Greek New Testament. Fourth Revised Edition. Former Editions edited by

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "Greek New Testament. Fourth Revised Edition. Former Editions edited by"

Transcript

1 Greek New Testament Fourth Revised Edition Former Editions edited by Kurt Aland, Matthew Black, Carlo M. Martini Bruce M. Metzger, and Allen Wikgren Fourth Revised Edition edited by Barbara Aland, Kurt Aland, Johannes Karavidopoulos, Carlo M. Martini, and Bruce M. Metzger in cooperation with the Institute for New Testament Textual Research, Münster/Westphalia Complete Text without Apparatus Fourth revised edition All rights reserved

2 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α Salutation 1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ ἐπιταγὴν θεοῦ σωτῆρος ἡµῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡµῶν 2 Τιµοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει, χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡµῶν. Warning against False Doctrine 3 Καθὼς παρεκάλεσά σε προσµεῖναι ἐν Ἐφέσῳ πορευόµενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν µὴ ἑτεροδιδασκαλεῖν 4 µηδὲ προσέχειν µύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσιν µᾶλλον ἢ οἰκονοµίαν θεοῦ τὴν ἐν πίστει. 5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου, 6 ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς µαταιολογίαν 7 θέλοντες εἶναι νοµοδιδάσκαλοι, µὴ νοοῦντες µήτε ἃ λέγουσιν µήτε περὶ τίνων διαβεβαιοῦνται. 8 Οἴδαµεν δὲ ὅτι καλὸς ὁ νόµος, ἐάν τις αὐτῷ νοµίµως χρῆται, 9 εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόµος οὐ κεῖται, ἀνόµοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁµαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ µητρολῴαις, ἀνδροφόνοις 10 πόρνοις ἀρσενοκοίταις ἀνδραποδισταῖς ψεύσταις ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται 11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ µακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ. Thankfulness for Mercy 12 Χάριν ἔχω τῷ ἐνδυναµώσαντί µε Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡµῶν, ὅτι πιστόν µε ἡγήσατο θέµενος εἰς διακονίαν 13 τὸ πρότερον ὄντα βλάσφηµον καὶ διώκτην καὶ ὑβριστήν, ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ 14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡµῶν µετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. 15 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσµον ἁµαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰµι ἐγώ. 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐµοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν µακροθυµίαν πρὸς ὑποτύπωσιν τῶν µελλόντων πιστεύειν ἐπ αὐτῷ εἰς ζωὴν αἰώνιον. 17 τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ µόνῳ θεῷ, τιµὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀµήν. 18 Ταύτην τὴν παραγγελίαν παρατίθεµαί σοι, τέκνον Τιµόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν 19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν All rights reserved 330

3 τινες ἀπωσάµενοι περὶ τὴν πίστιν ἐναυάγησαν, 20 ὧν ἐστιν Ὑµέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσιν µὴ βλασφηµεῖν. Instructions concerning Prayer 2 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις προσευχὰς ἐντεύξεις εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, 2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεµον καὶ ἡσύχιον βίον διάγωµεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεµνότητι. 3 τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡµῶν θεοῦ, 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5 εἷς γὰρ θεός, εἷς καὶ µεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ µαρτύριον καιροῖς ἰδίοις. 7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω οὐ ψεύδοµαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. 8 Βούλοµαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισµοῦ. 9 ὡσαύτως [καὶ] γυναῖκας ἐν καταστολῇ κοσµίῳ µετὰ αἰδοῦς καὶ σωφροσύνης κοσµεῖν ἑαυτάς, µὴ ἐν πλέγµασιν καὶ χρυσίῳ ἢ µαργαρίταις ἢ ἱµατισµῷ πολυτελεῖ, 10 ἀλλ ὃ πρέπει γυναιξὶν ἐπαγγελλοµέναις θεοσέβειαν, δι ἔργων ἀγαθῶν. 11 γυνὴ ἐν ἡσυχίᾳ µανθανέτω ἐν πάσῃ ὑποταγῇ 12 διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ εἶναι ἐν ἡσυχίᾳ. 13 Ἀδὰµ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα. 14 καὶ Ἀδὰµ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν µείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασµῷ µετὰ σωφροσύνης 3 πιστὸς ὁ λόγος. Qualifications of Bishops Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυµεῖ. 2 δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληµπτον εἶναι, µιᾶς γυναικὸς ἄνδρα, νηφάλιον σώφρονα κόσµιον φιλόξενον διδακτικόν, 3 µὴ πάροινον µὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ ἄµαχον ἀφιλάργυρον, 4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάµενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ, µετὰ πάσης σεµνότητος (5 εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας θεοῦ ἐπιµελήσεται;), 6 µὴ νεόφυτον, ἵνα µὴ τυφωθεὶς εἰς κρίµα ἐµπέσῃ τοῦ διαβόλου. 7 δεῖ δὲ καὶ µαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα µὴ εἰς ὀνειδισµὸν ἐµπέσῃ καὶ παγίδα τοῦ διαβόλου. All rights reserved 331

