Prüfungstexte zum Griechisch-Intensivkurs (SS 00) NT-Griechisch-Kurs Teil : Lesetexte aus der apokryphen und apostolischen Literatur (A) Aus den Paulus- und Thekla-Akten Ι. Paulus in Ikonium Ι.. Die Seligpreisungen Nach seiner fluchtartigen Abreise von Antiochien kommt Paulus nach Ikonium und wird von Onesiphoros im.timotheus- Brief ( Tim,;,) als Freund des Paulus erwähnt gastlich aufgenommen (cc.-); dort beginnt er seinen Besuch mit einer Predigt, die als großer µακαρισµός nach dem Vorbild von Mt,- gestaltet ist.. Καὶ εἰσελθόντος Παύλου εἰς τὸν τοῦ Ὀνησιφόρου οἶκον ἐγένετο χαρὰ µεγάλη, καὶ κλίσις γονάτων καὶ κλάσις ἄρτου καὶ λόγος θεοῦ περὶ ἐγκρατείας καὶ ἀναστάσεως, λέγοντος τοῦ Παύλου Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Μακάριοι οἱ ἁγνὴν τὴν σάρκα τηρήσαντες, ὅτι αὐτοὶ ναὸς θεοῦ γενήσονται. Μακάριοι οἱ ἐγκρατεῖς, ὅτι αὐτοῖς λαλήσει ὁ θεός. Μακάριοι οἱ ἀποταξάµενοι τῷ κόσµῳ τούτῳ, ὅτι αὐτοὶ εὐαρεστήσουσιν τῷ θεῷ. Μακάριοι οἱ ἔχοντες γυναῖκας ὡς µὴ ἔχοντες, ὅτι αὐτοὶ κληρονοµήσουσιν 0 τὸν θεόν. Μακάριοι οἱ φόβον ἔχοντες θεοῦ, ὅτι αὐτοὶ ἄγγελοι θεοῦ γενήσονται.. Μακάριοι οἱ τρέµοντες τὰ λόγια τοῦ θεοῦ, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ σοφίαν λαβόντες Ἰησοῦ Χριστοῦ, ὅτι αὐτοὶ υἱοὶ ὑψίστου κληθήσονται. Μακάριοι οἱ τὸ βάπτισµα τηρήσαντες, ὅτι αὐτοὶ ἀναπαύσονται πρὸς τὸν πατέρα καὶ τὸν υἱόν. Μακάριοι οἱ σύνεσιν Ἰησοῦ Χριστοῦ χωρήσαντες, ὅτι αὐτοὶ ἐν φωτὶ γενήσονται. Μακάριοι οἱ δι ἀγάπην θεοῦ ἐξελθόντες τοῦ σχήµατος τοῦ κοσµικοῦ, ὅτι αὐτοὶ ἀγγέλους κρινοῦσιν καὶ ἐν δεξιᾷ τοῦ πατρὸς εὐλογηθήσονται. Μακάριοι οἱ ἐλεήµονες, ὅτι αὐτοὶ ἐλεηθήσονται καὶ οὐκ ὄψονται ἡµέραν κρίσεως πικράν. Μακάρια τὰ σώµατα τῶν παρθένων, ὅτι αὐτὰ εὐαρεστήσουσιν τῷ θεῷ καὶ οὐκ ἀπολέσουσιν τὸν µισθὸν τῆς ἁγνείας αὐτῶν ὅτι ὁ λόγος τοῦ πατρὸς ἔργον αὐτοῖς γενήσεται σωτηρίας εἰς ἡµέραν τοῦ υἱοῦ αὐτοῦ, καὶ ἀνάπαυσιν 0 ἕξουσιν εἰς αἰῶνα αἰῶνος. κλίσις γονάτων das Beugen der Knie ἡ κλάσις das Brechen ἡ ἐνκράτεια Enthaltsamkeit ἁγνός rein, keusch τηρέω bewahren ἐγκρατής Adj. zu ἐγκράτεια ἀποτάσσω (med.) entsagen, verzichten auf εὐαρεστέω Wohlgefallen finden bei ὡς als ob (hypothetisches P.C.) 0 κληρονοµέω beerben, als Erbe empfangen παρακαλέω trösten ἀναπαύοµαι ausruhen ἡ σύνεσις Verständnis, Weisheit χωρέω fassen, in sich aufnehmen τὸ σχῆµα Ausehen, Gestalt εὐλογέω segnen ἐλεήµων barmherzig πικρός bitter ἡ ἅγνεια Subst. zu ἁγνός 0 ἡ ἀνάπαυσις Subst. zu ἀναπαύοµαι εἰς αἰῶνα αἰῶνος = in saecula saeculorum
NT-Griechisch-Kurs Ι.. Neuorientierung des Lebens Eine junge Frau namens Thekla ist von Paulus Worten derart beeindruckt, besonders von den Gedanken über Gottesfurcht, Enthaltsamkeit und jungfräuliches Leben, dass sie in ihrer Begeisterung nicht mehr von Paulus Seite weicht und ganz auf ihre Mutter Theoklia und ihren Verlobten Thamyris vergißt (cc.-). Diese sind besorgt um das Mädchen wegen ihres eigentümlichen Verhaltens. 