Corabia trece pe lângă insula Salamina. Rapsodul este invitat să-şi arate măiestria, povestind celebra bătălie navală din 480, între greci şi perşi.

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "Corabia trece pe lângă insula Salamina. Rapsodul este invitat să-şi arate măiestria, povestind celebra bătălie navală din 480, între greci şi perşi."

Transcript

1 SECŢIUNEA a II-a A-D TRECUTUL GLORIOS A Corabia trece pe lângă insula Salamina. Rapsodul este invitat să-şi arate măiestria, povestind celebra bătălie navală din 480, între greci şi perşi. ἡ µὲν ναῦς πρὸς τὸν Πειραιᾶ βραδέως ἔρχεται. Ὁ δὲ Δικαιόπολις καὶ οἱ ναῦται καὶ ὁ κυβερνήτης καὶ ὁ ῥαψῳδὸς πρὸς ἀλλήλους ἡδέως διαλέγονται. Ἔρχεται δὲ ἡ ναῦς ἤδη παρὰ τὴν Σαλαµῖνα καὶ ὁ κυβερνήτης λέγει διὰ τί ὁ ῥαψῳδός οὐ διέρχεται τὴν Σαλαµῖνα καὶ ὁ κυβερνήτης λέγει διὰ τί ὁ ῥαψῳδός οὐ διέρχεται τὴν περὶ Σαλαµῖνα ναυµαχίαν καὶ διὰ τί οὐ λέγει τί γίγνεται ἐν τοῖς Μηδικοῖς καὶ πῶς µάχονται οἱ Ἕλληνες καὶ οἱ Μῆδοι καὶ τίνα ἔργα τολµῶσι καὶ ὁπόσοι πίπτουσιν ; ὁ δὲ ῥαψῳδὸς τὴν ναυµαχίαν ἡδέως διέρχεται. ΚΥΒ. σὺ δέ, ὦ ῥαψωδέ, πολλὰ γιγνώσκεις περὶ Ὁµήρου. Πολλὰ οὖν γιγνώσκεις καὶ περὶ τὰ ῥητορικὰ (ῥητορικὸς γὰρ Ὅµηρος οὐ γάρ;) ἄγε δή, δεῦρο ἐλθὲ καὶ λέγε ἡµῖν τὰ περὶ Σαλαµῖνα πράγµατα. Εκεῖ µὲν γὰρ Σαλαµὶς ἡ νῆσος, ἐρχόµεθα δὲ ἡµεῖς βραδέως παρὰ Σαλαµῖνα πρὸς τὰς Ἀθήνας. Λέγε οὖν ἡµῖν τά τε Μηδικὰ καὶ τὴν περὶ Σαλαµῖνα ναυµαχίαν καὶ τὴν ἡµέτεραν τόλµαν καὶ τὴν νίκην. Λέγε ἡµῖν τί γίγνεται ἐν τοῖς Μηδικοῖς καὶ πῶς µάχονται οἱ Ἕλληνες καὶ οἱ βάρβαροι καὶ ὁπόσοι πίπτουσι. Σύ γάρ, φίλε, οἶσθα σαφῶς τὰ περὶ Σαλαµῖνα πράγµατα, οἱ δε ναῦται οὐδὲν ἴσασιν. 1

2 ΝΑΥ. Ναί. Οὐδὲν ἴσµεν ἀκριβῶς ἡµεῖς οἱ ναῦται. Ἡδέως οὖν ἀκούοµεν. ἀλλὰ λέγε, ὦ ῥαψῳδέ, καὶ κάλλιστον ποίει τὸν λόγον. ΡΑΨ. Μάλιστα. ἐγὼ γὰρ ἀεὶ τοὺς λόγους καλλίστους ποιῶ. Ἡσυχάζετε οὖν, ὦ ναῦται, καὶ ἀκούετε. B ΡΑΨ. µῆνιν ἄειδε, Θέα, Ξέρξου θείου βασιλῆος οὐλοµένην Οἱ µὲν οὖν βάρβαροι βραδέως προσέρχονται πρὸς τὴν πόλιν, οἱ δὲ Ἀθηναῖοι ἀπορούσι καὶ φοβοῦνται. Πολλὴ µὲν γὰρ ἡ τῶν Περσῶν στρατιά, ὀλίγοι δὲ οἱ Ἀθηναῖοι. Καὶ πολλαὶ µὲν αἱ τῶν Περσῶν νῆες, ὀλίγαι δὲ αἱ τῶν Ἀθηναίων. Πολὺς µὲν οὖν ὁ τῶν Ἀθηναίων κίνδυνος, πολλὴ δὲ ἡ ἀπορία, πολὺς δὲ καὶ ὁ φόβος. Τὰς µὲν οὖν θυσίας τοῖς θεοῖς θύουσιν οἱ Ἀθηναῖοι καὶ πολλὰ εὔχονται, εἰσβαίνουσι δὲ οἱ Ἀθηναῖοι καὶ πολλὰ εὔχονται, εἰσβαίνουσι δὲ ταχέως εἰς τὰς ναῦς καὶ ὑπὲρ τῆς ἐλευθερίας µάχονται ἀγαθὸν γὰρ ἡ ἐλευθερία. Τέλος δὲ ἀφικνοῦνται οἱ Πέρσαι, µάχονται δὲ οἱ Ἕλληνες. Πολλὴ γὰρ ἡ τόλµα ἡ τῶν τε Ἑλλήνων καὶ τῶν στρατηγῶν. Καὶ ἐν τῇ ναυµαχίᾳ ὅσαι εἰσὶν αἱ βοαί, ὅσαι αἱ ἀπορίαι, ὅσαι αἱ τῶν θεῶν ἱκετεῖαι. Τὲλος δὲ νικῶσι µὲν τὸ τῶν Περσῶν ναυτικὸν οἱ Ἀθηναῖοι, πίπτουσι δὲ οἱ Πέρσαι. Καὶ τὴν Ἑλλάδα ἐλευθεροῦσιν οἱ Ἀθηναῖοι, πίπτουσι δὲ οἱ Πέρσαι. Καὶ τὴν Ἑλλάδα ἐλευθεροῦσιν οἱ Ἀθηναῖοι καὶ τὴν πατρίδα σῴζουσι διὰ τὴν τόλµαν. Ἡ γὰρ ἀρετὴ καὶ ἡ τόλµα τὴν τε ὕβριν καὶ τὸ πλῆθος ἀεὶ νικῶσιν. Οὕτως οὖν βέβαια γίγνεται ἡ τῶν Ἑλλήνων σωτηρία. 2

