ΙΛΙΑΔΟΣ Ξ Ν έστορα δ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης, ἀλλ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα «Φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν. ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον 5 εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.» Ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο 10 χαλκῷ παμφαῖνον ὃ δ ἔχ ἀσπίδα πατρὸς ἑοῖο. εἵλετο δ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, στῆ δ ἐκτὸς κλισίης, τάχα δ εἴσιδεν ἔργον ἀεικὲς τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε Τρῶας ὑπερθύμους ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. 15 ὡς δ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ 1. Νέστορα... ἔμπης: we keren terug naar de situatie beschreven in XI 624-43. ἰαχὴ: - geschreeuw (van Grieken en Trojanen). ἔμπης: - in ieder geval, niettemin; hoort bij ἔλαθεν, niet bij πίνοντά περ, er wordt niet gesuggereerd dat Nestor een stevige drinker was. 3. Μαχᾶον: de heelmeester Machaon, zoon van Asclepius, was in XI 506 door Paris gewond en zat daarna (en ook nu nog) bij Nestor in diens tent op verhaal te komen. 8. εἴσομαι: ik zal te weten komen (wat er aan de hand is). περιωπήν: περιωπή - uitkijk (3 x). 10. Θρασυμήδεος ἱπποδάμοιο: genit. poss. bij σάκος, niet bij κλισίῃ. 14. τοὺς μὲν ὀρινομένους τοὺς δὲ κλονέοντας ὄπισθε: sluit niet goed aan bij het einde van boek 13, waar de Grieken tamelijk succesvol waren in het afslaan van de Trojaanse aanval. τοὺς μὲν ὀρινομένους: de Grieken opgejaagd wordend, in verwarring vluchtend. τοὺς δὲ κλονέοντας ὄπισθε: de Trojanen achter hen aan jagend. 15. ἐρέριπτο: was ingestort 16. πορφύρῃ: πορφύρω - deinen, woelen (11 x). κωφῷ: κωφός - loos, onschadelijk, geluidloos* ( niet brekend ).
1 7 3 8 Ο Μ Η Ρ Ο Υ 2 20 25 30 35 ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα αὔτως, οὐδ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν διχθάδι, ἢ μεθ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων, ἦε μετ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι βῆναι ἐπ Ἀτρεΐδην. οἳ δ ἀλλήλους ἐνάριζον μαρνάμενοι λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων. πολλὸν γάρ ῥ ἀπάνευθε μάχης εἰρύατο νῆες θῖν ἔφ ἁλὸς πολιῆς τὰς γὰρ πρώτας πεδίονδε εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. οὐδὲ γὰρ οὐδ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι. τώ ῥ οἵ γ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι ἄχνυτο δέ σφι 17. ὀσσόμενον 18 αὔτως: vergeefs wachtend op. ὀσσόμενον: ὄσσομαι c. acc. - een voorgevoel van iets hebben. λαιψηρὰ: λαιψηρός - snel. 19. κεκριμένον οὖρον: een bepaalde wind, wind uit een bepaalde richting. 30. εἰρύατο: pl. q. perf. 34. αἰγιαλὸς: - strand (4 x). στείνοντο: werden in het nauw gebracht, werden opeen gedrongen. 35. προκρόσσας: op een rij op gelijke afstand van elkaar (zoals kantelen op een muur); adj. bij νῆας. 36. ἠϊόνος: ἠϊών - strand (4 x); het derde woord voor strand in minder dan 10 vss. ὅσον συνεέργαθον ἄκραι: de ruimte tussen (twee) landtongen. 37. οἵ: de in vs. 29 (en 27) genoemde Griekse aanvoerders die wegens verwondingen tijdelijk buiten gevecht gesteld waren. ὀψείοντες: ὀψείω - verlangen te zien. 38. κίον ἀθρόοι: = ξύμβληντο (vs. 27).
3 Ι Λ Ι Α Δ Ο Σ Ξ 3 9 6 2 θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. 40 τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων «Ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ ἀφικάνεις; δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, ὥς ποτ ἐπηπείλησεν ἐνὶ Τρώεσσ ἀγορεύων 45 μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς. κεῖνος τὼς ἀγόρευε τὰ δὴ νῦν πάντα τελεῖται. ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς 50 οὐδ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.» Τὸν δ ἠμείβετ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ «Ἦ δὴ ταῦτά γ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο. τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν 55 ἄῤῥηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι οἳ δ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι νωλεμές οὐδ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ οὐρανὸν ἵκει. 60 ἡμεῖς δὲ φραζώμεθ ὅπως ἔσται τάδε ἔργα εἴ τι νόος ῥέξει πόλεμον δ οὐκ ἄμμε κελεύω 39. ξύμβλητο: ontmoette, trof (de anderen). 40. πτῆξε: πτήσσω - 1. wegduiken; 2. terneer drukken, bang maken (deze bet. alleen hier). 56. εἶλαρ: - beschutting (5 x). 57. ἀλίαστον: ἀλίαστος - hardnekkig, hevig (7 x). 58. νωλεμές: νωλεμής - zonder ophouden (17 x). σκοπιάζων: σκοπιάζω - goed kijken (2 x). 59. ὁπποτέρωθεν: uit welke richting. ὀρινόμενοι κλονέονται: worden opgejaagd en in verwarring gebracht. 62. εἴ τι νόος ῥέξει: gesteld dat een plan ons verder zal helpen. πόλεμον 63 δύμεναι: zich in de strijd begeven.
