Χαιρετισμοί εις τον οσιομάρτυρα Εφραίμ ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΓΙΟΝ ΕΦΡΑΙΜ

Σχετικά έγγραφα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΣΤΗΝ ΑΓΙΑ ΑΝΝΑ

Κοντάκιον Ήχος πλ.δ. Τη υπερμάχω.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

(Γερασίμου Μικραγιαννανίτου)

ΙΑΝΟΥΑΡΙΟΣ 3!! ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΝΕΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΝΕΑΣ ΜΑΚΡΗΣ ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΚΑΤΑΛΟΓΟΣ ΕΚΔΟΣΕΩΝ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΟΥ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ (Γερασίμου Μικραγιαννανίτου)

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Κυριακή 23 Ἰουνίου 2019.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ἡ Πανήγυρις τῆς Ἱερᾶς Μονῆς τῶν Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης

Άγιος Νικήτας ο Νισύριος: «Γιατί αργείτε; Θανατώστε με γρήγορα»

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Νέος Γέρων Σκευοφύλαξ στο Πατριαρχείο Αλεξανδρείας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Αρχαία Ελληνική Γλώσσα Β Γυμνασίου. Ενότητα 2 : Γ. Γραμματική

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Κυριακή 19 Μαΐου 2019.

Αγιολογία - Εορτολογία

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Ο ΑΓΙΟΣ ΣΑΒΒΑΣ Ο ΝΕΟΣ Ο ΕΝ ΚΑΛΥΜΝΩ

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΦΕΒΡΟΥΑΡΙΟΣ 11!! ΒΛΑΣΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΝ ΣΚΛΑΒΑΙΝΟΙΣ ΑΚΑΡΝΑΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Ἱστῶμεν στίχους δ, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

1 1 παυλος και σιλουανος και τιμοθεος

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

* * * Ὁ πατέρας μου ἀπό τίς ἐπιστολές του

XAIPETIΣMOI THΣ ΓΛYKOΦIΛOYΣHΣ. Kοντάκιον, τῆς Γλυκοφιλούσης.

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν).

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος

ΑΥΓΟΥΣΤΟΥ ΚΗ ΜΕΘΕΟΡΤΑ ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ

Χίος, ὡραῖο νησί κι ἄν δέν φόρεσες δαφνόκλαρα, σοῦ φτάνει γιά δόξα σου τό ἀκάνθινο τοῦ μαρτυρίου στεφάνι.

Cirillus Alexandrinus - De synagogae defectu

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Η Σίβυλλα μιλά για τη Μυστική Πύλη της Ζωής - Εκπληκτικό Ντοκουμέντο!

Τι είναι το Άγιο Πνεύμα. Διδ. Εν. 8

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ. Οὗ ἡ Μνήμη τῇ ΚΖ Αὐγούστου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου.

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Ἀκολουθία Εὑρέσεως Λειψάνων Νεομ. ΙΩΑΝΝΟΥ εκ Κονίτσης ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ. Ἑορταζομένου τῇ ιδ' Ιουλίου. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Κυριακή 10 Μαρτίου 2019.

Αποστολικοί Πατέρες και Απολογητές. Tuesday, March 5, 13

Παράδειγμα. Πως να συνθέσετε βυζαντινή μουσική χρησιμοποιώντας τους καταλόγους με τις μουσικές θέσεις.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ΣΡΙΣΟΚΛΙΣΑ ΕΠΙΘΕΣΑ: Τα επίθετα αυτά κλίνονται κατά την γ κλίση των ουσιαστικών στο αρσενικό και το ουδέτερο γένος τους.

11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ)

9. Το κήρυγμα και τα θαύματα του Χριστού μέσα από τη λατρεία

Ἀκολουθία Ὁσίου ΙΕΡΩΝΥΜΟΥ Ψαλλομένη τῇ 15 η Ἰουνίου

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΜΑΡΤΙΟΣ 2019

Κυριακή 2 Ἰουνίου 2019.