4 Qualifications of Deacons 8 Διακόνους ὡσαύτως σεµνούς, µὴ διλόγους, µὴ οἴνῳ πολλῷ προσέχοντας, µὴ αἰσχροκερδεῖς, 9 ἔχοντας τὸ µυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. 10 καὶ οὗτοι δὲ δοκιµαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες. 11 γυναῖκας ὡσαύτως σεµνάς, µὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν. 12 διάκονοι ἔστωσαν µιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάµενοι καὶ τῶν ἰδίων οἴκων. 13 οἱ γὰρ καλῶς διακονήσαντες βαθµὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. The Mystery of Our Religion 14 Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρὸς σὲ ἐν τάχει 15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωµα τῆς ἀληθείας. 16 καὶ ὁµολογουµένως µέγα ἐστὶν τὸ τῆς εὐσεβείας µυστήριον Ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύµατι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσµῳ, ἀνελήµφθη ἐν δόξῃ. Prediction of Apostasy 4 Τὸ δὲ πνεῦµα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύµασιν πλάνοις καὶ διδασκαλίαις δαιµονίων, 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασµένων τὴν ἰδίαν συνείδησιν, 3 κωλυόντων γαµεῖν, ἀπέχεσθαι βρωµάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς µετάληµψιν µετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. 4 ὅτι πᾶν κτίσµα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον µετὰ εὐχαριστίας λαµβανόµενον 5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. A Good Minister of Christ Jesus 6 Ταῦτα ὑποτιθέµενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόµενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας 7 τοὺς δὲ βεβήλους καὶ γραώδεις µύθους παραιτοῦ. γύµναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν 8 ἡ γὰρ σωµατικὴ γυµνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιµος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιµός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς All rights reserved 332

5 µελλούσης. 9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος 10 εἰς τοῦτο γὰρ κοπιῶµεν καὶ ἀγωνιζόµεθα, ὅτι ἠλπίκαµεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων µάλιστα πιστῶν. 11 Παράγγελλε ταῦτα καὶ δίδασκε. 12 µηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. 13 ἕως ἔρχοµαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14 µὴ ἀµέλει τοῦ ἐν σοὶ χαρίσµατος, ὃ ἐδόθη σοι διὰ προφητείας µετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15 ταῦτα µελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. 16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίµενε αὐτοῖς τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. Duties toward Others 5 Πρεσβυτέρῳ µὴ ἐπιπλήξῃς ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, 2 πρεσβυτέρας ὡς µητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. 3 Χήρας τίµα τὰς ὄντως χήρας. 4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, µανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀµοιβὰς ἀποδιδόναι τοῖς προγόνοις τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ. 5 ἡ δὲ ὄντως χήρα καὶ µεµονωµένη ἤλπικεν ἐπὶ θεὸν καὶ προσµένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡµέρας, 6 ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν. 7 καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληµπτοι ὦσιν. 8 εἰ δέ τις τῶν ἰδίων καὶ µάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. 9 Χήρα καταλεγέσθω µὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, 10 ἐν ἔργοις καλοῖς µαρτυρουµένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβοµένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. 11 νεωτέρας δὲ χήρας παραιτοῦ ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαµεῖν θέλουσιν 12 ἔχουσαι κρίµα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν 13 ἅµα δὲ καὶ ἀργαὶ µανθάνουσιν περιερχόµεναι τὰς οἰκίας, οὐ µόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ µὴ δέοντα. 14 βούλοµαι οὖν νεωτέρας γαµεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, µηδεµίαν ἀφορµὴν διδόναι τῷ ἀντικειµένῳ λοιδορίας χάριν 15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. 16 εἴ τις πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς καὶ µὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ. 17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιµῆς ἀξιούσθωσαν, µάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. 18 λέγει γὰρ ἡ γραφή, Βοῦν ἀλοῶντα οὐ φιµώσεις, καί, Ἄξιος ὁ ἐργάτης τοῦ µισθοῦ αὐτοῦ. 19 κατὰ πρεσβυτέρου κατηγορίαν µὴ παραδέχου, ἐκτὸς εἰ µὴ ἐπὶ δύο ἢ τριῶν µαρτύρων. 20 τοὺς ἁµαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. 21 Διαµαρτύροµαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίµατος, µηδὲν ποιῶν κατὰ πρόσκλισιν. 22 Χεῖρας ταχέως µηδενὶ ἐπιτίθει µηδὲ κοινώνει All rights reserved 333

