Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος

Σχετικά έγγραφα
ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΑΥΓΟΥΣΤΟΣ 15. ΠΑΝΑΓΙΑ ΒΑΡΝΑΚΟΒΑ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΗ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος!

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

Μικρο Αποδειπνο. Το Τρισάγιον

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Παρακλητικός Κανών Αγίας Άννης

2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

- 1 - Π Ρ Ο Σ Ε Υ Χ Η Τ Α Ρ Ι Ο Ν ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΤΑΞΙΑΡΧΗ - ΧΟΛΟΜΩΝΤΑ - ΧΑΛΚΙΔΙΚΗΣ

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ευλογήσαντος του Ιερέως. Ψαλµός ρµβ (142)

Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα

Παρακλητικός Κανών στον Άγιο Θεόδωρο τον Τήρων

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

1-7 Ιανουαρίου 2018 Θεός

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

Κυριακή 29η Σεπτεμβρίου 2019 (Κυριακή Β Λουκᾶ).

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟ Π Α Τ Α Π Ι Ο Ν

Κυριακή 23 Ἰουνίου 2019.

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

χριστιανος.gr Παρακλητικός Κανών στον Άγιο Σπυρίδωνα τον Θαυματουργό Επίσκοπο Τριμυθούντος

Ἀκολουθία τοῦ Μεγάλου Παρακλητικοῦ Κανόνος εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίηµα τοῦ Βασιλέως Θεοδώρου Δούκα τοῦ Λασκάρεως)

Παρακλητικός Κανών στον Άγιο Σάββα τον Ηγιασμένο

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

Παρακλητικός Κανών στον Άγιο Σάββα τον Ηγιασμένο

Παρακλητικός Κανών στον Προφήτη Ελισσαίο

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακή 3 Μαρτίου 2019.

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

Προσευχή (με απολυτίκια)

Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

Κυριακή 13 Αὐγούστου 2017

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΟΣΙΟΥ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΝΕΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ψαλμός ρμβ (142)

Iohannes Damascenus - De theologia

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

Ωδή α. Ο Ειρμός. Ήχος πλ. δ Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω Λυτρωτή και Θεώ ημών άσωμεν.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ

Παρακλητικός Κανων εις τον Αρχάγγελο Μιχαήλ Πανορμίτη

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακή 19 Μαΐου 2019.

Αριστειδης Μαρτυς ΠΑΡΑΚΛΗΣΙΣ

Παρακλητικός Κανών είς την Υπεραγία Θεοτόκο ''Φοβερά Προστασία''

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Transcript:

[1]

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος Χαραλάμπους Μπούσια Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν. Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό: Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν. Ψαλμός ρμβ (142). Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί. Καί εὐθύς ψάλλεται τετράκις ἐξ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων: Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. [2]

Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ. Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. β. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. γ. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν. Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Εἶτα τὸ τροπάριον. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τοὺς εὐλαβῶς ἀσπαζομένους μορφήν Σου, Τρικορφιώτισσα Κυρία Παρθένε, Τρικόρφου περισκέπουσαν τὰς θείας Μονάς, καὶ πιστῶν τὸν σύλλογον ἐν αὐτῷ κατοικούντων, ῥύου πάσης θλίψεως καὶ παντοίας ἀνάγκης, καὶ πειρασμῶν κινδύνων ζοφερῶν, ἀσθενημάτων, καὶ βλάβης τοῦ ὄφεως. Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων.θεοτοκίον. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ψαλμός ν (50). Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς [3]

ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους. Εἶτα, ὁ Κανών, φέρων ἀκροστιχίδα: Τρικορφιώτισσα, μονοτρόποις βοήθει. Χ. ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Τρικόρφου προστάτις καὶ ἀρωγός, δυάδος σεμνείων, καὶ κατοίκων αὐτοῦ πιστῶν, ὑπάρχεις Κυρία Θεοτόκε, Τρικορφιώτισσα Μῆτερ Πανάχραντε. Ῥεόντων ἁπάντων τε καὶ φθαρτῶν, ἡμᾶς ἀνωτέρους, τήρει Μῆτερ τοῦ Λυτρωτοῦ, τοὺς Σοὶ καταφεύγοντας ἐν πίστει, Τρικορφιώτισσα κόσμου διάσωσμα. Ἰδεῖν καλλὸς ἄῤῥητον τῆς μορφῆς, Υἱοῦ Σου πανσέπτου, καταξίωσον οὐρανοῦ, ἐν δόμοις τοὺς πόθῳ Σὲ ὑμνοῦντας, Τρικορφιώτισσα Θεογεννήτρια. Κατάπαυσον πάθη τὰ χαλεπά, ἡμῶν Σὲ τιμώντων, καὶ σπευδόντων ταῖς Σαὶς εὐχαῖς, πρὸς Τόκον Σου Κεχαριτωμένη, Τρικορφιώτισσα πάντας τὸν σώζοντα. ᾨδὴ γ. Οὐρανίας ἀψίδος Οὐρανῶν κληρονόμους Μῆτερ Θεοῦ ἄχραντε, καὶ χαρᾶς μετόχους τοῦ πόλου, Τρικορφιώτισσα, δεῖξον τοὺς πίστει μορφήν, Σὴν ἱερὰν προσκυνοῦντας, ἀρωγῆς Σου νάματα, πᾶσιν ἐκβλύζουσιν. Ῥαντισμῷ Σῆς προνοίας τοὺς Σοὺς θερμοὺς πρόσφυγας, Μῆτερ καθαγίαζε πάντας, Τρικορφιώτισσα, σεπτῆς δυάδος μονῶν, φρουρὲ Τρικόρφου καὶ σκέπη, ἀντιλῆπτορ ἔφορε, καὶ παραμύθιον. Φυτοκόμους ἀγάπης καὶ ἀρετῆς Δέσποινα, δεῖξον Σοὺς σεπτοὺς ὑμνηπόλους, Τρικορφιώτισσα, καὶ ῥιζοτόμους ταχεῖς, κακίας τῆς ψυχοκτόνου, μητρικαῖς πρεσβείαις Σου, Θεογεννήτρια. Ἱλαστήριον κόσμου των μοναχῶν ἥδυσμα, καὶ μοναζουσῶν Θεοτόκε, Τρικορφιώτισσα, ἑτοίμη καταφυγή, ἡμῖν ἱλέωσαι πᾶσι, Σὸν Υἱὸν τοῖς ᾄσμασι, Σὲ μεγαλύνουσι. Διάσωσον, Τρικορφιώτισσα Μῆτερ, χοροὺς ἀζύγων, τοῦ Τρικόρφου καὶ των πιστῶς, σπευδόντων Σῇ χάριτι, ἐχθροῦ μισοκάλου ἐξ ἐπηρείας. [4]

