Sermo in transfigurationem domini et dei salvatoris nostri Iesu Christi

Σχετικά έγγραφα
αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Chapter 26: Exercises

De fide contra Nestorianos. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ αμασκηνοῦ λόγος περὶ πίστεως κατὰ Νεστοριανῶν.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

De incarnatione et contra Arianos

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

Symbolum "quicumque" ΣΥΜΒΟΛΟΝ ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ.

Contra Nestorianos. Τοῦ ὁσίου ἀββᾶ Ἰωάννου αμασκηνοῦ τοῦ χρυσορρόα λόγος κατὰ Νεστοριανῶν.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

De natura composita. Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου τοῦ αμασκηνοῦ περὶ συνθέτου φύσεως κατὰ ἀκεφάλων.

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

πάλιν εἰς τὴν συναγωγήν καὶ εἰσῆλθεν ἐκεῖ ἄνθρωπος καὶ ἐξηραμμένην ἔχων τὴν χεῖρα παρετήρουν καὶ αὐτὸν αὐτόν θεραπεύσει τοῖς σάββασιν κατηγορήσωσιν

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.

Testimonia e scriptura de communi essentia patris et filii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ. Περὶ ἐλευθερίας.

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

4Αυτός ήτανε η ζωή, και ήταν η ζωή αυτή το φως για τους ανθρώπους. 4ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

Ad Graecos ex communibus notionibus

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γεγραμμένον

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 13: ΤΟ ΝΕΟ ΗΘΟΣ ΤΟΥ ΚΑΙΝΟΥ ΑΝΘΡΩΠΟΥ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Athanasius Alexandrinus - Magnus - Homilia de passione et cruce domin1

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

AΓΙΟΛΟΓΙΟΝ - ΗΜΕΡΟΛΟΓΙΟΝ 2011

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Dialogi duo contra Macedonianos. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Λόγος ἐν εἴδει διαλέξεως μετὰ Μακεδονιανοῦ Πνευματομάχου.

Iohannes Damascenus - De theologia

In transfigurationem (homilia 14) (olim sub nomine Joannis Chrysostomi)

Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work

Εισαγωγή στη Φιλοσοφία

Responsiones ad Tiberium diaconum sociosque suos

Commentarii in Lucam ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ ΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ

Cirillus Alexandrinus - De synagogae defectu

Refutatio confessionis Eunomii ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ

Κ Υ Ρ Ι Α Κ Η Μ Ε Τ Α Τ Η Ν Υ Ψ Ω Σ Ι Ν. Η ηθική προσταγή Μητροπολίτου Αττικής και Μεγαρίδος Νικοδήμου

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

Homilia in transfigurationem domini

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Ο ρόλος των Οικουμενικών Συνόδων στη ζωή της Εκκλησίας

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΤΗ Ϛ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Ἀνάμνησις τῆς θείας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Quaestiones aliae ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑ ΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ ΡΕΙΑΣ ΕΤΕΡΑΙ ΤΙΝΕΣ ΕΡΩΤΗΣΕΙΣ.

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

Fragmenta in Joannem

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Didymus: De trinitate

1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36

Iohannes Damascenus - De azymis

Oratio quarta contra Arianos. Κατὰ Ἀρειανῶν λόγος.

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους, Ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, 17-18

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

ΠΑΡΑΔΕΙΓΜΑ ΠΑΡΑΠΟΙΗΣΗΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ ΑΠΟ ΤΟΥΣ ΨΕΥΔΟΜΑΡΤΥΡΕΣ ΤΟΥ ΙΕΧΩΒΑ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament

1st and 2nd Person Personal Pronouns

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

Περικλέους Σταύρου Χαλκίδα Τ: & F: chalkida@diakrotima.gr W:

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Athanasius Alexandrinus - Magnus - De trinitate

Κυριακή 23 Ἰουνίου 2019.

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ.

14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ ὅσον μετ αὐτῶν ἐστιν ὁ

Κυριακή 28 Ἰουλίου 2019.

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)

Οι Άγιοι της Θεσσαλονίκης.

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Io 1:1

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

Εργαστήριο ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

Κ Υ Ρ Ι Α Κ Η Σ Τ Τ Ο Υ Λ Ο Υ Κ Α

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Κ Υ Ρ Ι Α Κ Η Ζ Τ Ο Υ Λ Ο Υ Κ Α

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

«Να έχουμε άφθονη ελπίδα, που ξεχειλίζει και περισσεύει»

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

Origenes - Adnotationes in Judices

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

The First Epistle of John. From the Greek New Testament. (based on Novum Testamentum Graece, the 26 th Edition, Nestle Aland)

Transcript:

Sermo in transfigurationem domini et dei salvatoris nostri Iesu Christi Λόγος εἰς τὴν Μεταμόρφωσιν τοῦ Κυρίου καὶ Θεοῦ, τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ Ἐκ τῆς χώρας θέρους χαρμονή, ἐκ τοῦ ἀμπελῶνος καρποὶ ἐδεσμάτων, καὶ ἐκ τῶν Γραφῶν διδαχὴ ζωοποιός. Ἡ χώρα εἰς ἕνα καιρὸν ἔχει τὸ θέρος, καὶ ἡ ἄμπελος εἰς ἕνα καιρὸν ἔχει τὸν τρυγητόν, ἡ Γραφὴ δὲ πάντοτε ἀναγινωσκομένη ἀναβλύζει διδαχὴν ζωοποιόν. Ἡ χώρα, ὅταν θερισθῇ, ἀπέσχε, καὶ ἡ ἄμπελος, ὅταν τρυγηθῇ, ταπεινοῦται, ἡ Γραφὴ δὲ καθ' ἡμέραν θεριζομένη, οἱ στάχυες τῶν ἑρμηνευόντων ἐν αὐτῇ οὐκ ἐκλιμπάνουσι καὶ καθ' ἡμέραν τρυγεῖται, καὶ οἱ βότρυες τῆς ἐν αὐτῇ ἐλπίδος οὐ δαπανῶνται. Ἐγγίσωμεν τοίνυν ταύτῃ <τῇ> χώρᾳ, καὶ τῶν αὐλάκων αὐτῆς τῶν ζωοποιῶν ἀπολαύσωμεν καὶ θερίσωμεν ἐξ αὐτῆς στάχυας ζωῆς, τοὺς λόγους τοῦ Κυρίου 14 ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ εἰπόντος πρὸς τοὺς ἑαυτοῦ μαθητάς εἰσί τινες τῶν ὧδε ἑστώτων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ. Καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει τὸν Σίμωνα Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, εἰς ὄρος ὑψηλὸν λίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὸ πρόσωπον αὐτοῦ ἔλαμψεν, ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκά, ὡς τὸ φῶς. Ἄνδρες, οὓς εἶπεν ἵνα μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν τύπον τῆς ἐλεύσεως αὐτοῦ, οὗτοί εἰσιν οὓς παραλαβὼν ἀνήγαγεν εἰς τὸ ὄρος καὶ ἔδειξεν αὐτοῖς πῶς μέλλει ἔρχεσθαι ἐν τῇ ἡμέρᾳ τῇ ἐσχάτῃ ἐν τῇ δόξῃ τῆς θεότητος αὐτοῦ καὶ ἐν τῷ σώματι τῆς ἀνθρωπότητος αὐτοῦ. Ἀνήγαγε δὲ αὐτοὺς εἰς τὸ ὄρος, ἵνα δείξῃ αὐτοῖς τίς ὁ Υἱός, καὶ τίνος. Ὅταν γὰρ ἠρώτησεν αὐτούς τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Λέγουσιν αὐτῷ οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν Προφητῶν. ιὰ τοῦτοἀναφέρει αὐτοὺς εἰς τὸ ὄρος, καὶ δείκνυσιν αὐτοῖς ὅτι οὐκ ἔστιν Ἠλίας, ἀλλὰ Θεὸς τοῦ Ἠλία οὐδὲ πάλιν Ἱερεμίας, ἀλλ' ὁ ἁγιάσας Ἱερεμίαν ἐν τῇ κοιλίᾳ τῆς μητρός 15 οὐδὲ εἷς τῶν Προφητῶν, ἀλλ' ὁ Κύριος τῶν Προφητῶν, ὁ καὶ πέμψας αὐτούς. Καὶ δείκνυσιν αὐτοῖς ὅτι αὐτός ἐστιν ὁ ποιητὴς οὐρανοῦ καὶ γῆς, καὶ αὐτός ἐστι Κύριος ζώντων καὶ νεκρῶν. Ἐκέλευσε γὰρ τῷ οὐρανῷ καὶ κατήγαγε τὸν Ἠλίαν, καὶ ἔνευσε τῇ γῇ καὶ ἀνέστησε τὸν Μωσῆν. Ἀνήγαγεν αὐτοὺς εἰς τὸ ὄρος, ἵνα δείξῃ αὐτοῖς ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθεὶς καὶ ἐπ' ἐσχάτων ἐκ τῆς Παρθένου σαρκωθείς, ὡς οἶδεν αὐτός, ἀσπόρως τεχθεὶς καὶ ἀφράστως, ἄφθορον διατηρήσας τὴν παρθενίαν ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Ἐνῴκησε γὰρ ἐν τῇ μήτρᾳ τῆς Παρθένου ὁ Θεὸς Λόγος, καὶ οὐ κατέφλεξε τὸ πῦρ τῆς θεότητος αὐτοῦ τὰ μέλη τοῦ σώματος τῆς Παρθένου, ἀλλὰ καὶ παρεφύλαξεν ἐν τῇ τοῦ ἐννεαμηνιαίου χρόνου παρακαταστάσει. Ἐνῴκησεν ἐν τῇ μήτρᾳ τῆς Παρθένου, μὴ βδελυξάμενος τὸ δυσῶδες τῆς φύσεως, καὶ ἐξ αὐτῆς προῆλθε Θεὸς σεσαρκωμένος, ἵνα ἡμᾶς σώσῃ. Ἀνήγαγεν αὐτοὺς εἰς τὸ ὄρος, ἵνα δείξῃ αὐτοῖς τὴν δόξαν τῆς θεότητος, καὶ γνωρίσῃ αὐτοῖς ὅτι αὐτός ἐστιν ὁ λυτρούμενος τὸν Ἰσραήλ, καθὼς διὰ τῶν Προφητῶν ἐδήλωσε, καὶ μὴ σκανδαλισθῶσιν ἐν αὐτῷ, βλέποντες αὐτοῦ τὰ ἑκούσια πάθη, 16 ἃ ἔμελλε πάσχειν δι' ἡμᾶς ἀνθρωπίνως. Ἐγνώριζον γὰρ αὐτὸν ἄνθρωπον, καὶ οὐκ ᾔδεισαν ὅτι ἐστὶ Θεός. Ἐγνώριζον αὐτὸν υἱὸν Μαρίας, ἄνθρωπον συναναστρεφόμενον αὐτοῖς ἐν τῷ κόσμῳ, καὶ ἐγνώρισεν αὐτοῖς ἐν τῷ ὄρει ὅτι αὐτός ἐστιν Υἱὸς Θεοῦ καὶ Θεός. Εἶδον αὐτόν, ὅτι ἤσθιε καὶ ἔπινε, καὶ ἐκοπία καὶ ἀνεπαύετο, καὶ ἐνύσταζε καὶ ἐκοιμᾶτο, καὶ ἐφοβεῖτο καὶ ἵδρου, ἃ τῇ φύσει τῆς θεότητος αὐτοῦ οὐχ ἥρμοζον, εἰ μὴ μόνον τῇ ἀνθρωπότητι, καὶ διὰ τοῦτο ἀναφέρει αὐτοὺς εἰς τὸ ὄρος, ἵνα ὁ Πατὴρ φωνήσῃ τὸν Υἱὸν καὶ δείξῃ 1