Ἐνιαύσιον Περιεχόμενα

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

Εὐχετήρια-Κοινωνικὰ Γράμματα πρὸς τὸν Πρόεδρον τῆς Ἱερᾶς Συνόδου τῶν Ἐνισταμένων

Κυριακή 29η Σεπτεμβρίου 2019 (Κυριακή Β Λουκᾶ).

Transcript:

Χαιρετισμοί εις τον οσιομάρτυρα Εφραίμ ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΓΙΟΝ ΕΦΡΑΙΜ Κοντάκιον. Ἦχος πλ, δ'. Τῇ ὑπερμάχῳ. Ὥσπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτῖσι πᾶσιν ἐκλάμπεις. Ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ Ἅγιε, καὶ βοώντων σοι χαίροις Πάτερ μακάριε. Ἄγγελος ὥσπερ ἄλλος, οὐρανόθεν ἐπέστης, καὶ ἔδειξας ἡμῖν τὴν χάριν (ἐκ γ'), δι ἧς εὐφραίνεις πάντα πιστόν, Ὀσιομάρτυς Ἐφραὶμ θείου Πνεύματος διό σε μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα. Χαῖρε, ὁ πάλαι καλῶς ἀθλήσας χαῖρε, ὁ ἄρτι σεαυτὸν ἐκφήνας. Χαῖρε, εὐφροσύνης καὶ ὁ παραίτιος χαῖρε, οὐρανίου χαρᾶς ὁ συναίτιος. Χαῖρε, ἄστρον τὸ νεόφωτον Ἐκκλησίας τοῦ Χριστοῦ χαῖρε, ξίφος τὸ ἀμφίστομον τῆς μανίας τοῦ ἐχθροῦ. Χαῖρε, ὅτι ὁσίως ἐνασκήσει ἐμπρέπεις χαῖρε, ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης. Χαῖρε, καινὸν τῆς πίστεως ἔρεισμα

χαῖρε, ἀπίστων φθορὰ καὶ ἄλγημα. Χαῖρε, δι οὗ εὐσεβεῖς κραταιοῦνται χαῖρε, δι οὗ δυσσεβεΐς καταργοῦνται. Βίου σου τοῦ ὁσίου καὶ τέλους σου τοῦ ἁγίου, ἄγνωστα τοῖς πᾶσι πρὶν ἐτέλουν, ἀλλ ἀποκαλύψει θαυμαστῇ, τῶν ἱερῶν σου Λειψάνων πανόλβιε, ἐγνώσθης ἐν τοῖς πέρασι, ἅπαντας ἐγείρεις ψάλλειν Γνῶσιν λαβόντες θείαν, τῆς ἐνθέου ζωῆς σου, ἐκφάνσει τῶν ἁγίων ὀστῶν σου, αἴνεσιν προσάγομεν Θεῷ τῷ ποικίλοις σὲ δοξάσαντι θαύμασιν, Ἐφραὶμ θεομακάριστε, δι ὧν εὐφραίνεις τοὺς βοῶντάς σοι Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων χαῖρε, φωτὸς ἀΰλου θεάμων. Χαῖρε, τῶν Ὁσίων ζηλώσας τὴν ἃσκησιν, χαῖρε, τῶν Μαρτύρων ζηλώσας τὴν ἄθλησιν. Χαῖρε, σκεῦος καθαρότατον ἐπιπνοίας θεϊκῆς χαῖρε, ἄνθος εὐωδέστατον εὐωδίας μυστικῆς. Χαῖρε, ὅτι τὸν κόσμον νουνεχῶς ἀπηρνήσω χαῖρε, ὅτι τὰ ἄνω θαυμαστῶς ἐπορίσω. Χαῖρε, κοιμίσας τὰ κύματα χαῖρε, νοὸς ὑψώσας τὸν ἔρωτα. χαῖρε, Χριστοῦ γεωργῶν τὴν ἀγάπην χαῖρε, σατὰν καταργῶν τὴν ἀπάτην. Δόξαν τὴν κεκρυμμένην, ἣν θεόθεν ἐκτήσω, Ἐφραὶμ Ὀσιομάρτυς Κυρίου, ἐμφανείαις σου ταῖς ἱεραῖς, τοῖς θεασαμένοις σε ἐφανέρωσας, καὶ θαύμασιν ἐπίστωσας, τοὺς πιστῶς Κυρὶῳ βοῶντας Ἔλαμψας ἐν τῷ ὄρει, πάλαι τῷ τῶν Ἀμώμων, Χριστῷ εὐαρεστήσας ὁσίως νῦν δὲ τὴν ἁγίαν σου Μονήν, ἁγιάζεις τοῖς ἁγίοις λειψάνοις σου, Ἐφραὶμ ἐν σοὶ χορεύουσαν καὶ βοῶσάν σοι εὐφροσύνως Χαῖρε, ὁ λύχνος τῆς ἡσυχίας χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας. Χαῖρε, ὁ εὐφράνας πιστῶν τὴν διάνοιαν χαῖρε, ὁ αἰσχύνας ἀπίστων τὴν ἄνοιαν. Χαῖρε, ὁ φοινίξας αἵμασι τῆς ψυχῆς σου τὴν στολήν χαῖρε, ὁ σφραγίσας σκάμμασιν ἀθλητῶν τὴν σὴν ζωήν.

