The Parable of the Sower. Mark 4:1-9. 4:1 Καὶ πάλιν ἤρξατο διδάσκειν. καὶ συνάγεται. πλεῖστος, 4:2 καὶ ἐδίδασκεν. ἐν παραβολαῖς πολλὰ. σπεῖραι.

Σχετικά έγγραφα
παρὰ τὴν θάλασσαν ἐν τῇ θαλάσσῃ καθῆσθαι ἦσαν

ΑΡΧΗ ΣΠΟΡΑΣ, ΑΡΧΗ ΜΕΛΛΟΝΤΟΣ

Κ Υ Ρ Ι Α Κ Η Τ Ο Υ Λ Ο Υ Κ Α

13 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν

Κ Υ Ρ Ι Α Κ Η Τ Ο Υ Λ Ο Υ Κ Α

Chapter 26: Exercises

πάλιν εἰς τὴν συναγωγήν καὶ εἰσῆλθεν ἐκεῖ ἄνθρωπος καὶ ἐξηραμμένην ἔχων τὴν χεῖρα παρετήρουν καὶ αὐτὸν αὐτόν θεραπεύσει τοῖς σάββασιν κατηγορήσωσιν

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ Mt 1:1

ГРЕЦЬКИЙ ТЕКСТ НОВОГО ЗАВІТУ NESTLE-ALAND. покажчик всіх форм грецьких слів, які вживані в Новому Завіті. Львів - Острог 2006

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ Mt 1:1 NOVVM TESTAMENTVM

- 1 - Thess(alonicenses)

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ Ε. ΚΕΦΑΛΑΙΟΝ ΣΤ. ΚΕΦΑΛΑΙΟΝ Ζ. ΚΕΦΑΛΑΙΟΝ Η. ΚΕΦΑΛΑΙΟΝ Θ. ΚΕΦΑΛΑΙΟΝ Ι. ΚΕΦΑΛΑΙΟΝ ΙΑ. ΚΕΦΑΛΑΙΟΝ ΙΒ. ΚΕΦΑΛΑΙΟΝ ΙΓ. ΚΕΦΑΛΑΙΟΝ ΙΔ. ΚΕΦΑΛΑΙΟΝ ΙΕ.

Notes on the Greek New Testament Week 143 Matthew 13:10-43

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

1st and 2nd Person Personal Pronouns

The Messengers from John the Baptist. The Messengers from John the Baptist

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

Mark The Growing Seed

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ ὅσον μετ αὐτῶν ἐστιν ὁ

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γεγραμμένον

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

I am. Present indicative

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους, Ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, 17-18

The Original Gospel of Mark - Greek Text

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

Parable of the Sower Mark 4:1-25. Koiné Greek II. by Thor F. Carden

Εισαγωγή στη Φιλοσοφία

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

ΚΑΤΑ ΛΟΥΚΑΝ Lc 1:1

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΚΑΤΑ ΜΑΡΚΟΝ Mc 1:1

Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. Κεφάλαιο 1

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 )

October 13, th Sunday of Luke - Δ Κυριακή Λουκά

Prüfungstexte zum Griechisch-Intensivkurs (SS 2003)

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Matthew Mark Luke Greek Reconstruction Hebrew Reconstruction

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος

4Αυτός ήτανε η ζωή, και ήταν η ζωή αυτή το φως για τους ανθρώπους. 4ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

Οι Άγιοι της Θεσσαλονίκης.

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

Origenes - Adnotationes in Judices

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)

Saint Nectarios Greek Orthodox Church and Shrine

ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

Commentarium in evangelium Matthaei ΩΡΙΓΕΝΟΥΣ ΕΚ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Iohannes Damascenus - De azymis

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΠΑΡΑΔΕΙΓΜΑ ΠΑΡΑΠΟΙΗΣΗΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ ΑΠΟ ΤΟΥΣ ΨΕΥΔΟΜΑΡΤΥΡΕΣ ΤΟΥ ΙΕΧΩΒΑ

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Io 1:1

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

Περικλέους Σταύρου Χαλκίδα Τ: & F: chalkida@diakrotima.gr W:

