεος. Τὰ δάκρυα, τοὺς πόνους, καὶ στεναγμοὺς ἡμῶν θλιβομένων, μὴ παρίδῃς, θαυματουργέ, ἀλλ' οἴκτειρον, πάτερ, σὺ ταῦτα ἀναφέρων, πρὸς τὸν Θεὸν τῶν ὅλων, τὸν ἐλεήμονα. [10]

Ὕμνοις ἐγκωμίων πάντες πιστοί, τὴν πάνσεπτον Κάραν, Ἀλεξίου τοῦ θαυμαστοῦ, τιμήσωμεν ὅπως, ἀξίως τάς ἰάσεις, πρεσβείαις τοῦ Ὁσίου, ἀφθόνως λάβωμεν. Συνὼν χοροστασίαις ἀγγελικαῖς, Ἀλέξιε μάκαρ μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, Θεὸν καθικετεύων, τὴν ἴασιν ψυχῆς τε καὶ σώματος τὴν ῥῶσιν, ἡμῖν δωρήσασθαι. Μεσίτην προβαλλόμεθα πρὸς Χριστόν, δι' ὃν ἠγωνίσω, ὅπως τύχωμεν παρ' αὐτοῦ, ἐλέους ταῖς εὐχαῖς σου, Ἀλέξιε θέοφρον, τὴν Κάραν σου τὴν θείαν κατασπαζόμενοι. Τὰ πλήθη πανταχόθεν τὰ τῶν πιστῶν, ἀθροίζονται μάκαρ, μετὰ πόθου τῷ σῷ ναῷ, καὶ κλίνουσι γόνυ ἐκ μέσης τῆς καρδίας, ἐν τῇ σορῷ τῇ θείᾳ, τῇ τῶν λειψάνων σου. Μεγάλως σε ἐδόξασεν ὁ Χριστός, ὁ πάντων Δεσπότης καὶ τὰ γέρα ἐν οὐρανοῖς, ἀξίως σοι δωρεῖται, ὅτι ζωὴν ἀγγέλων ἐβίωσας ἐν κόσμῳ ὡς ὑπεράνθρωπος. Ἠγάπησας τὸν Ὕψιστον, καὶ σαυτὸν ἀπηρνήσω, μάκαρ, καὶ ἀράμενος τὸν Σταυρόν, τῇ ἐντολῇ Κυρίου, αὐτῷ ἀκολουθήσας, στενὴν ὁδὸν βαδίσας τὸ στέφος ἔλαβες. Ἐμίσησας τοῦ κόσμου τάς ἡδονάς, καὶ ἄρας τὸ ὄμμα, ἀκλινῶς πρὸς τοὺς οὐρανούς, δόξαν ἐθεάσω, δικαίαν καὶ Ὁσίων, ὧν καὶ τὸν βίον πάτερ, καλῶς ἐζήλωσας. Κατέλιπες ἑστίαν τὴν πατρικήν, νυμφικοὺς θαλάμους, ἡδονάς τε τάς παχυλάς, κατέλαβες δὲ πόθῳ, ναὸν τὸν τῆς Παρθένου, πιστὸς αὐτῆς θεράπων, πάτερ, γενόμενος. [11]

Μἰμητὴς ἐγένου τοῦ Ἰησοῦ, ὕβρεις ὑπομείνας, καὶ ὀνείδη καὶ χλευασμοὺς δούλων πατρῴων, τῶν σὲ ἀγνοησάντων, δεσπότην εἶναι τούτων σὲ πανσεβάσμιε. (*) Νέα ἀνέκδοτα μεγαλυνάρια, εὑρεθέντα ἐν τῇ Μονῇ. Οὐ δυναταί τις, ἄνθρωπε, τοῦ Θεοῦ, λαλῆσαι πτωχείαν, ἄμετρόν τε ὑπομονήν, δεκαεπταετίαν ὅλην πρὸ σῶν πυλώνων μείνας, αὐτῶν τῶν γεννητόρων σου, ἀγνοούντων σε. Ἐθαύμασεν ἀγγέλων ἡ στρατιά, καὶ ἀνθρώπων φύσις, τὴν ἁγίαν σου τελευτήν, ἐδόξασε δὲ ταύτην, τῶν πάντων ὁ Δεσπότης, Θεὸς ὁ παρασχών σου στέφανον ἄφθαρτον. Ἠγνόησε τὴν ξένην σου βιοτήν, ἡ τέξασά σε μήτηρ, καὶ γεννήτωρ ὁ συμπαθής, κρουνοὺς δακρύων ἔσχον ἐπὶ τῇ τελευτῇ σου τὸ λείψανόν σου, πάτερ κατασπαζόιιενοι. Πῥοσέδραμεν ὁ κλῆρος ὁ ἱερός, σὺν αὐτῷ δὲ πᾶσα, ἡ ὁμήγυρις τῶν πιστῶν κρατοῦντες λαμπάδας, καὶ θείαις ὑμνῳδίαις, τὸ σεβαστόν σου, πάτερ σῶμα κηδεύουσι. Ἡ θήκη τῶν λειψάνων σου Ἱερὲ Ἀλέξιε βρύει, μῦρον θεῖον παντοδαπάς, ἰάσεις παρέχων τοῖς πίστει προσιοῦσιν, ἐν κατανύξει πάσῃ, αὐτῇ μακάριε. Φῥούρει τοὺς σοὺς δούλους διαπαντός, κλέος τῶν Ὁσίων τοὺς τιμῶντάς σε εὐλαβῶς, καὶ πανευχαρίστως ἐκ πάντων τε κινδύνων, Ἀλέξιε τρισμάκαρ, ἀξιοθαύμαστε. Καὶ μόνη σου ἡ κλῆσις ἁπανταχοῦ, ῥᾳδίως παρέχει, τὰ αἰτήματα τῶν πιστῶν, βασάνων ἀπαλλάττων τοὺς σὲ προσκαλουμένους, καὶ σὲ ἐκδεχομενους ὡς ἀντιλήπτορα. [12]

Ὡς ἔχων παρρησίαν πρὸς τὸν Θεόν, ἱκέτευε, πάτερ, λυτρωθῆναι ἡμᾶς δεινῶν, ἐκ βλάβης χαλάζης, ἀκρίδος, ἀνομβρίας, θεομηνίας πάσης τε καὶ κακώσεως. Τοῖς πόθῳ ἐξαιτοῦσι τὴν σὴν σορόν, 'Λλέξιε δίδεις, μεταφέρεσθαι εὐλαβῶς ὑπὸ τῶν ἱερέων Χριστοῦ τῶν θεραπόντων, δι' ὧν ἡμῖν παρέχεις τὴν προστασίαν σου. Σὑν πᾶσι τοῖς Ἁγίοις ἐν οὐρανοῖς καὶ τῇ παναχράντῳ, τοῦ Σωτῆρος ἡμῶν Μητρί, ἀπαύστως ἐκδυσώπει Χριστὸν τὸν Ζωοδότην ὑπὲρ ἡιιων ἁπάντων, ὦ Ἱερώτατε. Π ᾶ σαι τ ῶ ν Ἀ γγ έ λων α ἱ στρατια ί, Πρ ό δρομε Κυρ ί ου, Ἀ ποστ ό λων ἡ δωδεκ ά ς, ο ἱ Ἅ γιοι Π ά ντες, μετ ὰ τ ῆ ς Θεοτ ό κου, ποι ή σατε πρεσβε ί αν, ε ἰ ς τ ὸ σωθ ῆ ναι ἡ μ ᾶ ς. Τὸ Τρισάγιον. Ἦ χος πλ. β ' Ἐ λ έ ησον ἡ μ ᾶ ς, Κ ύ ριε, ἐ λ έ ησον ἡ μ ᾶ ς π ά σης γ ὰ ρ ἀ πολογ ί ας ἀ πορο ῦ ντες, τα ύ την σοι τ ὴ ν ἱ κεσ ί αν, ὡ ς Δεσπ ό τ ῃ, ο ἱ ἁ μαρτωλο ὶ προσφ έ ρομεν, ἐ λέησον ἡ μ ᾶ ς. Δ ό ξα... Κ ύ ριε, ἐ λ έ ησον ἡ μ ᾶ ς ἐ π ὶ σο ὶ γ ὰ ρ πεπο ί θαμεν, μ ὴ ὀ ργισθ ῇ ς ἡ μ ῖ ν σφ ό δρα, μηδ ὲ μνησθ ῇ ς τ ῶ ν ἀ νομι ῶ ν ἡ μ ῶ ν, ἀ λλ ' ἐ π ί βλεψον κα ὶ ν ῦ ν, ὦ ς ε ὔ σπλαγχνος, κα ὶ λ ύ τρωσαι ἡ μ ᾶ ς ἐ κ τ ῶ ν ἐ χθρ ῶ ν ἡ μ ῶ ν σ ὺ γ ὰ ρ ε ἶ Θε ὸ ς ἡ μ ῶ ν, κα ὶ ἡ με ῖ ς λα ό ς σου, π ά ντες ἔ ργα χειρ ῶ ν σου, κα ὶ τ ὸ ὄ νομ ά σου ἐ πικεκλ ή μεθα. Κα ὶ ν ῦ ν... Τ ῆ ς ε ὐ σπλαγχν ί ας τ ὴ ν π ύ λην ἄ νοιξον ἡ μ ῖ ν, ε ὐ λογημ έ νη Θεοτ ό κε, ἐ λπ ί ζοντες ε ἰ ς σ έ, μ ὴ ἀ στοχ ή σωμεν, ῥ υσθε ί ημεν δι ὰ σο ῦ τ ῶ ν περιστ ά σεων σ ὺ γ ὰ ρ ε ἶ ἡ σωτηρ ί α το ῦ γ έ νους τ ῶ ν χριστιαν ῶ ν. Εἶτα μνημονεύει ὁ ἱερεύς. Εἰς δὲ τὸν ἀσπασμὸν τῆς τιμίας κάρας ψάλλομεν τὸ παρὸν τροπάριον. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν. [13]

