Ὁ Ἀκάθιστος Ὕμνος. Χαῖρε νύμφη ἀνύμφευτε.



Σχετικά έγγραφα
30 ΜΑΡΣΙΟΤ 2012 ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΜΙΚΡΟΤ ΑΠΟΔΕΙΠΝΟΤ

15 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου

Οἱ Χαιρετισμοὶ τῆς Ὑπεραγίας Θεοτόκου

15 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

31 ΑΠΡΙΛΙΟΥ 2017 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Η Γ Στάση των Χαιρετισμών της Υπεραγίας Θεοτόκου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Ιερά Μητρόπολις Καισαριανής, Βύρωνος & Τμηττού Καθεδρικός Ιερός Ναός Αγίας Σριάδος Βύρωνος Κορυτσάς 1 & Κωνσταντιλιέρη, Βύρωνας,

Ὁ Μικρὸς Παρακλητικὸς Κανόνας. Οἱ Χαιρετισμοὶ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

23 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΜΙΚΡΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Α τάσεως τῶν Χαιρετισμῶν

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

10 ΜΑΡΣΙΟΤ 2017 Σῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος ἑσπέρας ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Β τάσεως τῶν Χαιρετισμῶν

ΣΑΒΒΑΤΟΝ Ε ΝΗΣΤΕΙΩΝ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

25 ΜΑΡΤΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * * * *

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

Ο Ακάθιστος Ύμνος [Ἀνωνύμου Υμνογράφου] Κοντάκιον. Ἦχος πλ. δ'.

ÏÉ ÁÉÑÅÔÉÓÌÏÉ ÔÇÓ ÐÁÍÁÃÉÁÓ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΑΚΟΛΟΤΘΙΑ ΣΩΝ ΦΑΙΡΕΣΙΜΩΝ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ

3 ΜΑΡΤΙΟΥ 2017 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

8 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Δ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

«Οι Χαιρετισµοί της Θεοτόκου.»

Ἀρχιμ. Ἀριστοβούλου Κυριαζῆ, Μαθήματα Ψαλτικῆς Τέχνης 1 Μέρος 3 ον, Τριώδιον, Ἀκάθιστος Ὕμνος ΑΚΟΛΟΤΘΙΑ ΣΩΝ ΦΑΙΡΕΣΙΜΩΝ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ. Κοντάκιον. Ἦχος πλ. δ.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ.

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

Xαί α ρε ρ Μα Μ ρ α ί ρ α Κυ Κ ρ υ ί ρ α πάν ά τ ν ων ω ηµ η ώ µ ν ώ....

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

1 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ Τῇ Παρασκευῇ τῆς Γ Ἑβδομάδος ἑσπέρας Μετὰ τῆς Γ Στάσεως τῶν Χαιρετισμῶν

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

1 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Γ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

Εισαγωγή στη Φιλοσοφία

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

16 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΝ Τῼ ΟΡΘΡῼ

ΤΥΠΙΚΟΝ * * * * * Ἄνευ εἰσόδου. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. (Ὁ Λαὸς ἐγείρεται.) Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Ἦχος πλ. δ, ἑωθινὸν η. (τυπικὸν ΚΕ Μαρτιου, περίπτ. Θ, 26 29).

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

Αγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τη Θεοτόκω τω Χαίρε.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Χαιρετισμοί της Παναγίας Θεοτόκου

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

25 ΜΑΡΤΙΟΥ 2016 Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

Βυζαντινοί Ιστορικοί και Χρονογράφοι ΙI

σου δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Chapter 26: Exercises

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

Στο απόσπασμα που ακολουθεί αναφέρεται στην αξιοκρατική επιλογή των αρχόντων κατά το παρελθόν.

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4)

Ασκήσεις γραμματικής. Εκφώνηση. Να μεταφέρετε τους παρακάτω τύπους στον άλλο αριθμό: τοῦ σοφοῦ. (ὦ) δίκαιε. τὸν τίμιον. τοὺς πιστοὺς.