3 C Căpitanul nu este impresionat şi le oferă o versiune de primă mână a bătăliei, aflată de la bunicul lui. Σιωπᾷ ὁ ῥαψῳδός. Ὁ δὲ κυβερνήτης λέγει ὅτι οὐδὲν λέγει ὁ ῥαψῳδός. Ἔπειτα καὶ ὁ κυβερνήτης λέγει τὰ περὶ Σαλαµῖνα πράγµατα. ΚΥΒ. οὐδὲν λέγεις, ὦ φίλε, καὶ οὐκ οἶσθα οὐδέν. Οὔκουν κάλλιστον τὸν λόγον ποιεῖς. ΡΑΨ. Τί φής; διὰ τί οὐ κάλλιστον ποιῶ τὸν λόγον; ΚΥΒ. Σκόπει δή. Ἡµεῖς µὲν γὰρ τὰ ἀληθῆ ζητοῦµεν, σύ δὲ ψευδῆ λέγεις. ΡΑΨ. Σύ δὲ πῶς οἶσθα πότερον τὰ ἀληθῆ λέγω ἢ ψευδῆ; ΚΥΒ. Ἄκουε, ὦ φίλε. Ὁ γὰρ πάππος ὁ ἐµὸς Σαλαµινοµάχης καὶ πολλάκις τὰ περὶ Σαλαµῖνα πράγµατα ἀληθῶς µοι λέγει, ἀλλὰ οὐχ ὥσπερ σύ, ψευδῶς. σύ µὲν γὰρ ἴσως καλόν τινα λόγον ἡµῖν λέγεις, ὁ δὲ πάππος τὰ πράγµατα. Ἡσυχίαν οὖν ἔχετε καὶ ἀκούετε αὖθις, ὦ ναῦται, τὰ καλὰ ἔργα τὰ τῶν Ἑλλήνων. ὧδε γὰρ τὰ πράγµατα τὰ περὶ Σαλαµῖνα λέγει ὁ πάππος. ἀφικνεῖται µὲν γὰρ τὸ τῶν Περσῶν ναυτικόν, καὶ ἐγγὺς Σαλαµῖνος µένει, ἡµεῖς δὲ οἱ Ἕλληνες ἡσυχίαν ἔχοµεν. Ἐπειδὴ δὲ νύξ γίγνεται, ἔνθα καὶ ἔνθα πλέουσι βραδέως αἱ τῶν Περσῶν νῆες ἀλλὰ ἅµα ἕῳ βοή τις γίγνεται καὶ ἐπειδὴ ἡ σάλπιγξ ἠχεῖ ἐκ τῶν πετρῶν, φόβος ἅµα γίγνεται ἐν τοῖς βαρβάροις. Ἀκούουσι γὰρ ἤδη σαφῶς τὴν βοήν. ὦ παῖδες Ἑλλήνων ἴτε, ἐλευθεροῦτε πατρίδ, ἐλευθεροῦτε δὲ παῖδας, γυναῖκας νῦν ὑπὲρ πάντων ἀγών. 3

4 D Προσέρχονται µὲν οὖν ταχέως οἱ πολέµιοι ἐπὶ ναυµαχίαν (θεᾶται δὲ ἡδέως τὴν ναυµαχίαν Ξέρξης ὁ βασιλεύς ), ἐγὼ δὲ ἀναχωρῶ καὶ ἀναχωροῦσιν οἱ ἄλλοι Ἕλληνες ἐξαίφνης δὲ φαίνεται φάσµα τι γυναικεῖον, µάλα δεινόν. ἐγὼ δὲ τὸ φάσµα φοβοῦµαι. Ἀλλὰ λέγει τὸ φάσµα ὦ φίλοι, διὰ τί ἔτι ἀναχωρεῖτε; µὴ φοβεῖσθε τοὺς Μήδους ἀλλὰ βοηθεῖτε καὶ τολµᾶτε. Καὶ ἐγὼ µὲν ταχέως ἐπιπλέω τε καὶ οὐκέτι φοβοῦµαι, ἐπιπλέουσι δὲ καὶ οἱ ἄλλοι Ἕλληνες ταχέως καὶ ἐπὶ τοὺς Μήδους ἐπέρχονται. Νῦν δὲ κόσµῳ µαχόµεθα ἡµεῖς καὶ κατὰ τάξιν, ἀκόσµως δὲ καὶ ἀτάκτως µάχονται οἱ βάρβαροι, ἐπειδὴ οὐ τολµῶσιν ὥσπερ ἡµεῖς. τέλος δὲ τῶν Περσῶν οἱ µὲν φεύγουσι, οἱ δὲ µένουσι καὶ πίπτουσι. Καὶ τῶν Ἑλλήνων οἱ µὲν διώκουσι τοὺς Πέρσας, οἱ δὲ λαµβάνουσι τὰς ναῦς καὶ τοὺς ναύτας. ἐπειδὴ δὲ διώκουσιν οἱ Ἀθηναῖοι τοὺς Πέρσας, φεύγει καὶ ὁ Ξέρξης καὶ τὴν ναυµαχίαν οὐκέτι θεᾶται. Ἐλεύθεροι οὖν γίγνονται οἱ Ἕλληνες διὰ τὴν ἀρετήν. Οὕτως οὖν οἱ θεοὶ κολάζουσι τὴν τῶν Περσῶν ὕβριν καὶ σῴζουσι τὴν πόλιν. ΔΙΚ. Εὖ λέγεις, ὦ κυβερνῆτα, νῦν δὲ σαφῶς καὶ ἀκριβῶς ἴσµεν περὶ τὰ Μηδικά. ἀλλὰ πολλὴ νῦν ἐστιν ἡ τῶν πραγµάτων µεταβολή. Τότε µὲν γὰρ φίλοι ἀλλήλοις οἱ Ἕλληνες, νῦν δὲ οὐκέτι ὁµονοοῦσιν, ἀλλὰ µισοῦσιν ἀλλήλους διὰ τὸν πόλεµον. Τότε µὲν ὁµόνοια ἐν τοῖς Ἕλλησι, νῦν δὲ µῖσος. Φεῦ φεῦ τῶν Ἑλλήνων, φεῦ τοῦ πολέµου. 4

5 SECŢIUNEA III A E ATENA ŞI SPARTA A În timp ce corabia intră în port, Dikaiopolis vede o lumină strălucind dinspre Salamina. Căpitanul are o reacţie bruscă ΚΥΒ. (arătând spre port) Δεῦρο ἐλθὲ καὶ βλέπε. Πρὸς γὰρ τὸν λιµένα ἀφικνούµεθα ἤδη. ΔΙΚ. (uitându-se spre Salamina) ἰδού, ὦ κυβερνῆτα λαµπάδα τινὰ ὁρῶ ἐν τῇ νήσῳ. ΚΥΒ. τί φής; πόθεν ἡ λαµπάς ; ΔΙΚ. ὁπόθεν ; ἰδού. ΚΥΒ. (βλέπει πρὸς τὴν νῆσον καὶ ὁ κυβερνήτης) ὦ Ζεῦ. Λαµπάδα γὰρ οὐχ ὁρᾷς, ἀλλὰ τὰ πυρά. ΝΑΥΤΗΣ τί φής; τὰ πυρὰ λέγεις; ὦ Ζεῦ. ἄγε δή, ὦ κυβερνῆτα, σπεῦδε καὶ σῷζε ἡµᾶς εἰς τὸν λιµένα. ΚΥΒ. (nerăbdător) Μὴ φοβεῖσθε σπεύδω γὰρ, καὶ ἐπιστρέφει ἤδη ἡ ναῦς εἰς τὸν λιµένα. 5

