Χαιρετισμοί εις τον οσιομάρτυρα Εφραίμ ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΓΙΟΝ ΕΦΡΑΙΜ
|
|
- ÍΑἰνείας Δασκαλοπούλου
- 7 χρόνια πριν
- Προβολές:
Transcript
1 Χαιρετισμοί εις τον οσιομάρτυρα Εφραίμ ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΓΙΟΝ ΕΦΡΑΙΜ Κοντάκιον. Ἦχος πλ, δ'. Τῇ ὑπερμάχῳ. Ὥσπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτῖσι πᾶσιν ἐκλάμπεις. Ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ Ἅγιε, καὶ βοώντων σοι χαίροις Πάτερ μακάριε. Ἄγγελος ὥσπερ ἄλλος, οὐρανόθεν ἐπέστης, καὶ ἔδειξας ἡμῖν τὴν χάριν (ἐκ γ'), δι ἧς εὐφραίνεις πάντα πιστόν, Ὀσιομάρτυς Ἐφραὶμ θείου Πνεύματος διό σε μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα. Χαῖρε, ὁ πάλαι καλῶς ἀθλήσας χαῖρε, ὁ ἄρτι σεαυτὸν ἐκφήνας. Χαῖρε, εὐφροσύνης καὶ ὁ παραίτιος χαῖρε, οὐρανίου χαρᾶς ὁ συναίτιος. Χαῖρε, ἄστρον τὸ νεόφωτον Ἐκκλησίας τοῦ Χριστοῦ χαῖρε, ξίφος τὸ ἀμφίστομον τῆς μανίας τοῦ ἐχθροῦ. Χαῖρε, ὅτι ὁσίως ἐνασκήσει ἐμπρέπεις χαῖρε, ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης. Χαῖρε, καινὸν τῆς πίστεως ἔρεισμα
2 χαῖρε, ἀπίστων φθορὰ καὶ ἄλγημα. Χαῖρε, δι οὗ εὐσεβεῖς κραταιοῦνται χαῖρε, δι οὗ δυσσεβεΐς καταργοῦνται. Βίου σου τοῦ ὁσίου καὶ τέλους σου τοῦ ἁγίου, ἄγνωστα τοῖς πᾶσι πρὶν ἐτέλουν, ἀλλ ἀποκαλύψει θαυμαστῇ, τῶν ἱερῶν σου Λειψάνων πανόλβιε, ἐγνώσθης ἐν τοῖς πέρασι, ἅπαντας ἐγείρεις ψάλλειν Γνῶσιν λαβόντες θείαν, τῆς ἐνθέου ζωῆς σου, ἐκφάνσει τῶν ἁγίων ὀστῶν σου, αἴνεσιν προσάγομεν Θεῷ τῷ ποικίλοις σὲ δοξάσαντι θαύμασιν, Ἐφραὶμ θεομακάριστε, δι ὧν εὐφραίνεις τοὺς βοῶντάς σοι Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων χαῖρε, φωτὸς ἀΰλου θεάμων. Χαῖρε, τῶν Ὁσίων ζηλώσας τὴν ἃσκησιν, χαῖρε, τῶν Μαρτύρων ζηλώσας τὴν ἄθλησιν. Χαῖρε, σκεῦος καθαρότατον ἐπιπνοίας θεϊκῆς χαῖρε, ἄνθος εὐωδέστατον εὐωδίας μυστικῆς. Χαῖρε, ὅτι τὸν κόσμον νουνεχῶς ἀπηρνήσω χαῖρε, ὅτι τὰ ἄνω θαυμαστῶς ἐπορίσω. Χαῖρε, κοιμίσας τὰ κύματα χαῖρε, νοὸς ὑψώσας τὸν ἔρωτα. χαῖρε, Χριστοῦ γεωργῶν τὴν ἀγάπην χαῖρε, σατὰν καταργῶν τὴν ἀπάτην. Δόξαν τὴν κεκρυμμένην, ἣν θεόθεν ἐκτήσω, Ἐφραὶμ Ὀσιομάρτυς Κυρίου, ἐμφανείαις σου ταῖς ἱεραῖς, τοῖς θεασαμένοις σε ἐφανέρωσας, καὶ θαύμασιν ἐπίστωσας, τοὺς πιστῶς Κυρὶῳ βοῶντας Ἔλαμψας ἐν τῷ ὄρει, πάλαι τῷ τῶν Ἀμώμων, Χριστῷ εὐαρεστήσας ὁσίως νῦν δὲ τὴν ἁγίαν σου Μονήν, ἁγιάζεις τοῖς ἁγίοις λειψάνοις σου, Ἐφραὶμ ἐν σοὶ χορεύουσαν καὶ βοῶσάν σοι εὐφροσύνως Χαῖρε, ὁ λύχνος τῆς ἡσυχίας χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας. Χαῖρε, ὁ εὐφράνας πιστῶν τὴν διάνοιαν χαῖρε, ὁ αἰσχύνας ἀπίστων τὴν ἄνοιαν. Χαῖρε, ὁ φοινίξας αἵμασι τῆς ψυχῆς σου τὴν στολήν χαῖρε, ὁ σφραγίσας σκάμμασιν ἀθλητῶν τὴν σὴν ζωήν.