0. Καὶ προσελθὼν Θάµυρις, ἅµα µὲν φιλῶν αὐτήν, ἅµα δὲ καὶ φοβούµενος τὴν ἔκπληξιν αὐτῆς, εἶπεν Θέκλα ἐµοὶ µνηστευθεῖσα, τί τοιαύτη κάθησαι; καὶ ποῖόν σε πάθος κατέχει ἔκπληκτον; ἐπιστράφηθι πρὸς τὸν σὸν Θάµυριν καὶ αἰσχύνθητι. Ἔτι δὲ καὶ ἡ µήτηρ αὐτῆς τὰ αὐτὰ ἔλεγεν Τέκνον, τί τοιαύτη κάτω βλέπουσα κάθησαι, καὶ µηδὲν ἀποκρινοµένη, ἀλλὰ παραπλήξ; Καὶ οἱ µὲν ἔκλαιον δεινῶς, Θάµυρις µὲν γυναικὸς ἀστοχῶν, Θεοκλεία δὲ τέκνου, αἱ δὲ παιδίσκαι κυρίας πολλὴ οὖν σύγχυσις ἦν ἐν τῷ οἴκῳ πένθους. Καὶ τούτων οὕτως γινοµένων Θέκλα οὐκ ἀπεστράφη, ἀλλ ἦν ἀτενίζουσα 0 τῷ λόγῳ Παύλου.. Ὁ δὲ Θάµυρις ἀναπηδήσας ἐξῆλθεν εἰς τὸ ἄµφοδον, καὶ παρετήρει τοὺς εἰσερχοµένους πρὸς τὸν Παῦλον καὶ ἐξερχοµένους. Καὶ εἶδεν δύο ἄνδρας εἰς ἑαυτοὺς µαχοµένους πικρῶς. Καὶ εἶπεν πρὸς αὐτούς Ἄνδρες, τίνες ἐστὲ, εἴπατέ µοι, καὶ τίς οὗτος ὁ ἔσω µεθ ὑµῶν, πλανῶν ψυχὰς νέων καὶ παρθένων ἀπατῶν, ἵνα γάµοι µὴ γίνωνται, ἀλλὰ οὕτως µένωσιν ὑπισχνοῦµαι οὖν ὑµῖν δοῦναι πολλὰ χρήµατα, ἐὰν εἴπητέ µοι περὶ αὐτοῦ εἰµὶ γὰρ πρῶτος τῆς πόλεως.. Καὶ ὁ ηµᾶς καὶ Ἑρµογένης εἶπον αὐτῷ Οὗτος µὲν τίς ἐστιν, οὐκ οἴδαµεν στερεῖ 0 δὲ νέους γυναικῶν καὶ παρθένους ἀνδρῶν, λέγων «Ἄλλως ἀνάστασις ὑµῖν οὐκ ἔστιν, ἐὰν µὴ ἁγνοὶ µείνητε καὶ τὴν σάρκα µὴ µολύνητε, ἀλλὰ τηρήσητε ἁγνήν.» ἅµα µὲν...ἅµα δὲ teils...teils ἡ ἔκπληξις Verwirrung µνηστεύω (+Dat.) verloben ἔκπληκτος verwirrt παραπλήξ,-ῆγος verwirrt ἀστοχέω (+Gen.) verlieren, sich lossagen ἡ παιδίσκη Magd ἡ σύγχυσις Verwirrung, Unruhe τὸ πένθος Trauer 0 ἀτενίζω gespannt hinhören auf ἀναπηδάω aufspringen τὸ ἄµφοδον Straße παρατηρέω beobachten εἴπατε = εἴπετε πλανάω verwirren, verführen ἀπατάω t äuschen ὁ γάµος Hochzeit, Ehe ὑπισχνέοµαι versprechen οἴδαµεν = ἴσµεν 0 στερέω berauben µολύνω beflecken, verunreinigen Ι.. Rechtfertigung und Gefangenschaft Voll Eifersucht und Zorn über den drohenden Verlust seiner Braut wiegelt Thamyris Volk und Behörde gegen Paulus auf und bringt diesen vor den Prokonsul. Paulus nutzt die Gelegenheit zu einer Propagandarede für das Christentum. Darauf läßt ihn der Prokonsul ins Gefängnis werfen.....ὁ δὲ ἡγεµὼν ἔστησεν τὴν διάνοιαν αὐτοῦ καὶ ἐκάλεσεν τὸν Παῦλον λέγων αὐτῷ Τίς εἶ, καὶ τί διδάσκεις; οὐ γὰρ µικρῶς σου κατηγοροῦσιν.. Καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ ὁ Παῦλος λέγων Εἰ ἐγὼ σήµερον ἀνακρίνοµαι τί διδάσκω, ἄκουσον, ἀνθύπατε. Θεὸς ζῶν, θεὸς ἐκδικήσεων, θεὸς ζηλωτής, θεὸς ἀπροσδεής, χρῄζων τῆς τῶν ἀνθρώπων σωτηρίας ἔπεµψέν µε, ὅπως ἀπὸ τῆς φθορᾶς καὶ τῆς ἀκαθαρσίας 0 ἀποσπάσω αὐτοὺς καὶ πάσης ἡδονῆς καὶ θανάτου, ὅπως µηκέτι ἁµαρτάνωσιν διὸ ἔπεµψεν ὁ θεὸς τὸν ἑαυτοῦ παῖδα, ὃν ἐγὼ εὐαγγελίζοµαι καὶ διδάσκω ἐν ἐκείνῳ ἔχειν τὴν ἐλπίδα τοὺς ἀνθρώπους, ὃς µόνος συνεπάθησεν πλανωµένῳ κόσµῳ, ἵνα µηκέτι ὑπὸ κρίσιν ὦσιν οἱ ἄνθρωποι, ἀλλὰ πίστιν ἔχωσιν καὶ φόβον θεοῦ καὶ γνῶσιν σεµνότητος καὶ ἀγάπην ἀληθείας. Εἰ οὖν ἐγὼ τὰ ὑπὸ θεοῦ ὁ ἡγεµών Statthalter ἵστηµι τὴν διάνοαν eine Überlegung anstellen αἴρω erheben ἀνακρίνοµαι sich verantworten ὁ ἀνθύπατος Prokonsul ἡ ἐκδίκησις Rache, Bestrafung ὁ ζηλωτής Eiferer ἀπροσδεής bedürfnislos χρῄζω (+Gen.) brauchen, wollen 0 ἡ ἀκαθαρσία Unreinheit ἀποσπάω losreißen, herausziehen συνπαθέω Mitleid haben mit πλανάοµαι in Verwirrung sein ἡ σεµνότης Ehrbarkeit, Heiligkeit