Χαῖρε, ὅτι ὑπέστης τὴν ὁρμὴν τῶν βαρβάρων χαῖρε, ὅτὶ μετέσχες ἀϊδίων στεφάνων. Χαῖρε, λαμπτὴρ ὁσίας ἀσκήσεως χαῖρε, πρηστὴρ μανίας τοῦ χείρονος. Χαῖρε, χαρὰ τῆς ἁγίας Μονῆς σου χαῖρε, φωτὸς θησαυρὸς τρισηλίου. Ζάλην ἅπασαν λύων, καὶ χαρὰν πρυτανεύων, ἐπέστης τῇ σεμνῇ Ἡγουμένῃ καὶ ταύτῃ ἐδήλωσας σαφῶς, τίς εἶ οὗ τὰ σεπτὰ ὀστᾶ ἀνεύρατο, ἡ δὲ ἔνθους γεγονυῖα, τῇ σὴ ἐκφάνσει Θεῷ ἔφη Ἤκουσε τῆς φωνῆς σου, καὶ εἶδέ σε ὁμιλοῦντα, παμμάκαρ, ᾗ ὢφθης τῇ Ἡγουμένῃ σοφέ, καὶ ταύτῃ τὸ σὸν ὄνομα ἐδήλωσας, καὶ τέλος σου τὸ ἅγιον διὸ ἐβόα σοι τοιαῦτα Χαῖρε, ὁ μάρτυς ἐν τοῖς Ὁσίοις χαῖρε, ὁ ἔνδοξος ἐν Ἁγίοις. χαῖρε, ὁ βιώσας ζωὴν τὴν ἰσάγγελον χαῖρε, ὁ τρυγήσας καρπὸν τὸν ἀθάνατον. Χαῖρε, στέφος χρυσοκόλλητον τῆς ἁγίας σοῦ Μονῆς χαῖρε, δένδρον εὐθαλέστατον εὐκαρπίας νοητῆς. Χαῖρε, ὁ ἐν τῷ ὄρει τῶν Ἀμώμων ἀσκήσας χαῖρε, ὁ δι ἀγάπην τοῦ Σωτῆρος ἀθλήσας. Χαῖρε, ἐχθροῦ πατήσας τὴν δύναμιν χαῖρε Χριστοῦ πλουτήσας τήν ἔλλαμψιν. Χαῖρε, ψυχῶν ὁ καθαίρων τὸν ῥὺπον χαῖρε, πιστῶν ὁ εὐφραίνων τὸν δῆμον. Θαύμασι παραδόξοις, καὶ πολλαῖς ἐμφανείαις, κατ ὄναρ καὶ καθ ὕπαρ ποικίλως, τὴν σὴν δόξαν πᾶσι φανεροῖς, ἢν ἐκ Θεοῦ πάλαι ἐκτήσω Ἅγιε διὸ τὴν σὴν λαμπρότητα, θαυμάζοντες Θεῷ βοῶμεν Ἴασιν ἀναβλύζει, καὶ χαρὰν καὶ ὑγείαν, ἡ θήκη τῶν ἁγίων ὀστῶν σου, τοῖς προσιοῦσι τῇ σῇ Μονῇ, καὶ ζητοῦσιν Ἐφραὶμ τὴν σὴν βοήθειαν ἔνθεν οἱ τῆς σῆς χάριτος, τρυφῶντες πιστῶς βοῶσι Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων χαῖρε, ἡ λύσις τῶν νοσημάτων. Χαῖρε, ὁ κατ ὄναρ καὶ ὕπαρ φαινόμενος