6 ἁµαρτίαις ἀλλοτρίαις σεαυτὸν ἁγνὸν τήρει. 23 Μηκέτι ὑδροπότει, ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόµαχον καὶ τὰς πυκνάς σου ἀσθενείας. 24 Τινῶν ἀνθρώπων αἱ ἁµαρτίαι πρόδηλοί εἰσιν προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν 25 ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται. 6 Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιµῆς ἀξίους ἡγείσθωσαν, ἵνα µὴ τὸ ὄνοµα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφηµῆται. 2 οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας µὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ µᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαµβανόµενοι. False Teaching and the True Wealth Ταῦτα δίδασκε καὶ παρακάλει. 3 εἴ τις ἑτεροδιδασκαλεῖ καὶ µὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ εὐσέβειαν διδασκαλίᾳ, 4 τετύφωται, µηδὲν ἐπιστάµενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογοµαχίας, ἐξ ὧν γίνεται φθόνος ἔρις βλασφηµίαι, ὑπόνοιαι πονηραί, 5 διαπαρατριβαὶ διεφθαρµένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερηµένων τῆς ἀληθείας, νοµιζόντων πορισµὸν εἶναι τὴν εὐσέβειαν. 6 ἔστιν δὲ πορισµὸς µέγας ἡ εὐσέβεια µετὰ αὐταρκείας 7 οὐδὲν γὰρ εἰσηνέγκαµεν εἰς τὸν κόσµον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάµεθα 8 ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσµατα, τούτοις ἀρκεσθησόµεθα. 9 οἱ δὲ βουλόµενοι πλουτεῖν ἐµπίπτουσιν εἰς πειρασµὸν καὶ παγίδα καὶ ἐπιθυµίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. 10 ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόµενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς. The Good Fight of Faith 11 Σὺ δέ, ὦ ἄνθρωπε θεοῦ, ταῦτα φεῦγε δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν, ἀγάπην ὑποµονὴν πραϋπαθίαν. 12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡµολόγησας τὴν καλὴν ὁµολογίαν ἐνώπιον πολλῶν µαρτύρων. 13 παραγγέλλω [σοι] ἐνώπιον τοῦ θεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ µαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁµολογίαν, 14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίληµπτον µέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, 15 ἣν καιροῖς ἰδίοις δείξει ὁ µακάριος καὶ µόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, 16 ὁ µόνος ἔχων ἀθανασίαν, All rights reserved 334

Epître de Saint Paul à Timothée (1)

Epître de Saint Paul à Timothée (1) Epître de Saint Paul à Timothée (1) Chapitre 1 1 παυλος αποστολος χριστου ιησου κατ επιταγην θεου σωτηρος ημων και χριστου ιησου της ελπιδος ημων 2 τιμοθεω γνησιω τεκνω εν πιστει χαρις ελεος ειρηνη απο

Διαβάστε περισσότερα

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά. σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν 2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει χάρις, ἔλεος, εἰρήνη

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά. σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν 2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει χάρις, ἔλεος, εἰρήνη ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά 1:1 1 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά 1:15 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά 1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν 2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει χάρις, ἔλεος,

Διαβάστε περισσότερα

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α. Treg NIV ] κυριόυ Ἰησοῦ Χριστοῦ RP 2 πατρὸς WH Treg NIV ] + ἡμῶν. Ἰησοῦς Χριστὸς RP

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α. Treg NIV ] κυριόυ Ἰησοῦ Χριστοῦ RP 2 πατρὸς WH Treg NIV ] + ἡμῶν. Ἰησοῦς Χριστὸς RP ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατʼ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν 2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ

Διαβάστε περισσότερα

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά 1:1 1 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά 1:2

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά 1:1 1 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά 1:2 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά 1:1 1 ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Ά 1:2 1 παυλος αποστολος ιησου χριστου κατ επιταγην θεου σωτηρος ημων κυριου ιησου χριστου της ελπιδος ημων 2 τιμοθεω γνησιω τεκνω πιστει χαρις ελεος ειρηνη απο θεου

Διαβάστε περισσότερα

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ Α ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ 1 Α Τιμ. 1,1 Α Τιμ. 1,1 Α Τιμ. 1,2 Α Τιμ. 1,2 Α Τιμ. 1,3 Α Τιμ. 1,3 Α Τιμ. 1,4 Α Τιμ. 1,4 Α Τιμ. 1,5 Α Τιμ. 1,5 Α Τιμ. 1,6 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ

Διαβάστε περισσότερα

Α Τιμ. 1,1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν,

Α Τιμ. 1,1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Επιστροφή ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ Α ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ 1 Α Τιμ. 1,1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Α Τιμ. 1,1 Εγώ ο Παύλος,

Διαβάστε περισσότερα

Η ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗ ΠΡΩΤΗ

Η ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗ ΠΡΩΤΗ Η ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗ ΠΡΩΤΗ πα λος πόστολος ησο χριστο κατ πιταγ ν ϑεο σωτ ρος µ ν 1 κα κυριόυ ησο χριστο τ ς λπίδος µ ν. τιµοθέ γνησί τέκν 2 ν πίστει χάρις λεος ε ρήνη π ϑεο πατρ ς µ ν κα χριστο ησο

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα

This arrangement of the Greek text and the English translation is in the Public Domain.