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Ο Ιερεύς Δέηση Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Τρικόρφου μονῶν φρουρέ, Τρικορφιώτισσα καὶ δήμου πιστῶν, αὐτοῦ τὸ καταφύγιον, τὴν ὁδὸν ἀπάγουσαν, πρὸς τερπνοὺς λειμῶνας τῆς χάριτος, δούλοις τοῖς Σοῖς ὑπόδειξον ταχύ, μορφὴν προσκυνοῦσί Σου τὴν πάνσεπτον. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Ὡς μονῶν καταφύγιον, ἀδελφῶν Τρικόρφου Σὲ μακαρίζοντες, ἐκδεχόμεθα Σὴν εὔνοιαν, Μῆτερ τοῦ Θεοῦ Τρικορφιώτισσα. Τὴν ἁγίαν εἰκόνα Σου, ἄρτι χαραχθεῖσαν Τρικορφιώτισσα, ἐπινεύσει τοῦ προΐστορος, τῶν μονῶν Τρικόρφου ἀσπαζόμεθα. Ἰαμάτων ἀστείρευτον, πέλαγος ἐπώφθη Τρικορφιώτισσα, ἡ εἰκὼν ἡ σεβασμία Σου, ἥνπερ ἀσπαζόμενοι ῥωννύμεθα. Σωφρονεῖν ἐγκρατεύεσθαι, καὶ φιλεῖν τὸν Κύριον πάσης κτίσεως, καταξίωσον τοὺς πρόσφυγας, χάριτος τῆς Σῆς Τρικορφιώτισσα. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Σῶσον εὐσεβεῖς, ἐκ φθορᾶς Τρικορφιώτισσα, τοῦ θανάτου καὶ γεέννης ἐκ πυρός, τοὺς πιστῶς ἀσπαζομένους τὴν εἰκόνα Σου. Ἄνωθεν ἡμῖν, ἐπιβράβευσον τὴν χάριν Σου, τοῖς προστρέχουσι Σῇ θείᾳ ἀρωγῇ, θαυμαστὴ Τρικορφιώτισσα πανύμνητε. Μέμνησο ἡμῶν, ἀκλινῶς μεγαλυνόντων Σε, ὡς ἑτοίμην προστασίαν καὶ φρουράν, χοϊκῶν Τρικορφιώτισσα ὑμνούντων Σε. Οἱ τῶν μοναστῶν, δῆμοι πόθω καταφεύγομεν, ἀντιλήψει Σου θερμη Μῆτερ Θεοῦ, τοῦ Τρικόρφου προστασία ἀκαταίσχυντε. ᾨδὴ στ. Τὴν δέησιν. Νῦν σύλλογοι, εὐσεβῶν Μητρόθεε, μοναστῶν χοροὶ καὶ πάνσεπτοι δῆμοι, μοναζουσῶν τοῦ Τρικόρφου Σῇ σκέπη, καὶ ἀρωγῇ καταφεύγομεν πάντοτε, Τρικορφιώτισσα σεμνή, ἐν δειναῖς τῆς ζωῆς περιστάσεσι. Οὐράνωσον, φρόνημα τῶν δούλων Σου, καὶ κατάστειλον σαρκὸς τὰς κινήσεις, τῶν προσκυνούντων Σὴν θείαν εἰκόνα, ἱστορηθεῖσαν ἐσχάτοις ἐν ἔτεσι, τοῦ προεστῶτος προτροπῇ, τῶν ἀζύγων Τρικόρφου Μητρόθεε. Τῆς χάριτος, τῆς σεπτῆς Σου ἔκτυπον, προσκυνοῦντες εὐλαβῶς Θεοτόκε, Τρικορφιώτισσα Σῆς προστασίας, καὶ ἀρωγῆς ἀπολαύομεν πάντοτε, καὶ κατισχύομεν καλῶς, διαπλεῦσαι τοῦ βίου τὸ πέλαγος. [5]

Ῥωννύμενοι, νῦν Τρικορφιώτισσα, ἀσθενεῖς τῆς χάριτος Σου οἰκέται, Σὲ μεγαλύνομεν ὥσπερ δοχεῖον, παντοδαπῶν δωρεῶν χρυσοποίκιλτον, καὶ ὑγείας ὡς κρουνόν, ἀναβλύζοντα πᾶσιν ἰάματα. Διάσωσον, Τρικορφιώτισσα Μῆτερ, χοροὺς ἀζύγων, τοῦ Τρικόρφου καὶ των πιστῶς, σπευδόντων Σῇ χάριτι, ἐχθροῦ μισοκάλου ἐξ ἐπηρείας. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Ο Ιερεύς Δέηση Κοντάκιον. Ἦχος β. Ταῖς τῶν αἱμάτων Σου. Τρικορφιώτισσα Μῆτερ πανύμνητε, τὴν χαριτόβρυτον θείαν εἰκόνα Σου, κατασπαζόμενοι πόθῳ βοῶμέν Σοι εὐλόγει πάντας καὶ ἔργα ἁγίαζε, τῶν Σοὶ σπευδόντων σεμνὴ μετὰ πίστεως. Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν και αεί και εις τους αιώνας των αιώνων. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον Ἦχος δ': Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου. Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ... Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Ταῖς θερμαῖς πρεσβείαις, τῆς Τρικορφιωτίσσης, ἐξάλειψόν μου Σῶτερ, τὴν πληθὺν ἐγκλημάτων. Καὶ νῦν και αεί και εις τους αιώνας των αιώνων. Ταῖς τῆς Θεοτόκου... Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... [6]