6 ΔΙΚ. ἀλλὰ διὰ τί σπεύδοµεν ; ἆρα κίνδυνός τίς ἐστιν ; ΝΑΥ. Νὴ τὸν Δία ἐν κινδύνῳ ἐσµέν, ὦ Δικαιόπολι, εὖ οἶδα ὅτι σπεύδοµεν διότι τὰ πυρὰ δηλοῖ τι δεινόν. ΔΙΚ. Τί δηλοῖ τὰ πυρά; ΝΑΥ. Σαφῶς δηλοῖ ὅτι αἱ πολέµιαι νῆες ἐπὶ ἡµᾶς ἐπέρχονται. B Scena de pe ţărm e una foarte confuză. Polos iese din casă să vadă ce se întâmplă şi îl întâlneşte pe vecinul său Protarchos, care, fiind soldat înarmat pe o triremă, aleargă să-şi ia armele. ἐπειδὴ δὲ οἱ ἐν τῷ Πειραιεῖ ταῦτα τὰ πυρὰ ὁρῶσι, πολὺς γίγνεται ἐν τῷ λιµένι θόρυβος, πολλαὶ δὲ αἱ βοαί, οὐδαµοῦ δὲ κόσµος. Νύξ γάρ ἐστι, καὶ πολλοὶ ἄνδρες φαίνονται ἐν ταῖς ὁδοῖς καὶ τὰ πυρὰ θεῶνται. Πρώταρχος καὶ Πῶλος ὁ γείτων ὁρῶσι τοὺς ἄνδρας. ΠΩΛΟΣ (ἔξω θεῖ ἐκ τῆς οἰκίας) Εἰπὲ µοι, τίς ἡ βοὴ αὕτη; τίς ὁ θόρυβος οὗτος, ὦ γεῖτον; ἆρα οἶσθα; µέγας µὲν γὰρ ὁ θόρυβος, µεγάλη δὲ ἡ βοὴ ἡ ἐν τῷ λιµένι. ΠΡΩΤΑΡΧΟΣ (θεῖ οἴκαδε) δεῦρο ἐλθέ, ὦ γεῖτον, καὶ ἐκεῖσε βλέπε. Ἆρα οὐχ ὁρᾷς ἐκεῖνα τὰ πυρά; ἰδού. Δῆλον γὰρ ὅτι ἐν κινδύνῳ ἐστὶν ἡ Σαλαµίς. ΠΩΛΟΣ εἰπὲ µοι, ὦ γεῖτον, ποῖ τρέχεις ; 6

7 ΠΡΩΤ. Οἴκαδε τρέχω ἔγωγε ἐπὶ τὰ ὅπλα. Εἶτα δὲ εἰς τὴν ναῦν ταχέως πορεύοµαι. Δεινὸς γὰρ οὗτος ὁ κίνδυνος καὶ µέγας. Ἀλλὰ διὰ τί σὺ οὐ µετὰ ἐµοῦ πορεύῃ; ΠΩΛΟΣ καὶ δὴ πορεύοµαι. ἀλλὰ µένε, ὦ φίλε. ΠΡΩΤ. ἀλλὰ ποῖ σὺ τρέχεις; ΠΩΛΟΣ εἰς τὴν οἰκίαν ἔγωγε, ἐπὶ τὸν τροπωτῆρα καὶ τὸ ὑπηρέσιον. Δῆλον γὰρ ὅτι ἐπὶ ναυµαχίαν πορευόµεθα. Οὕτως οὖν ἐκφέρει ὁ µὲν Πῶλος τόν τε τροπωτῆρα καὶ τὸ ὑπηρέσιον, ὁ δὲ τοῦ Πρωτάρχου παῖς τά τε ὅπλα καὶ τὴν λαµπάδα ἐκφέρει. ἔπειτα πορεύονται οἱ ἄνδρες πρὸς τὸν λιµένα. C Din nou pe corabie, rapsodul este îngrozit, dar echipajul îl asigură că totul va fi bine ἐν δὲ τούτῳ ὅ τε Δικαιόπολις καὶ οἱ ναῦται ἔτι πρὸς ἀλλήλους διαλέγονται ΔΙΚ. ὦ Ζεῦ. Δεινὸς ὁ ἐν Σαλαµῖνι κίνδυνος καὶ µέγας. ἰδοὺ, ὦ ῥαψῳδέ. ἀλλὰ ποῦ ἐστιν ὁ ἀνήρ; οὐ γὰρ ὁρῶ ἐκεῖνον τὸν ἄνδρα. ΝΑΥ. ἰδού, πτώσσει οὗτος ὁ ῥαψῳδὸς ἐν τῇ νηί, ὥσπερ Ἀχαιὸς ὑφ Ἕκτορι, φοβεῖται γὰρ τοὺς Λακεδαιµονίους. ΔΙΚ. Εἰπέ µοι, ὦ ῥαψῳδέ, τί ποιεῖς; τίς φόβος λαµβάνει σε; σὺ γὰρ στρατηγὸς εἶ τῶν Ἑλλήνων ἄριστος. Μὴ ποίει τοῦτο µηδὲ φοβοῦ τοὺς Λακεδαιµονίους τούτους ἰδοὺ, ἐγγὺς τοῦ λιµένος ἐσµὲν ἤδη. Μὴ οὖν φοβοῦ. 7

8 ΡΑΨ. Τί φής; ἆρα ἀφικνοῦνται οἱ Λακεδαιµονίοι ; φοβοῦµαι γὰρ τοὺς Λακεδαιµονίους ἔγωγε. Τοὺς γὰρ ναύτας λαµβάνουσιν ἐκεῖνοι καὶ ἀποκτείνουσιν. ΝΑΥ. ἀλλὰ οὐδεµία ναῦς ἔρχεται, ὦ τᾶν, καὶ δῆλον ὅτι οὐκ ἀφικνεῖται Λακεδαιµόνιος οὐδείς, οὐδὲ λαµβάνει οὐδένα οὐδὲ ἀποκτείνει. Σὺ δὲ οὐ µιµνήσκῃ τοὺς τοῦ Περικλέους λόγους; ΡΑΨ. Τίνες οἱ λόγοι; λέγε µοι οὐ γὰρ µιµνήσκοµαι. ΝΑΥ. ἄκουε οὖν τί λέγει ὁ Περικλῆς ἐν τῇ ἐκκλησίᾳ περὶ τοῦ πολέµου καὶ τῶν ναυτικῶν µὴ φοβεῖσθε, ὦ ἄνδρες Ἀθηναῖοι τοὺς Λακεδαιµονίους. Ἐκεῖνοι µὲν γὰρ κρατοῦσι κατὰ τὴν γῆν, ἡµεῖς δὲ κατὰ θάλασσαν. ἀλλὰ καὶ ἡµεῖς ἔχοµεν ἐµπειρίαν τινὰ κατὰ γῆν, ἐκεῖνοι δὲ οὐδεµίαν ἔχουσιν εἰς τὰ ναυτικὰ ἐµπειρίαν. Καὶ δὲ οὐδεµίαν ἔχουσιν εἰς τὰ ναυτικὰ ἐµπειρίαν. Καὶ δὴ καὶ οὐ ῥᾳδίως µανθάνουσιν οἱ Λακεδαιµόνιοι τὰ ναυτικὰ, εὖ οἶδα ὅτι, ἐπειδὴ γεωργοί εἰσι καὶ οὐ θαλάττιοι. Τὸ δὲ ναυτικὸν τέχνη ἐστί καὶ ταύτην µανθάνουσιν οἱ ἄνθρωποι διὰ τὴν µελέτην, ὥσπερ καὶ τὰς ἄλλας τέχνας, ἄλλως δὲ οὐδαµῶς. ὑµεῖς γὰρ δὴ εὖ ἴστε ὅτι οὐ ῥᾳδίως, ἀλλὰ χαλεπῶς καὶ µετὰ πολλῆς µελετῆς µανθάνετε ταύτην τὴν τέχνην ἀλλὰ οἱ Λακεδαιµόνιοι φησί τις ὑµῶν - ἆρα οὐ µελετῶσιν ; - ἐγὼ δὲ ἀποκρίνοµαι οὔκ, ἀλλὰ ἡµεῖς, ἐπειδὴ κρατοῦµεν κατὰ θάλασσαν, κωλύοµεν. ΔΙΚ. Καὶ µὴν ὁρᾶτε τὸν λιµένα. ὅσαι αἱ λαµπάδες, ὅσαι αἱ νῆες, ὅσος ὁ θόρυβος, ὅσοι οἱ ἄδρες. ἰδού. ὥσπερ µύρµηκες, οὕτω συνέρχονται ἐκεῖνοι οἱ ναῦται εἰς τὸν λιµένα. Μέγα γὰρ τὸ πλῆθος τὸ τῶν τε νεῶν καὶ τῶν τριηράρχων. 8