This arrangement of the Greek text and the English translation is in the Public Domain. This arrangement of the Greek text and the English translation is in the Public Domain. The Greek text is that of the Westcott and Hort, edition of 1893; New York: Harper & Brothers, Franklin Square (usually

Διαβάστε περισσότερα

English Texts and New Testament Greek Sources For Comparative Study

English Texts and New Testament Greek Sources For Comparative Study 1 English Texts and New Testament Greek Sources For Comparative Study 1 Timothy Paul, an apostle of Christ Jesus according to the commandment of God our Saviour, and Christ Jesus our hope; παυλος αποστολος

Διαβάστε περισσότερα

1 1 παυλος και σιλουανος και τιμοθεος

1 1 παυλος και σιλουανος και τιμοθεος 2 Tesalonika 1 1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω 2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3 ευχαριστειν

Διαβάστε περισσότερα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία

Διαβάστε περισσότερα

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μήνας Μάρτιος 4 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μάρκ. 2, 1-12 «...ἰδών δέ ὁ Ἰησοῦς τήν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον, ἀφέωνταί σοι αἱ

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων

Διαβάστε περισσότερα

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι

Διαβάστε περισσότερα

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο. «καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε

Διαβάστε περισσότερα

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Ἐπίκουρος Καθηγητὴς Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Τµῆµα Θεολογίας - Θεολογικὴ Σχολὴ Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήµιο Ἀθηνῶν Ὁ Ἀρειανισµὸς

Διαβάστε περισσότερα

BLOCK DIAGRAM OF SECOND THESSALONIANS

BLOCK DIAGRAM OF SECOND THESSALONIANS by Lorin L. Cranford BLOCK DIAGRAM OF SECOND THESSALONIANS 1.1 Παῦλος Σιλουανὸς Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν κυρίῳ Ἰησοῦ Χριστῷ, 1.2 χάρις ὑμῖν εἰρήνη ἀπὸ θεοῦ πατρὸς [ἡμῶν] κυρίου

Διαβάστε περισσότερα

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 24 ΓΕΝΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ 6 Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 11-14) Τῆς ἑορτῆς Παραγίνεται ὁ Ἰησοῦς (Ματθ. 13-17) 13 Κυριακῆς μετὰ τὰ Φῶτα Ἑνὶ ἑκάστῳ ἡμῶν (Ἐφεσ. δ 7-13)

Διαβάστε περισσότερα

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο Υπουργείο Παιδείας και Πολιτισμού Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου Δειγματικό Εξεταστικό Δοκίμιο Α Τετράμηνο Το δειγματικό δοκίμιο αξιολόγησης που ακολουθεί βασίζεται στον γενικό τύπο διαγωνίσματος που

Διαβάστε περισσότερα

Κυριακή 28 Ἰουλίου 2019.

Κυριακή 28 Ἰουλίου 2019. 69 Κυριακή 28 Ἰουλίου 2019. Κυριακή ΣΤ Ματθαίου Μτθ. 9, 1 8. «...ἐξουσίαν ἔχει ὁ υἱός τοῦ ἀνθρώπου ἐπί τῆς γῆς ἀφιέναι ἁμαρτίας...» (Μτθ. 9, 6) Πάντοτε ὁ λόγος περί ἐξουσίας εἶναι ἐπίκαιρος, διότι οἱ ἄνθρωποι

Διαβάστε περισσότερα

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Αι ιστορικαί χειροτονίαι  των Γ.ΟΧ. υπό  του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948 188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι

Διαβάστε περισσότερα

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ

Διαβάστε περισσότερα

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διαβάστε περισσότερα

Gregorius Nyssenus - De deitate filii et spiritus sancti

Gregorius Nyssenus - De deitate filii et spiritus sancti This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Κυριακή 19 Μαΐου 2019.

Κυριακή 19 Μαΐου 2019. 14 Κυριακή 19 Μαΐου 2019. Κυριακή τοῦ παραλύτου Ἰω. 5, 1 15. «... μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται» (Ἰω. 5, 14).

Διαβάστε περισσότερα

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering

Διαβάστε περισσότερα

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ ΓΕΓΟΝΌΤΑ ΤΗς ΖΩΉς ΤΟΥ ΧΡΙΣΤΟΎ Ακίνητες γιορτές Κινητές γιορτές Χριστούγεννα Περιτομή Υπαπαντή Θεοφάνεια Μεταμόρφωση Είσοδος στα Ιεροσόλυμα Μυστικός Δείπνος