6 3 8 4 Ο Μ Η Ρ Ο Υ 4 65 70 75 80 δύμεναι οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.» Τὸν δ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων «Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, τεῖχος δ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος, ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ ἄῤῥηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι νωνύμνους ἀπολέσθαι ἀπ Ἄργεος ἐνθάδ Ἀχαιούς. ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν, οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν. ἀλλ ἄγεθ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν, ὕψι δ ἐπ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο Τρῶες ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας. οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ ἀνὰ νύκτα. βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.» Τὸν δ ἄρ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς «Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων οὐλόμεν αἴθ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου 63. βεβλημένον: iemand die getroffen is, een gewonde. 66. οὐκ ἔχραισμε: niet heeft geholpen. 68. εἶλαρ: - beschutting (5 x). 71. ᾔδεα: Attisch ᾔδη. 73. κυδάνει: κυδάνω = κυδαίνω - roem / luister verlenen. 75. πρῶται: in de eerste lijn, d.w.z. in de rij die het dichtst bij de zee is. ἄγχι θαλάσσης: praedic. bep. bij εἰρύαται als verklaring v. πρῶται; Br. & Sp. zetten een komma na θαλάσσης. 76. ἕλκωμεν ἐρύσσομεν: slepen trekken (of omgekeerd; het verschil is vlg. Willcock dat het eerste op rolbalken, het tweede door ondiep water gaat). 77. ὕψι: in de hoogte, hier wrsch. in volle zee (die bet. niet in Mehler) hoog op de rede (Schwartz). ἐπ εὐνάων ὁρμίσσομεν: laten we met ankerstenen verankeren. 78. ἀβρότη: ἄβροτος - onsterfelijk, goddelijk. 79. ἐρυσαίμεθα: sc. εἰς ἅλα δῖαν.
5 Ι Λ Ι Α Δ Ο Σ Ξ 8 5 1 0 6 σημαίνειν, μὴ δ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς 85 ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος. οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν καλλείψειν, ἧς εἵνεκ ὀϊζύομεν κακὰ πολλά; σίγα, μή τίς τ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ 90 μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν σκηπτοῦχός τ εἴη, καί οἱ πειθοίατο λαοὶ τοσσοῖδ ὅσσοισιν σὺ μετ Ἀργείοισιν ἀνάσσεις νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες 95 ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς νῆας ἐϋσσέλμους ἅλαδ ἑλκέμεν, ὄφρ ἔτι μᾶλλον Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, ἡμῖν δ αἰπὺς ὄλεθρος ἐπιῤῥέπῃ. οὐ γὰρ Ἀχαιοὶ σχήσουσιν πόλεμον νηῶν ἅλα δ ἑλκομενάων, 100 ἀλλ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης. ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.» Τὸν δ ἠμείβετ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων «Ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ ἀργαλέῃ ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα 105 νῆας ἐϋσσέλμους ἅλα δ ἑλκέμεν υἷας Ἀχαιῶν. 84. ἀεικελίου: ἀεικέλιος - onbetamelijk, smadelijk 86. τολυπεύειν: - op iets zinnen, doorstaan*. 87. ἀργαλέους: ἀργαλέος - pijnlijk, lastig, moeilijk. ἕκαστος: hier iedereen zonder uitzondering. 89. ὀϊζύομεν: imperf. al is de vorm gelijk aan het praesens. 92. ᾗσι φρεσὶν: dat. instr. niet afh. v. ἄρτια. 96. πολέμοιο συνεσταότος: genit. absol. in volle gang 98. εὐκτὰ: εὐκτός - afgesmeekt, reden gevend tot pochen ; welke betekenis hier het beste past, daarover verschilt men van mening. 99. ἐπιῤῥέπῃ: komt op ons neer. 101. ἀποπαπτανέουσιν: zij zullen voortdurend omkijken (naar de schepen). ἐρωήσουσι δὲ χάρμης: verslappen in strijdlust. 102. σὴ βουλὴ δηλήσεται: zal jouw plan duidelijk worden namelijk hoe slecht dat is.
1 0 7 1 2 8 Ο Μ Η Ρ Ο Υ 6 110 115 120 125 νῦν δ εἴη ὃς τῆσδέ γ ἀμείνονα μῆτιν ἐνίσποι ἢ νέος ἠὲ παλαιός ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.» Τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης «Ἐγγὺς ἀνήρ οὐ δηθὰ ματεύσομεν αἴ κ ἐθέλητε πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ ὑμῖν πατρὸς δ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, οἴκεον δ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ ἦν ἱππότα Οἰνεὺς πατρὸς ἐμοῖο πατήρ ἀρετῇ δ ἦν ἔξοχος αὐτῶν. ἀλλ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δ ἐμὸς Ἄργεϊ νάσθη πλαγχθείς ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. Ἀδρήστοιο δ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, πολλὰ δέ οἱ πρόβατ ἔσκε κέκαστο δὲ πάντας Ἀχαιοὺς ἐγχείῃ τὰ δὲ μέλλετ ἀκουέμεν, εἰ ἐτεόν περ. τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ ἐῢ εἴπω. δεῦτ ἴομεν πόλεμόνδε καὶ οὐτάμενοί περ ἀνάγκῃ. 109. Διομήδης: komt met een voorstel dat hij laat voorafgaan door een liefst 18 vss. lange totaal niet ter zake doende saaie en irritante captatio benevolentiae. 110. οὐ δηθὰ ματεύσομεν: ontkenning is οὐ dus is ματεύσομεν geen coni. aor., maar indic. fut. we hoeven niet lang te zoeken. ματεύσομεν: ματεύω - zoeken. 114. χυτὴ γαῖα: grafheuvel. 115. Πορθεῖ: Πορθεύς was koning van Calydon. 119. Ἄργεϊ νάσθη: vestigde zich in Argos. νάσθη: aor. pass. v. ναίω - (be)wonen. 120. πλαγχθείς ἄλλοι: de werkelijke reden verzwijgt Diomedes: zijn grootvader moest in ballingschap omdat hij een moord had gepleegd. 121. θυγατρῶν: μίαν. 123. ἀμφίς: adv. - rondom. 125. ἀκουέμεν: perfectumachtig praesens. 128. δεῦτ : adv. - hierheen, kom op. οὐτάμενοί: = βεβλημένοι.