αὐτοῖς ὅτι Υἱὸς αὐτοῦ ἐστιν ἐν ἀληθείᾳ καὶ Θεός. Ἀνήγαγεν αὐτοὺς εἰς τὸ ὄρος καὶ ἔδειξεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ πρὸ τοῦ πάθους αὐτοῦ, καὶ τὴν δύναμιν αὐτοῦ πρὸ τοῦ θανάτου αὐτοῦ, καὶ τὴν δόξαν αὐτοῦ πρὸ τῆς ὕβρεως αὐτοῦ, καὶ τὴν τιμὴν αὐτοῦ πρὸ τῆς ἀτιμίας αὐτοῦ, ἵνα, ὅταν κρατηθῇ καὶ σταυρωθῇ ὑπὸ τῶν Ἰουδαίων, γνώσωνται ὅτι οὐ δι' ἀσθένειαν ἐσταυρώθη, ἀλλ' ὅτι εὐδοκίᾳ αὐτοῦ ἑκουσίως εἰς σωτηρίαν τοῦ κόσμου. Ἀνήγαγεν αὐτοὺς εἰς τὸ ὄρος καὶ δείκνυσιν αὐτοῖς τὴν δόξαν τῆς θεότητος αὐτοῦ πρὸ τῆς ἀναστάσεως, ἵνα, ὅταν ἐκ νεκρῶν ἀναστῇ ἐν τῇ δόξῃ τῆς φύσεως τῆς θεότητος αὐτοῦ, γνώσωνται ὅτι οὐχ ὑπὲρ τοῦ κόπου αὐτοῦ ἔλαβε τὴν δόξαν, 17 ὡς ἐνδεής, ἀλλ' ἦν αὐτοῦ πρὸ αἰώνων, σὺν τῷ Πατρὶ καὶ μετὰ τοῦ Πατρός, καθὼς εἶπεν ἐρχόμενος ἐπὶ τὸ ἑκούσιον πάθος Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Αὐτὴν οὖν τὴν δόξαν τῆς θεότητος αὐτοῦ, ἄδηλον καὶ κεκρυμμένην ἐν τῇ ἀνθρωπότητι, ἀπέδειξε τοῖς Ἀποστόλοις ἐν τῷ ὄρει. Εἶδον γὰρ τὸ πρόσωπον αὐτοῦ ὡς ἀστραπὴν λάμπον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς. ύο ἡλίους οἱ μαθηταὶ ἔβλεπον ἕνα ἐν τῷ οὐρανῷ, κατὰ τὸ ἔθος, καὶ ἕνα, παρὰ τὸ ἔθος ἕνα τὸν φαίνοντα καὶ τὸν κόσμον καταυγάζοντα ἐν τῷ στερεώματι <καὶ> ἕνα αὐτοῖς μόνοις φαίνοντα, τὸ πρόσωπον αὐτοῦ εἰς αὐτούς. Τὰ δὲ ἱμάτια αὐτοῦ λευκά, ὡς τὸ φῶς, ἔδειξεν, ὅτι ἐξ ὅλου τοῦ σώματος αὐτοῦ ἔβρυεν ἡ δόξα τῆς θεότητος αὐτοῦ, καὶ ἐξ ὅλων τῶν μελῶν αὐτοῦ ἔλαμψε τὸ φῶς αὐτοῦ. Οὐ γὰρ ὡς Μωσῆς ἔξωθεν ἡ σὰρξ αὐτοῦ ἔλαμψεν ἐν εὐπρεπείᾳ, ἀλλ' ἐξ αὐτοῦ ἔβρυεν ἡ δόξα αὐτοῦ τῆς θεότητος. Ἀνέτειλε τὸ φῶς αὐτοῦ, καὶ ἐν αὐτῷ συνήχθη. Οὔτε γὰρ εἰς ἄλλο μέρος ἀπῆλθε καὶ εἴασεν αὐτόν, ὅτι οὐκ ἦλθεν ἐκ πλαγίου ἑτέρου καὶ ἐκόσμησεν αὐτόν, οὔτε ἐν χρήσει αὐτοῦ ἦν. Καὶ 18 οὐχ ὅλην τὴν ἄβυσσον τῆς δόξης αὐτοῦ παρέδειξεν, ἀλλ' ὅσον ἐχώρησε τὸ μέτρον τῶν κορῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας λαλοῦντες μετ' αὐτοῦ. Καὶ οἱ λόγοι αὐτῶν οἱ μετ' αὐτοῦ τοιοῦτοι