Διαβάστε περισσότερα

Κ Υ Ρ Ι Α Κ Η Ι Δ Τ Ο Υ Λ Ο Υ Κ Α

Κ Υ Ρ Ι Α Κ Η Ι Δ Τ Ο Υ Λ Ο Υ Κ Α ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ Κ Υ Ρ Ι Α Κ Η Ι Δ Τ Ο Υ Λ Ο Υ Κ Α Τιμόθεος καί Παῦλος (α μέρος) Αρχιμ. Δανιήλ Γ. Αεράκη ΧΑΡ. ΝΙΚΟΛΑΟΥ & Α. ΚΟΥΜΠΗ,

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,

Διαβάστε περισσότερα

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

Cirillus Alexandrinus - De synagogae defectu

Cirillus Alexandrinus - De synagogae defectu This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 )

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Διαγώνισμα Αρχαία Ελληνικά Γ Λυκείου Ηθικά Νικομάχεια Αριστοτέλους Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν οἱ γὰρ νομοθέται τοὺς

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος Πρωταγόρας 323C-324Α

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος Πρωταγόρας 323C-324Α ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΛΙΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα

Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα 6η Κυριακή Λουκᾶ (Λκ. 8, 27 39) 22 Ὀκτωβρίου 2017 «Τί ἐμοί καί σοί, Ἰησοῦ υἱέ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή μέ βασανίσῃς» Ἕνα συγκλονιστικό περιστατικό ἀκούσαμε σήμερα στήν εὐαγγελική περικοπή.

Διαβάστε περισσότερα

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ 1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.

Διαβάστε περισσότερα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου

Διαβάστε περισσότερα

Παρόμοια νὰ σκεφθῇς ὅτι καὶ ἕνας ποὺ στέκεται κοντὰ σὲ μία μεγάλη πυρκαϊά, διατηρεῖ τὴν θερμότητα γιὰ πολὺ καιρὸ καὶ μετὰ τὴν ἀπομάκρυνσί του ἀπὸ τὴν φωτιά. Άραγε ἀπὸ ποιὰ ἄρρητη εὐωδία φιλανθρωπίας, ἀπὸ

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4) 53 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ 2013 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά,

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007 ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι

Διαβάστε περισσότερα

Iohannes Damascenus - De azymis

Iohannes Damascenus - De azymis This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

1-7 Ιανουαρίου 2018 Θεός

1-7 Ιανουαρίου 2018 Θεός 1-7 Ιανουαρίου 2018 Θεός ΧΡΥΣΟΥΝ ΕΔΑΦΙΟΝ Ψαλμοί 66: 4, 5 έως άνω τελεία Πάσα η γη θέλει σε προσκυνεί και ψαλμωδεί εις σε. Θέλουσι ψαλμωδεί το όνομά σου. Έλθετε και ίδετε τα έργα του Θεού. ΑΝΑΓΝΩΣΗ ΕΝΑΛΛΑΞ

Διαβάστε περισσότερα

Κυριακή 23 Ἰουνίου 2019.

Κυριακή 23 Ἰουνίου 2019. 39 Κυριακή 23 Ἰουνίου 2019. Κυριακή τῶν Ἁγίων Πάντων Μτθ. 10, 32 33, 37 38, καί 19, 27 30. «ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν;» (Μτθ. 19,

Διαβάστε περισσότερα

ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26

ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26 ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26 Ο Επιτάφιος του Υπερείδη είναι ένας από τους έξι επιτάφιους της αρχαίας ελληνικής γραμματείας. Γράφτηκε και εκφωνήθηκε στις αρχές της άνοιξης του 322 π. Χ. Αφορά τους

Διαβάστε περισσότερα

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ. Μήνας Ἀπρίλιος 15 Ἀπριλίου 2018. Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ. Ἰωάν. 20, 19 31. Κυριακή τοῦ Ἀντίπασχα σήμερα καί ἐδῶ καί μία ἑβδομάδα εἰσήλθαμε στήν πιό χαρούμενη περίοδο τοῦ ἔτους, στήν περίοδο τοῦ Πεντηκοσταρίου.

Διαβάστε περισσότερα

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Ενότητα 5: Ἡ περὶ Λόγου διδασκαλία: Λουκιανὸς ὁ ἀποσυνάγωγος Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Λέκτορας Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήμιο

Διαβάστε περισσότερα

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ ΚΕΦΑΛΑΙΟ Α ἤ 01ο (01-52) 01-05 Ὁ Λόγος εἶναι Θεὸς καὶ ημιουργὸς τῶν πάντων Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ τὸ Θεὸ Πατέρα καὶ ἦταν Θεὸς ὁ Λόγος. Αὐτὸς ἦταν στὴν ἀρχὴ μαζὶ μὲ τὸ Θεὸ Πατέρα.

Διαβάστε περισσότερα

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΨΑΛΛΟΜΕΝΑ ΚΑΤΑ ΤΗΝ ΑΓΡΥΠΝΙΑΝ ΣΤΑΣΙΣ Α Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ Μαρτύρων καλλονὴ καταστέφοντες, τὴν μνήμην σου Ἐφραὶμ Ὅσιε εὐλαβῶς. Μακαρίζομέν σε

Διαβάστε περισσότερα

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ

Διαβάστε περισσότερα

La Risurrezione. 1Cor 15,1-58

La Risurrezione. 1Cor 15,1-58 La Risurrezione 1Cor 15,1-58 La questione 1Cor 15,1-11 1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, 2 δι οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην

Διαβάστε περισσότερα

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν).