7 Ι Λ Ι Α Δ Ο Σ Ξ 1 2 9 1 5 3 ἔνθα δ ἔπειτ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος ἐκ βελέων, μή πού τις ἐφ ἕλκεϊ ἕλκος ἄρηται 130 ἄλλους δ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ θυμῷ ἦρα φέροντες ἀφεστᾶσ οὐδὲ μάχονται.» Ὣς ἔφαθ, οἳ δ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο βὰν δ ἴμεν, ἦρχε δ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. Οὐδ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, 135 ἀλλὰ μετ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς, δεξιτερὴν δ ἕλε χεῖρ Ἀγαμέμνονος Ἀτρεΐδαο, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα «Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν 140 δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ ἠβαιαί. ἀλλ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε σοὶ δ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν, ἀλλ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες εὐρὺ κονίσουσιν πεδίον, σὺ δ ἐπόψεαι αὐτὸς 145 φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.» Ὣς εἰπὼν μέγ ἄϋσεν ἐπεσσύμενος πεδίοιο. ὅσσόν τ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος, τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων 150 ἧκεν Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ ἑκάστῳ καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. Ἥρη δ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι 129. ἐχώμεθα δηϊοτῆτος: laten we ons onthouden van deelname aan de strijd. 132. θυμῷ ἦρα φέροντες: om zichzelf te plezieren. ἦρα φέροντες: een dienst bewijzend. 139. ὀλοὸν κῆρ: het verderfelijke hart. 140. γηθεῖ: γηθέω cum accusat. - genieten van. 142. σιφλώσειε: σιφλόω - blind maken. 145. κονίσουσιν: κονίω - met stof bedekken, in een stofwolk hullen*. 150. ὄπα: ὄψ - stem. 152. ἄληκτον: adv. - zonder ophouden. 153. εἰσεῖδε: keek (zonder object, of als je dat toch wilt de strijd bij de schepen.
1 5 4 1 7 3 Ο Μ Η Ρ Ο Υ 8 155 160 165 170 στᾶσ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου αὐτίκα δ ἔγνω τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ Ζῆνα δ ἐπ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ. μερμήριξε δ ἔπειτα βοῶπις πότνια Ἥρη ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο ἧδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν, εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι ᾗ χροιῇ, τῷ δ ὕπνον ἀπήμονά τε λιαρόν τε χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. βῆ δ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε κληῖδι κρυπτῇ, τὴν δ οὐ θεὸς ἄλλος ἀνῷγεν ἔνθ ἥ γ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς. ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ ἐλαίῳ ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ 154. ἐξ Οὐλύμποιο: praedic. bep. bij στᾶσ. ἀπὸ ῥίου: praedic. bep. bij εἰσεῖδε. ῥίου: ῥίον - bergtop*, voorgebergte (6 x). 156. δαέρα: δαήρ - zwager (6 x). 158. στυγερὸς: afschuwelijk, gehaat. 162. ἐντύνασαν: ἐντύνω - gereed maken, opmaken. 164. χροιῇ: = χρωτί; χροιή - huid, lichaam ; de dativus hangt af v. παραδραθέειν (τινι) - slapen naast iemand (of iets). 165. χεύῃ: een coni. na een hist. tijd in de hoofdzin is opmerkelijk, te meer daar al een optativus (ἱμείραιτο) is voorafgegaan; Leaf stelt conjectuur voor: χεύειε βλεφάροισιν χεύει ἐν βλεφάροισιν. φρεσὶ πευκαλίμῃσι: πευκάλιμος scherpzinnig komt alleen voor in deze junctuur. 168. κληῖδι: κληίς - grendel of slot*, sleutel. 170. ἀμβροσίῃ: ἀμβροσίη ambrozijn is een godenspijs, maar het is ook een geurige zalf waarmee geparfumeerd en gesmeerd kan worden. 172. ἀμβροσίῳ: adjectief onsterfelijk, goddelijk. ἑδανῷ: ἑδανός - geurig. τεθυωμένον: enige vorm van θυόω - welriekend maken, parfumeren. 173. Διὸς: gen. pos. bij χαλκοβατὲς δῶ.
9 Ι Λ Ι Α Δ Ο Σ Ξ 1 7 4 1 9 7 ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ ἀϋτμή. τῷ ῥ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας 175 πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο. ἀμφὶ δ ἄρ ἀμβρόσιον ἑανὸν ἕσαθ, ὅν οἱ Ἀθήνη ἔξυσ ἀσκήσασα, τίθει δ ἐνὶ δαίδαλα πολλά χρυσείῃς δ ἐνετῇσι κατὰ στῆθος περονᾶτο. 180 ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ, ἐν δ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι τρίγληνα μορόεντα χάρις δ ἀπελάμπετο πολλή. κρηδέμνῳ δ ἐφύπερθε καλύψατο δῖα θεάων καλῷ νηγατέῳ λευκὸν δ ἦν ἠέλιος ὥς 185 ποσσὶ δ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον βῆ ῥ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ Ἀφροδίτην τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε «Ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω, 190 ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ, οὕνεκ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;» Τὴν δ ἠμείβετ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη «Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο αὔδα ὅ τι φρονέεις τελέσαι δέ με θυμὸς ἄνωγεν, 195 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.» Τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη 174. ἀϋτμή: - het waaien, adem, damp, geur*. 179. ἔξυσ ἀσκήσασα: zorgvuldig had gestreken. ἔξυσ : ξύω - schaven, gladstrijken. δαίδαλα: - kunstwerken, versierselen, sieraden. 180. ἐνετῇσι: ἐνετή - speld. περονᾶτο: περονάω - doorsteken; περονάομαι - vastspelden. 181. θυσάνοις: θύσανος - kwast (2 x). 182. ἕρματα: hangers, oorbellen. ἐϋτρήτοισι: ἐΰτρητος - goed doorboord. λοβοῖσι: λοβός - oorlel. 183. τρίγληνα: τρίγληνος - met drie parels (3 x). μορόεντα: μορόεις - moerbeivormigvormig (2 x). 185. νηγατέῳ: νηγάτεος - niet eerder gedragen (2 x).