ἦσαν χάριν ὡμολόγουν αὐτῷ, ὅτι οἱ λόγοι αὐτῶν ἐπληρώθησαν, καὶ πάντων τῶν σὺν αὐτοῖς Προφητῶν, ἐν τῇ παρουσίᾳ αὐτοῦ. Προσκύνησιν αὐτῷ προσέφερον ὑπὲρ τῆς σωτηρίας, ἧς ἐποίησε τῷ κόσμῳ τῷ γένει τῶν ἀνθρώπων καὶ τὸ μυστήριον ὃ ἐζωγράφησαν αὐτοί, αὐτὸς ἔργῳ ἐπλήρωσε. Χαρὰ τοῖς Προφήταις καὶ τοῖς Ἀποστόλοις ἐν αὐτῇ τῇ ἀναβάσει τοῦ ὄρους ἐγένετο. Ἐχάρησαν οἱ Προφῆται ἰδόντες τὴν ἀνθρωπότητα αὐτοῦ, ἣν οὐκ ᾔδεισαν. Ἐχάρησαν δὲ καὶ οἱ Ἀπόστολοι ἰδόντες τὴν δόξαν τῆς θεότητος αὐτοῦ, ἣν οὐκ ἔγνωσαν, καὶ ἀκούσαντες τῆς φωνῆς τοῦ Πατρὸς μαρτυρούσης τῷ Υἱῷ καὶ δι' αὐτῆς ἔγνωσαν τὴν ἐνανθρώπησιν αὐτοῦ, ἥτις ἦν ἄδηλος παρ' αὐτοῖς. Καὶ ἐπίστωσεν αὐτούς, μετὰ τῆς φωνῆς τοῦ Πατρός, ἡ φανεῖσα δόξα τοῦ σώματος αὐτοῦ, ἐκ τῆς ἐν αὐτῷ ἑνωθείσης ἀτρέπτως καὶ ἀσυγχύτως θεότητος. Καὶ ἐσφραγίσθη ἡ μαρτυρία τῶν τριῶν ἐν τῇ 19 πατρικῇ φωνῇ, καὶ τῷ Μωσῇ καὶ τῷ Ἠλίᾳ, οἵτινες παρειστήκεσαν αὐτῷ, ὡς δοῦλοι, καὶ εἷς τὸν ἕτερον ἔβλεπον οἱ Προφῆται τοὺς Ἀποστόλους, καὶ οἱ Ἀπόστολοι τοὺς Προφήτας. Εἶδον ἐκεῖ ἀλλήλους οἱ ἀρχηγοὶ τῆς παλαιᾶς διαθήκης τοὺς ἀρχηγοὺς τῆς νέας. Εἶδε Μωσῆς ὁ ἅγιος τὸν Σίμωνα ἁγιασθέντα εἶδεν ὁ οἰκονόμος τοῦ Πατρὸς τὸν ἐπίτροπον τοῦ Υἱοῦ. Ὁ μὲν ἔσχισε θάλασσαν τοῦ περιπατεῖν λαὸν ἐν μέσῳ κυμάτων, ὁ δὲ ἤγειρε σκηνὴν τοῦ οἰκοδομῆσαι τὴν Ἐκκλησίαν. Εἶδεν ὁ παρθένος τῆς παλαιᾶς διαθήκης τὸν παρθένον τῆς νέας Ἠλίας τὸν Ἰωάννην. Ὁ ἀναβὰςἐπὶ τὸ ἅρμα τοῦ πυρὸς τὸν ἀναπεσόντα ἐπὶ τὸ στῆθος τῆς φλογός. Καὶ ἐγένετο τὸ ὄρος εἰς τύπον τῆς Ἐκκλησίας, καὶ ἥνωσεν ἐν αὐτῷ ὁ Ἰησοῦς τὰς δύο διαθήκας, ἃς ἀπεδέξατο ἡ Ἐκκλησία, καὶ ἐγνώρισεν ἡμῖν ὅτι αὐτός ἐστιν ὁ δοτὴρ τῶν δύο. Ἡ μία παρέλαβε τὰ μυστήρια αὐτοῦ ἡ ἑτέρα ἐφανέρωσε τὴν δόξαν τῶν ἔργων αὐτοῦ. Εἶπε Σίμων καλὸν ἡμῖν ἐστιν ὧδε εἶναι, Κύριε. Ὦ Σίμων, τί λέγεις; Ἐὰν ὧδε μένωμεν, τὸν λόγον τῶν Προφητῶν τίς πληροῖ; Τὰ ῥήματα τῶν κηρύκων τίς σφραγίζει; Τὰ μυστήρια τῶν δικαίων τίς τελειοῖ; Εἰ ὧδε μένωμεν, τό, ὤρυξαν χεῖράς μου 20 καὶ πόδας μου, ἐπὶ 2