NT-Griechisch-Kurs µοι ἀποκεκαλυµµένα διδάσκω, τί ἀδικῶ, ἀνθύπατε; Ὁ δὲ ἡγεµὼν ἀκούσας ἐκέλευσεν δεθῆναι τὸν Παῦλον καὶ εἰς φυλακὴν ἀπαχθῆναι, µέχρις ἂν εὐσχολήσας ἐπιµελέστερον ἀκούσῃ αὐτοῦ.. Ἡ δὲ Θέκλα νυκτὸς περιελοµένη τὰ ψέλια ἔδωκεν τῷ πυλωρῷ, καὶ ἀνοιγείσης αὐτῇ τῆς θύρας ἀπῆλθεν εἰς τὴν φυλακήν καὶ δοῦσα τῷ δεσµοφύλακι κάτοπτρον ἀργυροῦν εἰσῆλθεν πρὸς τὸν Παῦλον, καὶ καθίσασα παρὰ τοὺς πόδας αὐτοῦ ἤκουσεν τὰ µεγαλεῖα τοῦ θεοῦ. Καὶ οὐδὲν ἐδεδοίκει ὁ Παῦλος, ἀλλὰ τῇ τοῦ θεοῦ παρρησίᾳ ἐνεπολιτεύετο κἀκείνης ηὔξανεν ἡ πίστις, καταφιλούσης τὰ δεσµὰ αὐτοῦ. περιελοµένη Aor. v. περιαιρέοµαι sich etwas abnehmen τὸ ψέλιον Armband ἀνοιγείσης Aor.Part.Pass. v. ἀνοίγω τὰ µεγαλεῖα die Großtaten ἐµπολιτεύω (wörtl.: als Bürger leben, hier metaph.:) sich verhalten ΙI. Paulus und Thekla in Antiochien ΙI.. Zweite Verurteilung und Begegnung mit Tryphäna Paulus nimmt Thekla mit nach Antiochien. Dort verliebt sich ein Syrer namens Alexander in Thekla, wird aber schmählich abgewiesen; dafür rächt er sich an ihr, indem er sie durch den Statthalter zum Tierkampf verurteilen läßt (cc.-).. Ἡνίκα δὲ τὰ θηρία ἐπόµπευεν, προσέδησαν αὐτὴν λεαίνῃ πικρᾷ, καὶ ἡ βασίλισσα Τρύφαινα ἐπηκολούθει αὐτῇ. Ἡ δὲ λέαινα ἐπάνω καθεζοµένης Θέκλης περιέλειχεν αὐτῆς τοὺς πόδας, καὶ πᾶς ὁ ὄχλος ἐξίστατο ἡ δὲ αἰτία τῆς ἐπιγραφῆς αὐτῆς ἦν «Ἱερόσυλος». Αἱ δὲ γυναῖκες µετὰ τῶν τέκνων ἔκραζον ἄνωθεν λέγουσαι Ὦ θεέ, ἀνοσία κρίσις γίνεται ἐν τῇ πόλει ταύτῃ. Καὶ ἀπὸ τῆς ποµπῆς πάλιν λαµβάνει αὐτὴν ἡ Τρύφαινα ἡ γὰρ θυγάτηρ αὐτῆς Φαλκονίλλα ἦν τεθνεῶσα, καὶ κατ ὄναρ εἶπεν αὐτῇ Μῆτερ, τὴν ξένην τὴν ἔρηµον Θέκλαν ἕξεις εἰς τὸν ἐµὸν τόπον, ἵνα εὔξηται ὑπὲρ ἐµοῦ καὶ µετατεθῶ εἰς τὸν τῶν δικαίων τόπον. ποµπεύω (intr.) in festl. Umzug marschieren προσδέω (+ Dat.) anbinden an ἐπάνω oben drauf περιλείχω lecken ἡ ἐπιγραφή Überschrift (sc. in der Anklageschrift) ὁ/ἡ ἱερόσυλος Tempelräuber/in ἡ πόµπη Subst. zu ποµπεύω Bis zum Tag des Gerichts nimmt sie eine Adelige der Stadt namens Tryphäna, deren Tochter verstorben war, in Obhut und betreut sie wie ihr eigenes Kind. Am Tag der Exekution will sie Thekla nicht mehr von ihrem Haus abholen lassen (cc.-0). ΙI.. Tierkampf Protest der Frauen und Löwenwunder. Καὶ πέµπει ὁ ἡγεµὼν στρατιώτας, ἵνα ἀχθῇ Θέκλα. Ἡ δὲ Τρύφαινα οὐκ ἀπέστη, ἀλλὰ αὐτὴ λαβοµένη τῆς χειρὸς αὐτῆς ἀνήγαγεν λέγουσα Τὴν µὲν θυγατέρα µου Φαλκονίλλαν ἀπήγαγον εἰς τὸ µνηµεῖον, σὲ δέ, Θέκλα, εἰς θηριοµαχίαν ἀπάγω. Καὶ ἔκλαυσεν Θέκλα πικρῶς καὶ ἐστέναξεν πρὸς κύριον λέγουσα Κύριε ὁ θεὸς, ᾧ ἐγὼ πιστεύω, ἐφ ὃν ἐγὼ κατέφυγα, ὁ ῥυσάµενός µε ἐκ πυρός, ἀπόδος µισθὸν Τρυφαίνῃ τῇ εἰς τὴν δούλην σου συµπαθησάσῃ, καὶ ὅτι µε ἁγνὴν ἐτήρησεν.. Θόρυβος οὖν ἐγένετό τε καὶ πάταγος τῶν θηρίων καὶ βοὴ τοῦ δήµου καὶ τῶν γυναικῶν ὁµοῦ καθεσθεισῶν, τῶν µὲν λεγόντων Τὴν ἱερόσυλον εἰσάγαγε, τῶν δὲ λεγουσῶν Ἀρθήτω ἡ πόλις ἐπὶ τῇ ἀνοµίᾳ ταύτῃ αἶρε πάσας ἡµᾶς, ἀνθύπατε πικρὸν θέαµα, κακὴ κρίσις. ἀνάγω begleiten, geleiten ἡ θηριοµαχία Tierkampf ῥύοµαι erretten ὁ θόρυβος Lärm ὁ πάταγος Gebrüll ὁµοῦ zusammen, an demselben Ort καθεσθεισῶν Aor.Pass. v. καθέζοµαι ἀρθήτω Aor. Imp. Pass. v. αἴρω vernichten τὸ θέαµα Schauspiel