1 9 8 2 2 0 Ο Μ Η Ρ Ο Υ 1 0 200 205 210 215 220 «Δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους. εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, οἵ μ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ ἀτίταλλον δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης τοὺς εἶμ ὀψομένη, καί σφ ἄκριτα νείκεα λύσω ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι, αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.» Τὴν δ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη «Οὐκ ἔστ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.» Ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο ἔνθ ἔνι μὲν φιλότης, ἐν δ ἵμερος, ἐν δ ὀαριστὺς πάρφασις, ἥ τ ἔκλεψε νόον πύκα περ φρονεόντων. τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζε «Τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται οὐδέ σέ φημι 200. πολυφόρβου: πολύφορβος - velen voedend (3 x). 201. μητέρα Τηθύν: Tethys, de vrouw van Oceanus, niet te verwarren met Θέτις (Thetis), de vrouw van Peleus en moeder van Achilles. 205. ἄκριτα: ἄκριτος - onbeslist, eindeloos (10 x). 206. ἀλλήλων ἀπέχονται: subj. Oceanus en Tethys. 209. ἀνέσαιμι: opt. aor. act. v. ἀνίημι - o.a. aansporen. ὁμωθῆναι: ὁμόομαι - zich verenigen. 214. κεστὸν: κεστός - geprikt ; in de riem van Aphrodite waren met een priknaald figuren gestoken. 215. θελκτήρια: - middelen om te bekoren / betoveren (3 x). τέτυκτο: hier afgebeeld. 216. ὀαριστὺς: - geminnekoos, ontmoeting (3 x). 217. πάρφασις: - het bepraten.
1 1 Ι Λ Ι Α Δ Ο Σ Ξ 2 2 1 2 4 6 ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.» Ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη, μειδήσασα δ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ. Ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη, Ἥρη δ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, 225 Πιερίην δ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατ ἐφ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα ἀκροτάτας κορυφάς οὐδὲ χθόνα μάρπτε ποδοῖιν ἐξ Ἀθόω δ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα, Λῆμνον δ εἰσαφίκανε πόλιν θείοιο Θόαντος. 230 ἔνθ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο, ἔν τ ἄρα οἱ φῦ χειρὶ ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζεν «Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ ἀνθρώπων, ἠμὲν δή ποτ ἐμὸν ἔπος ἔκλυες, ἠδ ἔτι καὶ νῦν πείθευ ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. 235 κοίμησόν μοι Ζηνὸς ὑπ ὀφρύσιν ὄσσε φαεινὼ αὐτίκ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ χρύσεον Ἥφαιστος δέ κ ἐμὸς πάϊς ἀμφιγυήεις τεύξει ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, 240 τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.» Τὴν δ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος «Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα 245 Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται 221. ἄπρηκτόν: onverrichterzake, zonder succes. 239. ἀμφιγυήεις: - met sterke armen of met kromme benen (11 x); betekenis onzeker. 241. εἰλαπινάζων: εἰλαπινάζω - een feestmaal houden (4 x). 242. νήδυμος Ὕπνος: alleen in deze junctuur vindt men νήδυμος, een adject. dat men pleegt te vertalen met diep als is de afleiding onbekend en de betekenis eigenlijk ook.
2 4 7 2 6 8 Ο Μ Η Ρ Ο Υ 1 2 250 255 260 265 Ζηνὸς δ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην οὐδὲ κατευνήσαιμ, ὅτε μὴ αὐτός γε κελεύοι. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο νήδυμος ἀμφιχυθείς σὺ δέ οἱ κακὰ μήσαο θυμῷ ὄρσασ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, καί μιν ἔπειτα Κόων δ εὖ ναιομένην ἀπένεικας νόσφι φίλων πάντων. ὃ δ ἐπεγρόμενος χαλέπαινε ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ ἔξοχα πάντων ζήτει καί κέ μ ἄϊστον ἀπ αἰθέρος ἔμβαλε πόντῳ, εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν τὴν ἱκόμην φεύγων, ὃ δ ἐπαύσατο χωόμενός περ. ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι. νῦν αὖ τοῦτό μ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.» Τὸν δ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη «Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς; ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο; ἀλλ ἴθ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν, 248. κατευνήσαιμ : κατευνάω - doen inslapen (4 x). 249. ἐπίνυσσεν: πινύσσω - voorzichtig maken. 250. ὑπέρθυμος Διὸς υἱὸς: bedoeld wordt Heracles; cf. V 638-51. 252. ἔλεξα: aor.v. λέχω = κατευνάω cf. 248; sommige edd. prefereren de v.l. ἔθελξα. 253. οἱ: Zeus of Heracles? wonderlijk gebruik van het niet-emphatische pron. pers. μήσαο: aor. med. v. μήδομαι = μέδομαι - (be)denken, beramen. 254. ἀήτας: ἀήτη - het waaien, wind, windvlaag (4 x). 255. μιν: sc. Heracles. 257. ῥιπτάζων: ῥιπτάζω is intensivum / frequentativum v. ῥίπτω; Zeus liet zijn medegoden alle hoeken van de kamers zien. 258. ζήτει: had het gemunt op. 259. δμήτειρα: - bedwingster, zij die bedwingt. 262. ἄλλο: wederom iets dergelijks.
