Saint Nectarios Greek Orthodox Church and Shrine

Σχετικά έγγραφα
ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

ST. JOHN'S WEEKLY BULLETIN

Κ Υ Ρ Ι Α Κ Η Τ Ο Υ Τ Υ Φ Λ Ο Υ

Today s Appointed Pericope - Αποστολικό Ανάγνωσμα

SUNDAY BULLETIN AND WEEKLY NEWS

ST. JOHN'S WEEKLY BULLETIN

Gush Mekonnen. Please join us in celebrating the graduation of. from North High School Saturday, June 3 rd 2pm -? At Holy Trinity

ST. JOHN'S WEEKLY BULLETIN

ΘΕΙΑΣ ΑΝΑΛΗΨΕΩΣ. Greek Orthodox Church. Ελληνική Ορθόδοξη Εκκλησία. Ecumenical Patriarchate Greek Orthodox Metropolis of New Jersey ASCENSION

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;

June 9, 2013 SUNDAY OF THE BLIND MAN ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ

Rev. Fr. Athanasios Nenes, Parish Priest. Deacon Nicholas Mueller, Parish Ministries Assistant Cell Phone:

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΘΕΙΑΣ ΑΝΑΛΗΨΕΩΣ. Greek Orthodox Church. Ελληνική Ορθόδοξη Εκκλησία. Ecumenical Patriarchate Greek Orthodox Metropolis of New Jersey ASCENSION

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Saint Spyridon Greek Orthodox Cathedral

ΘΕΙΑΣ ΑΝΑΛΗΨΕΩΣ. Greek Orthodox Church. Ελληνική Ορθόδοξη Εκκλησία. Ecumenical Patriarchate Greek Orthodox Metropolis of New Jersey ASCENSION

GREEK ORTHODOX CHURCH OF ZOODOHOS PEGHE PELHAM BAY, BRONX, NEW YORK

6 th Sunday from Pascha The Blind Man Tone plagal I Eothinon VIII. Hymns of the Day

Sunday of the Blind Man

Saint Nectarios Greek Orthodox Church and Shrine

ENTRANCE HYMNS. Apolytikion of St. Sophia/Ss. Faith, Hope & Agape

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

May 21, 2017 Sunday of the Blind Man Constantine and Helen, Equal-to-the Apostles Pachomios the Righteous New Martyr

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Io 1:1

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

STS. CONSTANTINE & HELEN GREEK ORTHODOX CATHEDRAL OF BROOKLYN ΚΑΘΕΔΡΙΚΟΣ ΝΑΟΣ ΑΓΙΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΚΑΙ ΕΛΕΝΗΣ

4Αυτός ήτανε η ζωή, και ήταν η ζωή αυτή το φως για τους ανθρώπους. 4ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

I am. Present indicative

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΚΥΡΙΑΚΗ 21 ΜΑΙΟΥ ΚΥΡΙΑΚΗ του Τυφλού

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament

«ΑΝΕΛΗΦΘΗΣ ΕΝ ΔΟΞΗ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ» Αφιέρωμα στην εορτή της Αναλήψεως του Κυρίου ΛΑΜΠΡΟΥ Κ. ΣΚΟΝΤΖΟΥ Θεολόγου - Καθηγητή Η εορτή της Αναλήψεως του

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Chapter 26: Exercises

Sunday, May 13th, 2018 MOTHER S DAY Sunday of the Blind Man Κυριακή ΣΤ' τοῦ Τυφλοῦ ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ!!! CHRIST IS RISEN!!!

Η χριστιανική Ανάσταση και Ανάληψη

SAINTS CONSTANTINE AND HELEN GREEK ORTHODOX CHURCH

Iohannes Damascenus - De azymis

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Κ Υ Ρ Ι Α Κ Η Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ. Η ΠΕΡΙΣΤΕΡΑ ΚΑΙ Ο ΑΜΝΟΣ Ιερομ. Λεβ Ζιλλέ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Οι Άγιοι της Θεσσαλονίκης.

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους, Ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, 17-18

Happy Mother s Day. Mother s Day Brunch. Today. The Greek Ladies Philoptochos Invites Families and Friends to Join Together for a

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Origenes - Adnotationes in Judices

1st and 2nd Person Personal Pronouns

Holy Trinity Greek Orthodox Cathedral New Orleans, Louisiana

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΙΩΑΝΝΗΝ 1:1 1 ΙΩΑΝΝΗΝ 1:19 ΙΩΑΝΝΗΝ

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

Iohannes Damascenus - De theologia

The Gospel Of John. Chapter One. Page 1 Of 33

30 Οκτωβρίου 5 Νοεμβρίου 2017 Ο Αδαμ και ο εκπεσών άνθρωπος

Church Calendar ~ Εκκλησιαστικό Ημερολόγιο. Ελληνική Κοινότητα Οττάβας Dormition of the Virgin Mary. The Hellenic Community of Ottawa

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:1 1 ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:18 ΚΑΤΑ ΙΩΑΝΝΗΝ

Ἰακὼβ [τῷ] Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ 4.6. ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ ὥρα ἦν ὡς ἕκτη.