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

65 B Cope (1877)

ΤO ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 13: ΤΟ ΝΕΟ ΗΘΟΣ ΤΟΥ ΚΑΙΝΟΥ ΑΝΘΡΩΠΟΥ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών

ΕΤΑΙΡΕΙΑ ΕΛΛΗΝΙΚΩΝ GFS DIDOT CLASSIC GREEK FONT SOCIETY ΤΥΠΟΓΡΑΦΙΚΩΝ ΣΤΟΙΧΕΙΩΝ

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4)

Η Ιστορία της Κατήχησης και οι σύγχρονοι προβληματισμοί ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΥΠΟΨΗΦΙΩΝ ΚΑΤΗΧΗΤΩΝ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

1 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ

Prüfungstexte zum Griechisch-Intensivkurs (SS 2007)

Το υποκείμενο. Όλα τα υποκείμενα: ρημάτων / απαρεμφάτων / μετοχών μεταφράζονται με Ονομαστική. 1. Ονομαστική: όταν είναι υποκείμενο ρήματος


ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

Διδάσκοντας Αρχαία ελληνικά με αξιοποίηση της τέχνης. Αγάθη Γεωργιάδου Σχολ. Σύμβουλος

1 Βίβλος γενέσεως Ἰησοῦ χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.

1 Βίβλος γενέσεως Ἰησοῦ χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.

Origenes - Adnotationes in Numeros

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ

Transcript:

The Parable of the Sower Matthew 13:1-9 13:1 Ἐν τῇ ἡµέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν 13:2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐµβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. 13:3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων, Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν. 13:4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ µὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά. The Parable of the Sower Mark 4:1-9 4:1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος, ὥστε αὐτὸν εἰς πλοῖον ἐµβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν. 4:2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλὰ καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, 4:3 Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι. 4:4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ µὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. The Parable of the Sower Luke 8:4-8 8:4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευοµένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς, 8:5 Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ µὲν ἔπεσεν παρὰ τὴν ὁδὸν καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.

13:5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ µὴ ἔχειν βάθος γῆς 13:6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυµατίσθη καὶ διὰ τὸ µὴ ἔχειν ῥίζαν ἐξηράνθη. 13:7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά. 13:8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ µὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. 13:9 ὁ ἔχων ὦτα ἀκουέτω. 4:5 καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ µὴ ἔχειν βάθος γῆς 4:6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυµατίσθη καὶ διὰ τὸ µὴ ἔχειν ῥίζαν ἐξηράνθη. 4:7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. 4:8 καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόµενα καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν. 4:9 καὶ ἔλεγεν, Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω. 8:6 καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ µὴ ἔχειν ἰκµάδα. 8:7 καὶ ἕτερον ἔπεσεν ἐν µέσῳ τῶν ἀκανθῶν, καὶ συµφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. 8:8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθὴν καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

The Parable of the Sower Matthew 13:1-9 All words 131 40 91 21 19 32 30 4 25 The Parable of the Sower Mark 4:1-9 All words 151 46 105 21 25 32 30 8 35 The Parable of the Sower Luke 8:4-8 All words 90 17 73 17 32 8 4 29

The Purpose of the Parables Matthew 13:10-17 13:10 Καὶ προσελθόντες οἱ µαθηταὶ εἶπαν αὐτῷ, ιὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 13:11 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ὅτι ὑµῖν δέδοται γνῶναι τὰ µυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 13:12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ αὐτοῦ. 13:13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν, The Purpose of the Parables Mark 4:10-12 4:10 Καὶ ὅτε ἐγένετο κατὰ µόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς. 4:11 καὶ ἔλεγεν αὐτοῖς, Ὑµῖν τὸ µυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, The Purpose of the Parables Luke 8:9-10 8:9 Ἐπηρώτων δὲ αὐτὸν οἱ µαθηταὶ αὐτοῦ τίς αὕτη εἴη ἡ παραβολή. 8:10 ὁ δὲ εἶπεν, Ὑµῖν δέδοται γνῶναι τὰ µυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς,