Δέχου τὰς δεήσεις εὐμενῶς τῶν σοὶ προσφευγόντων ἐν πίστει, καί δεομένων θερμῶς, ἃγιε Ἀλέξιε, καὶ τάς αἰτήσεις, αὐτῶν ἐκπληρώσας, ἀπάλλαξον θλίψεων παντοίων, σῴζων τοὺς ἱκέτας σου ταῖς πρὸς Θεόν σου λιταῖς, πόθῳ τὴν ἁγίαν σου κάραν κατασπαζομένους, ἀφθόνως τοῖς πιστοῖς πηγάζουσαν τὰ ἰάματα. Καὶ ἀπόλυσις. Τ Ρ Ο Π Α Ρ Ι Α ψαλλόμενα εἰς τὴν μετὰ τῆς ἁγίας κάρας λιτανείαν. Ἦχος πλ. Α' Δεῦτε φιλέορτοι πάντες, πνευματικὴν χορείαν στησάμενοι, ἄνθεσιν ἐγκωμίων τὸν ἄνθρωπον τοῦ Θεοῦ στεφανώσωμεν, Ἀλέξιον τὸν ἀοίδιμον οὗτος γὰρ τὸν μεγάλαυχον δράκοντα ἀνδρειοφρόνως, κατεπάτησε, καὶ τῆς νίκης τὸ στέφος μεγαλοπρεπῶς ἀνεδήσατο. Διὸ πρὸς αὐτὸν βοῶντες εἴπωμεν Χαίροις ὁ πύργος τῆς ὑπομονῆς ὁ ἀκλόνητος, καὶ τῆς ἐγκρατείας λαμπτὴρ ὁ ὁλόφωτος χαίροις τὸ παρθενίας ἐντρύφημα, καὶ τῆς σωφροσύνης ἀγλάϊσμα χαίροις τὸ τῆς καθαρότητος ἔσοπτρον, ἀκοιμήτοις δακρυσι κατανύξεως λαμπρυνόμενον, τὸ χρύσεον σκεῦος τοῦ θείου φόβου, ἡ ἔνθεος εὐωδία τῶν ἀρετῶν, ἡ τοὺς πιστοὺς εὐωδιάζουσα, καὶ πρὸς καρτερίαν ἐν πειρασμοῖς ἐνισχύουσα. Χριστῷ τῷ Θεῶ παριστάμενος, αἴτησαι Ἀλέξιε, εἰρήνην δοθῆναι τῷ κόσμῳ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ἦχος πλ. α' Δαυιτικῶς αἱ τῶν δικαίων χορεῖαι ἐν Κυρίῳ εὐφράνθητε σήμερον, καὶ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ ἐν αὐτῷ ἐγκαυχάσασθε ὁρῶντες τὸν ὁσίως τὸν βίον διανύσαντα, Ἀλέξιον τὸν τρισόλβιον, ἐκ Θεοῦ δεδοξασμένον, ἐν θαύμασι καὶ ποικίλαις δυνάμεσι, δι' ὧν τὴν ἐν οὐρανοῖς αὐτοῦ δόξαν ἅπαντες οἱ πιστοὶ τεκμαιρόμεθα. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς σῶσον τάς ψυχὰς ἡμῶν. Ἦχος πλ. δ'. Ἀγάλλου ἐν Κυρίῳ πόλι ς τῶν Καλαβρύτων, ἐν κόλποις κατέχουσα τὴν παντιμον κάραν Ἀλεξίου τοῦ Ὁσίου, θησαυρὸν ἀδαπάνητον.δι αὐτῆς γὰρ ποικίλας δυνάμεις θαυμάτων ὁ Θεὸς τοῖς ἐν πίστει προσιοῦσι παρέχει ῥῶσιν οἱ νοσοῦντες λαμβάνουσιν, οἱ πενόμενοι πορισμόν, οἱ γηπόνοι τῶν καρπῶν [14]