3 Χαῖρε, ὅτι ὑπέστης τὴν ὁρμὴν τῶν βαρβάρων χαῖρε, ὅτὶ μετέσχες ἀϊδίων στεφάνων. Χαῖρε, λαμπτὴρ ὁσίας ἀσκήσεως χαῖρε, πρηστὴρ μανίας τοῦ χείρονος. Χαῖρε, χαρὰ τῆς ἁγίας Μονῆς σου χαῖρε, φωτὸς θησαυρὸς τρισηλίου. Ζάλην ἅπασαν λύων, καὶ χαρὰν πρυτανεύων, ἐπέστης τῇ σεμνῇ Ἡγουμένῃ καὶ ταύτῃ ἐδήλωσας σαφῶς, τίς εἶ οὗ τὰ σεπτὰ ὀστᾶ ἀνεύρατο, ἡ δὲ ἔνθους γεγονυῖα, τῇ σὴ ἐκφάνσει Θεῷ ἔφη Ἤκουσε τῆς φωνῆς σου, καὶ εἶδέ σε ὁμιλοῦντα, παμμάκαρ, ᾗ ὢφθης τῇ Ἡγουμένῃ σοφέ, καὶ ταύτῃ τὸ σὸν ὄνομα ἐδήλωσας, καὶ τέλος σου τὸ ἅγιον διὸ ἐβόα σοι τοιαῦτα Χαῖρε, ὁ μάρτυς ἐν τοῖς Ὁσίοις χαῖρε, ὁ ἔνδοξος ἐν Ἁγίοις. χαῖρε, ὁ βιώσας ζωὴν τὴν ἰσάγγελον χαῖρε, ὁ τρυγήσας καρπὸν τὸν ἀθάνατον. Χαῖρε, στέφος χρυσοκόλλητον τῆς ἁγίας σοῦ Μονῆς χαῖρε, δένδρον εὐθαλέστατον εὐκαρπίας νοητῆς. Χαῖρε, ὁ ἐν τῷ ὄρει τῶν Ἀμώμων ἀσκήσας χαῖρε, ὁ δι ἀγάπην τοῦ Σωτῆρος ἀθλήσας. Χαῖρε, ἐχθροῦ πατήσας τὴν δύναμιν χαῖρε Χριστοῦ πλουτήσας τήν ἔλλαμψιν. Χαῖρε, ψυχῶν ὁ καθαίρων τὸν ῥὺπον χαῖρε, πιστῶν ὁ εὐφραίνων τὸν δῆμον. Θαύμασι παραδόξοις, καὶ πολλαῖς ἐμφανείαις, κατ ὄναρ καὶ καθ ὕπαρ ποικίλως, τὴν σὴν δόξαν πᾶσι φανεροῖς, ἢν ἐκ Θεοῦ πάλαι ἐκτήσω Ἅγιε διὸ τὴν σὴν λαμπρότητα, θαυμάζοντες Θεῷ βοῶμεν Ἴασιν ἀναβλύζει, καὶ χαρὰν καὶ ὑγείαν, ἡ θήκη τῶν ἁγίων ὀστῶν σου, τοῖς προσιοῦσι τῇ σῇ Μονῇ, καὶ ζητοῦσιν Ἐφραὶμ τὴν σὴν βοήθειαν ἔνθεν οἱ τῆς σῆς χάριτος, τρυφῶντες πιστῶς βοῶσι Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων χαῖρε, ἡ λύσις τῶν νοσημάτων. Χαῖρε, ὁ κατ ὄναρ καὶ ὕπαρ φαινόμενος
4 χαῖρε, ὁ κινδύνων παντοίων ῥυόμενος. Χαῖρε, ὅτι τοὺς καλοῦντάς σε ἁγιάζεις μυστικῶς χαῖρε, ὅτι τοὺς ὁρῶντάς σε ἐπευφραίνεις θαυμαστῶς. Χαῖρε, ὁ θεραπεύων τὰ ἀνίατα πάθη χαῖρε, ὁ ἀπελαύνων τῶν δαιμόνων τὰ ἄχθη. Χαῖρε, ὁ ὀφθεὶς πολλοῖς ὡς ἠθέλησας χαῖρε, ὁ διδοὺς χαρὰν οὕς ἐπέλεξας. Χαῖρε, σκηνῆς οὐρανίου οἰκήτωρ χαῖρε, ἡμῶν θερμὸς ἀντιλήπτωρ. Κήρυκες γεγονότες, τῶν πολλῶν σου θαυμάτων, οἱ τῆς σῆς τυχόντες εὐποιίας, πιστῶν ἐπτέρωσαν τάς ψυχὰς ἔνθεν πλεῖστοι τῇ Μονῇ σου προστρέχουσι, καὶ δρέπονται τὴν χάριν σου, ἐκ τῶν Λειψάνων σου βοῶντες Λάμπων ὡς ἄλλος λύχνος, οὐρανόφωνος ὤφθης, ἐν ὄρει τῶν Ἀμώμων ἀρτίως γνωσθεὶς τῇ Ἐκκλησίᾳ Χριστοῦ, τῇ ἐκκαλύψει τῶν θείων Λειψάνων σου, ὁ πρῴην τελῶν ἄγνωστος, καὶ πάντας συγκινεῖς βοᾶν σοι Χαῖρε, ἡ στήλη ὁσίων πόνων χαῖρε τὸ κλῆμα ἐνθέων νόμων. Χαῖρε, ἑωσφόρος Χριστοῦ ὁ νεόφωτος χαῖρε, Ἐκκλησίας κρηπὶς ἡ νεότευκτος. Χαῖρε, τύπος ἐνθεότατος ἀρετῶν ἀσκητικῶν χαῖρε, πέτρα ἡ στερέμνιος ἄθλων τῶν μαρτυρικῶν. Χαῖρε, ὅτι νομίμως τοῖς τυράννοις ἀντέστης χαῖρε, ὅτι ἐνδόξως τῷ Κυῥίῳ μετέστης. Χαῖρε, Χριστοῦ ὁρῶν τὴν λαμπρότητα χαῖρε, αὐτοῦ ὑμνῶν τὴν χρηστότητα. Χαῖρε, ψυχῆς τὴν ἀνδρείαν ἐκφαίνων χαῖρε, ἐχθρῶν τὴν μανίαν ἐκτρέπων. Μένων ἐγκεκρυμμένος, ἐν ἐτῶν περιόδοις, πολλῶν ὑπὸ τὴν γῆν θεοφόρε, ἀρτίως εὐδοκίᾳ Θεοῦ, ἐγνώσθης ἡμῖν ὡς θησαυρὸς ἅγιος, Ἐφραὶμ καὶ τῇ σῇ χάριτι, πλουτίζεις τοὺς Χριστῷ βοῶντας Νέος ἥλιος ὤφθης, τῇ Χριστοῦ Ἐκκλησία, ἐκλάμπων τῶν θαυμάτων ἀκτῖσι, καὶ λύεις τὴν νύκτα τῶν παθῶν, τῶν προσιόντων θερμῶς τῇ πρεσβείᾳ σου. Ἀλλὰ καὶ ἡμῖν Ὅσιε ἀεὶ βοῶσι