τίνι πληροῦται; Τό, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, τίνι ἁρμόζει; Τό, ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, τίνι συμβήσεται; Τό, ἐν νεκροῖς ἐλεύθερος, τίς βεβαιοῖ; Ἐὰν ὧδε μένωμεν, τὸ χειρόγραφον τοῦ Ἀδὰμ τίς σχίσει; Καὶ τὸ χρέος αὐτοῦ τίς ἀποτίσει; Καὶ τὸ ἔνδυμα τῆς δόξης αὐτῷ τίς ἀποκαθιστᾷ; Ἐὰν ὧδε μένωμεν, ἃ εἶπόν σοι, πῶς γενήσονται; Ἡ Ἐκκλησία πῶς οἰκοδομηθήσεται; Τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πῶς λήψῃ παρ' ἐμοῦ; Τίνα δήσεις; Τίνα λύσεις; Ἐὰν ὧδε μένωμεν, ἀργοῦσι πάντα τὰ ῥηθέντα διὰ τῶν Προφητῶν. Εἶπε πάλιν ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ Ἠλίᾳ μίαν. Ὁ Σίμων ἐπέμφθη οἰκοδομῆσαι τὴν Ἐκκλησίαν ἐν τῷ κόσμῳ, καὶ ἔστι ποιῶν σκηνὰς ἐν τῷ ὄρει ἀκμὴν γὰρ ἀνθρωπίνως προσεῖχε τῷ Ἰησοῦ, καὶ μετὰ Μωσέως καὶ Ἠλία κατέστησεν αὐτόν. Καὶ παρ' αὐτὰ ἔδειξεν αὐτῷ ὅτι οὐ χρῄζει τῆς σκηνῆς αὐτοῦ αὐτὸς γὰρ ἦν ὁ ποιήσας τοῖς πατράσιν αὐτοῦ σκηνὴν νεφέλης ἐν τῇ ἐρήμῳ 21 τεσσαράκοντα ἔτη. Ἔτι γὰρ αὐτοῦ λαλοῦντος, ἰδοὺ νεφέλη φωτὸς ἐπεσκίασεν αὐτούς. Βλέπεις, Σίμων, σκηνὴν ἄνευ κόπου; Σκηνὴν κωλύουσαν καῦμα καὶ μὴ ἔχουσαν σκότος; Σκηνὴν ἀπαστράπτουσαν καὶ φαίνουσαν; Καὶ τῶν μαθητῶν θαυμαζόντων, ἰδού, φωνὴ ἠκούσθη ἐκ τῆς νεφέλης παρὰ Πατρός, λέγουσα οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα αὐτοῦ ἀκούετε. Μετὰ τῆς φωνῆς τοῦ Πατρός, Μωσῆς ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ καὶ Ἠλίας ὑπέστρεψεν εἰς τὴν χώραν αὐτοῦ, καὶ οἱ Ἀπόστολοι ἐπὶ πρόσωπον ἔπεσον ἐπὶ τὴν γῆν, καὶ ὁ Ἰησοῦς εἱστήκει μόνος, ὅτι ἡ φωνὴ ἐκείνη ἐπ' αὐτῷ μόνῳ ἐπληροῦτο. Ἔφυγον οἱ Προφῆται, καὶ οἱ Ἀπόστολοι ἐπὶ τὴν γῆν ἔπεσον, ὅτι ἐπ' αὐτοὺς οὐκ ἐπληροῦτο ἡ φωνὴ τοῦ Πατρὸς μαρτυροῦσα οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα αὐτοῦ ἀκούετε. Ἐδίδαξεν αὐτοὺς ὁ Πατήρ, ὅτι ἐπληρώθη ἡ οἰκονομία τοῦ Μωσέως, καὶ ἵνα τοῦ Υἱοῦ ἀκούσωσιν. Ἐκεῖνος γάρ, ὡς δοῦλος, ἃ ἐκελεύθη ἐλάλησε, καὶ ἃ ἐρρέθη αὐτῷ ἐκήρυξε, καὶ πάντες οἱ Προφῆται, ἕως οὗ ἦλθεν ᾧ ἀπόκειται, τουτέστιν Ἰησοῦς, ὅς ἐστιν Υἱὸς <καὶ> οὐκ οἰκογενής, Κύριος καὶ οὐ δοῦλος, 22 δεσπόζων καὶ οὐ δεσποζόμενος, νομοθέτης καὶ οὐ νομοθετούμενος τῇ φύσει τῇ θεϊκῇ, οὗτος ὁ Υἱός μου ὁ ἀγαπητός. Τοῖς δὲ Ἀποστόλοις, ὃ ἧν παρ' αὐτοῖς ἄδηλον, ὁ Πατὴρ ἐφανέρωσεν ἐν τῷ ὄρει. Ὁ ὢν μηνύει τὸν ὄντα ὁ Πατὴρ φανεροῖ τὸν Υἱόν. Ἐν αὐτῇ τῇ φωνῇ οἱ Ἀπόστολοι ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν βροντὴ γὰρ ἧν φοβερά, ὥστε ἐκ τῆς φωνῆς αὐτοῦ ἡ γῆ ἐτρόμασε, καὶ οὗτοι ἔπεσον ἐπὶ τὴν γῆν. Ἔδειξεν αὐτοῖς ὅτι ὁ Πατὴρ ἤγγισε καὶ ἐκάλεσεν αὐτοὺς ὁ Υἱὸς ἐν αὐτῇ φωνῇ αὐτοῦ καὶ ἤγειρεν αὐτούς. Ὥσπερ γὰρ ἡ φωνὴ τοῦ Πατρὸς ἔρριψεν αὐτούς, οὕτω καὶ ἡ φωνὴ τοῦ Υἱοῦ ἐν τῇ ἰσχύϊ τῆς θεότητος αὐτοῦ ἤγειρεν αὐτούς, ἥτις ἐνοικήσασα ἐν τῇ σαρκὶ αὐτοῦ καὶ ἑνωθεῖσα ἐν αὐτῇ ἀτρέπτως, ἀμφότεραι ἐν μιᾷ ὑποστάσει καὶ ἑνὶ προσώπῳ ἀδιαιρέτως διαμένουσιν ἀσυγχύτως. Οὐχ, ὡς Μωσῆς, ἔξωθεν εὐπρεπὴς ἐγένετο, ἀλλ' ὡς Θεὸς ἐν δόξῃ ἤστραπτε. Μωσῆς γὰρ τῇ ἐπιφανείᾳ τοῦ προσώπου αὐτοῦ ἐχρίσθη ἐν εὐπρεπείᾳ Ἰησοῦς δὲ ὅλῳ τῷ σώματι αὐτοῦ, ὡς ὁ ἥλιος ἐν ταῖς ἀκτῖσιν αὐτοῦ, ἤστραπτε τῇ δόξῃ τῆς θεότητος αὐτοῦ. 23 Καὶ ὁ Πατὴρ ἔκραξεν οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα αὐτοῦ ἀκούετε. Οὐ κεχωρισμένου τῆς δόξης τοῦ Υἱοῦ τῆς θεότητος μία γὰρ φύσις ὁ Πατὴρ καὶ ὁ Υἱὸς σὺν τῷ Ἁγίῳ Πνεύματι μία δύναμις καὶ μία οὐσία καὶ μία βασιλεία. Καὶ εἰς ἕνα ἔκραξε τὴν φωνὴν ἐν ὀνόματι εὐτελεῖ καὶ ἐν δόξῃ φοβερᾷ. Καὶ ἡ Μαρία υἱὸν αὐτὸν ἐκάλει, οὐ κεχωρισμένον τῷ σώματι τῷ ἀνθρωπίνῳ ἐκ τῆς δόξης αὐτοῦ τῆς θεότητος εἷς γάρ ἐστι, Θεὸς ἐν σώματι φανεὶς εἰς τὸν κόσμον. Ἡ δόξα αὐτοῦ ἐμήνυσε τὴν φύσιν τὴν θεϊκὴν τὴν ἐκ τοῦ Πατρός, καὶ τὸ σῶμα αὐτοῦ ἐμήνυσε τὴν ἀνθρωπίνην τὴν ἐκ τῆς Μαρίας ἀμφοτέρας τὰς φύσεις συνελθούσας καὶ ἑνωθείσας ἐν μιᾷ ὑποστάσει. Μονογενὴς ἐκ Πατρός, καὶ ἐκ Μαρίας μονογενής. Καὶ ὁ μερίζων, μερισθήσεται ἐκ τῆς βασιλείας αὐτοῦ, καὶ ὁ συγχέων αὐτοῦ τὰς φύσεις ἀπολεῖται ἐκ ζωῆς αὐτοῦ. Ὁ 3