9 D Dikaiopolis debarcă şi vede haosul. Polos este trimis într o barcă să-l instige pe căpitanul triremei. ἐπειδὴ οὖν ὁ Δικαιόπολις καὶ ὁ ῥαψῳδὸς εἰς τὴν γῆν ἀφικνοῦνται, θόρυβος γίγνεται πολύς. οἱ δὲ ἄνδρες ἡσυχάζουσι καὶ τὴν θέαν θεῶνται. ἐγγὺς δὲ τῆς νεώς ἐστι κελευστής τις, βοᾷ δὲ οὗτος. ΚΕΛΕΥΣΤΗΣ εἰπέ µοι, ποῦ ὁ τριήραρχος ὁ ἡµέτερος ; ΠΩΛΟΣ δῆλον ὅτι οἴκοι, ὦ κελευστά. Καθεύδει γὰρ που. ΚΕΛ. Οἴµοι. Δεινὸς µὲν ὁ τῶν Ἀθηναίων κίνδυνος, ἀλλὰ ἐκεῖνος οἴκοι καθεύδει. Σπεῦδε οὖν, ὦ Πῶλε, καὶ ζήτει τὸν τριήραρχον καὶ λέγε περὶ τούτου τοῦ ἐν Σαλαµῖνι κινδύνου. ΠΩΛΟΣ µάλιστα γε, ὦ κελευστά. (οὕτως οὖν τρέχει ταχέως πρὸς τὸν τριήραρχον ὁ Πῶλος. Τέλος δὲ εἰς τὴν θύραν ἀφικνεῖται). ΠΩΛΟΣ (bate la uşă) παῖ, παῖ. Τί ποιεῖς ; ἆρα καθεύδει ὁ παῖς ; παῖ, παῖ. ΠΑΙΣ τίς ἐστι ; τίς βοᾷ ; (deschide uşa) διὰ τί καλεῖς µε; τίνα ζητεῖς ; ΠΩΛΟΣ εἰπέ µοι, ἆρα ἔνδον ἐστὶν ὁ τριήραρχος; ἢ οὐχ οὕτως; ΠΑΙΣ οὕτως γε. ΠΩΛΟΣ φέρε, ὦ παῖ, διὰ τί ἔτι µένεις καὶ οὐ καλεῖς τὸν δεσπότην; ζητῶ γὰρ ἐκεῖνον. ΠΑΙΣ ἀλλὰ ἀδύνατον καθεύδει γὰρ ὁ δεσπότης ἥσυχος. (închide uşa) 9

10 ΠΩΛΟΣ τὶ φής ; ἀδύνατον ; βάλλε εἰς κόρακας µὴ παῖζε πρὸς ἐµέ. (se apropie de uşă). Διὰ τί οὐ κόπτω ταύτην τὴν θύραν ; τριήραρχε, τριήραρχε σὲ γὰρ βοῶ. ΤΡΙΗΡΑΡΧΟΣ βάλλε εἰς κόρακας. ἀλλὰ τίς κόπτει τὴν θύραν ; τὶ τοῦτο τὸ πράγµά ἐστι ; τίς καλεῖ µε; τίς βοᾷ ; ΠΩΛΟΣ Πῶλος καλεῖ σε, ὁ Κυδαθηναιεύς, ἐγώ. ΤΡΙ ἀλλὰ καθεύδω ἥσυχος ΠΩΛΟΣ ἀλλὰ µὴ κάθευδε, ὦ τριήραρχε ἐν κινδύνῳ γὰρ ἡ Σαλαµίς. ἐλθὲ καὶ βλέπε ἐκεῖσε. Ἆρα οὐχ ὁρᾷς ἐκεῖνα τὰ πυρά ; ΤΡΙ τί φής; ἆρα παίζεις πρὸς ἐµέ ; ( ὁρᾷ τὰ πυρὰ τὰ ἐν τῇ νήσῳ ) οἴµοι. Μένε, ὦ Πῶλε. Ταχὺ γὰρ ἔρχοµαι. Ε Căpitanul şi echipajul se îmbarcă într-un final pe trirema lor. Rugăciuni de ritual acompaniază plecarea lor. Τέλος δὲ ἐµβαίνουσι µὲν εἰς τὰς ναῦς οἱ ναῦται καὶ ὁ κελευστής, ἐµβαίνει δὲ καὶ ὁ τριήραρχος, καὶ ἐπειδὴ ἐκεῖνος κελεύει, ἡ ναῦς ἀποπλεῖ. ΤΡΙ κατακέλευε δή, ὦ κελευστά. ΚΕΛ. ὠὸπ ὂπ ὠὸπ ὂπ ΤΡΙ εὖ γε. Νῦν γὰρ σπονδὴν τοῖς θεοῖς σπένδω καὶ τὰς εὐχὰς εὔχοµαι. ( τὰς εὐχὰς εὔχεται) 10

11 ὦναξ Πόσειδον σὺ µὲν γὰρ σωτὴρ ἄριστος τῶν ναυτῶν, ἡµεῖς δὲ πολλάκις ὑπὲρ τῆς σωτηρίας σοι θυσίας θύοµεν σῷζε ἡµᾶς ἐπὶ τὴν πατρίδα πάλιν. ( τὴν σπονδὴν σπένδει). Νῦν δὲ κατακέλευε αὖθις, ὦ κελευστά. ΚΕΛ. ὠὸπ ὂπ ὠὸπ ὂπ. εὖ γε, ὦνδρες. ἀποπλεῖ γὰρ ἡ ἡµετέρα ναῦς. ΤΡΙ ταχέως νῦν, ὦ κελευστά κατακέλευε δή. ΚΕΛ. ὠὸπ ὂπ ὠὸπ ὂπ. 11

Greaca în texte. Secţiunea unu A-J. Fraudă cu asigurare

Greaca în texte. Secţiunea unu A-J. Fraudă cu asigurare 1 Greaca în texte Secţiunea unu A-J Fraudă cu asigurare A Vasilios şi Aristotelis, asociaţi în afacerea corăbiilor care transportau grâne, şi-au încărcat corăbiile cu mult mai mult decât trebuia. Se îmbarcă

Διαβάστε περισσότερα

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern VERTAALHULP BIJ 31.2 πῶς οῦν ἂν μετριώτατα σκοποίμεθα αὐτά; < --predicaat-- > compl. (obj.) πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Διαβάστε περισσότερα