NT-Griechisch-Kurs. Ἡ δὲ Θέκλα ἐκ χειρὸς Τρυφαίνης ληφθεῖσα ἐξεδύθη 0 καὶ ἔλαβεν διαζώστραν καὶ ἐβλήθη εἰς τὸ στάδιον. Καὶ λέοντες καὶ ἄρκοι ἐβλήθησαν ἐπ αὐτήν. Καὶ πικρὰ λέαινα προσδραµοῦσα εἰς τοὺς πόδας αὐτῆς ἀνεκλίθη ὁ δὲ ὄχλος τῶν γυναικῶν ἐβόησεν µέγα. Καὶ ἔδραµεν ἐπ αὐτὴν ἄρκος ἡ δὲ λέαινα δραµοῦσα ὑπήντησεν καὶ διέρρηξεν τὴν ἄρκον. Καὶ πάλιν λέων δεδιδαγµένος ἐπ ἀνθρώπους, ὃς ἦν Ἀλεξάνδρου, ἔδραµεν ἐπ αὐτήν καὶ ἡ λέαινα συµπλέξασα τῷ λέοντι συνανῃρέθη. Μειζόνως δὲ ἐπένθησαν αἱ γυναῖκες, ἐπειδὴ καὶ ἡ βοηθὸς αὐτῇ λέαινα ἀπέθανεν.. Τότε εἰσβάλλουσιν πολλὰ θηρία, ἑστώσης αὐτῆς καὶ ἐκτετακυίας τὰς χεῖρας καὶ προσευχοµένης. Ὡς δὲ ἐτέλεσεν τὴν προσευχήν, ἐστράφη καὶ εἶδεν ὄρυγµα 0 µέγα πλῆρες ὕδατος, καὶ εἶπεν Νῦν καιρὸς λούσασθαί µε. Καὶ ἔβαλεν ἑαυτὴν λέγουσα Ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ ὑστέρᾳ ἡµέρᾳ βαπτίζοµαι. Καὶ ἰδοῦσαι αἱ γυναῖκες καὶ πᾶς ὁ ὄχλος ἔκλαυσαν λέγοντες Μὴ βάλῃς ἑαυτὴν εἰς τὸ ὕδωρ, ὥστε καὶ τὸν ἡγεµόνα δακρῦσαι, ὅτι τοιοῦτον κάλλος φῶκαι ἔµελλον ἐσθίειν. Ἡ µὲν οὖν ἔβαλεν ἑαυτὴν εἰς τὸ ὕδωρ ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ αἱ δὲ φῶκαι πυρὸς ἀστραπῆς φέγγος ἰδοῦσαι νεκραὶ ἐπέπλευσαν. Καὶ ἦν περὶ αὐτὴν νεφέλη πυρός, ὥστε µήτε τὰ θηρία ἅπτεσθαι αὐτῆς, µήτε θεωρεῖσθαι αὐτὴν γυµνήν. 0 ἐκδύω entkleiden ἡ διάζωστρα Schurz προσδραµοῦσα Aor.Part. v. προστρέχω ὑπαντάω entgegenlaufen διαρήγνυµι zerreissen δεδιδαγµένος ἐπ ἀνθρώπους auf Menschen abgerichtet συµπλέκω (hier:) sich verbeissen mit συναναίρω zusammen mit jmd. töten βοηθός hilfreich ἐκτετακυίας Part.Perf.akt.v. ἐκτείνω 0 τὸ ὄρυγµα Grube ἡ φώκη Robbe, Seehund τὸ φέγγος Licht, Strahl ΙI.. Theklas Aussendung als Apostolin Nach einer Woche Erholung im Haus von Tryphäna reist Thekla Paulus in die Stadt Myra nach. Bei diesem Zusammentreffen erhält sie nach dem Vorbild der Aussendungsworte Chhristi an die Jünger von Paulus den Auftrag zur Verkündigung des Evangeliums.. Καὶ λαβόµενος ὁ Παῦλος τῆς χειρὸς αὐτῆς ἀπήγαγεν αὐτὴν εἰς τὸν οἶκον Ἑρµείου καὶ πάντα ἀκούει παρ αὐτῆς, ὥστε ἐπὶ πολὺ θαυµάσαι τὸν Παῦλον, καὶ τοὺς ἀκούοντας στηριχθῆναι καὶ προσεύξασθαι ὑπὲρ τῆς Τρυφαίνης. Καὶ ἀναστᾶσα Θέκλα εἶπεν τῷ Παύλῳ Πορεύοµαι εἰς Ἰκόνιον. Ὁ δὲ Παῦλος εἶπεν Ὕπαγε καὶ δίδασκε τὸν λόγον τοῦ θεοῦ. Η µὲν οὖν Τρύφαινα πολὺν ἱµατισµὸν καὶ χρυσὸν ἔπεµψεν αὐτῇ, ὥστε καταλιπεῖν τῷ Παύλῳ εἰς διακονίαν τῶν πτωχῶν.. Αὐτὴ δὲ ἀπῆλθεν εἰς Ἰκόνιον. Καὶ εἰσέρχεται εἰς τὸν Ὀνησιφόρου οἶκον, καὶ ἔπεσεν εἰς τὸ ἔδαφος, ὅπου Παῦλος καθεζόµενος ἐδίδασκεν τὰ λόγια τοῦ θεοῦ, καὶ ἔκλαιεν λέγουσα Ὁ θεός µου καὶ τοῦ οἴκου τούτου, ὅπου µοι τὸ φῶς ἔλαµψεν, Χριστὲ Ἰησοῦ ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἐµοὶ βοηθὸς ἐν φυλακῇ, βοηθὸς ἐπὶ ἡγεµόνων, βοηθὸς ἐν πυρί, βοηθὸς ἐν θηρίοις, αὐτὸς εἶ θεός, καὶ σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀµήν. Ερµείας,-ου Hermias ἐπὶ πολύ sehr, viel στηρίζω stärken, ermutigen ὁ ἱµατισµός Bekleidung καταλείπω überlassen ἡ διακονία Dienst τὸ ἔδαφος (Erd)Boden λάµπω aufleuchten εἰς τοὺς αἰῶνας = in saecula saeculorum