13:14 καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα, Ἀκοῇ ἀκούσετε καὶ οὐ µὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ µὴ ἴδητε. 13:15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλµοὺς αὐτῶν ἐκάµµυσαν, µήποτε ἴδωσιν τοῖς ὀφθαλµοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσοµαι αὐτούς. 13:16 ὑµῶν δὲ µακάριοι οἱ ὀφθαλµοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑµῶν ὅτι ἀκούουσιν. 4:12 ἵνα βλέποντες βλέπωσιν καὶ µὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσιν καὶ µὴ συνιῶσιν, µήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς. ἵνα βλέποντες µὴ βλέπωσιν καὶ ἀκούοντες µὴ συνιῶσιν.

13:17 ἀµὴν γὰρ λέγω ὑµῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύµησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. Note Matt 13:16-17 similar to Luke 10:23-24 not counted to preserve reciprocals.

Matthew 13 not counted due to symmetry requirements Luke 10 not counted due to symmetry requirements 13:16 ὑµῶν δὲ µακάριοι οἱ ὀφθαλµοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑµῶν ὅτι ἀκούουσιν. 13:17 ἀµὴν γὰρ λέγω ὑµῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύµησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. 10:23 Καὶ στραφεὶς πρὸς τοὺς µαθητὰς κατ ἰδίαν εἶπεν, Μακάριοι οἱ ὀφθαλµοὶ οἱ βλέποντες ἃ βλέπετε. 10:24 λέγω γὰρ ὑµῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑµεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.

The Purpose of the Parables Matthew 13:10-17 All words 155 11 91 6 47 1 3 7 3 2 3 83 6 3 4 40 The Purpose of the Parables Mark 4:10-12 All words 52 18 18 16 1 17 3 2 7 6 3 4 4 5 The Purpose of the Parables Luke 8:9-10 All words 36 14 15 7 3 11 3 7 3 2 3 4

ament The Purpose of the Parables Matthew 13:10-17 47 3 4 40 ament The Purpose of the Parables Mark 4:10-12 16 3 4 4 5 ament The Purpose of the Parables Luke 8:9-10 7 3 4

The Parable of the Sower Explained Matthew 13:18-23 13:18 Ὑµεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος. 13:19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ µὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρµένον ἐν τῇ καρδίᾳ αὐτοῦ, οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. 13:20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς µετὰ χαρᾶς λαµβάνων αὐτόν, 13:21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενοµένης δὲ θλίψεως ἢ διωγµοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. The Parable of the Sower Explained Mark 4:13-20 4:13 Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 4:14 ὁ σπείρων τὸν λόγον σπείρει. 4:15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν ὅπου σπείρεται ὁ λόγος καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρµένον εἰς αὐτούς. 4:16 καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόµενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὺς µετὰ χαρᾶς λαµβάνουσιν αὐτόν, 4:17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενοµένης θλίψεως ἢ διωγµοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζονται. The Parable of the Sower Explained Luke 8:11-15 8:11 Ἔστιν δὲ αὕτη ἡ παραβολή Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ. 8:12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα µὴ πιστεύσαντες σωθῶσιν. 8:13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν µετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασµοῦ ἀφίστανται.

13:22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ µέριµνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συµπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται. 13:23 ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ µὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. 4:18 καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόµενοι οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες, 4:19 καὶ αἱ µέριµναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυµίαι εἰσπορευόµεναι συµπνίγουσιν τὸν λόγον καὶ ἄκαρπος γίνεται. 4:20 καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν. 8:14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ µεριµνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόµενοι συµπνίγονται καὶ οὐ τελεσφοροῦσιν. 8:15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑποµονῇ.