τὴν συγκομιδήν, οἱ θαλαττεύοντες ἀσφαλῆ κυβέρνησιν, καὶ οἱ πολεμούμενοι συμμαχίαν εὑρίσκουσιν ἰσχυρὰν καὶ οἱ παντοίαις ἐν συμφοραῖς καὶ θλίψεσιν τοῦ βίου παραμυθίαν, καὶ οἱ πρὸς ἀπόγνωσιν ὠθούμενοι, σωτηρίας ἐλπίσι κουφίζονται. Ταύτην πίστει καὶ πόθῳ κατασπαζόμενοι βοήσωμεν Κύριε, πρεσβείαις τοῦ Ὁσίου σου ἀνθρώπου, τὴν πόλιν σου ταύτην, καὶ τὴν Μονὴν τῶν ἱκετῶν σου ἐν εἰρήνῃ διαφύλαττε τοῦ Ὀρθοδόξου λαοῦ σου τὸ κέρας ἀνυψῶν, καὶ πᾶσι παρέχων σωτηρίαν ψυχῆς καὶ τὸ μέγα ἔλεος. Ὁ αὐτός. Ἐν τῷ σκηνώματι τοῦ Κυρίου σου, καὶ ἐν ὄρει ἁγίω αὐτοῦ κατεσκήνωσας, Ἀλέξιε παμμακάριστε ἀμώμῳ γάρ ἐν βίῳ περιεπάτησας, καὶ δικαιοσύνην ἐξήσκησας, τῷ κρείττονι τὸ χεῖρον κοθυποτάξας. Διὸ παρρησίαν πρὸς Θεὸν κεκτημένος μὴ διαλίπῃς ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ πρεσβεύων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν. Ἦχος Δ Ὅσιε παμμάκαρ Ἀλέξιε, σὺ καὶ μετὰ θάνατον ἐν οὐρανοῖς ζῇς, ἐν τῷ Χριστῷ, δι' ὃν σεαυτὸν ἐσταύρωσας τῷ κόσμῳ οὐ γὰρ ἔζης σεαυτῷ, ἔζη δὲ μᾶλλον ἐν σοὶ Χριστὸς ὁ Θεὸς ἡμῶν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἦχος πλ. Δ'. Τοὺς θορύβους τοῦ βίου καταλιπών, Ἀλέξιε ὅσιε, καἰ τοῦ Σωτῆρος τὸν σταυρὸν ἐπ' ὤμων ἀράμενος, ὅλον σεαυτὸν τῷ Θεῷ καθιέρωσας διὸ καὶ μετὰ σαρκὸς ἐν κόσμῳ βιοτεύων, ἔξω σαρκὸς ἐδόκεις καὶ κόσμου πανεύφημε, συντόνῳ, καθ' ἑκάστην ἐγκρατείᾳ ἐξασκούμενος, καὶ μετὰ Ἀγγέλων τῷ πνεύματι συνὼν καὶ συνευφραινόμενος. Παρρησίαν οὖν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, τοῦ ῥυσθῆναι κινδύνων καὶ θλίψεων τοὺς πιστῶς ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου. Ἦχος πλ. Α'. Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν τῆς δουλείας τῶν παθῶν ἠλευθέρωσας, καθυποτάξας την σάρκα τῷ πνεύματι, καὶ ἀνέδειξας τοῦ θείου Πνεύματος καταγώγιον ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μονὴν παρὰ σοὶ ἐποιήσατο, καὶ τῆς ὁμοουσίου Τριάδος δοχεῖον καθαρὸν ἀπειργάσατο. Καὶ νῦν, Ἀλέξιε παμμάκαρ, παρεστὼς τῷ Κυρίῳ, πρέσβευε τῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἦχος πλ. Β'. [15]