Ῥύου πάντας θλίψεων, καὶ ἀναγκῶν Σοὺς οἰκέτας, προσκυνοῦντας ἔκτυπον, Σοῦ τὸ χαριτόβρυτον, μετὰ πίστεως, ἀγλαὴ Δέσποινα, Κεχαριτωμένη, θαυμαστὴ Τρικορφιώτισσα, ἀζύγων σέμνωμα, καὶ πιστοῦ λαοῦ παραμύθιον, βοῶντες ἐκδεχόμεθα, Σοῦ τὴν προστασίαν τὴν ἄζυγον, καὶ θερμὰς πρεσβείας, πρὸς Κύριον τὸν Σὸν μονογενῆ, Υἱὸν ἡμῖν τὸν δωρούμενον, οἰκτιρμοὺς καὶ ἔλεος. Ο Ιερεύς Σωσον ο Θεός. ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Οὐρανόθεν εὐλόγει τοῦ Τρικόρφου κατοίκους Τρικορφιώτισσα, μοναζουσῶν χορείας, καὶ δήμους μοναζόντων, τῶν αὐτοῦ Μητροπάρθενε, εὐλογημένη Θεοῦ, Ὑψίστου Λόγου Μῆτερ. Προσκυνοῦντες ἐν πίστει, Σὴν ἁγίαν εἰκόνα Τρικορφιώτισσα, τὴν βλύζουσαν ἰάσεις, παντὶ πιστῷ νοσοῦντι, μεγαλύνομεν χάριν Σου, ἥνπερ δεινύει ἀεί, τοῖς καταφεύγουσί Σοι. Οὐ παυόμεθα ὕμνοις καταστέφειν Σὴν χάριν Τρικορφιώτισσα, ἡ πᾶσι χορηγοῦσα, πιστοῖς Σὴν εὐσπλαγχνίαν, καὶ ἑτοίμην ἀντίληψιν, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ὑπερευλογημένη. Ἴθυνόν με πρὸς τρίβους σωτηρίας Παρθένε Τρικορφιώτισσα, τὸν Σὲ ὑμνολογοῦντα, καὶ ὕμνοις μελωδοῦντα, Σὴν ἀνύστακτον εὔνοιαν, πρὸς πάντας Χριστιανούς, ὦ Κεχαριτωμένη. ᾨδὴ η. Τὸν Βασιλέα. Σανὶς γενοῦ μοι, Τρικορφιώτισσα Μῆτερ, ψυχικῆς σωτηρίας καὶ ἴσθι, βοηθὸς ἐν βίῳ, τοῦ Σοῦ ἀχρείου δούλου. Βυθοῦ ἁγνοίας, Τρικορφιώτισσα πάντας, Σοὺς οἰκέτας ἐξάρπασον τάχος, καὶ δυσωδεστάτου, βοθύνου ἁμαρτίας. Ὁδήγει πάντας, Τρικορφιώτισσα Μῆτερ, πρὸς νομὰς σωτηρίας τοὺς πίστει, Σὲ ὑμνολογοῦντας, φαιδρῶς εἰς τοὺς αἰῶνας. Ἡγιασμένον, Τρικορφιώτισσα σκεῦος, παρθενίας ἁγνοὺς πάντας τήρει, μεγαλύνοντάς Σε, ἀξίως καθ ἑκάστην. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Θεράπευσον τὰς νόσους, Σῶν θερμῶν προσφύγων, Τρικορφιώτισσα Θεογεννήτρια, ἀσπαζομένων μορφῆς Σου τὸ θεῖον ἔκτυπον. Ἐπάκουσον Σῶν δούλων, καὶ παράσχου πᾶσι, Τρικορφιώτισσα Μῆτερ τὰ πρόσφορα, ὁμολογοῦσι Σὴν χάριν καὶ θείαν εὔνοιαν. Ἱλέωσαι Σὸν Τόκον, καὶ Θεὸν τῶν ὅλων, Τρικορφιώτισσα Μῆτερ τοῖς σπεύδουσι, Σὸν κατασπάσασθαι πόθῳ μορφῆς Σου ἔκτυπον. [7]