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

+ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ +Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

ΥΠΟΥΡΓΕΙΟ ΠΑΙΔΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΔΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015

Σᾶς εὐαγγελίζομαι τὸ χαρμόσυνο ἄγγελμα τῆς γεννήσεως τοῦ. Χριστοῦ, ποὺ ἀποτελεῖ τὴν κορυφαία πράξη τοῦ Θεοῦ νὰ σώσει τὸν

Περικλέους Σταύρου Χαλκίδα Τ: & F: chalkida@diakrotima.gr W:

Κυριακή 23 Ἰουνίου 2019.

1st and 2nd Person Personal Pronouns

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

ΘΕΜΑ 302ο: Ξενοφῶντος Ἑλληνικά, 2, 3,

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Διδάσκοντας Αρχαία ελληνικά με αξιοποίηση της τέχνης. Αγάθη Γεωργιάδου Σχολ. Σύμβουλος

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

Transcript:

Ὁ Ἀκάθιστος Ὕμνος Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει ἐν τῇ σκηνῆ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη ὁ ἀσώματος λέγων τῇ ἀπειρογάμῳ Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανοὺς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφὴν ἐξίσταμαι κραυγάζων σοι Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Ἄγγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ Θεοτόκῳ τὸ χαῖρε (3 φορές) καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν κύριε ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα Χαῖρε δι ἧς ἡ χαρὰ ἐκλάμψει χαῖρε δι ἧς ἡ ἀρὰ ἐκλείψει χαῖρε τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις χαῖρε ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς χαῖρε βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς χαῖρε ὅτι ὑπάρχεις βασιλέως καθέδρα χαῖρε ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα χαῖρε ἀστὴρ ἐμφαίνων τὸν ἥλιον χαῖρε γαστὴρ ἐνθέου σαρκώσεως χαῖρε δι ἧς νεουργεῖται ἡ κτίσις χαῖρε δι ἧς προσκυνεῖται ὁ πλάστης Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν προλέγεις κράζων Γνῶσιν ἄγνωστον γνῶναι ἡ παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι. πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω

Χαῖρε βουλῆς ἀπορρήτου μύστις χαῖρε σιγῇ δεομένων πίστις χαῖρε τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον χαῖρε τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον χαῖρε κλῖμαξ ἐπουράνιε δι ἧς κατέβη ὁ θεός χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν χαῖρε τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα χαῖρε τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα χαῖρε τὸ φῶς ἀρρήτως γεννήσασα χαῖρε τὸ πῶς μηδένα διδάξασα χαῖρε σοφῶν ὑπερβαίνουσα γνῶσιν χαῖρε πιστῶν καταυγάζουσα φρένας Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως Ἔχουσα θεοδόχον ἡ παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνοῦν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν θεοτόκον Χαῖρε βλαστοῦ ἀμαράντου κλῆμα χαῖρε καρποῦ ἀθανάτου κτῆμα χαῖρε γεωργὸν γεωργοῦσα φιλάνθρωπον χαῖρε φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα χαῖρε ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν χαῖρε τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν χαῖρε ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις χαῖρε ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις χαῖρε δεκτὸν πρεσβείας θυμίαμα χαῖρε παντὸς τοῦ κόσμου ἐξίλασμα χαῖρε θεοῦ πρὸς θνητοὺς εὐδοκία χαῖρε θνητῶν πρὸς θεὸν παρρησία Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων ὁ σώφρων Ἰωσὴφ ἐταράχθη πρὸς τὴν ἄγαμόν σε θεωρῶν καὶ κλεψίγαμον ὑπονοῶν ἄμεμπτε μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ πνεύματος ἁγίου ἔφη 2

Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα ἣν ὑμνοῦντες εἶπον Χαῖρε ἀμνοῦ καὶ ποιμένος μήτηρ χαῖρε αὐλὴ λογικῶν προβάτων χαῖρε ἀοράτων θηρῶν ἀμυντήριον χαῖρε παραδείσου θυρῶν ἀνοικτήριον χαῖρε ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ χαῖρε ὅτι τὰ ἐπίγεια συγχορεύουσι πιστοῖς χαῖρε τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα χαῖρε τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος χαῖρε στερρὸν τῆς πίστεως ἔρεισμα χαῖρε λαμπρὸν τῆς χάριτος γνώρισμα χαῖρε δι ἧς ἐγυμνώθη ὁ Ἅδης χαῖρε δι ἧς ἐνεδύθημεν δόξαν Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ καὶ ὡς λύχνον κρατοῦντες αὐτόν δι αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους καὶ δεσπότην νοοῦντες αὐτόν εἰ καὶ δούλου ἔλαβε μορφήν ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ Χαῖρε ἀστέρος ἀδύτου μήτηρ χαῖρε αὐγὴ μυστικῆς ἡμέρας χαῖρε τῆς ἀπάτης τὴν κάμινον παύσασα χαῖρε τῆς τριάδος τοὺς μύστας φυλάττουσα χαῖρε τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς χαῖρε κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν χαῖρε ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας χαῖρε ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων χαῖρε πυρὸς προσκύνησιν σβέσασα χαῖρε φλογὸς παθῶν ἀπαλλάττουσα χαῖρε Περσῶν ὁδηγὲ σωφροσύνης χαῖρε πασῶν γενεῶν εὐφροσύνη 3

Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα ἐκτελέσαντες σοῦ τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος τὰ γὰρ εἴδωλα ταύτης σωτήρ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκαν οἱ τούτων δὲ ῥυσθέντες ἀνεβόων πρὸς τὴν θεοτόκον Χαῖρε ἀνόρθωσις τῶν ἀνθρώπων χαῖρε κατάπτωσις τῶν δαιμόνων χαῖρε τῆς ἀπάτης τὴν πλάνην πατήσασα χαῖρε τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα χαῖρε θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν χαῖρε πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν χαῖρε πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει χαῖρε σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης χαῖρε τροφὴ τοῦ μάννα διάδοχε χαῖρε τρυφῆς ἁγίας διάκονε χαῖρε ἡ γῆ ἡ τῆς ἐπαγγελίας χαῖρε ἐξ ἧς ῥέει μέλι καὶ γάλα Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος ἐπεδόθης ὡς βρέφος αὐτῷ ἀλλ ἐγνώσθης τούτῳ καὶ θεὸς τέλειος διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης ἡμῖν τοῖς ὑπ αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην ὥσπερ ἦν ἄφθορον ἱνὰ τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες Χαῖρε τὸ ἄνθος τῆς ἀφθαρσίας χαῖρε τὸ στέμμα τῆς ἐγκρατείας χαῖρε ἀναστάσεως τύπον ἐκλάμπουσα χαῖρε τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα χαῖρε δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί χαῖρε ξύλον εὐσκιόφυλλον ὑφ οὗ σκέπονται πολλοί χαῖρε κυοφοροῦσα λυτρωτὴν αἰχμαλώτοις χαῖρε ἀπογεννῶσα ὁδηγὸν πλανωμένοις χαῖρε κριτοῦ δικαίου δυσώπησις χαῖρε πολλῶν πταισμάτων συγχώρησις χαῖρε στολὴ τῶν γυμνῶν παρρησίας χαῖρε στοργὴ πάντα πόθον νικῶσα 4

Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου τὸν νοῦν εἰς οὐρανοὺς μεταθέντες διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ ὅλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος συγκατάβασις γὰρ θεϊκή οὐ μετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ παρθένου θεολήπτου ἀκουούσης ταῦτα Χαῖρε θεοῦ ἀχωρήτου χώρα χαῖρε σεπτοῦ μυστηρίου θύρα χαῖρε τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα χαῖρε τῶν πιστῶν ἀναμφίβολον καύχημα χαῖρε ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ χαῖρε οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ χαῖρε ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα χαῖρε ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα χαῖρε δι ἧς ἐλύθη παράβασις χαῖρε δι ἧς ἠνοίχθη παράδεισος χαῖρε ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας χαῖρε ἐλπὶς ἀγαθῶν αἰωνίων Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα ἀκούοντα δὲ παρὰ πάντων Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί θεοτόκε ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν Χαῖρε σοφίας θεοῦ δοχεῖον χαῖρε προνοίας αὐτοῦ ταμεῖον χαῖρε φιλοσόφους ἀσόφους δεικνύουσα χαῖρε τεχνολόγους ἀλόγους ἐλέγχουσα χαῖρε ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί χαῖρε ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί χαῖρε τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα χαῖρε τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα χαῖρε βυθοῦ ἀγνοίας ἐξέλκουσα χαῖρε πολλοὺς ἐν γνώσει φωτίζουσα χαῖρε ὁλκὰς τῶν θελόντων σωθῆναι χαῖρε λιμὴν τῶν τοῦ βίου πλωτήρων 5