χαῖρε, ὁ κινδύνων παντοίων ῥυόμενος. Χαῖρε, ὅτι τοὺς καλοῦντάς σε ἁγιάζεις μυστικῶς χαῖρε, ὅτι τοὺς ὁρῶντάς σε ἐπευφραίνεις θαυμαστῶς. Χαῖρε, ὁ θεραπεύων τὰ ἀνίατα πάθη χαῖρε, ὁ ἀπελαύνων τῶν δαιμόνων τὰ ἄχθη. Χαῖρε, ὁ ὀφθεὶς πολλοῖς ὡς ἠθέλησας χαῖρε, ὁ διδοὺς χαρὰν οὕς ἐπέλεξας. Χαῖρε, σκηνῆς οὐρανίου οἰκήτωρ χαῖρε, ἡμῶν θερμὸς ἀντιλήπτωρ. Κήρυκες γεγονότες, τῶν πολλῶν σου θαυμάτων, οἱ τῆς σῆς τυχόντες εὐποιίας, πιστῶν ἐπτέρωσαν τάς ψυχὰς ἔνθεν πλεῖστοι τῇ Μονῇ σου προστρέχουσι, καὶ δρέπονται τὴν χάριν σου, ἐκ τῶν Λειψάνων σου βοῶντες Λάμπων ὡς ἄλλος λύχνος, οὐρανόφωνος ὤφθης, ἐν ὄρει τῶν Ἀμώμων ἀρτίως γνωσθεὶς τῇ Ἐκκλησίᾳ Χριστοῦ, τῇ ἐκκαλύψει τῶν θείων Λειψάνων σου, ὁ πρῴην τελῶν ἄγνωστος, καὶ πάντας συγκινεῖς βοᾶν σοι Χαῖρε, ἡ στήλη ὁσίων πόνων χαῖρε τὸ κλῆμα ἐνθέων νόμων. Χαῖρε, ἑωσφόρος Χριστοῦ ὁ νεόφωτος χαῖρε, Ἐκκλησίας κρηπὶς ἡ νεότευκτος. Χαῖρε, τύπος ἐνθεότατος ἀρετῶν ἀσκητικῶν χαῖρε, πέτρα ἡ στερέμνιος ἄθλων τῶν μαρτυρικῶν. Χαῖρε, ὅτι νομίμως τοῖς τυράννοις ἀντέστης χαῖρε, ὅτι ἐνδόξως τῷ Κυῥίῳ μετέστης. Χαῖρε, Χριστοῦ ὁρῶν τὴν λαμπρότητα χαῖρε, αὐτοῦ ὑμνῶν τὴν χρηστότητα. Χαῖρε, ψυχῆς τὴν ἀνδρείαν ἐκφαίνων χαῖρε, ἐχθρῶν τὴν μανίαν ἐκτρέπων. Μένων ἐγκεκρυμμένος, ἐν ἐτῶν περιόδοις, πολλῶν ὑπὸ τὴν γῆν θεοφόρε, ἀρτίως εὐδοκίᾳ Θεοῦ, ἐγνώσθης ἡμῖν ὡς θησαυρὸς ἅγιος, Ἐφραὶμ καὶ τῇ σῇ χάριτι, πλουτίζεις τοὺς Χριστῷ βοῶντας Νέος ἥλιος ὤφθης, τῇ Χριστοῦ Ἐκκλησία, ἐκλάμπων τῶν θαυμάτων ἀκτῖσι, καὶ λύεις τὴν νύκτα τῶν παθῶν, τῶν προσιόντων θερμῶς τῇ πρεσβείᾳ σου. Ἀλλὰ καὶ ἡμῖν Ὅσιε ἀεὶ βοῶσι

