ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Σχετικά έγγραφα
ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ

Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος!

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΟΣΙΟΥ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΝΕΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ψαλμός ρμβ (142)

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

1-7 Ιανουαρίου 2018 Θεός

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

ΑΥΓΟΥΣΤΟΣ 15. ΠΑΝΑΓΙΑ ΒΑΡΝΑΚΟΒΑ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΗ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ευλογήσαντος του Ιερέως. Ψαλµός ρµβ (142)

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

Παρακλητικός Κανών του Αγίου Μάρτυρος Νέστωρ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΜΑΡΤΥΡΑ ΑΣΤΕΡΙΟΝ ΚΑΙ ΤΟΥΣ ΑΔΕΛΦΟΥΣ ΑΥΤΟΥ. (Γερασίμου Μοναχού του Μικραγιαννανίτου)

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Παρακλητικός Κανών στον Άγιο Θεόδωρο τον Τήρων

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Παρακλητικός Κανών Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ

Μικρο Αποδειπνο. Το Τρισάγιον

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟ Π Α Τ Α Π Ι Ο Ν

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παρακλητικός Κανόνας στα Άγια Νήπια της Βηθλεέμ.

χριστιανος.gr Παρακλητικός Κανών στον Άγιο Σπυρίδωνα τον Θαυματουργό Επίσκοπο Τριμυθούντος

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Κυριακή 19 Μαΐου 2019.

Παρακλητικός Κανών Αγίας Άννης

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΛΕΟΝΤΙΟΝ ΤΟΝ ΕΝ ΑΧΑΪΑ

Προσευχή (με απολυτίκια)

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

1 1 παυλος και σιλουανος και τιμοθεος

Παρακλητικός Κανών εις τον Οσιον Δαβίδ τον εν Θεσσαλονίκη

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

- 1 - Π Ρ Ο Σ Ε Υ Χ Η Τ Α Ρ Ι Ο Ν ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΤΑΞΙΑΡΧΗ - ΧΟΛΟΜΩΝΤΑ - ΧΑΛΚΙΔΙΚΗΣ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

Εις Πάντας τους Αγίους, Παρακλητικός Κανών

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΕΙΡΗΝΗΝ ΤΟΥ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

Παράκλησις ἁγ. ΑΜΒΡΟΣΙΟΥ Ἐπ. Μεδιολάνων

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.

ΛΕΟΝΤΕΙΟ ΛΥΚΕΙΟ ΝΕΑΣ ΣΜΥΡΝΗΣ ΤΟΜΕΑΣ ΠΟΙΜΑΝΤΙΚΗΣ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Παρακλητικός Κανών στον Προφήτη Ελισσαίο

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

Transcript:

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν. Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό: Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν. Ψαλμός ρμβ (142). Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν [1]

τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί. Καί εὐθύς ψάλλεται τετράκις ἐξ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων: Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. γ. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Εἶτα τὸ τροπάριον. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὡς ἐναθλήσας στεῤῥοτάτῃ καρδίᾳ, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ Νεομάρτυς, μαρτυρικῶν ἐπάθλων κατηξίωσαι ὅθεν ἀεὶ πρέσβευε, τῷ Σωτῆρι τῶν ὅλων, Ἅγιε Νικόλαε, πάσης ῥύεσθαι βλάβης, καὶ πειρασμῶν καὶ νόσων καὶ παθῶν, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας σοι. Δόξα. Καὶ νῦν. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ψαλμός ν (50). [2]

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους. Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Νικόλε σκέπε σὴν πατρίδα. Γερασίμου. ᾨδὴ α. Ἦχος πλ. Δ. Ὑγρὰν διοδεύσας. Ναμάτων πληρούμενος θεϊκῶν, ἐπόμβρησον Μάρτυς, ταῖς πρεσβείαις σου πρὸς Θεόν, τὴν δρόσον τῆς θείας εὐσπλαγχνίας, τοῖς σὲ τιμῶσι θεόφρον Νικόλαε. [3]