1 3 Ι Λ Ι Α Δ Ο Σ Ξ 2 6 9 2 9 3 [Πασιθέην, ἧς αἰὲν ἱμείρεαι ἤματα πάντα]» Ὣς φάτο, χήρατο δ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα 270 «Ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, τῇ δ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες μάρτυροι ὦσ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων 275 Πασιθέην, ἧς τ αὐτὸς ἐέλδομαι ἤματα πάντα.» Ὣς ἔφατ, οὐδ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, ὄμνυε δ ὡς ἐκέλευε, θεοὺς δ ὀνόμηνεν ἅπαντας τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται. αὐτὰρ ἐπεί ῥ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, 280 τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον. Ἴδην δ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα τὼ δ ἐπὶ χέρσου βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη. 285 ἔνθ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ ἐν Ἴδῃ μακροτάτη πεφυυῖα δι ἠέρος αἰθέρ ἵκανεν ἔνθ ἧστ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ ἐν ὄρεσσι 290 χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν. Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον Ἴδης ὑψηλῆς ἴδε δὲ νεφεληγερέτα Ζεύς. 270. χήρατο: aor. med. v. χαίρω. 271. ἄγρει: - vooruit, welaan. 273. μαρμαρέην: μαρμάρεος - flikkerend, vonkelend (3 x). 274. οἳ ἔνερθε θεοὶ: de goden in de onderwereld. 285. σείετο: werd geschud, bewoog hevig. 286. πάρος Διὸς ὄσσε ἰδέσθαι: voordat Zeus ogen hem hadden gezien. 289. πεπυκασμένος: πυκάζω - bedekken, omhullen. 290. λιγυρῇ: - helder zingend. 291. χαλκίδα: χαλκίς - specht (godentaal). κύμινδιν: κύμινδις - specht.
2 9 4 3 1 8 Ο Μ Η Ρ Ο Υ 1 4 295 300 305 310 315 ὡς δ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. στῆ δ αὐτῆς προπάροιθεν ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζεν «Ἥρη πῇ μεμαυῖα κατ Οὐλύμπου τόδ ἱκάνεις; ἵπποι δ οὐ παρέασι καὶ ἅρματα τῶν κ ἐπιβαίης.» Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη «Ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ ἀτίταλλον τοὺς εἶμ ὀψομένη, καί σφ ἄκριτα νείκεα λύσω ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. ἵπποι δ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης ἑστᾶσ, οἵ μ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ Οὐλύμπου τόδ ἱκάνω, μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ οἴχωμαι πρὸς δῶμα βαθυῤῥόου Ὠκεανοῖο.» Τὴν δ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς «Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, νῶϊ δ ἄγ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. οὐ γάρ πώ ποτέ μ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, οὐδ ὁπότ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ ἀτάλαντον 301. πολυφόρβου: πολύφορβος - velen voedend (3 x). πείρατα: πεῖραρ, τό - 1. einde, grens, beslissing; 2. touw; over de vraag of het om één woord gaat of twee homoniemen bestaat geen eensgezindheid. 307. πρυμνωρείῃ: πρυμνωρείη - voet van de berg. 308. τραφερήν: τραφερή (γῆ) - vaste land (2 x). 314. τραπείομεν: coni. aor. II pass. v. τέρπω - blij maken, τέρπομαι - zich vermaken; alleen in deze 3 x voorkomende conjunctivusvorm is de rho van plaats verschoven; de ind. aor. pass. is ἐτάρπην / ἐτάρφθην / ἐτέρφθην. 316. περιπροχυθεὶς: - rondom uitgestort.
1 5 Ι Λ Ι Α Δ Ο Σ Ξ 3 1 9 3 4 3 οὐδ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν 320 οὐδ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν οὐδ ὅτε περ Σεμέλης οὐδ Ἀλκμήνης ἐνὶ Θήβῃ, ἥ ῥ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν 325 οὐδ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, οὐδ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς, ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.» Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη «Αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. 330 εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα πῶς κ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων εὕδοντ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην 335 ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. ἀλλ εἰ δή ῥ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν ἔνθ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.» 340 Τὴν δ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς «Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν ἀνδρῶν ὄψεσθαι τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω 320. ἀριδείκετον: ἀριδείκετος - uitblinkend. 321. τηλεκλειτοῖο: bij Φοίνικος. 324. κρατερόφρονα: κρατερόφρων - onverschrokken. 332. τὰ δὲ προπέφανται ἅπαντα: alles is duidelijk te zien ; προφαίνω - tr. te voorschijn laten komen, intr. te voorschijn komen (ook med.). 334. ἀθρήσειε: ἀθρέω - zien, (be)kijken, waarnemen (5 x). πᾶσι: de dativ. hangt hier zowel af van het verbum finitum als van het participium. 335. τεὸν πρὸς δῶμα: de Olympus. 336. νεμεσσητὸν: νεμεσσητός - afkeurenswaardig, ongepast (8 x). 340. εὔαδεν: ἁνδάνω heeft als aor. ἥνδανον, ἑήνδανον, ἕαδον, ἅδον, εὕαδον.