Χαρας αἰτία δήμου, μονοτρόπων Μῆτερ, Τρικορφιώτισσα καταφευγόντων Σοι, ἐν περιστάσεσι πέλεις καὶ βίου θλίψεσι. Μεγαλυνάρια. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. Χαίροις τοῦ Τρικόρφου ἡ ἀρωγός, χαίροις τῆς Δωρίδος ἀντιλήπτωρ καὶ βοηθός, χαίροις μονοτρόπων, τῶν ἐν Αὐτῇ προστάτις, Κυρία Θεοτόκε, Τρικορφιώτισσα. Ἔχει Αὐγουστίνου σεπτὴ μονή, θείου Ἱεράρχου, καὶ τοῦ ἔμφρονος Σεραφείμ, σὲ Σαρὼφ προστάτιν, Κυρία Θεοτόκε, εὐλογημένη Μῆτερ, Τρικορφιώτισσα. Ῥῦσαι τὴν χορείαν μοναζουσῶν, θείου Νεκταρίου και τοῦ πάνυ νεοφανοῦς, Μῆτερ Φανουρίου, στενώσεων παντοίων, καὶ βλάβης τοῦ Βελίαρ, Τρικορφιώτισσα. Σπεύδουσι μονάζοντες ταπεινοί, σκέπῃ Σου τῇ θείᾳ καὶ χορείαι μοναζουσῶν, τοῦ Τρικόρφου Μῆτερ, ἑτοίμῃ ἀρωγῇ Σου, καὶ θείᾳ ἀντιλήψει, Τρικορφιώτισσα. Ἔκτυπον μορφῆς Σου τῆς ἱερᾶς, θείᾳ ἐπινεύσει ποδηγέτου σεπτῶν Μονῶν, του Τρικόρφου ἄρτι, ἱστορηθέντος πίστει, καὶ πόθῳ προσκυνοῦμεν, Τρικορφιώτισσα. Τὰ σεπτα σεμνεῖα καὶ ἀδελφά, τοῦ Τρικόρφου Μῆτερ δομηθέντα ἐπ ἐδαφῶν, ἀνηκούντων πάλαι, Μονῇ τῆς Βαρνακόβης, προστάτευε ἀπαύστως, Τρικορφιώτισσα. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἀντιλῆπτορ καὶ σκέπη Τρικορφιώτισσα, σεπτοῦ χοροῦ μοναζόντων, μοναζουσῶν εὐσεβῶν, καὶ κατοίκων τοῦ Τρικόρφου ἐπιβράβευσον, πᾶσιν ἀέναον χαράν, καὶ τὴν χάριν Σοῦ Υἱοῦ, οἰκτίρμονος Θεανθρώπου, τοῖς προσκυνοῦσι μορφήν Σου, τὴν χαριτόβρυτον Μητρόθεε. Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα καί χριομένων δι ἁγίου [8]

ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Δήμου, μοναζόντων εὐλαβῶν, καὶ μοναζουσῶν τοῦ Τρικόρφου, ὡς καὶ ἁπάντων πιστῶν, τῆς Δωρίδος ἔφορος, Τρικορφιώτισσα, ἀντιλήπτωρ καὶ ἄμεσος, ἐν βίου ἀνάγκαις, ἀρωγὸς Μητρόθεε, ὑπάρχεις Ἄχραντε, τῶν ἐν κατανύξει καρδίας, κατασπαζομένων εἰκονα, Σοῦ τὴν χαριτόβρυτον καὶ πάνσεπτον. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου. [9]