(Sunday, December 18, 2016) Fourth Orthros Gospel

Σχετικά έγγραφα
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 1 2. The Genealogy of Jesus Christ. ² Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν

Sunday before the Nativity of our Lord

ST. JOHN'S WEEKLY BULLETIN

ST. JOHN'S WEEKLY BULLETIN

Τό Αποστολικό Ανάγνωσμα

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ

ST. JOHN'S WEEKLY BULLETIN

Sunday, December 23rd, 2018

Sunday before Christmas

ΘΕΙΑΣ ΑΝΑΛΗΨΕΩΣ. Greek Orthodox Church. Ελληνική Ορθόδοξη Εκκλησία. Ecumenical Patriarchate Greek Orthodox Metropolis of New Jersey ASCENSION

Κ Υ Ρ Ι Α Κ Η Π Ρ Ο Τ Η Σ Χ Ρ Ι Σ Τ Ο Υ Γ Ε Ν Ν Η Σ Ε Ω Σ

Κ Υ Ρ Ι Α Κ Η Π Ρ Ο Τ Η Σ Χ Ρ Ι Σ Τ Ο Υ Γ Ε Ν Ν Η Σ Ε Ω Σ

GREEK ORTHODOX CHURCH OF ZOODOHOS PEGHE PELHAM BAY, BRONX, NEW YORK

Κ Υ Ρ Ι Α Κ Η Ι Α Τ Ο Υ Λ Ο Υ Κ Α

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΘΕΙΑΣ ΑΝΑΛΗΨΕΩΣ. Greek Orthodox Church. Ελληνική Ορθόδοξη Εκκλησία. Ecumenical Patriarchate Greek Orthodox Metropolis of New Jersey ASCENSION

Αρχιμανδρίτου Ζαχαρία

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΚΥΡΙΑΚΗ 23 ΔΕΚΕΜΒΡΙΟΥ 2012 ΚΑΛΑ ΧΡΙΣΤΟΥΓΕΝΝΑ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

December 24, 2016 The Nativity of Our Lord and Savior, Jesus Christ The Adoration of the Magi: Melchior, Gaspar, & Balthasar

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Κ Υ Ρ Ι Α Κ Η Α Τ Ω Ν Ν Η Σ Τ Ε Ι Ω Ν (Τ Η Σ Ο Ρ Θ Ο Δ Ο Ξ Ι Α Σ)

THE GENEALOGIES (MATT ; LUKE )

ΘΕΙΑΣ ΑΝΑΛΗΨΕΩΣ. Greek Orthodox Church. Ελληνική Ορθόδοξη Εκκλησία. Ecumenical Patriarchate Greek Orthodox Metropolis of New Jersey ASCENSION

Saint Spyridon Greek Orthodox Cathedral

Church Calendar The Hellenic Community of Ottawa Dormition of the Virgin Mary Ορθόδοξος Ιερός Ναός Saturday, December 24 - Christmas Eve

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Archangel Michael Church Η Εκκλησία του Αρχαγγέλου Μιχαήλ Dec. 18, 2016 Sunday Before Nativity 1st Mode 4th Morning Gospel

TH DRIVE RD STREET ASTORIA, NY ASTORIA, NY TEL: TEL: FAX:

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;

Sunday Before the Nativity

ST. JOHN'S WEEKLY BULLETIN

ST. JOHN'S WEEKLY BULLETIN

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΚΕΦΑΛΑΙΟΝ Ε. ΚΕΦΑΛΑΙΟΝ ΣΤ. ΚΕΦΑΛΑΙΟΝ Ζ. ΚΕΦΑΛΑΙΟΝ Η. ΚΕΦΑΛΑΙΟΝ Θ. ΚΕΦΑΛΑΙΟΝ Ι. ΚΕΦΑΛΑΙΟΝ ΙΑ. ΚΕΦΑΛΑΙΟΝ ΙΒ. ΚΕΦΑΛΑΙΟΝ ΙΓ. ΚΕΦΑΛΑΙΟΝ ΙΔ. ΚΕΦΑΛΑΙΟΝ ΙΕ.