ΙII. Das Martyrium Pauli NT-Griechisch-Kurs Dieses kurze Überlieferungsstück ist geprägt vom Motiv der militia Christi (στρατευθῆναι, ὁ τοῦ θεοῦ στρατιώτης). Nero mißversteht den metaphysischen König Christus als irdischen Feldherrn und seine eigene militärischen Macht bedrohenden Feind. Konsequenterweise sind in seinen Augen alle, die Christus nachfolgen Deserteure des römischen Staates und daher zum Tode zu verurteilen. ΙII.. Verurteilung In Rom angekommen, wirkt Paulus mit einer Totenerweckung ein aufsehenerregendes Wunder. Durch das verstärkte Bekenntnis vieler stadtrömischer Bürger zum Christentum beginnt Kaiser Nero eine massive Christenverfolgung (cc.-).. Καὶ ἐν τοῖς πολλοῖς ἄγεται καὶ ὁ Παῦλος δεδεµένος ᾧ πάντες προσεῖχον οἱ συνδεδεµένοι, ὥστε νοῆσαι τὸν Καίσαρα, ὅτι ἐκεῖνος ἐπὶ τῶν στρατοπέδων ἐστίν. Καὶ εἶπεν πρὸς αὐτόν Ἄνθρωπε τοῦ µεγάλου βασιλέως, ἐµοὶ δὲ δεθείς, τί σοι ἔδοξεν λάθρα εἰσελθεῖν εἰς τὴν Ῥωµαίων ἡγεµονίαν, καὶ στρατολογεῖν ἐκ τῆς ἐµῆς ἐπαρχίας; Ὁ δὲ Παῦλος πλησθεὶς πνεύµατος ἁγίου ἔµπροσθεν πάντων εἶπεν Καῖσαρ, οὐ µόνον ἐκ τῆς σῆς ἐπαρχίας στρατολογοῦµεν, ἀλλὰ καὶ ἐκ τῆς οἰκουµένης πάσης. Τοῦτο γὰρ διατέτακται 0 ἡµῖν, µηδένα ἀποκλεισθῆναι θέλοντα στρατευθῆναι τῷ ἐµῷ βασιλεῖ. Ὅπερ εἰ καὶ σοὶ φίλον ἐστὶν, στρατευθῆναι αὐτῷ, οὐχ ὁ πλοῦτος ἢ τὰ νῦν ἐν τῷ βίῳ λαµπρὰ σώσει σε, ἀλλ ἐὰν ὑποπέσῃς καὶ δεηθῇς αὐτοῦ, σωθήσῃ. Μέλλει γὰρ ἐν µιᾷ ἡµέρᾳ τὸν κόσµον πολεµεῖν ἐν πυρί. Ταῦτα δὲ ἀκούσας ὁ Καῖσαρ ἐκέλευσεν πάντας τοὺς δεδεµένους πυρὶ κατακαῆναι, τὸν δὲ Παῦλον τραχηλοκοπηθῆναι τῷ νόµῳ τῶν Ῥωµαίων. Ὁ δὲ Παῦλος ἦν µὴ σιωπῶν τὸν λόγον, ἀλλὰ κοινούµενος τῷ πραιφέκτῳ Λόγγῳ καὶ Κέστῳ τῷ κεντυρίωνι. 0 Ἦν οὖν ἐν τῇ Ῥώµῃ ὁ Νέρων ἐνεργείᾳ τοῦ πονηροῦ πολλῶν Χριστιανῶν ἀναιρουµένων ἀκρίτως, ὥστε τοὺς Ῥωµαίους σταθέντας ἐπὶ τοῦ παλατίου βοῆσαι Ἀρκεῖ, Καῖσαρ, οἱ γὰρ ἄνθρωποι ἡµέτεροί εἰσιν αἴρεις τὴν Ῥωµαίων δύναµιν. Τότε ἐπαύσατο ἐπὶ τούτοις πεισθεὶς καὶ ἐκέλευσε µηδένα ἅπτεσθαι Χριστιανοῦ, µέχρις ἂν διαγνοῖ τὰ περὶ αὐτῶν. δέω binden, fesseln προσέχω (+ Dat.) achten auf, blicken auf τὸ στρατόπεδον Heer(eslager) δοκεῖ µοι mir kommt in den Sinn, ich beschließe λάθρα (Adv.) heimlich ἡ ἡγεµονία (hier:) Herrschaft, Reich στρατολογέω anwerben, rekrutieren ἡ ἐπαρχία (Herrschafts)Gebiet, Provinz πλησθείς Aor.Part.Pass. v. πίµλπηµι 0 διατάττω anordnen, auftragen ἀποκλείω ausschließen στρατευθῆναι imperativischer Inf. λαµπρός leuchtend, hell ὑποπίπτω sich unterwerfen δεηθῇς Aor. Konj..P.Sg. v. δέοµαι κατακαίω verbrennen τραχηλοκοπέω enthaupten κοινέοµαι mitteilen ὁ πραιφέκτος Präfekt 0 ὁ κεντυρίων Centurio ἦν (prägnant:) war tätig πολλῶν... ἀναιρουµένων Gen. abs. ἀναιρέω töten, hinrichten ἀκρίτως (Adv.) ohne Urteil τὸ παλάτιον = palatium (Palast) πεισθείς Aor.Part.v. πείθοµαι διαγνοέω untersuchen, beurteilen ΙII.. Enthauptung Im Gefängnis prophezeit Paulus dem Präfekten Longus und dem Centurio Cestus die Taufe, die sie an seinem Grab empfangen werden; dann erfolgt die Hinrichtung:. Τότε σταθεὶς ὁ Παῦλος κατέναντι πρὸς ἀνατολὰς καὶ ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανὸν προσεύξατο ἐπὶ πολύ καὶ κατὰ προσευχὴν κοινολογησάµενος ἑβραϊστὶ τοῖς πατράσιν προέτεινεν τὸν τράχηλον µηκέτι λαλήσας. Ὡς δὲ ἀπετίναξεν αὐτοῦ ὁ σπεκουλάτωρ τὴν κεφαλήν, γάλα ἐπύτισεν εἰς τοὺς χιτῶνας τοῦ στρατιώτου. Ὁ δὲ στρατιώτης καὶ πάντες οἱ παρεστῶτες 0 ἰδόντες ἐθαύµασαν καὶ ἐδόξαζον τὸν θεὸν τὸν δόντα Παύλῳ δόξαν τοιαύτην καὶ ἀπελθόντες ἀπήγγειλαν τῷ Καίσαρι τὰ γεγονότα. κατέναντι (verstärkt πρός) gegen...hin ἡ ἀνατολή Sonnenaufgang, Osten ἐπάρας Aor.Part.v. ἐπαίρω κοινολογέοµαι sich unterhalten mit ἑβραϊστί auf Hebräisch πατράσιν gemeint sind die Väter (d.h. die Patriarchen des AT) ἀποτινάσσω abschlagen ὁ σπεκουλάτωρ (v. lat. speculator) Leibwächter, (hier:) Henker πυτίζω spritzen 0 παρεστῶτες Part.Perf. v. παρίσταµαι