The Parable of the Sower Explained Matthew 13:18-23 All words 128 128 15 39 2 72 The Parable of the Sower Explained Mark 4:13-20 All words 145 3 142 3 15 39 20 68 The Parable of the Sower Explained Luke 8:11-15 All words 109 109 15 20 2 72

The Parable of Weeds Among the Wheat Matthew 13:24-30 13:24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων, Ὡµοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρµα ἐν τῷ ἀγρῷ αὐτοῦ. 13:25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ µέσον τοῦ σίτου καὶ ἀπῆλθεν. 13:26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 13:27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, Κύριε, οὐχὶ καλὸν σπέρµα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;

13:28 ὁ δὲ ἔφη αὐτοῖς, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι λέγουσιν αὐτῷ, Θέλεις οὖν ἀπελθόντες συλλέξωµεν αὐτά; 13:29 ὁ δέ φησιν, Οὔ, µήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅµα αὐτοῖς τὸν σῖτον. 13:30 ἄφετε συναυξάνεσθαι ἀµφότερα ἕως τοῦ θερισµοῦ, καὶ ἐν καιρῷ τοῦ θερισµοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσµας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην µου.

The Parable of Weeds Among the Wheat Matthew 13:24-30 All words 137 5 132 5 132

The Parables of the Mustard Seed and the Leaven Matthew 13:31-33 13:31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων, Ὁµοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ 13:32 ὃ µικρότερον µέν ἐστιν πάντων τῶν σπερµάτων, ὅταν δὲ αὐξηθῇ µεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. The Parable of the Mustard Seed Mark 4:30-32 4:30 Καὶ ἔλεγεν, Πῶς ὁµοιώσωµεν τὴν βασιλείαν τοῦ θεοῦ ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶµεν; 4:31 ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, µικρότερον ὂν πάντων τῶν σπερµάτων τῶν ἐπὶ τῆς γῆς, 4:32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται µεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους µεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. The Parables of the Mustard Seed and the Leaven Luke 13:18-21 13:18 Ἔλεγεν οὖν, Τίνι ὁµοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ καὶ τίνι ὁµοιώσω αὐτήν; 13:19 ὁµοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.

13:33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς Ὁµοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύµῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυµώθη ὅλον. 13:20 Καὶ πάλιν εἶπεν, Τίνι ὁµοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; 13:21 ὁµοία ἐστὶν ζύµῃ, ἣν λαβοῦσα γυνὴ [ἐν]έκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυµώθη ὅλον.

The Parables of the Mustard Seed and the Leaven Matthew 13:31-33 All words 73 9 64 9 6 10 25 23 The Parable of the Mustard Seed Mark 4:30-32 All words 57 2 55 1 1 6 10 2 37 The Parables of the Mustard Seed and the Leaven Luke 13:18-21 All words 64 5 59 1 4 6 2 25 26

The Use of Parables Matthew 13:34-35 13:34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς, 13:35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόµα µου, ἐρεύξοµαι κεκρυµµένα ἀπὸ καταβολῆς The Use of Parables Mark 4:33-34 4:33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον καθὼς ἠδύναντο ἀκούειν 4:34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ ἰδίαν δὲ τοῖς ἰδίοις µαθηταῖς ἐπέλυεν πάντα. [κόσµου].

The Use of Parables Matthew 13:34-35 All words 34 24 10 5 19 10 The Use of Parables Mark 4:33-34 All words 25 25 5 20

ament The Use of Parables Matthew 13:34-35 10 10

The Parable of the Weeds Explained Matthew 13:36-43 13:36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν. καὶ προσῆλθον αὐτῷ οἱ µαθηταὶ αὐτοῦ λέγοντες, ιασάφησον ἡµῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 13:37 ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ὁ σπείρων τὸ καλὸν σπέρµα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου, 13:38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσµος, τὸ δὲ καλὸν σπέρµα οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, 13:39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος, ὁ δὲ θερισµὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 13:40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ [κατα]καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος

13:41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνοµίαν 13:42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάµινον τοῦ πυρός ἐκεῖ ἔσται ὁ κλαυθµὸς καὶ ὁ βρυγµὸς τῶν ὀδόντων. 13:43 Τότε οἱ δίκαιοι ἐκλάµψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκουέτω.

The Parable of the Weeds Explained Matthew 13:36-43 All words 152 19 125 8 19 125 8

Three parables Matthew 13:44-50 13:44 Ὁµοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυµµένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. 13:45 Πάλιν ὁµοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐµπόρῳ ζητοῦντι καλοὺς µαργαρίτας 13:46 εὑρὼν δὲ ἕνα πολύτιµον µαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν. 13:47 Πάλιν ὁµοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ 13:48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.