5 Χαῖρε, ὁ βότρυς τῆς εὐφροσύνης χαῖρε, ὁ λύτης τῆς ἀφροσύνης. Χαῖρε, τῶν νοσούντων θεόσδοτος ἴασις χαῖρε, τῶν ποικίλως πασχόντων ἡ λύτρωσις. Χαῖρε, ἄνερ θεοφόρητε τῶν Ὁσίων μιμητὰ χαῖρε, Μάρτυς τοῦ Παντάνακτος καὶ θεόφρον ἀθλητά. Χαῖρε, ὁ τῇ ἀσκήσει τὴν ἄθλησιν συνάψας χαῖρε, ὁ ἐν τῇ δόξῃ τῇ ἄνωθεν ἐκλάμψας. Χαῖρε, ὁ παθῶν ὁ λύων τὴν ζόφωσιν χαῖρε, καλῶν ὁ φαίνων τὴν ὄνησιν. Χαῖρε, ὀφρὺν τῶν βαρβάρων πατήσας χαῖρε, στερρῶς τὸν ἀγῶνα ἀνύσας. Ξένη πέλει ἡ χάρις, ἣν παρέχεις παμμάκαρ τοῖς ἐπικαλουμένοις σε πᾶσιν ἔνθεν εἰς πᾶσαν τὴν Ἀττικήν, ὁ τῶν θαυμάτων σου φθόγγος ἑξέδραμε, καὶ πάντες τοῖς Λειψάνοις σου, προστρέχουσι Θεῷ βοῶντες Ὅλος λελαμπρυσμένος, θεϊκαῖς ἀγλαΐαις, ἐφίστασαι τῇ θείᾳ Μονῇ σου, καὶ φαίνῃ διαφὸρῳ μορφῇ τοῖς καθαροῖς τῇ καρδίᾳ ἐν Πνεύματι καὶ νέμεις χάριν ἄφθονον, τοῖς πόθῳ σοι βοῶσι Χαῖρε, τὸ κλέος τῶν μοναζόντων χαῖρε, ὁ στόλος τῶν ὀρθοδόξων. Χαῖρε, τῆς ἀῦλου εὐκλείας θησαύρισμα χαῖρε, τῆς ἐξ ὕψους σοφίας ἐναύλισμα. Χαῖρε, ἄρωμα οὐράνιον χάριτος τῆς θεϊκῆς χαῖρε, μύρον πολυσύνθετον ἀγωγῆς ἀσκητικῆς. Χαῖρε, ἅγιον θῦμα δι ἀθλήσεως θείας χαῖρε, σφάγιον θεῖον τῆς βαρβάρων μανίας. Χαῖρε, ζωῆς ὁσίας ὀσφράδιον χαῖρε, ἠθῶν ἀμέμπτων κινάμωμον. Χαῖρε, ἀστὴρ ἐν τῷ ὄρει Ἀμώμων χαῖρε, κανὼν πρακτικὸς μονοτρόπων. Παραλύτους συσφίγγεις, δαιμονῶντας ἰᾶσαι, καὶ πάθη τὰ δυσίατα παύεις ἐντεῦθεν Ἀθηναίων πληθύς, καὶ Πειραιεῖς καὶ περιχώρων ὅμιλοι, τῇ σῇ Μονῇ Πάτερ σπεύδουσιν, ὑμνοῦντές σε καὶ βοῶντες
6 Ῥημάτων σου τῶν θείων, ὡς σὲ εἶδεν, ἐκλάμποντα ἐν δόξῃ ἀΰλῳ ἡ εὐσεβὴς νεάνις σοφέ, καὶ τὴν σὴν προστασίαν ὡμολόγησεν, ἢν παρέχεις τῇ σῇ Μονῇ βοῶσί σοι τοιαῦτα Χαῖρε, Ὁσίων καύχημα νέων χαῖρε, Μαρτύρων εὔκλειαν φέρων. Χαῖρε, τῆς Μονῆς σου προστάτης ἀκοίμητος χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος. Χαῖρε, ὅτι ἐθεράπευσας ἀσθενοῦντας χαλεπῶς χαῖρε, ὅτι τὸν παράλυτον ἠνώρθωσας θαυμαστῶς. Χαῖρε, κεφαλαλγίας διαλύσας τὸ βάρος χαῖρε, τοῦ διαβήτου καταπαύσας τὸ πάθος. Χαῖρε, Θεοῦ χαρίτων κειμήλιον χαῖρε, πιστῶν διάδημα τίμιον. Χαῖρε, Ἐφραὶμ ἀσκητῶν ὡραιότης χαῖρε, εἰκὼν μοναστῶν καὶ λαμπρότης. Σέ, ὁράσει ἁγίᾳ, καὶ κατ ὄναρ καὶ ὕπαρ, ἐν τῇ σῇ μάνδρᾳ περιπολοῦντα, κατεῖδον μονάστριαι σεμναί, καὶ εὐφροσύνης πολλῆς ἐπληρώθησαν, προστάτην σε κηρύττουσαι, καὶ τῷ Θεῷ ὁμοῦ βοῶσαι. Τὸ οὐράνιον μύρον, τῇ ψυχῇ θησαυρίσας, εὐφραίνεις τῶν πιστῶν τάς καρδίας, καὶ εὐωδίᾳ μυρεψικῇ, τῶν σεπτῶν σου λειψάνων ποιεῖς λάρνακα, ἀρωματίζειν Ἅγιε, τοὺς εὐλαβῶς σοι ἐκβοῶντας Χαῖρε, τῆς χάριτος μυροθήκη χαῖρε, τῆς μάνδρας σου ἔνθεος σκέπη. Χαῖρε, ἀφθαρσίας εὐώδης παράδεισος χαῖρε, ἀπαθείας ἁγίας κυπάρισσος. Χαῖρε, ὅτι καταβέβληκας τὸν ἀντίπαλον ἐχθρόν χαῖρε, ὅτι ἐμεγάλυνας τοῖς σοῖς πόνοις τὸν Χριστόν. Χαῖρε, ὁ ὑπὸ χθόνα πλεῖστα ἔτη τελέσας χαῖρε, ὁ θείᾳ νεύσει ἐκ τῆς γῆς ἀναλάμψας. Χαῖρε, ψυχῶν καθαίρων τοὺς μώλωπας χαῖρε, δεινῶν ἐκκαίων τοὺς σκόλοπας. Χαῖρε, ἀεὶ τάς ἰάσεις παρέχων χαῖρε, ἡμῶν ἀεὶ προστατεύων.