Χαῖρε, ὁ βότρυς τῆς εὐφροσύνης χαῖρε, ὁ λύτης τῆς ἀφροσύνης. Χαῖρε, τῶν νοσούντων θεόσδοτος ἴασις χαῖρε, τῶν ποικίλως πασχόντων ἡ λύτρωσις. Χαῖρε, ἄνερ θεοφόρητε τῶν Ὁσίων μιμητὰ χαῖρε, Μάρτυς τοῦ Παντάνακτος καὶ θεόφρον ἀθλητά. Χαῖρε, ὁ τῇ ἀσκήσει τὴν ἄθλησιν συνάψας χαῖρε, ὁ ἐν τῇ δόξῃ τῇ ἄνωθεν ἐκλάμψας. Χαῖρε, ὁ παθῶν ὁ λύων τὴν ζόφωσιν χαῖρε, καλῶν ὁ φαίνων τὴν ὄνησιν. Χαῖρε, ὀφρὺν τῶν βαρβάρων πατήσας χαῖρε, στερρῶς τὸν ἀγῶνα ἀνύσας. Ξένη πέλει ἡ χάρις, ἣν παρέχεις παμμάκαρ τοῖς ἐπικαλουμένοις σε πᾶσιν ἔνθεν εἰς πᾶσαν τὴν Ἀττικήν, ὁ τῶν θαυμάτων σου φθόγγος ἑξέδραμε, καὶ πάντες τοῖς Λειψάνοις σου, προστρέχουσι Θεῷ βοῶντες Ὅλος λελαμπρυσμένος, θεϊκαῖς ἀγλαΐαις, ἐφίστασαι τῇ θείᾳ Μονῇ σου, καὶ φαίνῃ διαφὸρῳ μορφῇ τοῖς καθαροῖς τῇ καρδίᾳ ἐν Πνεύματι καὶ νέμεις χάριν ἄφθονον, τοῖς πόθῳ σοι βοῶσι Χαῖρε, τὸ κλέος τῶν μοναζόντων χαῖρε, ὁ στόλος τῶν ὀρθοδόξων. Χαῖρε, τῆς ἀῦλου εὐκλείας θησαύρισμα χαῖρε, τῆς ἐξ ὕψους σοφίας ἐναύλισμα. Χαῖρε, ἄρωμα οὐράνιον χάριτος τῆς θεϊκῆς χαῖρε, μύρον πολυσύνθετον ἀγωγῆς ἀσκητικῆς. Χαῖρε, ἅγιον θῦμα δι ἀθλήσεως θείας χαῖρε, σφάγιον θεῖον τῆς βαρβάρων μανίας. Χαῖρε, ζωῆς ὁσίας ὀσφράδιον χαῖρε, ἠθῶν ἀμέμπτων κινάμωμον. Χαῖρε, ἀστὴρ ἐν τῷ ὄρει Ἀμώμων χαῖρε, κανὼν πρακτικὸς μονοτρόπων. Παραλύτους συσφίγγεις, δαιμονῶντας ἰᾶσαι, καὶ πάθη τὰ δυσίατα παύεις ἐντεῦθεν Ἀθηναίων πληθύς, καὶ Πειραιεῖς καὶ περιχώρων ὅμιλοι, τῇ σῇ Μονῇ Πάτερ σπεύδουσιν, ὑμνοῦντές σε καὶ βοῶντες