Βίον ἰσάγγελον ἐπὶ γῆς πολιτευσάμενος, καὶ πᾶσαν ἀρετῶν ἰδέαν ἐν σεαυτῷ θησαυρίσας ἐκ νεότητος, νοῦν ἡγεμόνα κατὰ παθῶν ἐνεστήσω γρηγοροῦντα, καὶ ὡς φαίνοντι λύχνῳ τούτῳ χρησάμενος, παννύχοις καὶ πανημέροις εὐχαῖς καὶ στάσεσιν ἀνενδότοις, τὰ τῶν θηρεύοντων θήρατρα συνέτριψας, καὶ τάς πολυπλόκους ἐνέδρας αὐτῶν ἐξηφάνησας, Ἀλέξιε μακάριε καὶ λαμπρῶς ἠρίστευσας, τὸ κατ' εἰκόνα τηρήσας ἀλώβητον. Διὸ Χριστὸς σὲ ἐδόξασεν, ἄνθρωπον Θεὸν ἀναγορεύσας σε καὶ τὴν ἱεράν σου κοίμησιν θαύμασι πολλοῖς ἐμεγάλυνε, καὶ σὲ μετὰ τῶν φρονίμων παρθένων εἰς νυμφῶνα τὸν ἐπουράνιον συνεισήγαγε, τῷ κάλλει τῷ ἀμηχάνῳ τῆς θείας αὐτοῦ δόξης ἐντρυφῶντα εἰς αἰῶνας. Ὂν μὴ παύσῃ δυσωπῶν, ὅπως καὶ ἡιιᾶς ἀξιώσῃ, τὸν τῆς νηστείας δίαυλον ἐν ἁγνείᾳ διανύσαι, καὶ τὰ πάνσεπτα πάθη καθαρῶς προσκυνῆσαι, καὶ λαμπρῶς ἑορτάσαι τὴν τριήμερον αὐτοῦ ἐξανάστασιν. Ἦχος πλ. Α'. Δεῦτε φιλεόρτων τὸ οὐστημα, φαιδρῶς πανηγυρίζοντες, καὶ χαρμονι κῶς ἐν ᾄσμασι κροτοῦντες, ὕμνοις ἱεροῖς ἀνευφημήσωμεν Ἀλέξιον τὸν πανεύφημον οὕτω λέγοντες Χαίροις ὁ τῷ Δεσπότῃ Χριστῷ πειθαρχήσας λέγοντι «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστί μου ἄξιος», καὶ τούτου τὴν ἀγάπην τῆς τῶν γονέων προτιμήσας. Χαίροις ὁ δόξαν καὶ πλοῦτον καὶ θάλαμον καταλιπών καὶ τά τοῦ βίου τερπνὰ ὡς σκύβαλα διὰ Χριστὸν ἡγησάμενον. Χαίροις ὁ τὸν σταυρὸν ἐπ ὤμων ἀράμενος, καὶ πᾶσαν κακουχίαν καὶ θλίψιν ἑλόμενος, καὶ μέχρι τέλους τῷ καλέσαντι Χριστῷ γενόμενος ὀπαδός. Χαίροις ὁ ἁγνείᾳ καὶ σωφροσύνῃ, καὶ πολλῇ ἐγκρατείᾳ, τοῖς ἀσωμάτοις Ἀγγέλοις ὀφθεὶς ἐφάμιλλος. Χαίροις ὁ πάσας ἀρετὰς ὡς μίαν κατορθώσας, καὶ τὸν πάλαι τῆς προμήτορος πτερνιστὴν ἀνδρείως τρεψάμενος. Χαίροις ὁ λαμπρῶς ἐπὶ πάντων οὐρανοφοίτῳ φωνῇ ἄνθρωπος Θεοῦ μαρτυρηθείς, καὶ ἀκούσας «εὖ δοῦλε ἀγαθέ», καὶ εἰς τὴν χαρὰν εἰσελθὼν τοῦ Κυρίου σου. Ἀλλὰ πρέσβευε καὶ ὑπὲρ ἡμῶν Ἀλέξιε μακάριε, ἵνα ῥυσθῶμεν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, δουλεύοντες τῷ Κυρίῳ ἐν φόβῳ καὶ τῆς ἐκ δεξιῶν παραστάσεως τύχωμεν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. [16]