ἀρνούμενος ὅτι οὐκ ἐγέννησε Θεὸν ἡ Μαρία, μὴ ἴδοι τὴν δόξαν τῆς θεότητος αὐτοῦ καὶ ὁ ἀρνούμενος ὅτι οὐκ ἐφόρησε σάρκα ἀναμάρτητον, ἔσται ἐρριμμένος ἐκ τῆς σωτηρίας καὶ ἐκ τῆς ζωῆς τῆς διὰ τοῦ σώματος αὐτοῦ διδομένης. Αὐτὰ τὰ πράγματα μαρτυροῦσι καὶ αἱ δυνάμεις αὐτοῦ αἱ θεϊκαὶ διδάσκουσι 24 τοὺς διακριτικοὺς ὅτι ἐστὶ Θεὸς ἀληθινός, καὶ τὰ πάθη αὐτοῦ δηλοῦσιν ὅτι ἐστὶν ἄνθρωπος ἀληθινός. Καὶ ἐὰν οὐ πληροφοροῦνται οἱ ἀσθενεῖς τῇ διανοίᾳ, ἀποτίσουσι δίκην ἐν τῇ ἡμέρᾳ αὐτοῦ τῇ φοβερᾷ. Εἰ οὐκ ἦν σάρξ, Μαρία ἐν τῷ μέσῳ τί παρήχθη; Καὶ εἰ μὴ ἦν Θεός, Γαβριὴλ Κύριον τίνα ἐκάλει; Εἰ οὐκ ἧν σάρξ, ἐν φάτνῃ τίς ἀνέκειτο; Καὶ εἰ μὴ ἦν Θεός, Ἄγγελοι καταβάντες τίνα ἐδόξαζον; Εἰ οὐκ ἦν σάρξ, σπαργάνοις τίς εἱλίσσετο; Καὶ εἰ μὴ ἦν Θεός, οἱ ποιμένες τίνα προσεκύνουν; Εἰ οὐκ ἧν σάρξ, Ἰωσὴφ τίνα περιέτεμε; Καὶ εἰ μὴ ἦν Θεός, ὁ ἀστὴρ ἐν οὐρανῷ εἰς τιμὴν τίνος ἔτρεχεν; Εἰ οὐκ ἦν σάρξ, Μαρία τίνα ἐθήλαζε; Καὶ εἰ μὴ ἦν Θεός, οἱ μάγοι δῶρα τίνι προσέφερον; Εἰ οὐκ ἦν σάρξ, ὁ Συμεὼν ἐν ἀγκαλίσι τίνα ἐβάσταζε; Καὶ εἰ μὴ ἦν Θεός, τίνι ἔλεγεν, ἀπόλυσόν με μετ' εἰρήνης; Εἰ οὐκ ἦν σάρξ, Ἰωσὴφ τίνα λαβὼν εἰς Αἴγυπτον ἔφυγε; Καὶ εἰ μὴ ἦν Θεός, τό, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν 25 μου, ἐπὶ τίνι ἐπληρώθη; Εἰ οὐκ ἦν σάρξ, Ἰωάννης τίνα ἐβάπτισε; Καὶ εἰ μὴ ἦν Θεός, ὁ Πατὴρ ἐξ οὐρανοῦ τίνι ἔλεγεν, οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα; Εἰ οὐκ ἦν σάρξ, τίς ἐνήστευσε καὶ ἐπείνασεν ἐν τῇ ἐρήμῳ; Καὶ εἰ μὴ ἦν Θεός, οἱ Ἄγγελοι καταβάντες τίνι διηκόνουν; Εἰ οὐκ ἦν σάρξ, τίς ἐκλήθη εἰς τοὺς γάμους ἐν Κανᾷ τῆς Γαλιλαίας; Καὶ εἰ μὴ ἦν Θεός, τὸ ὕδωρ εἰς οἶνον τίς μετέβαλεν; Εἰ οὐκ ἦν σάρξ, οἱ ἄρτοι εἰς χεῖρας τίνος ἔκειντο; Καὶ εἰ μὴ ἦν Θεός, ὄχλους καὶ χιλιάδας ἐκτὸς γυναικῶν καὶ παιδίων ἐν ἐρήμῳ τίς ἐχόρτασεν ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων; Εἰ οὐκ ἦν σάρξ, ἐν τῷ πλοίῳ τίς ἐκάθευδε; Καὶ εἰ μὴ ἦν Θεός, τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ τίς ἐπετίμα; Εἰ οὐκ ἦν σάρξ, Σίμων ὁ Φαρισαῖος μετὰ τίνος ἤσθιε; Καὶ εἰ μὴ ἦν Θεός, τὰ πλημμελήματα τῆς ἁμαρτωλοῦ τίς