7 Ὕμνησαν τὸν Σωτῆρα, τῇ εὑρέσει θεόφρον, τῶν θείων καὶ πανσέπτων ὀστῶν σου, εὐσεβῶν οἱ δῆμοι πανδημεί, ὅτι ταῦτα ἀσινῆ διετήρησεν, ὑπὸ τὴν γῆν χρόνοις πλείοσιν, ἃ τιμῶντες Ἐφραὶμ βοῶμεν Φύλαττε τὴν Μονήν σου ἀπὸ πάσης ἀνάγκης, τῇ σῇ πρὸς τὸν Σωτῆρα πρεσβείᾳ, καὶ δίδου ταύτῃ πάτερ Ἐφραὶμ, τὰ τῆς εὐλογίας τῆς σῆς δωρήματα ἰδοὺ γὰρ τῇ σῇ χάριτι, προστρέχει ἀεὶ ἐκβοῶσα. Χαῖρε, ἡμῶν τὸ ἄρρηκτον τεῖχος χαῖρε, πιστῶν ἀτίνακτος πύργος. Χαῖρε, τῆς Μονῆς σου φρουρὸς ἀσφαλέστατος χαῖρε, τῶν τεκνίων σου φύλαξ καὶ ἔφορος. Χαῖρε, στήριγμα θεόσδοτον εὐλαβῶν μοναζουσῶν χαῖρε, καύχημα οὐράνιον τῶν πιστῶν ἀσκητριῶν. Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς τὰς αἰτήσεις χαῖρε, ὅτι προσδέχῃ σῶν υἱῶν τάς δεήσεις. Χαῖρε, ἡμῖν ἐκφαίνων τὰ κρείττονα χαῖρε, ἀεὶ ἐκτρέπων τὰ χείρονα. Χαῖρε, Χριστῷ ὑπὲρ πάντων πρεσβεύων χαῖρε, παθῶν τὴν ἐνέργειαν φλέγων. Χάριτας ἀναβλύζει, καὶ πολλὴν εὐφροσύνην, καὶ θείαν ἀγαλλίασιν Πάτερ, καὶ εὐφραίνει ἡμῶν τάς ψυχάς, καὶ καθαγιάζει ὁμοῦ τὰ σώματα, ἡ θήκη τῶν λειψάνων σου, τῶν ἐκβοώντων τῇ Τριάδι Ψάλλοντες ἐν αἰνέσει, τοὺς ἀγῶνάς σου Πάτερ, ὑμνοῦμεν τὴν δοθεΐσάν σοι χάριν καὶ παρεστῶτες τῇ σῇ σορῷ, τὴν προστασίαν σου ἐπιβοώμεθα, ἣν δίδου ἡμῖν Ἅγιε, ὡς ἂν ἀεί σοι ἐκβοῶμεν Χαῖρε, ἰσότιμος τῶν Ὁσίων χαῖρε, συνόμιλος τῶν Μαρτύρων. Χαῖρε, ἀϊδίων στεφάνων ὁ μέτοχος χαῖρε, τρισηλίου ἐλλάμψεως ἔμπλεως. Χαῖρε, γέρας πολυτίμητον τῆς ἁγίας σου Μονῆς χαῖρε, θέμεθλος νεόδμητος Ἐκκλησίας τῆς σεπτῆς. Χαῖρε, ὁ κατευφράνας τῶν πιστῶν τάς χορείας χαῖρε, ὁ ἀναφήνας ἀναβάσεις ἁγίας. Χαῖρε, δι οὗ ἀνίας ῥυσθήσομαι χαῖρε, δι οὗ παθῶν ἰαθήσομαι.
8 Χαῖρε, πιστῶν πρὸς Χριστὸν ὁ μεσίτης χαῖρε, κἀμοῦ ἐν ταῖς θλίψεσι ῥύστης. Ὦ τρισόλβιε πάτερ, Ἐφραὶμ ὁσιομάρτυς, τῶν πάλαι Ἁγίων συμπολίτα (ἐκ γ'), σὺν αὐτοῖς δυσώπει τὸν Χριστόν, ὡς ἂν ποικίλων ῥυόμεθα θλίψεων, καὶ ζωῆς τῆς μελλούσης τύχωμεν οἱ τῷ Θεῷ βοῶντες Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ. Ὥσπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτῖσι πᾶσιν ἐκλάμπεις. Ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ Ἅγιε, καὶ βοώντων σοι χαὶροις Πάτερ μακάριε. Δίστιχον. Ἐφραὶμ χαρὰν δίδου μοι τὴν οὐρανίαν Γερασίμῳ χαῖρέ σοι ἀναβοῶντι. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. ΛΗΜΜΑ ΓΕΝΝΗΤΟΡΟΣ ΕΘΕΛΟΝΤΙΚΟΣ ΦΙΛΑΝΘΡΩΠΙΚΟΣ ΣΥΝ ΕΣΜΟΣ ( εικόνα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΨΑΛΛΟΜΕΝΑ ΚΑΤΑ ΤΗΝ ΑΓΡΥΠΝΙΑΝ ΣΤΑΣΙΣ Α Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ Μαρτύρων καλλονὴ καταστέφοντες, τὴν μνήμην σου Ἐφραὶμ Ὅσιε εὐλαβῶς. Μακαρίζομέν σε
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού
Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία
ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.
[1] ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς. Δός μοι τῷ σῷ δούλῳ, τῶν χαρίτων τῶν σῶν, τὰς ψεκάδας,
Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν
01/03/2019 Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν / Επικαιρότητα Η Εκκλησία μας, κατά την 1η Μαρτίου εκάστου έτους και πρώτη ημέρα της εποχής της Ανοίξεως, τιμά τη μνήμη δύο γυναικών Μαρτύρων
ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΣΤΗΝ ΑΓΙΑ ΑΝΝΑ
ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΣΤΗΝ ΑΓΙΑ ΑΝΝΑ Η ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΧΑΙΡΕΤΙΣΜΩΝ ΠΡΟΣ ΤΙΜΗΝ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΑΣ Κοντάκιον. Ήχος πλ.δ. Τη Υπερμάχω. Τη του Σωτήρος ευκλεεί Προγόνω άσωμεν τη πεπλησμένη δωρεών του θείου Πνεύματος κατά
Κοντάκιον Ήχος πλ.δ. Τη υπερμάχω.
ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΚΑΙ ΥΠΕΡΤΙΜΟΝ ΖΩΝΗΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ Κοντάκιον Ήχος πλ.δ. Τη υπερμάχω. Τη υπερτίμω Θεοτόκε θεία Ζώνη σου, μετ ευλαβείας προσερχόμενοι πληρούμεθα, φωτισμού και ευωδίας υπερκοσμίου.
Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.
«καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ
2 4 9 10 11 ΜΑΡΤΙΟΥ ΑΓ. ΣΟΦΙΑ ΣΑΒΒΑΤΟ ΤΗΣ ΑΠΟΚΡΕΩ (ΨΥΧΟΣΑΒΒΑΤΟΝ) Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων χριστιανῶν Νικολάου Ἱερέως τοῦ Πλανᾶ Θεοδότου Ἐπισκόπου Κυρηνείας 06:0-08:45 06:0-08:0 ΤΗΣ ΑΠΟΚΡΕΩ
(Γερασίμου Μικραγιαννανίτου)
(Γερασίμου Μικραγιαννανίτου) ΠΡΟΟΙΜΙΟΝ [1] Ήχος πλ. δ'. Τη υπερμάχω. Ορθοδοξίας τον αστέρα τον νεόφωτον, και Εκκλησίας το νεόδμητον προτείχισμα, ανυμνήσωμεν καρδίας εν ευφροσύνη δοξασθείς γαρ ενεργεία
ΙΑΝΟΥΑΡΙΟΣ 3!! ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΝΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΝΕΑΣ ΜΑΚΡΗΣ ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
[1] ΙΑΝΟΥΑΡΙΟΣ 3!! ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΝΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΝΕΑΣ ΜΑΚΡΗΣ ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Προσέλθωμεν πάντες
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ ΘΕΣΣΑΛΟΝΙΚΗ 2012 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ 1. Ἡ Καινή Διαθήκη, Θεσσαλονίκη 2010. 2. Ἱερός Ναός ἁγίου Γεωργίου (Ροτόντα), Κατάθεση μαρτυρία, Θεσσαλονίκη
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,
ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ
ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ ΓΕΓΟΝΌΤΑ ΤΗς ΖΩΉς ΤΟΥ ΧΡΙΣΤΟΎ Ακίνητες γιορτές Κινητές γιορτές Χριστούγεννα Περιτομή Υπαπαντή Θεοφάνεια Μεταμόρφωση Είσοδος στα Ιεροσόλυμα Μυστικός Δείπνος
ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΟΥ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ (Γερασίμου Μικραγιαννανίτου)
ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΟΥ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ (Γερασίμου Μικραγιαννανίτου) ΠΡΟΟΙΜΙΟΝ Ήχος πλ. δ'. Τη υπερμάχω. Ορθοδοξίας τον αστέρα τον νεόφωτον, και Εκκλησίας το νεόδμητον προτείχισμα, ανυμνήσωμεν καρδίας εν ευφροσύνη
Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2
Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Χρήστος Καρακόλης Τμήμα Θεολογίας Σελίδα 2 1. Πρόλογος Ι Α 1α Ἐν ἀρχῇ ἦν ὁ λόγος α β καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, β γ καὶ θεὸς ἦν ὁ λόγος, α 2 οὗτος ἦν
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος 2/3/2017 Παράκληση, 18:00 3/3,10/3,17/3,24/3 Χαιρετισμοί, 19:15 31/3/2017 Ἀκάθιστος 19:15 Ὕμνος Ἀπρίλιος: 6/4/2017 Παράκληση,
Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948
188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι
ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)
Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.
ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ. ΣΟΥΡΛΑΝΤΖΗ Στοιχειοθεσία και επιμέλεια εκδόσεως από χειρόγραφο Άρχοντος Δημητρίου Γ. Σουρλαντζή Θεσσαλονίκης 1963:
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος: 1/3/2018 Παράκληση 18:00 2/3,9/3,16/3 Χαιρετισμοί 19:15 /3/2018 Ἀκάθ. Ὕμνος 19:15 Ἀπρίλιος: 12/4/2018 Παράκληση 18:00 21/4/2018
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
ΣΕΠΤΕΜΒΡΙΟΥ 1 1 6 7 8 9 14 15 Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἔτους, Συμεὼν ὁσίου τοῦ Στυλίτου, τῶν Ἁγίων 40 Γυναικῶν, Ἀμμοῦν Διακόνου ΙΔ ΜΑΤΘΑΙΟΥ. Μάμαντος Μεγαλομάρτυρος, Ἰωάννου Πατριάρχου Κωνσταντινουπόλεως
Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Κυριακή 23 Ἰουνίου 2019.
39 Κυριακή 23 Ἰουνίου 2019. Κυριακή τῶν Ἁγίων Πάντων Μτθ. 10, 32 33, 37 38, καί 19, 27 30. «ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν;» (Μτθ. 19,
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
ΗΜΕΡΟΜΗΝΙΑ 1 ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἔτους, Συμεὼν ὁσίου τοῦ Στυλίτου, τῶν Ἁγίων 40 Γυναικῶν, Ἀμμοῦν Διακόνου Ἑσπερινός-Παράκληση 18:00-19:00 06:30-08:30 2 4 6 8 Μάμαντος Μεγαλομάρτυρος,
ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ
ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ Ψαλλομένη τῇ 14 η Ἰουλίου Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β'. Ὅτε ἐκ τοῦ
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων
Ἡ Πανήγυρις τῆς Ἱερᾶς Μονῆς τῶν Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης
Ἡ Πανήγυρις τῆς Ἱερᾶς Μονῆς τῶν Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης Φυλῆς Ἀττικῆς 2α Ὀκτωβρίου 2014 ἐκ. ἡμ. ΕΟΡΤΗ καὶ Πανήγυρις τῶν Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης Η τελέσθηκε μὲ ἰδιαίτερη λαμπρότητα καὶ χάρι
Άγιος Νικήτας ο Νισύριος: «Γιατί αργείτε; Θανατώστε με γρήγορα»
12/04/2019 Άγιος Νικήτας ο Νισύριος: «Γιατί αργείτε; Θανατώστε με γρήγορα» / Βίοι Αγίων Ὁ Ἅγιος ἔνδοξος τοῦ Χριστοῦ Νεομάρτυς Νικήτας γεννήθηκε στὴ Νίσυρο. Ὁ πατέρας του ἦταν ἕνας ἀπὸ τοὺς ἐπιφανεῖς προεστοὺς
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή Ὑπό Ἐπισκόπου Ἰερεμίου, Μητροπολίτου Ἱ. Μ. Γόρτυνος καί Μεγαλοπόλεως «Εἰς πόλιν ἤ εἰς Ρούμελην, ὅπου περιπατήσεις, παντοῦ ἀκούεις
ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007
ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι
Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β
Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β Στὴν Ἱερὰ Μονή μας, τῶν Ἁγίων Μαρτύρων Κυπριανοῦ καὶ Ἰουστίνης, στὴν Φυλὴ Ἀττικῆς, μὲ τὴν Χάρι τοῦ Θεοῦ, τὴν εὐχὴ τοῦ ἀσθενοῦντος Σεβασμιωτάτου Πνευματικοῦ Πατρός μας,
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,
Νέος Γέρων Σκευοφύλαξ στο Πατριαρχείο Αλεξανδρείας
24/03/2019 Νέος Γέρων Σκευοφύλαξ στο Πατριαρχείο Αλεξανδρείας Πατριαρχεία / Πατριαρχείο Αλεξανδρείας Σήμερα, Κυριακή Β Νηστειῶν, 24η Μαρτίου ἐ.ἔ., ἡμέρα κατά τήν ὁποῖα ἡ Ἐκκλησία πανηγυρίζει ἐπί Ἀρχιεπισκόπου
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάϊος 4//2017 Παράκληση 18:00 1//2017 Θ. Λειτουργία 06:00 / 2-26//2017 ΑΓΡΥΠΝΙΑ 21:00 Ἰούνιος: 1/6/2017 Παράκληση 18:00 / 9-10/6/2017
Αρχαία Ελληνική Γλώσσα Β Γυμνασίου. Ενότητα 2 : Γ. Γραμματική
Αρχαία Ελληνική Γλώσσα Β Γυμνασίου Ενότητα 2 : Γ. Γραμματική 1 ΠΕΡΙΕΧΟΜΕΝΑ Διαφάνειες Γραμματική: Συμφωνόληκτα 3 Κλήση αφωνόληκτων 4-6 Κλίση ημιφωνόληκτων 7-15 Ασκήσεις 16-23 Εργασία για το σπίτι 24 Κ.
Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).
11 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν). Μάρκου 8, 34 9, 1. Ἡμέρα πανεπίσημη σήμερα ἄγει ἡ Ἐκκλησία μας. Ἡμέρα πού ὑψώνεται μπροστά στά ἑκατομμύρια τῶν ὀρθοδόξων
ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ
Ἀρχιμανδρίτου π. Ἀχιλλίου Τσούτσουρα Πρωτοσυγκέλλου τῆς Ἱ. Μ. Λαρίσης καί Τυρνάβου Ο ΑΓΙΟΣ ΑΧΙΛΛΙΟΣ ΒΙΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΚΑΙ ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ Λάρισα 2012 Ο ΣΕΒΑΣΜΙΩΤΑΤΟΣ ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΛΑΡΙΣΗΣ ΚΑΙ
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Εἴδησις: Δεῖ γινώσκειν ὅτι ἀπὸ τοῦ ἐσπερινοῦ
Κυριακή 19 Μαΐου 2019.
14 Κυριακή 19 Μαΐου 2019. Κυριακή τοῦ παραλύτου Ἰω. 5, 1 15. «... μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται» (Ἰω. 5, 14).
Αγιολογία - Εορτολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Ενότητα 7: Οι Άγιοι και η τιµή τους. Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons.
ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.
107. Ο Κύριος να είναι μαζί σας. Και με το πνεύμα σου. ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο. Ακολουθεί το
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 5 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω ουσιαστικά σε μια από τις κατηγορίες που δίνονται στην παρένθεση (παρώνυμα, εθνικά, πατρωνυμικά): σκαπανεύς, Ἀβδηρίτης, Ἀτρείδης, Θηβαῖος, δεσμώτης, Κυψελίδης,
ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου
ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου Ο Άγιος Αθανάσιος γεννήθηκε στην Καρύταινα της Γορτυνίας περί το 1640 μ.χ. (κατά άλλους στην Κέρκυρα το 1664 μ.χ.) και
EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012
EISGCGSEIS OQHODONGS EIJOMOKOCIAS EISGCGSG Dò «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Εἰσηγητής: +Θεοφ. Ἐπίσκοπος Μεθώνης κ. Ἀμβρόσιος, Ἱστορικὸς Τέχνης Στὸ πλαίσιο τῆς Ἔκθεσης
Ο ΑΓΙΟΣ ΣΑΒΒΑΣ Ο ΝΕΟΣ Ο ΕΝ ΚΑΛΥΜΝΩ
Ο ΑΓΙΟΣ ΣΑΒΒΑΣ Ο ΝΕΟΣ Ο ΕΝ ΚΑΛΥΜΝΩ ΑΚΟΛΟΥΘΙΑ Του Οσίου και θεοφόρου Πατρός ημών Σάββα του Νέου. Ου το τίμιον λείψανον τεθησαύρισται άφθαρτον εν τη Ιερά Μονή Αγίων Πάντων Καλύμνου. Υπό Γερασίμου Μοναχού
Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).
Μήνας Μάρτιος 4 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μάρκ. 2, 1-12 «...ἰδών δέ ὁ Ἰησοῦς τήν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον, ἀφέωνταί σοι αἱ
Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.
Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς
ΦΕΒΡΟΥΑΡΙΟΣ 11!! ΒΛΑΣΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΝ ΣΚΛΑΒΑΙΝΟΙΣ ΑΚΑΡΝΑΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ
ΦΕΒΡΟΥΑΡΙΟΣ 11!! ΒΛΑΣΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΝ ΣΚΛΑΒΑΙΝΟΙΣ ΑΚΑΡΝΑΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου) ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου.
ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ
ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ Αγία και Μεγάλη Τεσσαρακοστή Δομήνικος Θεοτοκόπουλος: Ο Άγιος Πέτρος μετανοών (1600) «Αυτός σήκωσε τις αμαρτίες μας με το ίδιο Του το σώμα στο σταυρό, για
Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου.
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου) ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Ὅτε, ἐμφανείαις μυστικαῖς, Πάτερ ἐπαλλήλως ὡράθης, τῇ εὐσεβεῖ γυναικί,
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή Ὑπό Ἐπισκόπου Ἰερεμίου, Μητροπολίτου Ἱ. Μ. Γόρτυνος καί Μεγαλοπόλεως «Εἰς πόλιν ἤ εἰς Ρούμελην, ὅπου περιπατήσεις, παντοῦ ἀκούεις ὄνομα τό τῆς Προυσιωτίσσης»
1 1 παυλος και σιλουανος και τιμοθεος
2 Tesalonika 1 1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω 2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3 ευχαριστειν
Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26
ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26 Ο Επιτάφιος του Υπερείδη είναι ένας από τους έξι επιτάφιους της αρχαίας ελληνικής γραμματείας. Γράφτηκε και εκφωνήθηκε στις αρχές της άνοιξης του 322 π. Χ. Αφορά τους
ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ
ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ 2014 Αγία και Μεγάλη Τεσσαρακοστή «Αυτός σήκωσε τις αμαρτίες μας με το ίδιο Του το σώμα στο σταυρό, για να πεθάνουμε κι εμείς ως προς την αμαρτία και να
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι
ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Ἱστῶμεν στίχους δ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α. Πανεύφημοι Μάρτυρες. Ἰδοὺ νῦν ἐφέστηκεν ἡμῖν*
καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι
Η δεύτερη κλίση περιλαμβάνει ονόματα: αρσενικά και θηλυκά σε: -ος ουδέτερα σε: -ον συνηρημένα σε: -ους, -ουν αττικόκλιτα αρσενικά και θηλυκά σε: -ως, ουδέτερα σε: -ων Τα αρσενικά και τα θηλυκά της β' κλίσης
* * * Ὁ πατέρας μου ἀπό τίς ἐπιστολές του
Εἰς μνημόσυνον...ὁ πατέρας μου διακρινόταν ἐπίσης ἀπό εὐλάβεια, μέ ὅλη τήν σημασία τῆς λέξεως. Σεβόταν ἀπόλυτα τόν Θεό, σεβόταν τούς Κληρικούς, δέν ὁμιλοῦσε ποτέ ἐναντίον τους, οὔτε συμμετεῖχε σέ συζητήσεις
XAIPETIΣMOI THΣ ΓΛYKOΦIΛOYΣHΣ. Kοντάκιον, τῆς Γλυκοφιλούσης.