Holy Trinity Greek Orthodox Cathedral New Orleans, Louisiana DECEMBER 18, 2016 SUNDAY BEFORE THE NATIVTY

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Saint Nectarios Greek Orthodox Church and Shrine

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

1st and 2nd Person Personal Pronouns

Κ Υ Ρ Ι Α Κ Η Α Τ Ο Υ Μ Α Τ Θ Α Ι Ο Υ (Τ Τ Ω Ν Α Γ Ι Ω Ν Π Α Ν Τ Ω Ν)

Ανακοινώσεις. Απόστολος: Επιστολή Παύλου - Προς Εβραίους 11:9-10, 32-40

Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους, Ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, 17-18

Church Calendar. Εκκλησιαστικό Ημερολόγιο. Memorial Service ~ Μνημόσυνο

τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλεί ᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

Saint Spyridon Greek Orthodox Cathedral

Κ Υ Ρ Ι Α Κ Η Σ Τ Τ Ο Υ Λ Ο Υ Κ Α

23 ΔΕΚΕΜΒΡΙΟΥ 2012 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ «Μνήμη πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Chapter 26: Exercises

22 ΔΕΚΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Πρὸ Χριστοῦ Γεννήσεως πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων, Ἀναστασίας Φαρμακολυτρίας. Ἦχος α. Ἑωθινὸν Δ.

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

Εισαγωγή στη Φιλοσοφία

ΠΑΡΑΔΕΙΓΜΑ ΠΑΡΑΠΟΙΗΣΗΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ ΑΠΟ ΤΟΥΣ ΨΕΥΔΟΜΑΡΤΥΡΕΣ ΤΟΥ ΙΕΧΩΒΑ

Κ Υ Ρ Ι Α Κ Η Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ. Η ΠΕΡΙΣΤΕΡΑ ΚΑΙ Ο ΑΜΝΟΣ Ιερομ. Λεβ Ζιλλέ

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

GREEK ORTHODOX CHURCH OF ZOODOHOS PEGHE PELHAM BAY, BRONX, NEW YORK or

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Οι Άγιοι της Θεσσαλονίκης.

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ГРЕЦЬКИЙ ТЕКСТ НОВОГО ЗАВІТУ NESTLE-ALAND. покажчик всіх форм грецьких слів, які вживані в Новому Завіті. Львів - Острог 2006

ΚΑΤΑ ΛΟΥΚΑΝ Lc 1:1

Welcome to St. George Greek Orthodox Cathedral

Παραμονή Χριστουγέννων φέτος ἡ Κυριακή πρό τῆς

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

Κυριακή 23 Ἰουνίου 2019.

ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 13: ΤΟ ΝΕΟ ΗΘΟΣ ΤΟΥ ΚΑΙΝΟΥ ΑΝΘΡΩΠΟΥ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών

ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. Κεφάλαιο 1

ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ

Iohannes Damascenus - De azymis

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ Mt 1:1 NOVVM TESTAMENTVM

Origenes - Adnotationes in Judices

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

Sunday Bulletin December 21, 2014 Sunday before Nativity. Forefeast of the Nativity; Juliana &630 Companions

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

I am. Present indicative

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Αν νομίζουν κάποιοι ότι η τεχνική αυτή της οικονομικής κρίσης είναι κάτι καινούριο, πλανώνται πλάνη οικτράν...

Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,

Iohannes Damascenus - De theologia

1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36

Transcript:

(Sunday, December 18, 2016) Matins Gospel Reading Fourth Orthros Gospel Κατὰ Λουκᾶν 24:1-12 Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ιησοῦ. καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ ἠγέρθη μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ιωάννα καὶ Μαρία Ιακώβου καὶ οἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτόν, θαυμάζων τὸ γεγονός. EPISTLE READING Πρὸς Ἑβραίους 11:9-10, 32-40 Προκείμενον. Ἦχος δ. Δανιήλ 3.26-27 Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν. Page 1 of 7