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν). 18 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν). Μάρκ. 9, 17-31 «Τοῦτο τό γένος ἐν οὐδενί δύναται ἐξελθεῖν εἰ μή ἐν προσευχῇ καί νηστείᾳ»

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 8 1. Στις παρακάτω προτάσεις να βρείτε το αντικείμενο. α. Ἡ τοῦ Θεοῦ φρόνησις πάντων ἐπιμελεῖται. β. Ἀνθρώπου ψυχὴ τοῦ θείου μετέχει. γ. Τὸ τῆς πόλεως ἦθος ὁμοιοῦται τοῖς ἄρχουσι. δ. Στέργε μὲν

Διαβάστε περισσότερα

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ αγ. Ἰουστίνου Πόποβιτς Σχόλιο στήν Ἀποστολική Περικοπή ΚΕΦΑΛΑΙΟΝ Α στίχ. 1-7 Ο ἦν ἀπ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν,

Διαβάστε περισσότερα

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Χρήστος Καρακόλης Τμήμα Θεολογίας Σελίδα 2 1. Πρόλογος Ι Α 1α Ἐν ἀρχῇ ἦν ὁ λόγος α β καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, β γ καὶ θεὸς ἦν ὁ λόγος, α 2 οὗτος ἦν

Διαβάστε περισσότερα

Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 )

Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Διαγώνισμα Αρχαία Ελληνικά γ λυκείου Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Είναι φυσική λοιπόν η τάση του ανθρώπου να συνυπάρχει μαζί με άλλους σε μια τέτοια κοινωνία.

Διαβάστε περισσότερα

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ 4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ Βασική προϋπόθεση γιά νά μιλήσει κανείς γιά τόν Θεόν μας εἶναι ἡ σαφής διάκριση μεταξύ τῶν ὅρων : οὐσίας ἤ φύσεως καί ἀκτίστων ἐνεργειῶν τοῦ Θεοῦ. Ἔτσι, ὁ Θεός μας

Διαβάστε περισσότερα

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ 2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που

Διαβάστε περισσότερα

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας

Διαβάστε περισσότερα

Οι Άγιοι της Θεσσαλονίκης.

Οι Άγιοι της Θεσσαλονίκης. ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ. Ενότητα 2: Το αποστολικό υπόβαθρο της Εκκλησίας της και οι Άγιοι της Αποστολικής περιόδου Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα

Greek New Testament. Fourth Revised Edition. Former Editions edited by

Greek New Testament. Fourth Revised Edition. Former Editions edited by ! Greek New Testament Fourth Revised Edition Former Editions edited by Kurt Aland, Matthew Black, Carlo M. Martini Bruce M. Metzger, and Allen Wikgren Fourth Revised Edition edited by Barbara Aland, Kurt

Διαβάστε περισσότερα

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (5) ιδαγμένο

Διαβάστε περισσότερα

Αγιολογία - Εορτολογία

Αγιολογία - Εορτολογία ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Ενότητα 7: Οι Άγιοι και η τιµή τους. Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons.

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 7 ΙΟΥΝΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C). ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 10 ΣΕΠΤΕΜΒΡΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6 ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6 Α Διδαγμένο κείμενο Αριστοτέλης, Πολιτικά, επιλογή από 1274b32

Διαβάστε περισσότερα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Ο ομιλητής, αφού απέδειξε ότι ο ισχυρισμός του Θεόμνηστου ότι ο ίδιος είχε δολοφονήσει τον πατέρα

Διαβάστε περισσότερα

Fundamentals of New Testament Greek Workbook

Fundamentals of New Testament Greek Workbook Fundamentals of New Testament Greek Workbook Stanley E. Porter & Jeffrey T. Reed William B. Eerdmans Publishing Company Grand Rapids, Michigan /Cambridge, U.K. 2010 Stanley E. Porter and Jeffrey T. Reed

Διαβάστε περισσότερα

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν). 11 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν). Μάρκου 8, 34 9, 1. Ἡμέρα πανεπίσημη σήμερα ἄγει ἡ Ἐκκλησία μας. Ἡμέρα πού ὑψώνεται μπροστά στά ἑκατομμύρια τῶν ὀρθοδόξων

Διαβάστε περισσότερα

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012 EISGCGSEIS OQHODONGS EIJOMOKOCIAS EISGCGSG Dò «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Εἰσηγητής: +Θεοφ. Ἐπίσκοπος Μεθώνης κ. Ἀμβρόσιος, Ἱστορικὸς Τέχνης Στὸ πλαίσιο τῆς Ἔκθεσης

Διαβάστε περισσότερα

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΜΕΡΟΣ Α ΠΑΡΑΤΗΡΗΣΕΙΣ 1. Να αποδοθεί το κείμενο στη νέα ελληνική. (Μονάδες:

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 29 ΜΑΪΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

Διαβάστε περισσότερα

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ Γ ΓΕΛ 29 / 04 / 2018 Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικά (Α 1, 1 & Γ 1, 1-2) Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ

Διαβάστε περισσότερα

Εἰς τήν Κυριακήν τῆς Ὀρθοδοξίας (Α Κυριακή τῶν Νηστειῶν).