Vocabular pentru secţiunea II A

Vocabular pentru secţiunea II A 1 Test Traduceţi în lb. română: Τὸ µὲν οὖν πλοῖον πλεῖ πρὸς τὸν Πειραιᾶ. Οἱ δὲ ναῦται οὐκ ἴσασι ποῦ ἐστι τὸ πλοῖον. Ἐρωτῶσιν οὖν τὸν κυβερνήτην ποῦ ἐστιν. ὁ µὲν κυβερνήτης λέγει ὅτι ἐγγὺς τοῦ λιµένος ἐστὶ

Διαβάστε περισσότερα

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων

Διαβάστε περισσότερα

expertise εὐχή, ἡ θόρυβος, ὁ noise, din, hustle and bustle κίνδυνος, ὁ danger Λακεδαιµόνιος, Spartan θύρα, ἡ κελευστής, ὁ

expertise εὐχή, ἡ θόρυβος, ὁ noise, din, hustle and bustle κίνδυνος, ὁ danger Λακεδαιµόνιος, Spartan θύρα, ἡ κελευστής, ὁ Vocabulary to be learnt: through Section 3 nouns: first declension ἀπορία, ἡ βοή, ἡ γῆ, ἡ ἐλευθερία, ἡ εὐχή, ἡ ἡσυχία, ἡ θάλαττᾰ, ἡ θεά, ἡ θύρα, ἡ θυσία, ἡ κελευστής, κυβερνήτης, ναυµαχία, ἡ ναύτης, νίκη,

Διαβάστε περισσότερα

Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους, Ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, 17-18

Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους, Ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, 17-18 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 11 ΣΕΠΤΕΜΒΡΙΟΥ 2001 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΕΙΜΕΝΑ Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους,

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 3 Θεωρητικά στοιχεία 1. Παρατακτική σύνδεση α. Ασύνδετη παράταξη ή ασύνδετο σχήμα Είναι ο αρχικός και απλοϊκός τρόπος σύνδεσης όμοιων προτάσεων ή όρων. Κατ αυτόν τα συνδεόμενα μέρη διαδέχονται

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ 2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

Δ ι α γ ω ν ί ς μ α τ α π ρ ο ς ο μ ο ί ω ς η σ 1

Δ ι α γ ω ν ί ς μ α τ α π ρ ο ς ο μ ο ί ω ς η σ 1 Δ ι α γ ω ν ί ς μ α τ α π ρ ο ς ο μ ο ί ω ς η σ 1 2 s c h o o l t i m e. g r Ο Άρης Ιωαννίδης Γεννήθηκε το 1973 στο Βόλο. Το 1991 εισήχθη στο Φιλοσοφική Σχολή του Πανεπιστημίου Ιωαννίνων, απ όπου έλαβε

Διαβάστε περισσότερα

Εισαγωγή στη Φιλοσοφία

Εισαγωγή στη Φιλοσοφία Εισαγωγή στη Φιλοσοφία Ενότητα 3: Είναι - Συνειδέναι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό

Διαβάστε περισσότερα

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ) ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ) ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ 1: Ἴσως οὖν εἴποιεν ἂν πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν, ὅτι οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο, οὐδὲ ὁ σώφρων

Διαβάστε περισσότερα

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ ΕΝΟΣΗΣΑ 2 1. Να συμπληρώσετε τα κενά με τα παραθετικά των επιθέτων και των επιρρημάτων που βρίσκονται στην παρένθεση. - Τὸ σῴζειν τἀγαθὰ τοῦ κτήσασθαι (χαλεπόν, συγκρ.). - Τῶν ἀνδρῶν ἐπολέμησαν αἱ γυναῖκες

Διαβάστε περισσότερα

Το υποκείμενο. Όλα τα υποκείμενα: ρημάτων / απαρεμφάτων / μετοχών μεταφράζονται με Ονομαστική. 1. Ονομαστική: όταν είναι υποκείμενο ρήματος

Το υποκείμενο. Όλα τα υποκείμενα: ρημάτων / απαρεμφάτων / μετοχών μεταφράζονται με Ονομαστική. 1. Ονομαστική: όταν είναι υποκείμενο ρήματος Το υποκείμενο ΟΡΙΣΜΟΣ: Υποκείμενο είναι ο όρος της πρότασης που εκφράζει το πρόσωπο ή το πράγμα το οποίο κάνει ή υφίσταται ό,τι δηλώνει το ρήμα. Είναι εκείνο για το οποίο γίνεται λόγος στην πρόταση. Όλα

Διαβάστε περισσότερα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 29 ΜΑΪΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

Περικλέους Σταύρου 31 34100 Χαλκίδα Τ: 2221-300524 & 6937016375 F: 2221-300524 @: chalkida@diakrotima.gr W: www.diakrotima.gr

Περικλέους Σταύρου 31 34100 Χαλκίδα Τ: 2221-300524 & 6937016375 F: 2221-300524 @: chalkida@diakrotima.gr W: www.diakrotima.gr Προς: Μαθητές Α, Β & Γ Λυκείου / Κάθε ενδιαφερόμενο Αγαπητοί Φίλοι Όπως σίγουρα γνωρίζετε, από τον Ιούνιο του 2010 ένα νέο «ΔΙΑΚΡΟΤΗΜΑ» λειτουργεί και στη Χαλκίδα. Στο Φροντιστήριό μας, κάνοντας χρήση

Διαβάστε περισσότερα

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας. 1. (α.ε) σκέφτομαι, ενεργώ Αυτός και ζω που κατά τρόπο απελευθερώνει. ελεύθερο. 2. (ν.ε) παραβαίνω τους Αυτός ηθικούς νόμους. που κάνει κάποιον ελεύθερο. 1. Η ειλικρίνεια. 2. Η αυθάδεια. Ο δούλος που απέκτησε

Διαβάστε περισσότερα

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται Τὸ πρῶτον κεφαλαῖον ὁ οἶκος τοῦ Δημοθένους ὁ Δημοσθένης ἐστὶν ἀνήρ. ἡ Ἰφιμεδεία ἐστὶ γυνή. ὁ Στέφανός ἐστι παῖς.

Διαβάστε περισσότερα

3. δυνητικό: ἄν, ποὺ σημαίνει κάτι ποὺ μπορεὶ ἤ ποὺ μποροῦσε νὰ γίνει.

3. δυνητικό: ἄν, ποὺ σημαίνει κάτι ποὺ μπορεὶ ἤ ποὺ μποροῦσε νὰ γίνει. 1 Άκλιτα μέρη Μόρια Λέγονται οι άκλιτες λέξεις, οι περισσότερες μονοσύλλαβες, που δεν ανήκουν κανονικά σ ένα ορισμένο μέρος του λόγου. Αυτά έχουν κυρίως επιρρηματική σημασία και χρησιμοποιούνται στο λόγο

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 2 ΙΟΥΛΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4) 53 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ 2013 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά,

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,

Διαβάστε περισσότερα

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) Διδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας, 324 Α-C Εἰ γάρ ἐθέλεις ἐννοῆσαι τό κολάζειν, ὦ Σώκρατες, τούς ἀδικοῦντας τί ποτε