Γ XAIPETIΣMOI THΣ ΓΛYKOΦIΛOYΣHΣ Kοντάκιον, τῆς Γλυκοφιλούσης. Ἦχος πλ. δ. Tῇ ὑπερμάχῳ. λυκοφιλούσης τήν Eἰκόνα τήν ὑπέρτιμον, τήν καταπλεύσασαν ἡμῖν ἀπό τοῦ Bύζαντος, προσελθόντες προσκυνήσωμεν ἐκβοῶντες
Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν).
18 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν). Μάρκ. 9, 17-31 «Τοῦτο τό γένος ἐν οὐδενί δύναται ἐξελθεῖν εἰ μή ἐν προσευχῇ καί νηστείᾳ»
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 2 ΙΟΥΛΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ
ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΑΒΒΑΣΟΝ ΕΙ ΣΟΝ ΕΠΕΡΙΝΟΝ ΕΙ ΣΟ ΚΤΡΙΕ ΕΚΕΚΡΑΞΑ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Νίκην ἔχων Χριστέ, τὴν
ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α
ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
ΣΕΠΤΕΜΒΡΙΟΥ ΗΜΕΡΟΜΗΝΙΑ 6 7 8 Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἔτους, Συμεὼν ὁσίου τοῦ Στυλίτου, τῶν Ἁγίων 40 Γυναικῶν, Ἀμμοῦν Διακόνου Μάμαντος Μεγαλομάρτυρος, Ἰωάννου Πατριάρχου Κωνσταντινουπόλεως τοῦ
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος
Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Ἐπίκουρος Καθηγητὴς Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Τµῆµα Θεολογίας - Θεολογικὴ Σχολὴ Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήµιο Ἀθηνῶν Ὁ Ἀρειανισµὸς
ΑΥΓΟΥΣΤΟΥ ΚΗ ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ
ΑΥΓΟΥΣΤΟΥ ΚΗ ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν στίχ. στ καὶ ψάλλομεν τὰ κάτωθι
Χίος, ὡραῖο νησί κι ἄν δέν φόρεσες δαφνόκλαρα, σοῦ φτάνει γιά δόξα σου τό ἀκάνθινο τοῦ μαρτυρίου στεφάνι.
Χίος, ὡραῖο νησί κι ἄν δέν φόρεσες δαφνόκλαρα, σοῦ φτάνει γιά δόξα σου τό ἀκάνθινο τοῦ μαρτυρίου στεφάνι. Ἡ Χἀρις τῆς Τρισηλίου Θεότητος, τοῦ ἀνάρχου Πατρός, τοῦ συνανάρχου Υἱοῦ καί τοῦ συναϊδίου Ἁγίου
Cirillus Alexandrinus - De synagogae defectu
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή Ὑπό Ἐπισκόπου Ἰερεμίου, Μητροπολίτου Ἱ. Μ. Γόρτυνος καί Μεγαλοπόλεως «Εἰς πόλιν ἤ εἰς Ρούμελην, ὅπου περιπατήσεις, παντοῦ ἀκούεις ὄνομα τό τῆς Προυσιωτίσσης»
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 8 1. Στις παρακάτω προτάσεις να βρείτε το αντικείμενο. α. Ἡ τοῦ Θεοῦ φρόνησις πάντων ἐπιμελεῖται. β. Ἀνθρώπου ψυχὴ τοῦ θείου μετέχει. γ. Τὸ τῆς πόλεως ἦθος ὁμοιοῦται τοῖς ἄρχουσι. δ. Στέργε μὲν
Η Σίβυλλα μιλά για τη Μυστική Πύλη της Ζωής - Εκπληκτικό Ντοκουμέντο!
Η Σίβυλλα μιλά για τη Μυστική Πύλη της Ζωής - Εκπληκτικό Ντοκουμέντο! el.gr/thriskia/ofelima/h-sibylla-mila-gia-th-mystikh-pylh-ths-zwhs-ekplhktiko-ntokoymento 4 Φεβρουαρίου 2018 Μπορεί οι περισσότεροι
Τι είναι το Άγιο Πνεύμα. Διδ. Εν. 8
Τι είναι το Άγιο Πνεύμα Διδ. Εν. 8 Κεντρικό γεγονός στη ζωή της Εκκλησίας Το Άγιο Πνεύμα επιφοίτησε στους αποστόλους και παραμένει στην Εκκλησία ως Παράκλητος, για να καθοδηγεί τους πιστούς «Εἰς πᾶσαν
Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.
Παρακλητικός Κανόνας στην Παναγία Υανερωμένη (Ροδόπης) Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω ταυρώ. Ως θησαυρόν της προς ημάς ευνοίας,
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ. Οὗ ἡ Μνήμη τῇ ΚΖ Αὐγούστου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου.
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ Οὗ ἡ Μνήμη τῇ ΚΖ Αὐγούστου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου. ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν στίχ. δ καὶ ψάλλομεν τὰ κάτωθι
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές
Ἀκολουθία Εὑρέσεως Λειψάνων Νεομ. ΙΩΑΝΝΟΥ εκ Κονίτσης ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἀκολουθία Εὑρέσεως Λειψάνων Νεομ. ΙΩΑΝΝΟΥ εκ Κονίτσης Ψαλλομένη τῇ 4 η Ἰανουρίου Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ καὶ ψάλλομεν Στιχηρὰ
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ Βασική προϋπόθεση γιά νά μιλήσει κανείς γιά τόν Θεόν μας εἶναι ἡ σαφής διάκριση μεταξύ τῶν ὅρων : οὐσίας ἤ φύσεως καί ἀκτίστων ἐνεργειῶν τοῦ Θεοῦ. Ἔτσι, ὁ Θεός μας
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ιεροσ ΜΗΤΡΟΠΟΛΙΤΙΚΟΣ ναοσ μεταμορφωσεωσ του σωτηροσ δημου μεταμορφωσησ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018 Πρὸς τοὺς εὐσεβεῖς
ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019
ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019 ΑΡ. ΦΥΛΛΟΥ 7 ΚΥΡΙΑΚΗ 31-3-2019 Γ ΝΗΣΤΕΙΩΝ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ, ΥΠΑΤΙΟΥ ΓΑΓΓΡΩΝ 07:00-10:00:
Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα
6η Κυριακή Λουκᾶ (Λκ. 8, 27 39) 22 Ὀκτωβρίου 2017 «Τί ἐμοί καί σοί, Ἰησοῦ υἱέ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή μέ βασανίσῃς» Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα στήν εὐαγγελική περικοπή.
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ. Ἑορταζομένου τῇ ιδ' Ιουλίου. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ Ἑορταζομένου τῇ ιδ' Ιουλίου. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Κυριακή 10 Μαρτίου 2019.