Ἰάσεις πηγάζων παντοδαπάς, ἴασαι τὰ πάθη, τῶν σωμάτων καὶ τῶν ψυχῶν, Νικόλαε Μάρτυς τοῦ Κυρίου, τῶν προσιόντων τῇ θείᾳ πρεσβείᾳ σου. Κινδύνων ἀπάλλαξον χαλεπῶν, καὶ πάσης ἀνάγκης, Νεομάρτυς καὶ ἀπειλῆς, ταῖς σαῖς πρὸς Χριστὸν ἰκετηρίαις, τοὺς ἀνυμνοῦντας τὴν θείαν σου ἄθλησιν. Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, κεχαριτωμένη, ἀειπάρθενε Μαριάμ, νοός μου διάλυσον τὸ σκότος, τῇ φωταυγεῖ χάριτί Σου καὶ σῶσόν με. ᾨδὴ γ. Οὐρανίας ἁψίδος. Λαμπρυνόμενος φέγγει τῷ νοητῷ Ἅγιε, λύτρωσαι παθῶν σκοτομήνης, καὶ πάσης θλίψεως, τοὺς σὲ γεραίροντας, τῇ φωταυγεῖ σου πρεσβείᾳ, πρὸς τὸν σὲ δοξάσαντα, Μάρτυς Νικόλαε. Ἀσθενείαις ποικίλαις περιπεσὼν Ἅγιε, τῇ σῇ καταφεύγω πρεσβείᾳ, καὶ ἀνακράζω σοι Μάρτυς Νικόλαε, τῆς φοβερᾶς συνοχῆς με, λύτρωσον καὶ αἴτει μοι, πταισμάτων ἄφεσιν. Ἐν τῇ σῇ εὐκληρείᾳ ἡ σὴ πατρὶς γάνυται ὅθεν καὶ τῇ σῇ προστασίᾳ, σπεύδει καὶ κράζε σοι Μάρτυς Νικόλαε, πολυειδῶν συμπτωμάτων, ταύτην τὴν μερίδα σου, ῥύου ἑκάστοτε. Σωτηρίας Σε πύλην καὶ ἀσφαλῆ ἄγκυραν, ἔχοντές Σε Κόρη ἐν πίστει, ἀναβοῶμέν Σοι ἡμᾶς ὁδήγησον, πρὸς σωτηρίας εἰσόδους, ἵνα πρὸς αἰώνιον, ζωὴν εἰσέλθομεν. Διάσωσον, ταῖς σαῖς πρεσβείαις Νικόλαε Νεομάρτυς, τοὺς ζητοῦντας τὴν ταχινήν σου βοήθειαν, πάσης ἀνάγκης καὶ βλάβης καὶ δυσπραγίας. [4]

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Νικήσας ἐχθρὸν τὸν πάλαι σε πτερνίσαντα, ἀθλήσας καλῶς, ὑπὲρ Χριστοῦ Νικόλαε, αὐτοῦ ἡμᾶς ἐνίσχυσον, ἐκνικᾶν τὰ βουλεύματα ἅπαντα, καὶ ἐναρέτως βιῶσαι σοφέ, ὡς ἂν θείας δόξης ἐπιτύχωμεν. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Καθελὼν τὸν πολέμιον, τῇ ὁμολογίᾳ τῇ σῇ Νικόλαε, καθελεῖν ἡμᾶς ἐνίσχυσον, τὴν ἰσχὺν παμμάκαρ τὴν ὀλέθριον. Ἐναθλήσας στεῤῥότατα, δόξης ἠξιώθης θείας Νικόλαε ὅθεν πρέσβευε δεόμεθα, πάσης ἐκλυτροῦσθαι ἡμᾶς θλίψεως. Πῦρ οὐδόλως ἐπτόησε ὅθεν τῷ πυρὶ τῶν σῶν παρακλήσεων, τῶν παθῶν ἡμῶν κατάφλεξον, Ἀθλητὰ Νικόλαε τὴν ἀκανθαν. Ἐκ γαστρός Σου προέδραμε, σάρκα ἐνδυσάμενος τὴν ἀνθρώπινον, ὁ Θεὸς ἀτρέπτως ἄχραντε, καὶ ἡμᾶς ἐθέωσε δι ἔλεος. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Σκέπη ἀῤῥαγής, τῇ πατρίδι σου Νικόλαε, ὡς ὁπλίτης τοῦ Χριστοῦ ἔσο ἀεί, ἀποτρέπων ἐξ αὐτῆς ἐχθροῦ τὰ σκάνδαλα. Ἤνεγκας πυρός, τὴν κατάφλεξιν Νικόλαε και νῦν φλέξον τὴν μανίαν τοῦ ἔχθροῦ, καθ ἡμῶν ὠρυομένου ταῖς πρεσβείαις σου. Νόσων χαλεπῶν, ἡ ἁγία Μάρτυς κάρα σου, ἰατήριον ἐδείχθης θαυμαστῶς, θεραπεύουσα Νικόλαε πᾶν νόσημα. Πόλις τοῦ Θεοῦ, ἐκλεκτὴ καὶ δωδεκάτειχε, Θεοτόκε ἀειπάρθενε ἁγνή, οὐρανίου ἡμᾶς πόλεως ἀξίωσον. [5]