Διαβάστε περισσότερα

Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1, 1-2. απόσπασμα α

Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1, 1-2. απόσπασμα α ΔΙΑΓΩΝΙΣΜΑ ΕΚΠ. ΕΤΟΥΣ 2017-2018 ΜΑΘΗΜΑ /ΤΑΞΗ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΟΝΟΜΑΤΕΠΩΝΥMΟ: ΗΜΕΡΟΜΗΝΙΑ: 10/2/2018 ΕΞΕΤΑΣΤΕΑ ΥΛΗ: ΑΡΙΣΤΟΤΕΛΟΥΣ «ΠΟΛΙΤΙΚΑ» Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1,

Διαβάστε περισσότερα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Ο ομιλητής, αφού απέδειξε ότι ο ισχυρισμός του Θεόμνηστου ότι ο ίδιος είχε δολοφονήσει τον πατέρα

Διαβάστε περισσότερα

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 8 1. Στις παρακάτω προτάσεις να βρείτε το αντικείμενο. α. Ἡ τοῦ Θεοῦ φρόνησις πάντων ἐπιμελεῖται. β. Ἀνθρώπου ψυχὴ τοῦ θείου μετέχει. γ. Τὸ τῆς πόλεως ἦθος ὁμοιοῦται τοῖς ἄρχουσι. δ. Στέργε μὲν

Διαβάστε περισσότερα

1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36

1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2002 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ (ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ) ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ 2013 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ 2013 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ 2013 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Διδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας (324 Α-C) Ἀριστοτέλους Ἠθικὰ Νικομάχεια

Διαβάστε περισσότερα

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται Τὸ πρῶτον κεφαλαῖον ὁ Δημοσθένης ἐστὶ ἀνήρ. ὁ Ἰφιμεδεία ἐστὶ γυνή. ὁ Στέφανός ἐστι παῖς. ὁ Φίλιππός ἐστι παῖς. ἡ

Διαβάστε περισσότερα

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 1 ΙΟΥΝΙΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Αριστοτέλους

Διαβάστε περισσότερα

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ

Διαβάστε περισσότερα

ΘΕΜΑ 212ο: Ξενοφῶντος Ἑλληνικά, 2, 2, 18-21.

ΘΕΜΑ 212ο: Ξενοφῶντος Ἑλληνικά, 2, 2, 18-21. ΘΕΜΑ 212ο: Ξενοφῶντος Ἑλληνικά, 2, 2, 18-21. 2. Να αναφέρετε τα Διδακτικά έργα του Ξενοφώντα και να δώσετε περιληπτικά το περιεχόμενο δύο έργων αυτής της κατηγορίας. 3. α) ἀποκρίνομαι, αὐτοκράτωρ, καθαιρῶ,

Διαβάστε περισσότερα

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διαβάστε περισσότερα

ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΣΑΒΒΑΤΟ 22 ΜΑΪΟΥ 2004 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΕΙΜΕΝΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΣΑΒΒΑΤΟ 22 ΜΑΪΟΥ 2004 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΕΙΜΕΝΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΣΑΒΒΑΤΟ 22 ΜΑΪΟΥ 2004 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΕΙΜΕΝΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Κείµενο διδαγµένο από το πρωτότυπο Λυσίου Ὑπέρ Μαντιθέου, 19-21

Διαβάστε περισσότερα

Ασκήσεις γραμματικής. Εκφώνηση. Να μεταφέρετε τους παρακάτω τύπους στον άλλο αριθμό: τοῦ σοφοῦ. (ὦ) δίκαιε. τὸν τίμιον. τοὺς πιστοὺς.

Ασκήσεις γραμματικής. Εκφώνηση. Να μεταφέρετε τους παρακάτω τύπους στον άλλο αριθμό: τοῦ σοφοῦ. (ὦ) δίκαιε. τὸν τίμιον. τοὺς πιστοὺς. Ασκήσεις γραμματικής ΑΣΚΗΣΗ 1 Εκφώνηση Να μεταφέρετε τους παρακάτω τύπους στον άλλο αριθμό: τοῦ σοφοῦ (ὦ) δίκαιε τὸν τίμιον τοὺς πιστοὺς ταῖς ψυχραῖς τὸ δίκαιον τοῖς ἐντίμοις τοῦ σοφοῦ τῶν σοφῶν (ὦ) δίκαιε

Διαβάστε περισσότερα

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο Υπουργείο Παιδείας και Πολιτισμού Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου Δειγματικό Εξεταστικό Δοκίμιο Α Τετράμηνο Το δειγματικό δοκίμιο αξιολόγησης που ακολουθεί βασίζεται στον γενικό τύπο διαγωνίσματος που

Διαβάστε περισσότερα

Σύνδεσε με μια γραμμή καθένα από αυτά με μια από τις σημασίες της δεξιάς στήλης.

Σύνδεσε με μια γραμμή καθένα από αυτά με μια από τις σημασίες της δεξιάς στήλης. Αρχαία Ελληνικά Ενότητα 6. Λύσεις ασκήσεων 1. Συμπλήρωσε τις προτάσεις επιλέγοντας τη σωστή λέξη από το εξωτερικό πλαίσιο. 1) Πρίαμος ἢ Μενέλαος ἄρχει Σπάρτης; 2) Οὐχ ὁρῶ τὸ ἐμὸν ἀργύριον. Κλέπτης εἶ,

Διαβάστε περισσότερα

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ 1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 2 ΙΟΥΛΙΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (5) ιδαγμένο

Διαβάστε περισσότερα

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ Γ ΓΕΛ 29 / 04 / 2018 Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικά (Α 1, 1 & Γ 1, 1-2) Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2

Διαβάστε περισσότερα

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΜΕΡΟΣ Α ΠΑΡΑΤΗΡΗΣΕΙΣ 1. Να αποδοθεί το κείμενο στη νέα ελληνική. (Μονάδες:

Διαβάστε περισσότερα

ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11

ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11 ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11 Α. ΚΕΙΜΕΝΟ ΜΑΡΤΥΡΙΑ Περὶ μὲν τοίνυν αὐτῆς τῆς αἰτίας οὐκ οἶδ ὅ τι δεῖ πλείω λέγειν δοκεῖ δέ μοι ὦ βουλή ἐν μὲν τοῖς ἄλλοις ἀγῶσι περὶ αὐτῶν

Διαβάστε περισσότερα

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται written by Seumas Macdonald Τὸ δεύτερον κεφαλαῖον πόλεις καὶ χώραι Λονδόνιον ἐστι πόλις. καὶ Ῥώμη καὶ Ἀθῆναί εἰσι

Διαβάστε περισσότερα

ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011

ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ www.scooltime.gr www.schooitime.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΤΕΛΟΣ 1ΗΣ ΑΠΟ 4 ΣΕΛΙ ΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ

Διαβάστε περισσότερα

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γεγραμμένον

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γεγραμμένον ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γεγραμμένον Revision 0.03a 2014-10-25 Τὸ πρῶτον κεφαλαῖον ὁ οἶκος τοῦ Δημοθένους ὁ Δημοσθένης ἐστὶν ἀνήρ. ἡ Ἰφιμεδεία ἐστὶ

Διαβάστε περισσότερα

Αὕτη δ ἐστίν ἡ καλουμένη πόλις καί ἡ κοινωνία ἡ πολιτική.