Ἀδελφοί, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ισαὰκ καὶ Ιακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Gospel Reading Sunday before Nativity Κατὰ Ματθαῖον 1:1-25 Βίβλος γενέσεως Ιησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ Αβραάμ. Αβραὰμ ἐγέννησε τὸν Ισαάκ, Ισαὰκ δὲ ἐγέννησε τὸν Ιακώβ, Ιακὼβ δὲ ἐγέννησε τὸν Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Εσρώμ, Εσρὼμ δὲ ἐγέννησε τὸν Αράμ, Αρὰμ δὲ ἐγέννησε τὸν Αμιναδάβ, Αμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ωβὴδ ἐκ τῆς Ρούθ, Ωβὴδ δὲ ἐγέννησε τὸν Ιεσσαί, Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν Αβιά, Αβιὰ δὲ ἐγέννησε τὸν Ασά, Ασὰ δὲ ἐγέννησε τὸν Ιωσαφάτ, Ιωσαφὰτ δὲ ἐγέννησε τὸν Ιωράμ, Ιωρὰμ δὲ ἐγέννησε τὸν Οζίαν, Οζίας δὲ ἐγέννησε τὸν Ιωάθαμ, Ιωάθαμ δὲ ἐγέννησε τὸν Αχαζ, Αχαζ δὲ ἐγέννησε τὸν Εζεκίαν, Εζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Page 2 of 7

Αμών, Αμὼν δὲ ἐγέννησε τὸν Ιωσίαν, Ιωσίας δὲ ἐγέννησε τὸν Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν Αβιούδ, Αβιοὺδ δὲ ἐγέννησε τὸν Ελιακείμ, Ελιακεὶμ δὲ ἐγέννησε τὸν Αζώρ, Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Αχείμ, Αχεὶμ δὲ ἐγέννησε τὸν Ελιούδ, Ελιοὺδ δὲ ἐγέννησε τὸν Ελεάζαρ, Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ιακώβ, Ιακὼβ δὲ ἐγέννησε τὸν Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ιησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Αβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Αγίου. Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ ὄναρ ἐφάνη αὐτῷ λέγων Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Αγίου. τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ιησοῦν αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Εμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ιησοῦν. Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. καὶ εἶπεν ὁ δοῦλος κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου. λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν Page 3 of 7

ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοί γὰρ εἰσιν κλητοί, ὀλίγοι δέ ἐκλεκτοί. (Saturday, December 24, 2016) EPISTLE READING Πρὸς Γαλάτας 3:8-12 Προκείμενον. Ἦχος πλ β. ΨΑΛΜΟΙ 31.11,1 Εὐφράνθητι ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι. Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι. Ἀδελφοί, προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν γέγραπται γάρ, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ, δῆλον ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλʼ Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. Gospel Reading Saturday before Nativity Κατὰ Λουκᾶν 13:19-29 Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην Ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. Πάλιν εἶπε τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ιερουσαλήμ. εἶπε δέ τις αὐτῷ Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε Page 4 of 7

πρὸς αὐτούς ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. ἀφ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες Κύριε Κύριε, ἄνοιξον ἡμῖν καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. τότε ἄρξεσθε λέγειν ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας καὶ ἐρεῖ λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ ἀπόστητε ἀπ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Αβραὰμ καὶ Ισαὰκ καὶ Ιακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω, καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Matins Gospel Reading (Sunday, December 25, 2016) Τοῦ δὲ Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Αγίου. Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ ὄναρ ἐφάνη αὐτῷ λέγων Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Αγίου. τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ιησοῦν αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Εμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ιησοῦν. EPISTLE READING Πρὸς Γαλάτας 4:4-7 Προκείμενον. Ἦχος πλ α. ΨΑΛΜΟΙ 65.4,1 Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Page 5 of 7

Ἀδελφοί, ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον, Ἀββᾶ, ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλʼ υἱός εἰ δὲ υἱός, καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ Gospel Reading Sunday before Nativity The Nativity of Our Lord and Savior, Jesus Christ Κατὰ Ματθαῖον 2:1-1 Τοῦ δὲ Ιησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ιουδαίας ἐν ἡμέραις Ηρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ιεροσόλυμαλέγοντες ποῦ ἐστιν ὁ Page 6 of 7

τεχθεὶς βασιλεὺς τῶν Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ακούσας δὲ Ηρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ιεροσόλυμα μετ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ ἐν Βηθλεὲμ τῆς Ιουδαίας οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου καὶ σὺ Βηθλεέμ, γῆ Ιούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ιούδα ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ισραήλ. Τότε Ηρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν καὶ χρηματισθέντες κατ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ηρῴδην, δι ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Page 7 of 7