3 4 4 3 6 5 Ο Μ Η Ρ Ο Υ 1 6 345 350 355 360 365 χρύσεον οὐδ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.» Ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν τοῖσι δ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, λωτόν θ ἑρσήεντα ἰδὲ κρόκον ἠδ ὑάκινθον πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ ἔεργε. τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν χρυσείην στιλπναὶ δ ἀπέπιπτον ἔερσαι. Ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ ἀγκὰς ἄκοιτιν βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ ἀγχοῦ δ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα «Πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ ἔτι εὕδει Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ ἐκάλυψα Ἥρη δ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.» Ὣς εἰπὼν ὃ μὲν ᾤχετ ἐπὶ κλυτὰ φῦλ ἀνθρώπων, τὸν δ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν. αὐτίκα δ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν «Ἀργεῖοι καὶ δ αὖτε μεθίεμεν Ἕκτορι νίκην Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται; 345. φάος: de twee betekenissen van dit woord licht en zicht vallen hier samen. 347. τοῖσι δ ὑπὸ: anastrophe, aan het accent niet zichtbaar omdat de praepositie niet onmiddellijk volgt op het bijbehorende substantief, een regel die M.L West in zijn Ilias negeert. Bij hem leest men dus τοῖσι δ ὕπο. νεοθηλέα: νεοθηλής - pas ontloken. ποίην: ποίη - gras (in de Ilias alleen hier). 348. ἑρσήεντα: ἑρσήεις - bedauwd, fris (3 x). 349. ἔεργε: ἔργω, ἐέργω, εἴργω, ἔργνυμι - afsluiten, cum genit. verwijderd houden van*. 351. στιλπναὶ: στιλπνός - glinsterend. ἔερσαι: - dauwdruppels (6 x). 363. προθορὼν: part. aor. v. προθρῴσκω - vooruitspringen (2 x). 364. μεθίεμεν Ἕκτορι νίκην: staan wij aan Hector de overwinning af. μεθίεμεν: indic. praes. v. μεθίημι - toestaan, overlaten. 365. ἕλῃ ἄρηται: de beteke-
1 7 Ι Λ Ι Α Δ Ο Σ Ξ 3 6 6 3 8 8 ἀλλ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ Ἀχιλλεὺς νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ κείνου δ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι ἡμεῖς ὀτρυνώμεθ ἀμυνέμεν ἀλλήλοισιν. ἀλλ ἄγεθ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες 370 ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι κρύψαντες, χερσίν τε τὰ μακρότατ ἔγχε ἑλόντες ἴομεν αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ ἔτι φημὶ Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. 375 ὃς δέ κ ἀνὴρ μενέχαρμος, ἔχει δ ὀλίγον σάκος ὤμῳ, χείρονι φωτὶ δότω, ὃ δ ἐν ἀσπίδι μείζονι δύτω.» Ὣς ἔφαθ, οἳ δ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο τοὺς δ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων 380 οἰχόμενοι δ ἐπὶ πάντας ἀρήϊα τεύχε ἄμειβον ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν. αὐτὰρ ἐπεί ῥ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν βάν ῥ ἴμεν ἦρχε δ ἄρά σφι Ποσειδάων ἐνοσίχθων δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ 385 εἴκελον ἀστεροπῇ τῷ δ οὐ θέμις ἐστὶ μιγῆναι ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας. Τρῶας δ αὖθ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ. nis van de verba αἱρέομαι en ἄρνυμαι overlappen elkaar grotendeels. 368. οἳ ἄλλοι ἡμεῖς: de rest van ons. 369. ὀτρυνώμεθ : wij elkaar aansporen, wij ons laten aansporen. ἀλλήλοισιν: indirect obj. v. ἀμυνέμεν. 372. παναίθῃσιν: πάναιθος - (geheel) blinkend. 376. μενέχαρμος: - onverschrokken, standvastig in de strijd (= μενεχάρμης); etymologisch verband met μένω, niet met μένος. 381. οἰχόμενοι δ ἐπὶ πάντας: afstappend op al hun manschappen. τεύχε ἄμειβον: lieten van wapenrusting wisselen. 385. τανύηκες: τανυήκης - met spitse punt. 387. δαῒ: δαΐς, ἡ I - hitte van de strijd (3 x); δαΐς, ἡ II - fakkel (Ilias ); δαίς, -τος, ἡ - portie, maaltijd.