Αὕτη δ ἐστίν ἡ καλουμένη πόλις καί ἡ κοινωνία ἡ πολιτική. ΑΡΙΟΣΕΛΟΤ «ΠΟΛΙΣΙΚΑ» Κ ε ί μ ε ν ο Ενότητα 11η Επειδή ὁρῶμεν πᾶσαν πόλιν οὖσαν κοινωνίαν τινά και συνεστηκυῖαν ἕνεκα ἀγαθοῦ τινος (πάντες γάρ πράττουσι πάντα χάριν τοῦ δοκοῦντος εἶναι ἀγαθόν), δῆλον ὡς

Διαβάστε περισσότερα

Ο ΟΙΚΟΣ Εjercicios complementarios

Ο ΟΙΚΟΣ Εjercicios complementarios Ο ΟΙΚΟΣ Εjercicios complementarios Ἄσκησις A Ιdentifica ὁ στρατιώτης ὁ κεραµεύς ὁ ἀλλαντοπώλης ὁ ῥαψῳδός ζ ὁ ἀγαλµατοπώλης ὁ ἀθλητής ὁ ἱµατιοπώλης ὁ ναῦτης α ε κ ὁ γλύπτης ὁ στρατηγός β ζ ὁ κιθαριστής

Διαβάστε περισσότερα

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι Η δεύτερη κλίση περιλαμβάνει ονόματα: αρσενικά και θηλυκά σε: -ος ουδέτερα σε: -ον συνηρημένα σε: -ους, -ουν αττικόκλιτα αρσενικά και θηλυκά σε: -ως, ουδέτερα σε: -ων Τα αρσενικά και τα θηλυκά της β' κλίσης

Διαβάστε περισσότερα

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή ΚΕΙΜΕΝΑ Α. Το τέχνασμα του Θεμιστοκλή Ἀλλ' ἐπεὶ τῶν πολεμίων ὁ στόλος τῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφερόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς, πάλιν ἐπάπταινον οἱ Πελοποννήσιοι πρὸς τὸν Ἰσθμόν. Ἔνθα δὴ

Διαβάστε περισσότερα

ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b)

ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b) ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b) Εἰ δὴ πᾶσα ἐπιστήμη οὕτω τὸ ἔργον εὖ ἐπιτελεῖ, πρὸς τὸ μέσον βλέπουσα καὶ εἰς τοῦτο ἄγουσα τὰ ἔργα (ὅθεν εἰώθασιν ἐπιλέγειν

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ 25 ΜΑΪΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους,

Διαβάστε περισσότερα

ιδαγµένο κείµενο 'Αριστοτέλους 'Ηθικά Νικοµάχεια (Β6, 4-10)

ιδαγµένο κείµενο 'Αριστοτέλους 'Ηθικά Νικοµάχεια (Β6, 4-10) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 29 ΜΑΪΟΥ 2001 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (4) ιδαγµένο κείµενο 'Αριστοτέλους 'Ηθικά

Διαβάστε περισσότερα

εἰ δὲ μή, παῦσαι ἤδη, ὦ θαυμάσιε, πολλάκις μοι λέγων τὸν αὐτὸν λόγον, bepaling cmpl. attribuut complement (object)

εἰ δὲ μή, παῦσαι ἤδη, ὦ θαυμάσιε, πολλάκις μοι λέγων τὸν αὐτὸν λόγον, bepaling cmpl. attribuut complement (object) VERTAALHULP BIJ 32.2 Σω. σκοπῶμεν, ὦ ἀγαθέ, κοινῇ, καὶ εἴ πῃ ἔχεις ἀντιλέγειν ἐμοῦ λέγοντος, gesubst. ἀντίλεγε καί σοι πείσομαι.

Διαβάστε περισσότερα

ΘΕΜΑ 226ο: Ξενοφῶντος Ἑλληνικά, 2, 2, Να μεταφραστεί το τμήμα: Τῇ δὲ ὑστεραίᾳ ἄρχειν τῆς ἐλευθερίας. Μονάδες 30

ΘΕΜΑ 226ο: Ξενοφῶντος Ἑλληνικά, 2, 2, Να μεταφραστεί το τμήμα: Τῇ δὲ ὑστεραίᾳ ἄρχειν τῆς ἐλευθερίας. Μονάδες 30 ΘΕΜΑ 226ο: Ξενοφῶντος Ἑλληνικά, 2, 2, 20-23. 2. Να αναφέρετε τα Ιστορικά έργα του Ξενοφώντα και να δώσετε περιληπτικά το περιεχόμενο δύο έργων αυτής της κατηγορίας. 3. α) Να συνδέσετε κάθε λέξη της Α στήλης

Διαβάστε περισσότερα

ΘΕΜΑ 361ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4,

ΘΕΜΑ 361ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4, ΘΕΜΑ 361ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4, 20-21. θυσιῶν καὶ ἑορτῶν τῶν καλλίστων καὶ συγχορευταὶ καὶ συμφοιτηταὶ γεγενήμεθα καὶ 1. Να μεταφραστεί το τμήμα: Κλεόκριτος δὲ σωτηρίας τε καὶ ἐλευθερίας. 2. α) Πώς

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς, 54 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ 2014 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C). ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 10 ΣΕΠΤΕΜΒΡΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΞΕΝΟΦΩΝΤΑ ΕΛΛΗΝΙΚΑ 2,1,28. Η ναυμαχία στους Αιγός Ποταμούς

ΞΕΝΟΦΩΝΤΑ ΕΛΛΗΝΙΚΑ 2,1,28. Η ναυμαχία στους Αιγός Ποταμούς ΞΕΝΟΦΩΝΤΑ ΕΛΛΗΝΙΚΑ 2,1,28 Η ναυμαχία στους Αιγός Ποταμούς ΑιγόσΠοταμοί Λάμψακοσ Σηςτόσ Αιγόσ Ποταμοί Σηςτόσ Λάμψακοσ Λάμψακοσ Λύσανδρος Ειπε αραι αςπίδα κατά μζςον τον πλουν αἱ μὲν τῶν νεῶν δίκροτοι ἦσαν,

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 6 ΙΟΥΛΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΛΑΤΩΝΟΣ ΠΟΛΙΤΕΙΑ (519C-D, 520Α) Ἡμέτερον δὴ ἔργον, ἦν δ' ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας

Διαβάστε περισσότερα

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 «Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4)

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ & ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΚΑΙ Δ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ

Διαβάστε περισσότερα

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 Α. ΚΕΙΜΕΝΟ Εἰ μὴ συνῄδη ὦ βουλή τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τς κατηγορίας

Διαβάστε περισσότερα

ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΘΕΩΡΙΑ ΚΑΙ ΠΡΑΞΗ ΔΙΑΓΩΝΙΣΜΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΘΕΩΡΙΑ ΚΑΙ ΠΡΑΞΗ ΔΙΑΓΩΝΙΣΜΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΑΡΧΗ 1 ΗΣ ΣΕΛΙΔΑΣ Γ ΛΥΚΕΙΟΥ ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΘΕΩΡΙΑ ΚΑΙ ΠΡΑΞΗ ΔΙΑΓΩΝΙΣΜΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Πλάτων, «Πρωταγόρας» Κείμενο «Ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας,

Διαβάστε περισσότερα

1st and 2nd Person Personal Pronouns

1st and 2nd Person Personal Pronouns 1st and 2nd Person Personal Pronouns Case First Person Second Person I You () Nominative ἐγώ σύ Accusative ἐμέ or με σέ Genitive ἐμοῦ or μου σοῦ Dative ἐμοί or μοι σοί We You () Nominative ἡμεῖς ὑμεῖς