ᾨδὴ στ. Τὴν δέησιν. Ἀκρίδων, φθοροποιῶν ἀπελαύνει, Νεομάρτυς ἡ σὺ κάρα τὰ σμήνη ὅθεν ἡμᾶς, τῆς ἐχθροῦ τυραννίδος, τῇ ἐπισκέψει σου ῥῦσαι Νικόλαε, σώματος ἅμα καὶ ψυχῆς, τὰ πικρὰ ἀπελαύνων νοσήματα. Τὴν φλόγα, ἀνδρειοτάτως ὑπῆλθες, καὶ θυσία τῷ Χριστῷ προσηνέχθης ὅθεν ἡμῶν, τὰς δεήσεις προσδέχου, καὶ πάσης λύπης καὶ βλάβης ἀπάλλαξον, Νικόλαε πάντα ςἡμᾶς, τοὺς θερμόν σε προστάτην πλουτήσαντας. Ῥυσθέντες, τῆς λοιμικῆς ἀσθενείας, Καλαῤῥύται τῇ ἁγίᾳ σου κάρᾳ, τὴν σὴν κηρύττουσι χάριν βοῶντες ῥύου ἡμᾶς τῶν μελλόντων κακώσεων, Νικόλαε Μάρτυς Χριστοῦ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον. Ἰλύος, φθοροποιῶν παθημάτων, τὴν ψυχήν μου ἀποκάθαρον Κόρη, τῆς εὐσπλαγχνίας Σου νάμασι θείοις, καὶ ἀπαθείας στολὴν ταύτην ἔνδυσον, ἵνα εἰσέλθω ἐν χαρᾷ, εἰς νυμφῶνα τὸν θεῖον δοξάζων Σε. Διάσωσον, ταῖς σαῖς πρεσβείαις Νικόλαε Νεομάρτυς, τοὺς ζητοῦντας τὴν ταχινήν σου βοήθειαν, πάσης ἀνάγκης καὶ βλάβης καὶ δυσπραγίας. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Κοντάκιον. Ἦχος β. Ταῖς τῶν αἱμάτων σου. Νενικηκὼς τῶν ἐχθρῶν τὴν παράταξιν, ἀθλητικῇ σου ἐνστάσει Νικόλαε, αὐτῶν τῆς ἀπάτης ἐκλύτρωσαι, καὶ ἐπηρείας καὶ πάσης στενώσεως, ἡμᾶς τοὺς θερμῶς σοι προστρέχοντας. [6]

Εἶτα, οἱ Ἀναβαθμοί τὸ α Ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος. Εὐαγγέλιον Μαρτυρικόν. Ὁ Ν ψαλμός. Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου... Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Νέος Μάρτυς πέφηνας, περιφανῶς ἐναθλήσας, ἐν ὑστέροις ἔτεσιν, Ἀθλητὰ Νικόλαε θείῳ ἔρωτι, καὶ λαμπρῶν ἔτυχες, ἀνωθεν ἐπάθλων διὰ τοῦτό σου δεόμεθα πάσης στενώσεως, καὶ ἐπιφορᾶς καὶ κακώσεως, ἀτρώτους διαφύλαττε, καὶ λοιμώδους νόσου μακάριε, τῇ μαρτυρικῇ σου, πρεσβείᾳ πρὸς Χριστὸν τὸν Λυτρωτήν, τοὺς τῇ θερμῇ ἀντιλήψει σου, πίστει καταφεύγοντας. ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Δεδεγμένος τὴν χάριν λοιμικὰς ἀσθενείας ἰᾶσθαι Ἅγιε, τῆς τούτων πικρᾶς λύμης, διάσωζε ἀτρώτους, τοὺς ἐν πίστει κραυγάζοντας ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἀπερίτρεπτον τεῖχος καὶ θερμόν σε προστάτην ἔχει τὸ Μέτσοβον, Νικόλαε διό σε, γεραίρει γηθοσύνως, καὶ βοᾷ σοι ἑκάστοτε σκέπε τῇ σῇ ἀρωγῇ, τὴν σὴν πατρίδα Μάρτυς. Γνώμῃ θείᾳ ἀθλήσας Ἀθλοφόρων τῶ πάλαι ὤφθης ἰσότιμος, μεθ ὧν ἀεὶ δυσώπει, ῥυσθῆναι Νεομάρτυς, συμφορῶν τοὺς κραυγάζοντας ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἐξ ἁγνῶν Σου αἱμάτων ἐσαρκώθη ὁ πάντα συστήσας νεύματι, καὶ σώζει τῆς κατάρας, Παρθένε Θεοτόκε, τῆς ἀρχαίας τοὺς ψάλλοντας ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. [7]