Ῥημάτων σου τῶν θείων, ὡς σὲ εἶδεν, ἐκλάμποντα ἐν δόξῃ ἀΰλῳ ἡ εὐσεβὴς νεάνις σοφέ, καὶ τὴν σὴν προστασίαν ὡμολόγησεν, ἢν παρέχεις τῇ σῇ Μονῇ βοῶσί σοι τοιαῦτα Χαῖρε, Ὁσίων καύχημα νέων χαῖρε, Μαρτύρων εὔκλειαν φέρων. Χαῖρε, τῆς Μονῆς σου προστάτης ἀκοίμητος χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος. Χαῖρε, ὅτι ἐθεράπευσας ἀσθενοῦντας χαλεπῶς χαῖρε, ὅτι τὸν παράλυτον ἠνώρθωσας θαυμαστῶς. Χαῖρε, κεφαλαλγίας διαλύσας τὸ βάρος χαῖρε, τοῦ διαβήτου καταπαύσας τὸ πάθος. Χαῖρε, Θεοῦ χαρίτων κειμήλιον χαῖρε, πιστῶν διάδημα τίμιον. Χαῖρε, Ἐφραὶμ ἀσκητῶν ὡραιότης χαῖρε, εἰκὼν μοναστῶν καὶ λαμπρότης. Σέ, ὁράσει ἁγίᾳ, καὶ κατ ὄναρ καὶ ὕπαρ, ἐν τῇ σῇ μάνδρᾳ περιπολοῦντα, κατεῖδον μονάστριαι σεμναί, καὶ εὐφροσύνης πολλῆς ἐπληρώθησαν, προστάτην σε κηρύττουσαι, καὶ τῷ Θεῷ ὁμοῦ βοῶσαι. Τὸ οὐράνιον μύρον, τῇ ψυχῇ θησαυρίσας, εὐφραίνεις τῶν πιστῶν τάς καρδίας, καὶ εὐωδίᾳ μυρεψικῇ, τῶν σεπτῶν σου λειψάνων ποιεῖς λάρνακα, ἀρωματίζειν Ἅγιε, τοὺς εὐλαβῶς σοι ἐκβοῶντας Χαῖρε, τῆς χάριτος μυροθήκη χαῖρε, τῆς μάνδρας σου ἔνθεος σκέπη. Χαῖρε, ἀφθαρσίας εὐώδης παράδεισος χαῖρε, ἀπαθείας ἁγίας κυπάρισσος. Χαῖρε, ὅτι καταβέβληκας τὸν ἀντίπαλον ἐχθρόν χαῖρε, ὅτι ἐμεγάλυνας τοῖς σοῖς πόνοις τὸν Χριστόν. Χαῖρε, ὁ ὑπὸ χθόνα πλεῖστα ἔτη τελέσας χαῖρε, ὁ θείᾳ νεύσει ἐκ τῆς γῆς ἀναλάμψας. Χαῖρε, ψυχῶν καθαίρων τοὺς μώλωπας χαῖρε, δεινῶν ἐκκαίων τοὺς σκόλοπας. Χαῖρε, ἀεὶ τάς ἰάσεις παρέχων χαῖρε, ἡμῶν ἀεὶ προστατεύων.