NT-Griechisch-Kurs. Κἀκείνου ἀκούσαντος καὶ ἐπὶ πολὺ θαυµάζοντος καὶ διαποροῦντος, ἦλθεν ὁ Παῦλος περὶ ὥραν ἐννάτην ἑστώτων πολλῶν µετὰ τοῦ Καίσαρος φιλοσόφων καὶ τοῦ κεντυρίωνος, καὶ ἔστη ἔµπροσθεν πάντων καὶ εἶπεν Καῖσαρ, ἰδοὺ Παῦλος, ὁ τοῦ θεοῦ στρατιώτης, οὐκ ἀπέθανον, ἀλλὰ ζῶ ἐν τῷ θεῷ µου. Σοὶ δὲ πολλὰ ἔσται κακὰ καὶ µεγάλη κόλασις, ἄθλιε, ἀνθ ὧν δικαίων αἷµα ἀδίκως ἐξέχεας, οὐ µετὰ πολλὰς ἡµέρας ταύτας. Καὶ ταῦτα εἰπὼν ὁ Παῦλος ἀπῆλθεν ἀπ αὐτοῦ. Ὁ δὲ Νέρων ἀκούσας καὶ ταραχθεὶς σφόδρα ἐκέλευσεν λυθῆναι τοὺς δεσµίους, καὶ τὸν Πάτροκλον καὶ τοὺς περὶ τὸν Βαρσαβᾶν. διαπορέω in Verlegenheit sein ἑστώτων Part.Perf.Gen.Pl. v. ἵσταµαι ἡ κόλασις Strafe ἀνθ ὧν deswegen, weil ἐκχέω vergießen (B) Aus der Didache ιδαχὴ κυρίου διὰ τῶν ἀποστόλων τοῖς ἔθνεσιν. Ι. Οδοὶ δύο εἰσί, µία τῆς ζωῆς καὶ µία τοῦ θανάτου, διαφορὰ δὲ πολλὴ µεταξὺ τῶν ὁδῶν.. Η µὲν οὖν ὁδὸς τῆς ζωῆς ἐστιν αὕτη πρῶτον ἀγαπήσεις τὸν θεὸν τὸν ποιήσαντά σε, δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν πάντα δὲ, ὅσα ἐὰν θελήσῃς µὴ γίνεσθαί σοι, καὶ σὺ ἄλλῳ µὴ ποίει.. Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη Εὐλογεῖτε τοὺς καταρωµένους ὑµῖν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑµῶν, νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑµᾶς ποία γὰρ χάρις, ἐὰν φιλῆτε τοὺς φιλοῦντας ὑµᾶς; Οὐχὶ καὶ τὰ ἔθνη τοῦτο ποιοῦσιν; Υµεῖς δὲ φιλεῖτε τοὺς µισοῦντας ὑµᾶς καὶ οὐχ ἕξετε ἐχθρόν.. Απέχου τῶν σαρκικῶν ἐπιθυµιῶν. Εάν τις σοι δῷ ῥάπισµα εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ ἔσῃ τέλειος ἐὰν ἀγγαρεύσῃ σέ τις µίλιον ἕν, ὕπαγε µετ αὐτοῦ δύο ἐὰν ἄρῃ τις τὸ ἱµάτιόν σου, δὸς αὐτῷ καὶ τὸν χιτῶνα ἐὰν λάβῃ τις ἀπὸ σοῦ τὸ σόν, µὴ ἀπαίτει οὐδὲ γὰρ δύνασαι.. Παντὶ τῷ αἰτοῦντί σε δίδου καὶ µὴ ἀπαίτει πᾶσι γὰρ θέλει δίδοσθαι ὁ πατὴρ ἐκ τῶν ἰδίων χαρισµάτων. Μακάριος ὁ διδοὺς κατὰ τὴν ἐντολήν ἀθῷος γάρ ἐστιν. Οὐαὶ τῷ λαµβάνοντι εἰ µὲν γὰρ χρείαν ἔχων λαµβάνει τις, ἀθῷος ἔσται ὁ δὲ µὴ χρείαν ἔχων δώσει δίκην, ἵνα τί ἔλαβε καὶ εἰς τί ἐν συνοχῇ δὲ γενόµενος ἐξετασθήσεται περὶ ὧν ἔπραξε καὶ οὐκ ἐξελεύσεται ἐκεῖθεν, µέχρις οὗ ἀποδῷ τὸν ἔσχατον κοδράντην.. Αλλὰ καὶ περὶ τούτου δὲ εἴρηται Ιδρωσάτω ἡ ἐλεηµοσύνη σου εἰς τὰς χεῖράς σου, µέχρις ἂν γνῷς, τίνι δῷς. ΙΙ. ευτέρα δὲ ἐντολὴ τῆς διδαχῆς. οὐ φονεύσεις, οὐ µοιχεύσεις, οὐ παιδοφθορήσεις, οὐ πορνεύσεις, οὐ κλέψεις, οὐ µαγεύσεις, οὐ φαρµακεύσεις, οὐ φονεύσεις τέκνον ἐν φθορᾷ οὐδὲ γεννηθὲν ἀποκτενεῖς, οὐκ ἐπιθυµήσεις τὰ τοῦ πλησίον.. Οὐκ ἐπιορκήσεις, οὐ ψευδοµαρτυρήσεις, οὐ κακολογήσεις, οὐ µνησικακήσεις.. Οὐκ ἔσῃ διγνώµων οὐδὲ δίγλωσσος παγὶς γὰρ θανάτου ἡ διγλωσσία.. Οὐκ ἔσται ὁ λόγος σου ψευδής, οὐ κενός, ἀλλὰ µεµεστωµένος πράξει.. Οὐκ ἔσῃ πλεονέκτης οὐδὲ ἅρπαξ οὐδὲ ὑποκριτὴς οὐδὲ κακοήθης οὐδὲ ὑπερήφανος. Οὐ λήψῃ βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου,. οὐ µισήσεις πάντα ἄνθρωπον, ἀλλὰ οὓς µὲν ἐλέγξεις, περὶ δὲ ὧν προσεύξῃ, οὓς δὲ ἀγαπήσεις ὑπὲρ τὴν ψυχήν σου.