3 8 9 4 1 1 Ο Μ Η Ρ Ο Υ 1 8 390 395 400 405 410 δή ῥα τότ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ, ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δ Ἀργείοισιν ἀρήγων. ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε Ἀργείων οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ. οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο οὔρεος ἐν βήσσῃς, ὅτε τ ὤρετο καιέμεν ὕλην οὔτ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ δεινὸν ἀϋσάντων, ὅτ ἐπ ἀλλήλοισιν ὄρουσαν. Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ ἀφάμαρτε, τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην, ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ Ἕκτωρ, ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, ἂψ δ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ ἀλεείνων. τὸν μὲν ἔπειτ ἀπιόντα μέγας Τελαμώνιος Αἴας χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας 390. κυανοχαῖτα: enkele adjectiva, vooral die bij godennamen, hebben in de nominativus een vorm gekregen die ontleend is aan de vocativus; op metrische gronden had enige verbreiding plaats: νεφεληγερέτα, κυανοχαῖτα, ἱππότα, μητίετα, στεροπηγερέτα, ἱππηλάτα, αἰχμητά, ἠπύτα, ἀκάκητα, Θύεστα. 399. ἠπύει: ἠπύω - roepen, klinken (5 x). χαλεπαίνων: χαλεπαίνω - toornen, woeden. 401. ὄρουσαν: ὀρούω = ὄρνυμαι. 403. τέτραπτο: subj. Aias. 410. ἔχματα: - stutten (stenen gebruikt om het schip recht overeind te houden). 411. πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο: [die] men tussen de voeten der strijdenden rolde ; om die te laten struikelen, een gebruik dat alle sterke mannen van die stenen konden maken, terwijl alleen
1 9 Ι Λ Ι Α Δ Ο Σ Ξ 4 1 2 4 3 3 στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, στρόμβον δ ὣς ἔσσευε βαλών, περὶ δ ἔδραμε πάντῃ. ὡς δ ὅθ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς πρόῤῥιζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ 415 ἐξ αὐτῆς, τὸν δ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός, ὣς ἔπεσ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι χειρὸς δ ἔκβαλεν ἔγχος, ἐπ αὐτῷ δ ἀσπὶς ἑάφθη καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. 420 οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς αἰχμάς ἀλλ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν οὐτάσαι οὐδὲ βαλεῖν πρὶν γὰρ περίβησαν ἄριστοι Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ 425 Σαρπηδών τ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων. τῶν δ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ ἄρ ἑταῖροι χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρ ἵκεθ ἵππους ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο 430 ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ ἔχοντες οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα. Ἀλλ ὅτε δὴ πόρον ἷξον ἐϋῤῥεῖος ποταμοῖο een geweldenaar als Aias ze voor een worp kon gebruiken. 412. ἄντυγος: ἡ ἄντυξ - rand van het schild*, rand van de wagenbak. 413. στρόμβον: ὁ στρόμβος - drijftol. ἔσσευε βαλών: het verzwegen object is Hector. περὶ δ ἔδραμε πάντῃ: hij (Hector) draaide helemaal rond op zijn voeten. 414. ἐξερίπῃ: intr. aor. act. v. ἐξερείπω - vellen. 416. ἐξ αὐτῆς: = ἐκ τῆς δρυός; bomen zijn altijd fem. gen. τὸν δ οὔ περ ἔχει θράσος: in NL proza zouden wij subj. en obj. wisselen. 417. χαλεπὸς: angst aanjagend. 418. Ἕκτορος μένος: = Ἕκτωρ. 419. ἑάφθη: viel op hem neer ; cf. XIII 419; wrsch. een vorm van ἅπτω of ἰάπτω, verba waaraan de in deze context noodzakelijke betekenis eigenlijk niet kan worden ontleend.
4 3 4 4 5 7 Ο Μ Η Ρ Ο Υ 2 0 435 440 445 450 455 Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ χεῦαν ὃ δ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, ἑζόμενος δ ἐπὶ γοῦνα κελαινεφὲς αἷμ ἀπέμεσσεν αὖτις δ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε νὺξ ἐκάλυψε μέλαινα βέλος δ ἔτι θυμὸν ἐδάμνα. Ἀργεῖοι δ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων Ἤνοπι βουκολέοντι παρ ὄχθας Σατνιόεντος. τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν οὖτα κατὰ λαπάρην ὃ δ ἀνετράπετ, ἀμφὶ δ ἄρ αὐτῷ Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. τῷ δ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον υἱὸν Ἀρηϊλύκοιο, δι ὤμου δ ὄβριμον ἔγχος ἔσχεν, ὃ δ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. Πουλυδάμας δ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας «Οὐ μὰν αὖτ ὀΐω μεγαθύμου Πανθοΐδαο χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.» 437. ἀπέμεσσεν: ἀπεμέω - uitbraken. 439. βέλος: in dit geval geen pijl of speer, maar een rotsblok. 441. θόρον: θρῴσκω / θρώσκω, aor. ἔθορον - springen, op iets afstormen*. 445. βουκολέοντι: βουκολέω - runderen hoeden (5 x). 447. λαπάρην: λαπάρη - zij (het zachte deel tussen ribben en heup). ὃ δ ἀνετράπετ : hij viel achterover. 449. ἀμύντωρ: - helper, beschermer. 452. ἀγοστῷ: met zijn vingers, met een greep van zijn hand. 453. ἔκπαγλον ἐπεύξατο: triomfeerde uitbundig. 456. κόμισε χροΐ: heeft hem opgevangen met zijn lichaam, sc. ἄκοντα. 457. αὐτῷ σκηπτόμενον: daarop steunend.