Εἰς τήν Κυριακήν τῆς Ὀρθοδοξίας (Α Κυριακή τῶν Νηστειῶν). 25 Φεβρουαρίου 2018. Εἰς τήν Κυριακήν τῆς Ὀρθοδοξίας (Α Κυριακή τῶν Νηστειῶν). Ἰωάν. 1, στίχ. 44 52. «Ἔρχου καί ἴδε» (Ἰωάν. 1, 47). Μία ἀπό τίς μεγαλύτερες ἀγωνίες τοῦ ἀνθρώπου εἶναι νά θέλει νά μιλήσει,

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,

Διαβάστε περισσότερα

Κυριακή 20 Ἰανουαρίου 2019.

Κυριακή 20 Ἰανουαρίου 2019. 6 Κυριακή 20 Ἰανουαρίου 2019. 12η Κυριακή τοῦ Λουκᾶ. Λουκᾶ 17, 11-19. «Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς». (Λκ. 17, 13) Δέν θά σταθοῦμε στή μεγάλη εὐεργεσία πού ἔκανε ὁ Κύριος στούς δέκα λεπρούς. Οὔτε στήν

Διαβάστε περισσότερα

Πατρολογία Ι. Εισαγωγή στην Πατρολογία Γραµµατεία και Θεολογία των Πατέρων των τεσσάρων πρώτων αιώνων.

Πατρολογία Ι. Εισαγωγή στην Πατρολογία Γραµµατεία και Θεολογία των Πατέρων των τεσσάρων πρώτων αιώνων. ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Πατρολογία Ι. Εισαγωγή στην Πατρολογία Γραµµατεία και Θεολογία των Πατέρων των τεσσάρων πρώτων αιώνων. Ενότητα 11: Οι Καππαδόκες Πατέρες

Διαβάστε περισσότερα

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern VERTAALHULP BIJ 31.2 πῶς οῦν ἂν μετριώτατα σκοποίμεθα αὐτά; < --predicaat-- > compl. (obj.) πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Διαβάστε περισσότερα

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης 44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης ΣΑΒΒΑΪ Η ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Χρυσοστόµου Σµύρνης 3 : 210/76.01.470 210/76.00.179 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους,

Διαβάστε περισσότερα

Κυριακή 3 Μαρτίου 2019.

Κυριακή 3 Μαρτίου 2019. 44 Μήνας Μάρτιος 2019. Κυριακή 3 Μαρτίου 2019. Κυριακή τῆς Ἀπόκρεω. Ματθ. 25, 31 46. «...δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τήν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπό καταβολῆς κόσμου» (Ματθ.

Διαβάστε περισσότερα

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 08 Δεύτερο επεισόδιο (163e-165a7): Κριτίου ρήσις και τέταρτος ορισμός της σωφροσύνης (τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν) Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 7 ΙΟΥΝΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους

Διαβάστε περισσότερα

1. Να τονίσετε τις λέξεις και να δικαιολογήσετε την επιλογή σας, αναφέροντας τον αντίστοιχο κανόνα τονισμού

1. Να τονίσετε τις λέξεις και να δικαιολογήσετε την επιλογή σας, αναφέροντας τον αντίστοιχο κανόνα τονισμού ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ Β ΛΥΚΕΙΟΥ (Κατεύθυνση) Λύνοντας τις παρακάτω ασκήσεις, θα μπορέσετε να ξαναθυμηθείτε τη γραμματική που μάθατε τα προηγούμενα χρόνια. Μπορείτε να ανατρέχετε στο βιβλίο της γραμματικής

Διαβάστε περισσότερα

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή ΚΕΙΜΕΝΑ Α. Το τέχνασμα του Θεμιστοκλή Ἀλλ' ἐπεὶ τῶν πολεμίων ὁ στόλος τῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφερόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς, πάλιν ἐπάπταινον οἱ Πελοποννήσιοι πρὸς τὸν Ἰσθμόν. Ἔνθα δὴ

Διαβάστε περισσότερα

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 «Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα

Διαβάστε περισσότερα

Σᾶς εὐαγγελίζομαι τὸ χαρμόσυνο ἄγγελμα τῆς γεννήσεως τοῦ. Χριστοῦ, ποὺ ἀποτελεῖ τὴν κορυφαία πράξη τοῦ Θεοῦ νὰ σώσει τὸν