13:49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ µέσου τῶν δικαίων 13:50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάµινον τοῦ πυρός ἐκεῖ ἔσται ὁ κλαυθµὸς καὶ ὁ βρυγµὸς τῶν ὀδόντων.

Three parables Matthew 13:44-50 All words 127 127 127

Treasures New and Old Matthew 13:51-52 13:51 Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, Ναί. 13:52 ὁ δὲ εἶπεν αὐτοῖς, ιὰ τοῦτο πᾶς γραµµατεὺς µαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅµοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.

Treasures New and Old Matthew 13:51-52 All words 32 6 25 1 6 25 1

The Rejection of at Nazareth Matthew 13:53-58 The Rejection of at Nazareth Mark 6:1-6 The Rejection of at Nazareth Luke 4:16-30 4:16 Καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραµµένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡµέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγὴν καὶ ἀνέστη ἀναγνῶναι. 4:17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραµµένον, 4:18 Πνεῦµα κυρίου ἐπ ἐµὲ οὗ εἵνεκεν ἔχρισέν µε εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν µε, κηρύξαι αἰχµαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσµένους ἐν ἀφέσει,

13:53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, µετῆρεν ἐκεῖθεν. 13:54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν, Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάµεις; 13:55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ µήτηρ αὐτοῦ λέγεται Μαριὰµ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίµων καὶ Ἰούδας; 13:56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡµᾶς εἰσιν; πόθεν οὖν τούτῳ ταῦτα πάντα; 6:1 Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ µαθηταὶ αὐτοῦ. 6:2 καὶ γενοµένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ, καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ, καὶ αἱ δυνάµεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόµεναι; 6:3 οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίµωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡµᾶς; 4:19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 4:20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν καὶ πάντων οἱ ὀφθαλµοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. 4:21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήµερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑµῶν. 4:22 Καὶ πάντες ἐµαρτύρουν αὐτῷ καὶ ἐθαύµαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευοµένοις ἐκ τοῦ στόµατος αὐτοῦ καὶ ἔλεγον, Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος; 4:23 καὶ εἶπεν πρὸς αὐτούς, Πάντως ἐρεῖτέ µοι τὴν παραβολὴν ταύτην Ἰατρέ, θεράπευσον σεαυτόν ὅσα ἠκούσαµεν γενόµενα εἰς τὴν Καφαρναοὺµ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.

13:57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ ἔστιν προφήτης ἄτιµος εἰ µὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 13:58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάµεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 6:4 καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιµος εἰ µὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 6:5 καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεµίαν δύναµιν, εἰ µὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν. 6:6 καὶ ἐθαύµαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. 4:24 εἶπεν δέ, Ἀµὴν λέγω ὑµῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 4:25 ἐπ ἀληθείας δὲ λέγω ὑµῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡµέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ µῆνας ἕξ, ὡς ἐγένετο λιµὸς µέγας ἐπὶ πᾶσαν τὴν γῆν, 4:26 καὶ πρὸς οὐδεµίαν αὐτῶν ἐπέµφθη Ἠλίας εἰ µὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. 4:27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ µὴ Ναιµὰν ὁ Σύρος. 4:28 καὶ ἐπλήσθησαν πάντες θυµοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα

4:29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ οὗ ἡ πόλις ᾠκοδόµητο αὐτῶν ὥστε κατακρηµνίσαι αὐτόν 4:30 αὐτὸς δὲ διελθὼν διὰ µέσου αὐτῶν ἐπορεύετο.

The Rejection of at Nazareth Matthew 13:53-58 All words 107 47 14 46 23 2 22 5 9 21 25 The Rejection of at Nazareth Mark 6:1-6 All words 125 59 20 46 23 36 5 9 1 5 21 25 The Rejection of at Nazareth Luke 4:16-30 All words 271 129 111 5 26 2 127 5 1 105 5 26

ament The Rejection of at Nazareth Luke 4:16-30 26 26