Διαβάστε περισσότερα

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

Διαβάστε περισσότερα

ΘΕΜΑ 126ο: Θουκυδίδου Ἱστορίαι, 3,

ΘΕΜΑ 126ο: Θουκυδίδου Ἱστορίαι, 3, ΘΕΜΑ 126ο: Θουκυδίδου Ἱστορίαι, 3, 72-73. 2. Ποιες είναι, κατά τον Θουκυδίδη, οι βασικές προϋποθέσεις για τη συγκρότηση ενός ισχυρού, από στρατιωτική άποψη, κράτους; 3. α) λῆψις, λήπτης, κάτοχος, σχῆμα,

Διαβάστε περισσότερα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ β ΛΥΚΕΙΟΥ

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ β ΛΥΚΕΙΟΥ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ β ΛΥΚΕΙΟΥ Ξενοφῶντος, Ἑλληνικά, 1,1,27-28 Ἐν δὲ τῷ χρόνῳ τούτῳ ἠγγέλθη τοῖς τῶν Συρακοσίων στρατηγοῖς οἴκοθεν ὅτι φεύγοιεν ὑπὸ τοῦ δήμου. Συγκαλέσαντες οὖν τοὺς ἑαυτῶν στρατιώτας Ἑρμοκράτους

Διαβάστε περισσότερα

Gregorius Nyssenus - De deitate filii et spiritus sancti

Gregorius Nyssenus - De deitate filii et spiritus sancti This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 )

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Διαγώνισμα Αρχαία Ελληνικά Γ Λυκείου Ηθικά Νικομάχεια Αριστοτέλους Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν οἱ γὰρ νομοθέται τοὺς

Διαβάστε περισσότερα

ΘΕΜΑ 481ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4,

ΘΕΜΑ 481ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4, ΘΕΜΑ 481ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4, 42-43. 2. Να κατατάξετε κατά χρονική σειρά τα ακόλουθα βιογραφικά στοιχεία του Ξενοφώντα: α) Εγκαταστάθηκε στον Σκιλλούντα, όπου ασχολήθηκε με το συγγραφικό του έργο.

Διαβάστε περισσότερα

Εισαγωγή στη Φιλοσοφία

Εισαγωγή στη Φιλοσοφία Εισαγωγή στη Φιλοσοφία Ενότητα: Αριστοτέλης Ι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος Πρωταγόρας 323C-324Α

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος Πρωταγόρας 323C-324Α ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΛΙΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης 44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης ΣΑΒΒΑΪ Η ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Χρυσοστόµου Σµύρνης 3 : 210/76.01.470 210/76.00.179 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους,

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,

Διαβάστε περισσότερα

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης; Johannesevangelium 4,1-42 4,1 Ως οὖν ἔγνω ὁ Ιησοῦς ὅτι ἤκουσαν οἱ φαρισαῖοι ὅτι Ιησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ιωάννης 4,2 καίτοιγε Ιησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ οἱ μαθηταὶ αὐτοῦ. 4,3 ἀφῆκεν

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 08 Δεύτερο επεισόδιο (163e-165a7): Κριτίου ρήσις και τέταρτος ορισμός της σωφροσύνης (τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν) Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 7 ΙΟΥΝΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΟΜΟΣΠΟΝΔΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ ΦΡΟΝΤΙΣΤΩΝ ΕΛΛΑΔΟΣ (Ο.Ε.Φ.Ε.) ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ 2018 Β ΦΑΣΗ ΑΡΧΑΙΑ

ΟΜΟΣΠΟΝΔΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ ΦΡΟΝΤΙΣΤΩΝ ΕΛΛΑΔΟΣ (Ο.Ε.Φ.Ε.) ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ 2018 Β ΦΑΣΗ ΑΡΧΑΙΑ ΤΑΞΗ: Γ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΣ: ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ Ημερομηνία: Σάββατο 21 Απριλίου 2018 Διάρκεια Εξέτασης: 3 ώρες ΕΚΦΩΝΗΣΕΙΣ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΟΛΙΤΙΚΑ (Α1. 1, Γ1

Διαβάστε περισσότερα

Ενότητα 9 η Οι νόμοι επισκέπτονται το Σωκράτη στη φυλακή

Ενότητα 9 η Οι νόμοι επισκέπτονται το Σωκράτη στη φυλακή Ενότητα 9 η Οι νόμοι επισκέπτονται το Σωκράτη στη φυλακή Εἰ μέλλουσιν ἡμῖν ἐνθένδε εἴτε ἀποδιδράσκειν, εἴθ ὅπως δεῖ ὀνομάσαι τοῦτο, ἐλθόντες οἱ νόμοι καί τό κοινόν τῆς πόλεως ἐπιστάντες ἔροιντο Εἰπέ μοι,

Διαβάστε περισσότερα

Το αντικείμενο [τα βασικά]

Το αντικείμενο [τα βασικά] Το αντικείμενο [τα βασικά] Στην ενότητα αυτή θα ασχοληθούμε με το αντικείμενο στα αρχαία ελληνικά. Παράλληλα θα δίνονται παραδείγματα και στα Νέα Ελληνικά (ΝΕ) Τι είναι το αντικείμενο; Αντικείμενο είναι

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΔΕΥΤΕΡΑ 2 ΙΟΥΝΙΟΥ 2014 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: ΤΡΕΙΣ (3) Διδαγμένο

Διαβάστε περισσότερα

King s College London

King s College London King s College London This paper is part of an examination of the College counting towards the award of a degree. Examinations are governed by the College Regulations under the authority of the Academic

Διαβάστε περισσότερα

ΘΕΜΑ 331ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4,

ΘΕΜΑ 331ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4, ΘΕΜΑ 331ο: Ξενοφῶντος Ἑλληνικά, 2, 4, 18-19. Ταῦτα δ εἰπὼν καὶ μεταστραφεὶς πρὸς τοὺς ἐναντίους ἡσυχίαν εἶχε καὶ γὰρ ὁ μάντις παρήγγελλεν αὐτοῖς μὴ πρότερον ἐπιτίθεσθαι πρὶν [ἂν] τῶν σφετέρων ἢ πέσοι τις

Διαβάστε περισσότερα

Iohannes Damascenus - De azymis

Iohannes Damascenus - De azymis This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 324A C

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 324A C ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ - ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΝΙΟΥ 2011 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ

Διαβάστε περισσότερα

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Πρπρευμένων τῶν Ἱερπαίδων μετὰ εἰκόνων καὶ θυμιατῦ, ὁ Ἱερεὺς ἐξέρχεται τῦ Ἱερῦ μετὰ τῦ Τιμίυ Σταυρῦ καὶ γίνεται λιτανεία πέριξ τῦ ἐσωτερικῦ τῦ Ναῦ εἰς τέσσαρες στάσς. Εἰς

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ H ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ H ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ H ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 03: Πρόλογος (153a-154c). Ο Σωκράτης γυρίζει από τον πόλεμο - Ο Χαρμίδης εμφανίζεται στην παλαίστρα του Ταυρέα. Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ Α] Να εντοπίσετε το Ρήμα, το Υποκείμενο και το Κατηγορούμενο ή το Αντικείμενο/α: 1. Ὁ σοφὸς ἐστι εὐδαίμων. 2. Βουκεφάλας ὑπὸ καύματος καματηρὸς ἐγένετο. 3. Ὁ ἵππος μέλας

Διαβάστε περισσότερα