Σᾶς εὐαγγελίζομαι τὸ χαρμόσυνο ἄγγελμα τῆς γεννήσεως τοῦ. Χριστοῦ, ποὺ ἀποτελεῖ τὴν κορυφαία πράξη τοῦ Θεοῦ νὰ σώσει τὸν Χριστούγεννα 2013 Ἀρ. Πρωτ. 1157 Πρός τό Χριστεπώνυμο πλήρωμα τῆς καθ ἡμᾶς Ἱερᾶς Μητροπόλεως Χριστὸς γεννᾶται, δοξάσατε. Ἀδελφοί μου ἀγαπητοί, Σᾶς εὐαγγελίζομαι τὸ χαρμόσυνο ἄγγελμα τῆς γεννήσεως τοῦ Χριστοῦ,

Διαβάστε περισσότερα

Κυριακή 5 Μαΐου 2019.

Κυριακή 5 Μαΐου 2019. 1 Μέρος Γ, Μάιος Αὔγουστος 2019 Μήνας Μάιος Κυριακή 5 Μαΐου 2019. Κυριακή τοῦ Θωμᾶ Ἰω. 20, 19 31. Χριστός Ἀνέστη! Εἶναι τό μήνυμα καί τό τραγούδι τῆς ἐλπίδας καί τῆς χαρᾶς, πού παιανίζει ἀπό τό λαμπροφόρο

Διαβάστε περισσότερα

Ιστορία Ελληνικού και Ρωμαϊκού Δικαίου

Ιστορία Ελληνικού και Ρωμαϊκού Δικαίου ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Ιστορία Ελληνικού και Ρωμαϊκού Δικαίου Ενότητα 3: Οι Νομοθεσίες του Ζάλευκου και του Χαρώνδα Παπακωνσταντίνου Καλλιόπη Άδειες Χρήσης Το

Διαβάστε περισσότερα

ΠΡΟΣ ΤΙΤΟΝ 1:1 1 ΠΡΟΣ ΤΙΤΟΝ 1:15 ΠΡΟΣ ΤΙΤΟΝ

ΠΡΟΣ ΤΙΤΟΝ 1:1 1 ΠΡΟΣ ΤΙΤΟΝ 1:15 ΠΡΟΣ ΤΙΤΟΝ ΠΡΟΣ ΤΙΤΟΝ 1:1 1 ΠΡΟΣ ΤΙΤΟΝ 1:15 ΠΡΟΣ ΤΙΤΟΝ 1 Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ εὐσέβειαν 2 ἐπ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο

Διαβάστε περισσότερα

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. CORRIGENDA created by Thesaurus Linguae Graecae, September 2010 for Kuehn, Clement A., and John D. Baggarly, S.J. Anastasius of Sinai: Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. 1.58 ὥσπερ

Διαβάστε περισσότερα

1 1 ο ην απ αρχης ο ακηκοαμεν ο

1 1 ο ην απ αρχης ο ακηκοαμεν ο 1 Yahya 1 1 ο ην απ αρχης ο ακηκοαμεν ο εωρακαμεν τοις οφθαλμοις ημων ο εθεασαμεθα και αι χειρες ημων εψηλαφησαν περι του λογου της ζωης 2 και η ζωη εφανερωθη και εωρακαμεν και μαρτυρουμεν και απαγγελλομεν

Διαβάστε περισσότερα

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament There are six corrections made by Antoniades in the 1912 edition of the Patriarchal Greek New Testament. One is the correction

Διαβάστε περισσότερα

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ. ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ (Δελφῶν καί Μιαούλη) Τηλ:2310-828989. Ἡ Θεία Κοινωνία.

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ. ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ (Δελφῶν καί Μιαούλη) Τηλ:2310-828989. Ἡ Θεία Κοινωνία. ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ (Δελφῶν καί Μιαούλη) Τηλ:2310-828989 Ἡ Θεία Κοινωνία κατ οἶκον Θεσσαλονίκη 2008 Κάποιοι συσχετίζουν κάκιστα τὴν παρουσία τοῦ ἱερέως στό

Διαβάστε περισσότερα

Epître de Saint Jean (1)

Epître de Saint Jean (1) Epître de Saint Jean (1) Chapitre 1 1 ο ην απ αρχης ο ακηκοαμεν ο εωρακαμεν τοις οφθαλμοις ημων ο εθεασαμεθα και αι χειρες ημων εψηλαφησαν περι του λογου της ζωης 2 και η ζωη εφανερωθη και εωρακαμεν και

Διαβάστε περισσότερα

11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ)

11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ) 15/03/2019 11η Πανελλήνια Σύναξη Νεότητος της Ενωμένης Ρωμηοσύνης (Φώτο Ρεπορτάζ) / Νέοι και Εκκλησία Κατά την Κυριακὴ 10 Μαρτίου 2019 καὶ ὥρα 10:45 π.μ. (ἀμέσως μετὰ τὴν Θεία Λειτουργία) πραγματοποιήθηκε

Διαβάστε περισσότερα