NT-Griechisch-Kurs ΙΙΙ. Τέκνον µου, φεῦγε ἀπὸ παντὸς πονηροῦ καὶ ἀπὸ παντὸς ὁµοίου αὐτοῦ. [...]. Ισθι δὲ πραΰς, ἐπεὶ οἱ πραεῖς κληρονοµήσουσι τὴν γῆν.. Γίνου µακρόθυµος καὶ ἐλεήµων καὶ ἄκακος καὶ ἡσύχιος καὶ ἀγαθὸς καὶ τρέµων τοὺς λόγους διὰ παντός, οὓς ἤκουσας.. Οὐχ ὑψώσεις σεαυτὸν οὐδὲ δώσεις τῇ ψυχῇ σου θράσος. Οὐ κολληθήσεται ἡ ψυχή σου µετὰ ὑψηλῶν, ἀλλὰ µετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ. 0. Τὰ συµβαίνοντά σοι ἐνεργήµατα ὡς ἀγαθὰ προσδέξῃ, εἰδὼς, ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται. IV. Τέκνον µου, τοῦ λαλοῦντός σοι τὸν λόγον τοῦ θεοῦ µνησθήσῃ νυκτὸς καὶ ἡµέρας, τιµήσεις δὲ αὐτὸν ὡς κύριον ὅθεν γὰρ ἡ κυριότης λαλεῖται, ἐκεῖ κύριός ἐστιν.. Εκζητήσεις δὲ καθ ἡµέραν τὰ πρόσωπα τῶν ἁγίων, ἵνα ἐπαναπαῇς τοῖς λόγοις αὐτῶν.. Οὐ ποιήσεις σχίσµα, εἰρηνεύσεις δὲ µαχοµένους. [...]. Μὴ γίνου πρὸς µὲν τὸ λαβεῖν ἐκτείνων τὰς χεῖρας, πρὸς δὲ τὸ δοῦναι συσπῶν.. Εὰν ἔχῃς διὰ τῶν χειρῶν σου, δὸς εἰς λύτρωσιν ἁµαρτιῶν σου.. Οὐ διστάσεις δοῦναι οὐδὲ διδοὺς γογγύσεις γνώσῃ γὰρ, τίς ἐστιν ὁ τοῦ µισθοῦ καλὸς ἀνταποδότης.. Οὐκ ἀποστραφήσῃ τὸν ἐνδεόµενον, συγκοινωνήσεις δὲ πάντα τῷ ἀδελφῷ σου καὶ οὐκ ἐρεῖς ἴδια εἶναι εἰ γὰρ ἐν τῷ ἀθανάτῳ κοινωνοί ἐστε, πόσῳ µᾶλλον ἐν τοῖς θνητοῖς. [...] V. Η δὲ τοῦ θανάτου ὁδός ἐστιν αὕτη πρῶτον πάντων πονηρά ἐστι καὶ κατάρας µεστή φόνοι, µοιχεῖαι, ἐπιθυµίαι, πορνεῖαι, κλοπαί, εἰδωλολατρίαι, µαγεῖαι, φαρµακίαι, ἁρπαγαί, ψευδοµαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδία, δόλος, ὑπερηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, θρασύτης, ὕψος, ἀλαζονεία, ἀφοβία θεοῦ. διῶκται ἀγαθῶν, µισοῦντες ἀλήθειαν, ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες µισθὸν δικαιοσύνης, οὐ κολλώµενοι ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ, ἀγρυπνοῦντες οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ εἰς τὸ πονηρόν ὧν µακρὰν πραΰτης καὶ ὑποµονή, µάταια ἀγαπῶντες, διώκοντες ἀνταπόδοµα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουµένῳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσµατος θεοῦ, ἀποστρεφόµενοι τὸν ἐνδεόµενον, καταπονοῦντες τὸν θλιβόµενον, πλουσίων παράκλητοι, πενήτων ἄνοµοι κριταί, πανθαµαρτητοί. Ρυσθείητι, τέκνον, ἀπὸ τούτων ἁπάντων. [...] VII. Περὶ δὲ τοῦ βαπτίσµατος οὕτω βαπτίσατε εἰς τὸ ὄνοµα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύµατος ἐν ὕδατι ζῶντι.. Εὰν δὲ µὴ ἔχῃς ὕδωρ ζῶν, εἰς ἄλλο ὕδωρ βάπτισον εἰ δ οὐ δύνασαι ἐν ψυχρῷ, ἐν θερµῷ.. Εὰν δὲ ἀµφότερα µὴ ἔχῃς, ἔκχεον εἰς τὴν κεφαλὴν τρὶς ὕδωρ εἰς ὄνοµα πατρὸς καὶ υἱοῦ καῖ ἁγίου πνεύµατος.. Πρὸ δὲ τοῦ βαπτίσµατος προνηστευσάτω ὁ βαπτίζων καὶ ὁ βαπτιζόµενος, καὶ εἴ τινες ἄλλοι δύνανται κελεύεις δὲ νηστεῦσαι τὸν βαπτιζόµενον πρὸ µιᾶς ἢ δύο. VIII. Αἱ δὲ νηστεῖαι ὑµῶν µὴ ἔστωσαν µετὰ τῶν ὑποκριτῶν νηστεύουσι γὰρ δευτέρᾳ σαββάτων καὶ πέµπῃ ὑµεῖς δὲ νηστεύσατε τετράδα καὶ παρασκευήν.. Μηδὲ προσεύχεσθε ὡς οἱ ὑποκριταί, ἀλλ ὡς ἐκέλευσεν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ αὐτοῦ, οὕτως προσεύχεσθε Πάτερ ἡµῶν ὁ ἐν τῷ οὐρανῷ, ἁγιασθήτω τὸ ὄνοµά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέληµά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήµερον, καὶ ἄφες ἡµῖν τὴν ὀφειλὴν ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν, καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ ὅτι σοῦ ἐστιν ἡ δύναµις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.. Τρὶς τῆς ἡµέρας οὕτω προσεύχεσθε.