συνεχώρει; Εἰ μὴ ἦν σάρξ, ἐπάνω τοῦ φρέατος κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας τίς ἐκάθητο; Καὶ εἰ μὴ ἦν Θεός, ὕδωρ ζῶν τῇ Σαμαρείτιδι τίς ἐδίδου καὶ ἤλεγχεν ὅτι πέντε ἄνδρας ἔσχεν; Εἰ μὴ ἦν σάρξ, 26 ἐνδύματα ἀνθρώπου τίς ἐφόρει; Καὶ εἰ μὴ ἦν Θεός, δυνάμεις τίς ἐποίει καὶ θαύματα; Εἰ μὴ ἦν σάρξ, εἰς τὴν γῆν τίς ἔπτυσε καὶ πηλὸν ἐποίησε; Καὶ εἰ μὴ ἦν Θεός, ἐκ τοῦ πηλοῦ ὀφθαλμοὺς τίς ἀναβλέπειν ἠνάγκαζεν; Εἰ μὴ ἦν σάρξ, ἐν τῷ μνημείῳ τοῦ Λαζάρου τίς ἔκλαιε; Καὶ εἰ μὴν ἦν Θεός, νεκρὸν ὄντα τετραήμερον κελευστικῶς τίς ἐξέβαλεν; Εἰ μὴ ἦν σάρξ, ἐπὶ τοῦ πώλου τίς ἐκάθισε; Καὶ εἰ μὴ ἦν Θεός, οἱ ὄχλοι μετὰ δόξης εἰς ἀπάντησιν τίνος ἐξήρχοντο; Εἰ μὴ ἦν σάρξ, οἱ Ἰουδαῖοι τίνα ἐκράτησαν; Καὶ εἰ μὴ ἦν Θεός, τίς ἐκέλευσε τῇ γῇ καὶ ἐπὶ πρόσωπον αὐτοὺς ἔρριψεν; Εἰ οὐκ ἦν σάρξ, ῥαπισμῷ τίς ἐρραπίζετο; Καὶ εἰ μὴ ἦν Θεός, τὸ ὠτίον τὸ ἀποτμηθὲν διὰ τοῦ Πέτρου τίς ἐθεράπευσε καὶ ἀποκατέστησεν εἰς τὸν τόπον αὐτοῦ; Εἰ οὐκ ἦν σάρξ, τὸ πρόσωπον τίνος ἐμπτύσματα ἐδέχετο; Καὶ εἰ μὴ ἦν Θεός, Πνεῦμα Ἅγιον εἰς τὰ πρόσωπα τῶν Ἀποστόλων τίς ἐνεφύσησεν; Εἰ οὐκ ἦν σάρξ, ἔμπροσθεν τοῦ Πιλάτου ἐν τῷ κριτηρίῳ τίς παρίστατο; Καὶ εἰ μὴ ἦν Θεός, τὴν γυναῖκα τοῦ Πιλάτου 27 κατ' ὄναρ τίς ἐφόβει; Εἰ οὐκ ἦν σάρξ, ἱμάτια τίνος ἀπέδυσαν καὶ ἐμερίσαντο οἱ στρατιῶται; Καὶ εἰ μὴ ἦν Θεός, ὁ ἥλιος πῶς ἐσκοτίσθη ἐπὶ τοῦ σταυροῦ; Εἰ οὐκ ἦν σάρξ, ἐν τῷ σταυρῷ τίς ἐκρέματο; Καὶ εἰ μὴ ἦν Θεός, τὴν γῆν ἐκ θεμελίων τίς ἔσεισεν; Εἰ οὐκ ἦν σάρξ, ἥλοις τίνος χεῖρες καὶ πόδες ἡλώθησαν; Καὶ εἰ μὴ ἦν Θεός, τὸ καταπέτασμα τοῦ ναοῦ πῶς ἐσχίσθη καὶ αἱ πέτραι ἐρράγησαν καὶ οἱ τάφοι ἀνεῴχθησαν; Εἰ οὐκ ἦν σάρξ, Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες, τίς ἔκραξε; Καὶ εἰ μὴ ἦν Θεός, Πάτερ, συγχώρησον αὐτοῖς, τίς εἶπεν; Εἰ οὐκ ἦν σάρξ, ἐν τῷ σταυρῷ μετὰ τῶν λῃστῶν τίς ἐκρέματο; Καὶ εἰ μὴ ἦν Θεός, τῷ λῃστῇ πῶς ἔλεγε, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Εἰ οὐκ ἦν σάρξ, ὄξος καὶ χολὴν τίνι προσήνεγκαν; Καὶ εἰ μὴ ἦν Θεός, ὁ ᾅδης τίνος φωνὴν ἀκούσας ἐτρόμησεν; Εἰ οὐκ ἦν σάρξ, ἡ λόγχη πλευρὰν τίνος ἔνυξε, καὶ ἐξῆλθεν αἷμα 4