Ὕμνησαν τὸν Σωτῆρα, τῇ εὑρέσει θεόφρον, τῶν θείων καὶ πανσέπτων ὀστῶν σου, εὐσεβῶν οἱ δῆμοι πανδημεί, ὅτι ταῦτα ἀσινῆ διετήρησεν, ὑπὸ τὴν γῆν χρόνοις πλείοσιν, ἃ τιμῶντες Ἐφραὶμ βοῶμεν Φύλαττε τὴν Μονήν σου ἀπὸ πάσης ἀνάγκης, τῇ σῇ πρὸς τὸν Σωτῆρα πρεσβείᾳ, καὶ δίδου ταύτῃ πάτερ Ἐφραὶμ, τὰ τῆς εὐλογίας τῆς σῆς δωρήματα ἰδοὺ γὰρ τῇ σῇ χάριτι, προστρέχει ἀεὶ ἐκβοῶσα. Χαῖρε, ἡμῶν τὸ ἄρρηκτον τεῖχος χαῖρε, πιστῶν ἀτίνακτος πύργος. Χαῖρε, τῆς Μονῆς σου φρουρὸς ἀσφαλέστατος χαῖρε, τῶν τεκνίων σου φύλαξ καὶ ἔφορος. Χαῖρε, στήριγμα θεόσδοτον εὐλαβῶν μοναζουσῶν χαῖρε, καύχημα οὐράνιον τῶν πιστῶν ἀσκητριῶν. Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς τὰς αἰτήσεις χαῖρε, ὅτι προσδέχῃ σῶν υἱῶν τάς δεήσεις. Χαῖρε, ἡμῖν ἐκφαίνων τὰ κρείττονα χαῖρε, ἀεὶ ἐκτρέπων τὰ χείρονα. Χαῖρε, Χριστῷ ὑπὲρ πάντων πρεσβεύων χαῖρε, παθῶν τὴν ἐνέργειαν φλέγων. Χάριτας ἀναβλύζει, καὶ πολλὴν εὐφροσύνην, καὶ θείαν ἀγαλλίασιν Πάτερ, καὶ εὐφραίνει ἡμῶν τάς ψυχάς, καὶ καθαγιάζει ὁμοῦ τὰ σώματα, ἡ θήκη τῶν λειψάνων σου, τῶν ἐκβοώντων τῇ Τριάδι Ψάλλοντες ἐν αἰνέσει, τοὺς ἀγῶνάς σου Πάτερ, ὑμνοῦμεν τὴν δοθεΐσάν σοι χάριν καὶ παρεστῶτες τῇ σῇ σορῷ, τὴν προστασίαν σου ἐπιβοώμεθα, ἣν δίδου ἡμῖν Ἅγιε, ὡς ἂν ἀεί σοι ἐκβοῶμεν Χαῖρε, ἰσότιμος τῶν Ὁσίων χαῖρε, συνόμιλος τῶν Μαρτύρων. Χαῖρε, ἀϊδίων στεφάνων ὁ μέτοχος χαῖρε, τρισηλίου ἐλλάμψεως ἔμπλεως. Χαῖρε, γέρας πολυτίμητον τῆς ἁγίας σου Μονῆς χαῖρε, θέμεθλος νεόδμητος Ἐκκλησίας τῆς σεπτῆς. Χαῖρε, ὁ κατευφράνας τῶν πιστῶν τάς χορείας χαῖρε, ὁ ἀναφήνας ἀναβάσεις ἁγίας. Χαῖρε, δι οὗ ἀνίας ῥυσθήσομαι χαῖρε, δι οὗ παθῶν ἰαθήσομαι.

Χαῖρε, πιστῶν πρὸς Χριστὸν ὁ μεσίτης χαῖρε, κἀμοῦ ἐν ταῖς θλίψεσι ῥύστης. Ὦ τρισόλβιε πάτερ, Ἐφραὶμ ὁσιομάρτυς, τῶν πάλαι Ἁγίων συμπολίτα (ἐκ γ'), σὺν αὐτοῖς δυσώπει τὸν Χριστόν, ὡς ἂν ποικίλων ῥυόμεθα θλίψεων, καὶ ζωῆς τῆς μελλούσης τύχωμεν οἱ τῷ Θεῷ βοῶντες Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ. Ὥσπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτῖσι πᾶσιν ἐκλάμπεις. Ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ Ἅγιε, καὶ βοώντων σοι χαὶροις Πάτερ μακάριε. Δίστιχον. Ἐφραὶμ χαρὰν δίδου μοι τὴν οὐρανίαν Γερασίμῳ χαῖρέ σοι ἀναβοῶντι. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. ΛΗΜΜΑ ΓΕΝΝΗΤΟΡΟΣ ΕΘΕΛΟΝΤΙΚΟΣ ΦΙΛΑΝΘΡΩΠΙΚΟΣ ΣΥΝ ΕΣΜΟΣ www.limma.net (www.limmagennitoros.org) http://akolouthies-agion.blogspot.com/2012/05/blog-post_7680.html http://gerontes.wordpress.com/tag/%ce%ac%ce%b3%ce%b9%ce%bf%cf%82-%ce%b5%cf%86%cf%81%ce%b1%ce%af%ce%bc-%ce%bd%ce%ad%ce%b1%cf%82-%ce%bc%ce%ac%ce%ba%cf%81%ce%b7%cf%82/ εικόνα