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε καὶ ποιμὴν ὑπάρχων ὡς θεὸς δι ἡμᾶς ἐφάνη καθ ἡμᾶς ὅμοιος ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς θεὸς ἀκούει Τεῖχος εἶ τῶν παρθένων Θεοτόκε παρθένε καὶ πάντων τῶν εἰς σὲ προσφευγόντων ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε ποιητής ἄχραντε οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ δείξας προσφωνεῖν σοι πάντας Χαῖρε ἡ στήλη τῆς παρθενίας χαῖρε ἡ πύλη τῆς σωτηρίας χαῖρε ἀρχηγὲ νοητῆς ἀναπλάσεως χαῖρε χορηγὲ θεϊκῆς ἀγαθότητος χαῖρε σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς χαῖρε σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν χαῖρε ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα χαῖρε ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα χαῖρε παστὰς ἀσπόρου νυμφεύσεως χαῖρε πιστοὺς κυρίῳ ἁρμόζουσα χαῖρε καλὴ κουροτρόφε παρθένων χαῖρε ψυχῶν νυμφοστόλε ἁγίων Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου ἰσαρίθμους ψαλμοὺς καὶ ᾠδὰς ἂν προσφέρωμέν σοι βασιλεῦ ἅγιε οὐδὲν τελοῦμεν ἄξιον ὧν δέδωκας τοῖς σοὶ βοῶσιν Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν παρθένον τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας αὐγῇ τὸν νοῦν φωτίζουσα κραυγῇ δὲ τιμωμένη ταῦτα Χαῖρε ἀκτὶς νοητοῦ ἡλίου χαῖρε λαμπτὴρ τοῦ ἀδύτου φέγγους χαῖρε ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα χαῖρε ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα χαῖρε ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν χαῖρε ὅτι τὸν πολύρρητον ἀναβλύζεις ποταμόν χαῖρε τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον χαῖρε τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον χαῖρε λουτὴρ ἐκπλύνων συνείδησιν χαῖρε κρατὴρ κιρνῶν ἀγαλλίασιν χαῖρε ὀσμὴ τῆς Χριστοῦ εὐωδίας χαῖρε ζωὴ μυστικῆς εὐωχίας 6

Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων ἐπεδήμησε δι ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως Ψάλλοντές σου τὸν τόκον εὐφημοῦμεν σε πάντες ὡς ἔμψυχον ναόν θεοτόκε ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ ὁ κατέχων πάντα τῇ χειρὶ κύριος ἡγίασεν ἐδόξασεν ἐδίδαξε βοᾶν σοι πάντας Χαῖρε σκηνὴ τοῦ θεοῦ καὶ Λόγου χαῖρε ἁγία ἁγίων μείζων χαῖρε κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι χαῖρε θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε χαῖρε τίμιον διάδημα βασιλέων εὐσεβῶν χαῖρε καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν χαῖρε τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος χαῖρε τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος χαῖρε δι ἧς ἐγείρονται τρόπαια χαῖρε δι ἧς ἐχθροὶ καταπίπτουσι χαῖρε φωτὸς τοῦ ἐμοῦ θεραπεία χαῖρε ψυχῆς τῆς ἐμῆς προστασία Ὦ πανύμνητε μήτηρ ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον δεξαμένη τὴν νῦν προσφοράν ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς συμβοῶντας Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε ἀλλ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι 7