14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ ὅσον μετ αὐτῶν ἐστιν ὁ

ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 13: ΤΟ ΝΕΟ ΗΘΟΣ ΤΟΥ ΚΑΙΝΟΥ ΑΝΘΡΩΠΟΥ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36

John. John 1:1 - John 1:19. 4 Top. 5 Top. 14 Top. 15 Top+ 18 Top+ Constit. 19 Cata. Top. Top. Top Top. Top. Top Top. Top. 3 Top+ 12 L-Dis L-Dis.

Matthew Mark Luke John

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b)

ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

5 ΙΟΥΝΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Η θεραπεία τοῦ ἐκ γενετῆς τυφλοῦ». Ηχος πλ. α ἑωθινὸν η

Το κατά Ιωάννην Ευαγγέλιον Σελίδα 1 από 25

Greek New Testament. Fourth Revised Edition. Former Editions edited by

Η εκπύρωσις της γής(β Πε 3, 5-13)

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11

αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης; οὐ γὰρ συνχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

ΤO ΚΑΤΑ ΙΩΑΝΝΗ ΕΥΑΓΓΕΛΙΟ

Sunday of the Blind Man

Matins Gospel Reading

Εισαγωγή στη Φιλοσοφία

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Cirillus Alexandrinus - De synagogae defectu

While they were saying these things, Jesus himself stood among them and said to them, "Peace be with you." NRS

Transcript:

Saint Nectarios Greek Orthodox Church and Shrine Holy Gospel Readings in Greek Sunday, May 21, 2017 Matins Gospel Reading Eighth Orthros Gospel Ἐκ τοῦ Κατὰ Ἰωάννην 20:11-18 Εὐαγγελίου τὸ Ἀνάγνωσμα Τῷ καιρῷ ἐκείνῳ, Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω. ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ιησοῦ. καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ιησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ιησοῦς ἐστι. λέγει αὐτῇ ὁ Ιησοῦς γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. λέγει αὐτῇ ὁ Ιησοῦς Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ ῥαββουνί, ὃ λέγεται, διδάσκαλε. λέγει αὐτῇ ὁ Ιησοῦς μή μου ἅπτου οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ. Page 1 of 6

EPISTLE READING Πράξεις Ἀποστόλων 26:1, 12-20 Προκείμενον. Ήχος δ'. ΨΑΛΜΟΙ 18.4,1 Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ἐν ταῖς ἡμεραῖς ἐκείναις, Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη Ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετʼ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰn τῶν ἀρχιερέων, ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ, Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον, Τίς εἶ, κύριε; Ὁ δὲ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ὑποστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶn Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, ἀπαγγέλλων μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. Gospel Reading Sunday of the Blind Man Ἐκ τοῦ Κατὰ Ἰωάννην 9:1-38 Εὐαγγελίου τὸ Ἀνάγνωσμα Page 2 of 6

Τῷ καιρῷ ἐκείνῳ, παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη Ιησοῦς οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. ἔλεγον οὖν αὐτῷ πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν ἄνθρωπος λεγόμενος Ιησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. εἶπον οὖν αὐτῷ ποῦ ἐστιν ἐκεῖνος; λέγει οὐκ οἶδα. Αγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ιησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. λέγουσι τῷ τυφλῷ πάλιν σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. οὐκ ἐπίστευσαν οὖν οἱ Ιουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ιουδαίους ἤδη γὰρ συνετέθειντο οἱ Ιουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ δὸς δόξαν τῷ Θεῷ ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. εἶπον δὲ αὐτῷ πάλιν τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ἀπεκρίθη αὐτοῖς εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; ἐλοιδόρησαν αὐτὸν καὶ Page 3 of 6

εἶπον σὺ εἶ μαθητὴς ἐκείνου ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. Ηκουσεν ὁ Ιησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; εἶπε δὲ αὐτῷ ὁ Ιησοῦς καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁ δὲ ἔφη πιστεύω, Κύριε καὶ προσεκύνησεν αὐτῷ. Sunday, May 25, 2017 Matins Gospel Reading Holy Ascension Ἐκ τοῦ Κατὰ Μᾶρκον 16:9-20 Εὐαγγελίου τὸ Ἀνάγνωσμα Αναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς οὐδὲ ἐκείνοις ἐπίστευσαν. Υστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. καὶ εἶπεν αὐτοῖς πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ Page 4 of 6

δὲ ἀπιστήσας κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι γλώσσαις λαλήσουσι καιναῖς ὄφεις ἀροῦσι κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ο μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ἀμήν. EPISTLE READING Πράξεις Ἀποστόλων 1:1-12 Προκείμενον. Ήχος βαρύς. ΨΑΛΜΟΙ 63.11,1 Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ. Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο, ἀνελήφθη οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, διʼ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπεν δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ἀλλὰ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφʼ ὑμᾶς καὶ ἔσεσθέ μοιn μάρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν Page 5 of 6

ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς, ὁ ἀναληφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν. Gospel Reading Holy Ascension Ἐκ τοῦ Κατὰ Λουκᾶν 24:36-53 Εὐαγγελίου τὸ Ἀνάγνωσμα Τῷ καιρῷ ἐκείνῳ, ὁ Ιησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. εἶπε δὲ αὐτοῖς οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ιερουσαλήμ. ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ ὑμᾶς ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ιερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Εξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ἀμήν. Page 6 of 6