50 Κυριακή 10 Μαρτίου 2019. Κυριακή τῆς Τυρινῆς. «...Τό στάδιον τῶν ἀρετῶν ἠνέωκται...» (Ἰδιόμελον τῶν Αἴνων, πλ. α ). Μέ τή χάρη τοῦ Θεοῦ ἀρχίζει καί πάλι φέτος ἡ μεγάλη καί εὐλογημένη περίοδος τῆς Ἁγίας
Αποστολικοί Πατέρες και Απολογητές. Tuesday, March 5, 13
Αποστολικοί Πατέρες και Απολογητές Το πλήρωμα του χρόνου Συνάντηση Ιουδαϊκού κόσμου με ελληνισμό. Μετάφραση των εβδομήκοντα, Φίλωνας μέσω της αλληγορίας. Η ελληνική φιλοσοφία έδωσε την έννοια της θεωρίας,
Παράδειγμα. Πως να συνθέσετε βυζαντινή μουσική χρησιμοποιώντας τους καταλόγους με τις μουσικές θέσεις.
Παράδειγμα Πως να συνθέσετε βυζαντινή μουσική χρησιμοποιώντας τους καταλόγους με τις μουσικές θέσεις. Οι παρακάτω σελίδες είναι μια μικρή εργασία παράδειγμα που δείχνει πως μπορούν να χρησιμοποιηθούν οι
Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων
ÄÉÌÇÍÉÁÉÁ ÅÊÄÏÓÇ ÅÍÇÌÅÑÙÓÇÓ ÊÁÉ ÐÍÅÕÌÁÔÉÊÇÓ ÏÉÊÏÄÏÌÇÓ ÉÅÑÁ ÌÇÔÑÏÐÏËÉÓ ÈÅÓÓÁËÏÍÉÊÇÓ ÉÅÑÏÓ ÍÁÏÓ ÌÅÔÁÌÏÑÖÙÓÅÙÓ ÔÏÕ ÓÙÔÇÑÏÓ ÄÅËÖÙÍ - ÌÉÁÏÕËÇ ÔÇË. 2310-828989 Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό
ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας
Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας
ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου
ΣΡΙΣΟΚΛΙΣΑ ΕΠΙΘΕΣΑ: Τα επίθετα αυτά κλίνονται κατά την γ κλίση των ουσιαστικών στο αρσενικό και το ουδέτερο γένος τους.
ΣΡΙΣΟΚΛΙΣΑ ΕΠΙΘΕΣΑ: Τα επίθετα αυτά κλίνονται κατά την γ κλίση των ουσιαστικών στο αρσενικό και το ουδέτερο γένος τους. Α. ΥΩΝΗΕΝΣΟΛΗΚΣΑ α) Σρικατάληκτα σε -ῠς,ειᾰ,ῠ ΟΝ. ὁ βαθὺς ἡ βαθεῖα τὸ βαθὺ ΓΕΝ. τοῦ
11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ)
15/03/2019 11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ) / Νέοι και Εκκλησία Κατά την Κυριακὴ 10 Μαρτίου 2019 καὶ ὥρα 10:45 π.μ. (ἀμέσως μετὰ τὴν Θεία Λειτουργία) πραγματοποιήθηκε
9. Το κήρυγμα και τα θαύματα του Χριστού μέσα από τη λατρεία
Η ΛΑΤΡΕΙΑ ΜΑΣ ΔΙΔΑΣΚΕΙ ΤΗΝ ΠΙΣΤΗ 47 9. Το κήρυγμα και τα θαύματα του Χριστού μέσα από τη λατρεία α) Γιορτάζοντας τα γεγονότα της ζωής του Χριστού Τα σπουδαιότερα γεγονότα της ζωής του Κυρίου μας είναι
Ἀκολουθία Ὁσίου ΙΕΡΩΝΥΜΟΥ Ψαλλομένη τῇ 15 η Ἰουνίου
Ἀκολουθία Ὁσίου ΙΕΡΩΝΥΜΟΥ Ψαλλομένη τῇ 15 η Ἰουνίου Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ Ἱστῶμεν στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ. Ἔδωκας σημείωσιν. Γένους τὴν
ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΜΑΡΤΙΟΣ 2019
ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΜΑΡΤΙΟΣ 2019 ΑΡ. ΦΥΛΛΟΥ 6 ΠΕΜΠΤΗ 28-2-2019 ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ 17:00: Ἑσπερινὸς μετὰ Μικροῦ
Κυριακή 2 Ἰουνίου 2019.
24 Μήνας Ἰούνιος Κυριακή 2 Ἰουνίου 2019. Κυριακή τοῦ τυφλοῦ Ἰω. 9, 1 38. Σήμερα ἡ Ἐκκλησία θέλει νά μᾶς δώσει νά καταλάβουμε ὅτι ὁ Χριστός, ὡς τέλειος Θεός, εἶναι ὁ Μέγας Δημιουργός τοῦ σύμπαντος. Ἡ δημιουργική
Ἐνιαύσιον Περιεχόμενα
Ἐνιαύσιον 2015 Περιεχόμενα Α Ἄρθρα 1. Ἀναστάσιμα μηνύματα κενά νοήματος ζωῆς 2. Θεία Εὐχαριστία καί ἐκκλησιαστική ζωή 3. Τό χάρισμα τῆς Ἀρχιερωσύνης 4. Ἡ «καθ ἡμᾶς Ἀνατολή» καί ἡ «καθ ἡμᾶς Δύση» 5. Ἡ ὑπερνίκηση
1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 10 ΣΕΠΤΕΜΒΡΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ
ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή
ΚΕΙΜΕΝΑ Α. Το τέχνασμα του Θεμιστοκλή Ἀλλ' ἐπεὶ τῶν πολεμίων ὁ στόλος τῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφερόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς, πάλιν ἐπάπταινον οἱ Πελοποννήσιοι πρὸς τὸν Ἰσθμόν. Ἔνθα δὴ
Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων
Διορθόδοξοι Σχέσεις α Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων Ρωσικὴ Ὀρθόδοξος Ἐκκλησία τῆς Διασπορᾶς Διαρκὴς Ἀρχιερατικὴ Σύνοδος Ἐπιστολὴ τῆς Ἀρχιερατικῆς Συνόδου
Κυριακή 29η Σεπτεμβρίου 2019 (Κυριακή Β Λουκᾶ).
21 Κυριακή 29η Σεπτεμβρίου 2019 (Κυριακή Β Λουκᾶ). Λκ. 6, 31 36. «ἀγαπᾶτε τούς ἐχθρούς ὑμῶν» Λκ. 6, 35. Ἀπ ὅλα τά λόγια καί τίς διδασκαλίες τοῦ Ἰησοῦ αὐτός ὁ λόγος Του φαντάζει ὡς ὁ πιό δύσκολος. Ἡ ἀγάπη