καὶ ὕδωρ; Καὶ εἰ μὴ ἦν Θεός, πύλας ᾅδου τίς 28 συνέτριψε καὶ δεσμὰ διέρρηξε, καὶ κελεύσει τίνος νεκροὶ ἀποκεκλεισμένοι ἐξήρχοντο; Εἰ οὐκ ἦν σάρξ, οἱ Ἀπόστολοι ἐν τῷ ὑπερῴῳ τίνα εἶδον; Καὶ εἰ μὴ ἦν Θεός, τῶν θυρῶν κεκλεισμένων πῶς εἰσῆλθεν; Εἰ οὐκ ἦν σάρξ, τίνος ἐν χερσὶ πληγὰς ἥλων καὶ λόγχης ἐν πλευρᾷ ἐψηλάφησε Θωμᾶς; Καὶ εἰ μὴ ἦν Θεός, τίνι ἀνέκραζεν, ὁ Κύριός μου καὶ ὁ Θεός μου; Εἰ οὐκ ἦν σάρξ, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος τίς ἔφαγε; Καὶ εἰ μὴ ἦν Θεός, ἐν κελεύσματι τὸ δίκτυον τίνος ἐγεμίσθη; Εἰ οὐκ ἦν σάρξ, οἱ Ἀπόστολοι καὶ οἱ Ἄγγελοι τίνα ἐθεάσαντο ἀναλαμβανόμενον εἰς τὸν οὐρανόν; Καὶ εἰ μὴ ἦν Θεός, ὁ οὐρανὸς τίνι ἠνοίχθη, καὶ αἱ δυνάμεις τίνι προσεκύνησαν τρόμῳ, καὶ ὁ Πατὴρ τίνα προετρέπετο, κάθου ἐκ δεξιῶν μου; Καθώς φησι καὶ αυΐδ εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, καὶ τὰ ἑξῆς. Εἰ οὐκ ἦν Θεὸς καὶ ἄνθρωπος, ψευδὴς ἡ σωτηρία ἡμῶν λοιπόν, ψευδεῖς καὶ αἱ φωναὶ τῶν Προφητῶν. Ἀλλ' ἠλήθευσαν οἱ Προφῆται, καὶ ἀψευδεῖς αὐτῶν αἱ μαρτυρίαι. Ἃ ἐκελεύθησαν, τὸ Πνεῦμα τὸ Ἅγιον δι' αὐτῶν ἐλάλει. ιὸ καὶ Ἰωάννης ὁ ἁγνός, ὁ ἐπὶ τῷ 29 στήθει τῆς φλογὸς ἀναπεσών, ἐπικουρῶν τὰς τῶν Προφητῶν φωνάς, θεολογῶν ἐν Εὐαγγελίοις, ἐδίδαξεν ἡμᾶς, λέγων ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, καὶ ἐκ Πατρὸς Υἱὸς μονογενής, ὁμοούσιος τῷ Πατρί ὁ ὢν ἐκ τοῦ ὄντος προαιώνιος Λόγος ἐκ Πατρὸς γεννηθεὶς ἄνευ μητρὸς πρὸ πάντων τῶν αἰώνων ἀρρήτως. Ὁ αὐτὸς ἐπ' ἐσχάτων τίκτεται ἐκ θυγατρὸς ἀνθρώπου, ἐκ Μαρίας τῆς παρθένου, ἄνευ πατρός, Θεὸς σεσαρκωμένος, φορέσας ἐξ αὐτῆς σάρκα καὶ γενόμενος ἄνθρωπος, ὅπερ οὐκ ἦν, μείνας Θεός, ὅπερ ἦν, ἵνα τὸν κόσμον σώσῃ. Καὶ αὐτός ἐστιν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ μονογενὴς ἐκ Πατρός, καὶ ἐκ μητρὸς μονογενής. Ὁμολογῶ τὸν αὐτὸν Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐν δύο ταῖς φύσεσι καθ' ὑπόστασιν, ἤτοι πρόσωπον, ἡνωμέναις γνωριζόμενον ἀδιαιρέτως τε καὶ ἀσυγχύτως καὶ ἀτρέπτως σάρκα ἐνδυσάμενον τὴν ἐμψυχωμένην ψυχῇ λογικῇ τε καὶ 30 νοερᾷ, κατὰ πάντα γενόμενον ἡμῖν ὁμοιοπαθῆ, δίχα μόνης τῆς ἁμαρτίας. Ὁ αὐτὸς ἐπίγαιος καὶ οὐράνιος, πρόσκαιρος καὶ ἀΐδιος, ἠργμένος καὶ ἄναρχος, ἄχρονος καὶ ὑπὸ χρόνον, κτιστὸς καὶ ἄκτιστος, παθητὸς καὶ ἀπαθής, Θεὸς καὶ ἄνθρωπος, κατ' ἄμφω τέλειος, εἷς ἐν δύο, καὶ ἐν δυσὶν εἷς. Ἓν πρόσωπον τοῦ Πατρὸς καὶ ἓν πρόσωπον τοῦ Υἱοῦ καὶ ἓν πρόσωπον τοῦ Ἁγίου Πνεύματος. Μία θεότης, μία δύναμις, μία βασιλεία ἐν τρισὶ προσώποις ἤτοι ὑποστάσεσιν. Οὕτω δοξάζομεν τὴν Ἁγίαν Μονάδα ἐν Τριάδι, καὶ τὴν Ἁγίαν Τριάδα ἐν Μονάδι. Ἐν ᾧ ἔκραξεν ὁ Πατὴρ ἐξ οὐρανοῦ οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός αὐτοῦ ἀκούετε. Ταῦτα ἐδέξατο ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ Ἐκκλησία. Ἐν αὐτῇ τῇ Ἁγίᾳ Τριάδι βαπτίζει εἰς ζωὴν αἰώνιον. Εἰς αὐτὴν ἁγιάζει ἰσοτιμίᾳ, καὶ εἰς αὐτὴν ὁμολογεῖ ἀμερίστως, ἀχωρίστως, καὶ αὐτῇ προσκυνεῖ μὴ σφαλλομένη, καὶ ὁμολογεῖ καὶ δοξάζει. Αὐτῇ τῇ τρισυποστάτῳ Μονάδι πρέπει δόξα, εὐχαριστία, τιμή, κράτος, μεγαλωσύνη τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 5