ᾨδὴ η. Τὸν Βασιλέα. Ῥείθροις ἀΰλοις, τῶν πρεσβειῶν σου τὸν ῥύπον, τῆς καρδίας μου ἀπόπλυνον παμμάκαρ, ὡς παρὰ Κυρίου, λαβὼν πλουσίαν χάριν. Ἀγαλλιῶνται, οἱ Μετσοβῖται τῇ θείᾳ, καταφεύγοντες πρεσβείᾳ σου ἐν πίστει, καὶ σὲ ἀνυμνοῦσι, Νικόλαε θεόφρον. Σαρκός μου τὰ πάθη, καὶ τῆς ψυχῆς τὴν ὀδύνην, θᾆττον ἴασαι Νικόλαε τρισμάκαρ, καὶ πταισμάτων αἴτει, θεόθεν μοι τὴν λύσιν. Ἰσχύν μοι δίδου, κατὰ παθῶν ὀλεθρίων, καὶ ἀπάλλαξον τὸν νοῦν μου ἐμπαθείας, ἵνα Σε δοξάζω, Παρθένε Θεοτόκε. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Μαρτύρων τῆς εὐκλείας, κατηξιωμένος, πρὸς τὴν ὁδὸν μαρτυρίων με ἴθυνον, τῶν ἐντολῶν τοῦ Σωτῆρος, Μάρτυς Νικόλαε. Οἱ πίστιε προσιόντες, τῇ σεπτῇ σου κάρᾳ, καὶ τῇ θερμῇ προστασίᾳ Νικόλαε, πάσης ἀνάγκης λυτροῦνται, ὑμνολογοῦντές σε. Ὑψώσας Νεομάρτυς, τὰς σεπτάς σου χεῖρας, ὑπὲρ ἡμῶν πρὸς Χριστὸν τὸν φιλάνθρωπον, Αὐτὸν δυσώπει τοῦ σώζεσθαι ταῖς ψυχαῖς ἡμῶν. Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν ἐννοιῶν τοῦ ἀλάστορος, καὶ πρὸς ἀγάπησιν θείαν, τοῦτον ἀνύψωσον. Μεγαλυνάρια. [8]

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. Χαίροις τοῦ Μετσόβου θεῖος βλαστός, καὶ στεῤῥῶν Μαρτύρων, δι ἀθλήσεως κοινωνός χαίροις Νεομάρτυς, Νικόλαε τρισμάκαρ, ἡμῶν πρὸς τὸν Δεσπότην, πρέσβυς θερμότατος. Ἤσχυνας ἀθλήσει σου τῇ στεῤῥᾷ, τὸν πρώην σε Μάρτυς, ἀπατήσαντα δολερῶς, καὶ Χριστὸν κηρύξας, ἐνώπιον τυράννων, Νικόλαε Μαρτύρων, τῆς δόξης ἔτυχες. Ἤνεγκας ἀνδρείως τὴν τοῦ πυρός, κατάφλεξιν Μάρτυς, καὶ κατέφλεξας τὸν ἐχθρόν, τῇ σῇ καρτερίᾳ, καὶ τῷ Χριστῷ προσήχθης, ὡς ἱερὸν Νικόλαε, ὁλοκαύτωμα. Χάριν ἀναβλύζουσα δαψιλῆ, ἡ σεπτή σου κάρα, ἐνεργείᾳ τῇ θεϊκῇ, τὰς λοιμώδεις νόσους, ταχέως θεραπεύει, Νικόλαε καὶ πᾶσι, παρέχει ἴασιν. Χαίροις τῶν ἀκρίδων ὁ ὀλετήρ χαίροις τοῦ Μετσόβου, πολιοῦχος καὶ ἀρωγός χαίροις Νεομάρτυς, Νικόλαε τρισμάκαρ, Νεομαρτύρων κλέος, καὶ ἐγκαλλώπισμα.. Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, δι ὃν στεῤῥοψύχως, καθυπέμεινας τὴν πυράν, πρέσβευε ἀπαύστως, Νικόλαε παμμάκαρ, ἡμᾶς πυρὸς ῥυσθῆναι, τοῦ αἰωνίζοντος. Τὸν νέον ὁπλίτην καὶ ἀθλητήν, καὶ τὸν στεφανίτην, εὐφημήσωμεν οἱ πιστοί τὸν ἐν τοῖς ὑστέροις, καιροῖς ἀναφανέντα, Νικόλαον τὸν νέον, Μετσόβου τὸ καύχημα. [9]

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς. Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα Πατρί Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα. Καί νῦν Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Νίκην, κατ ἐχθροῦ τοῦ δυσμενοῦς, καὶ κατὰ παθῶν πολυτρόπων, καὶ περιστάσεων, Ἅγιε Νικόλαε, δίδου ἑκάστοτε, ὥσπερ τάυτης φερώνυμος, τῷ πιστῷ λαῷ σου, πόθῳ καταφεύγοντι, τῇ προστασίᾳ σου, λύων συμφορῶν τὰς ὀδύνας, τοῖς σὲ Νεομάρτυς τιμῶσι, καὶ πταισμάτων ἄφεσιν αἰτούμενος. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. [10]

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. Δι εὐχῶν. [11]