2 1 Ι Λ Ι Α Δ Ο Σ Ξ 4 5 8 4 7 7 Ὣς ἔφατ, Ἀργείοισι δ ἄχος γένετ εὐξαμένοιο Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε τῷ Τελαμωνιάδῃ τοῦ γὰρ πέσεν ἄγχι μάλιστα. 460 καρπαλίμως δ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ. Πουλυδάμας δ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν λικριφὶς ἀΐξας, κόμισεν δ Ἀντήνορος υἱὸς Ἀρχέλοχος τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον. τόν ῥ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, 465 νείατον ἀστράγαλον, ἀπὸ δ ἄμφω κέρσε τένοντε τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε οὔδεϊ πλῆντ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος. Αἴας δ αὖτ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι «Φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες 470 ἦ ῥ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ, ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο ἢ πάϊς αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.» Ἦ ῥ εὖ γιγνώσκων, Τρῶας δ ἄχος ἔλλαβε θυμόν. 475 ἔνθ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ ἀμφὶ κασιγνήτῳ βεβαώς ὃ δ ὕφελκε ποδοῖιν. 458. εὐξαμένοιο: sc. Πουλυδάμαντος. 460. πέσεν: sc. ἄκων. 461. ἀπιόντος: sc. Πουλυδάμαντος. 463. λικριφὶς: - opzij (2 x). 465. συνεοχμῷ: συνεοχμός - verbinding, verenigingspunt. 466. νείατον ἀστράγαλον: bovenste (nek)wervel ; meestal betekent νείατος - onderste, maar het betekent in de eerste plaats aan het uiteinde van een reeks. ἀπὸ δ ἄμφω κέρσε: tmesis; τέμνω = ± κείρω. 468. οὔδεϊ πλῆντ : naderden de grond. πλῆντ : aor. med. zowel van πίμπλημι als van πελάζω. 471. Προθοήνορος: cf. vs. 450. 473. Ἀντήνορος 474 πάϊς: de zojuist door Aias dodelijk getroffen Archelochus (vs. 464) is inderdaad een zoon van de Trojaan Antenor en een broer van Acamas die zal proberen het lijk van zijn broer 476. Πρόμαχον: zoon van Algenor en Boeötisch aanvoerder. 477. ὃ δ ὕφελκε ποδοῖιν: nevenschikkend zinsverband waar wij aan een temporele bijzin de voorkeur zouden geven: toen deze hem. ὃ δ : Promachus. ὕφελκε: de conatu. ποδοῖιν: bij de voeten (Mehler) of onder de
4 7 8 4 9 8 Ο Μ Η Ρ Ο Υ 2 2 480 485 490 495 τῷ δ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας «Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι οὔ θην οἴοισίν γε πόνος τ ἔσεται καὶ ὀϊζὺς ἡμῖν, ἀλλά ποθ ὧδε κατακτενέεσθε καὶ ὔμμες. φράζεσθ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ δηρὸν ἄτιτος ἔῃ τὼ καί κέ τις εὔχεται ἀνὴρ γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.» Ὣς ἔφατ, Ἀργείοισι δ ἄχος γένετ εὐξαμένοιο Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν ὁρμήθη δ Ἀκάμαντος ὃ δ οὐχ ὑπέμεινεν ἐρωὴν Πηνελέωο ἄνακτος ὃ δ οὔτασεν Ἰλιονῆα υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε τῷ δ ἄρ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα. τὸν τόθ ὑπ ὀφρύος οὖτα κατ ὀφθαλμοῖο θέμεθλα, ἐκ δ ὦσε γλήνην δόρυ δ ὀφθαλμοῖο διὰ πρὸ καὶ διὰ ἰνίου ἦλθεν, ὃ δ ἕζετο χεῖρε πετάσσας ἄμφω Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε αὐτῇ σὺν πήληκι κάρη ἔτι δ ὄβριμον ἔγχος voeten (van Acamas) vandaan ; het is niet duidelijk of het om de voeten van Acamas of die van Archelochus gaat; vlg. Leaf is beide mogelijk. 479. ἰόμωροι: - als boogschutters beroemd (2 x); laatdunkend, want een echte man vecht niet met pijl en boog maar met speren. 482. εὕδει: slaapt, d.w.z. morsdood is. 483. κασιγνήτοιό γε ποινὴ: de boete voor de moord op mijn broer. 484. ἄτιτος: - onbetaald*, ongewroken (XIII 414) (2 x). τὼ καί κέ τις εὔχεται ἀνὴρ: iedereen bidt zou ik denken ; κε met indic. praes. komt verder niet voor. 485. γνωτὸν: verwant. ἀρῆς ἀλκτῆρα: afweerder van onheil. 487. Πηνέλεῳ: aanvoerder der Boeötiërs. 493. ὀφθαλμοῖο θέμεθλα: oogkassen. θέμεθλα: τά - oogholte, onderste deel van de keel (2 x). 494. γλήνην: γλήνη - pupil, oogappel, pop (3 x). 495. ἰνίου: ἰνίον - nekspier (2 x). 497. ἀπήραξεν: sloeg / hakte af. 498. αὐτῇ σὺν πήληκι: met helm en al.
2 3 Ι Λ Ι Α Δ Ο Σ Ξ 4 9 9 5 2 2 ἦεν ἐν ὀφθαλμῷ ὃ δὲ φὴ κώδειαν ἀνασχὼν πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα 500 «Εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.» 505 Ὣς φάτο, τοὺς δ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. Ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ ἔχουσαι ὅς τις δὴ πρῶτος βροτόεντ ἀνδράγρι Ἀχαιῶν ἤρατ, ἐπεί ῥ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. 510 Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων Φάλκην δ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, Τεῦκρος δὲ Προθόωνά τ ἐνήρατο καὶ Περιφήτην 515 Ἀτρεΐδης δ ἄρ ἔπειθ Ὑπερήνορα ποιμένα λαῶν οὖτα κατὰ λαπάρην, διὰ δ ἔντερα χαλκὸς ἄφυσσε δῃώσας ψυχὴ δὲ κατ οὐταμένην ὠτειλὴν ἔσσυτ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. πλείστους δ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός 520 οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ. 499. κώδειαν: κώδεια - papaverbol. 501. εἰπέμεναί: inf. pro imp. 504. γανύσσεται: γάνυμαι - 1. schitteren; 2. zich verblijden* (4 x). 509. ἀνδράγρι : ἀνδράγρια - wat op een man wordt buitgemaakt, wapenrusting, 518. δῃώσας: δηιόω - doden, vernielen, verscheuren. 521. ἐπισπέσθαι ποσὶν ἦεν ἀνδρῶν τρεσσάντων: vlg. Leaf zijn er 2 (gelijkwaardige) mogelijkheden: 1. ποσὶν is dat. instr. en ἀνδρῶν τρεσσάντων is genit. absol, of 2. ποσὶν is (indirect) object van ἐπισπέσθαι en ἀνδρῶν τρεσσάντων is genit. poss. bij ποσὶν.