NT-Griechisch-Kurs IX. Περὶ δὲ τῆς εὐχαριστίας οὕτως εὐχαριστήσατε. πρῶτον περὶ τοῦ ποτηρίου Εὐχαριστοῦµέν σοι, πάτερ ἡµῶν, ὑπὲρ τῆς ἁγίας ἀµπέλου αυὶδ τοῦ παιδός σου, ἧς ἐγνώρισας ἡµῖν διὰ Ιησοῦ τοῦ παιδός σου σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.. Περὶ δὲ τοῦ κλάσµατος Εὐχαριστοῦµέν σοι, πάτερ ἡµῶν, ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως, ἧς ἐγνώρισας ἡµῖν διὰ Ιησοῦ τοῦ παιδός σου σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.. Ωσπερ ἦν τοῦτο τὸ κλάσµα διεσκορπισµένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν, οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναµις εἰς τοὺς αἰῶνας.. Μηδεὶς δὲ φαγέτω µηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑµῶν, ἀλλ οἱ βαπτισθέντες εἰς ὄνοµα κυρίου καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ κύριος Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί. [...] XIV. Καθ ἡµέραν δὲ κυρίου συναχθέντες κλάσατε ἄρτον καὶ εὐχαριστήσατε, προεξοµολογησάµενοι τὰ παραπτώµατα ὑµῶν, ὅπως καθαρὰ ἡ θυσία ὑµῶν ᾖ.. Πᾶς δὲ ἔχων τὴν ἀµφιβολίαν µετὰ τοῦ ἑταίρου αὐτοῦ µὴ συνελθέτω ὑµῖν, ἕως οὗ διαλλαγῶσιν, ἵνα µὴ κοινωθῇ ἡ θυσία ὑµῶν.. Αὕτη γάρ ἐστιν ἡ ῥηθεῖσα ὑπὸ κυρίου Εν παντὶ τόπῳ καὶ χρόνῳ προσφέρειν µοι θυσίαν καθαράν ὅτι βασιλεὺς µέγας εἰµί, λέγει κύριος, καὶ τὸ ὄνοµά µου θαυµαστὸν ἐν τοῖς ἔθνεσι. XV. Χειροτονήσατε οὖν ἑαυτοῖς ἐπισκόπους καὶ διακόνους ἀξίους τοῦ κυρίου, ἄνδρας πραεῖς καὶ ἀφιλαργύρους καὶ ἀληθεῖς καὶ δεδοκιµασµένους ὑµῖν γὰρ λειτουργοῦσι καὶ αὐτοὶ τὴν λειτουργίαν τῶν προφητῶν καὶ διδασκάλων.. Μὴ οὖν ὑπερίδητε αὐτούς αὐτοὶ γάρ εἰσιν οἱ τετιµηµένοι ὑµῶν µετὰ τῶν προφητῶν καὶ διδασκάλων.. Ελέγχετε δὲ ἀλλήλους µὴ ἐν ὀργῇ, ἀλλ ἐν εἰρήνη, ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ καὶ παντὶ ἀστοχοῦντι κατὰ τοῦ ἑτέρου µηδεὶς λαλείτω µηδὲ παρ ὑµῶν ἀκουέτω, ἕως οὗ µετανοήσῃ.. Τὰς δὲ εὐχὰς ὑµῶν καὶ τὰς ἐλεηµοσύνας καὶ πάσας τὰς πράξεις οὕτως ποιήσατε, ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡµῶν. XVI. Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑµῶν οἱ λύχνοι ὑµῶν µὴ σβεσθήτωσαν, καὶ αἱ ὀσφύες ὑµῶν µὴ ἐκλυέσθωσαν, ἀλλὰ γίνεσθε ἕτοιµοι οὐ γὰρ οἴδατε τὴν ὥραν, ἐν ᾗ ὁ κύριος ἡµῶν ἔρχεται.. Πυκνῶς δὲ συναχθήσεσθε ζητοῦντες τὰ ἀνήκοντα ταῖς ψυχαῖς ὑµῶν οὐ γὰρ ὠφελήσει ὑµᾶς ὁ πᾶς χρόνος τῆς πίστεως ὑµῶν, ἐὰν µὴ ἐν τῷ ἐσχάτῳ καιρῷ τελειωθῆτε.. Εν γὰρ ταῖς ἐσχάταις ἡµέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ φθορεῖς, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους, καὶ ἡ ἀγάπη στραφήσεται εἰς µῖσος. αὐξανούσης γὰρ τῆς ἀνοµίας µισήσουσιν ἀλλήλους καὶ διώξουσιν καὶ παραδώσουσι καὶ τότε φανήσεται ὁ κοσµοπλανὴς ὡς υἱὸς θεοῦ καὶ ποιήσει σηµεῖα καὶ τέρατα καὶ ἡ γῆ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ, καὶ ποιήσει ἀθεµίτα, ἃ οὐδέποτε γέγονεν ἐξ αἰῶνος.. Τότε ἥξει ἡ κτίσις τῶν ἀνθρώπων εἰς τὴν πύρωσιν τῆς δοκιµασίας, καὶ σκανδαλισθήσονται πολλοὶ καὶ ἀπολοῦνται οἱ δὲ ὑποµείναντες ἐν τῇ πίστει αὐτῶν σωθήσονται ἀπ αὐτοῦ τοῦ καταθέµατος.. Καὶ τότε φανήσεται τὰ σηµεῖα τῆς ἀληθείας πρῶτον σηµεῖον ἐκπετάσεως ἐν οὐρανῷ, εἶτα σηµεῖον φωνῆς σάλπιγγος, καὶ τὸ τρίτον ἀνάστασις νεκρῶν. οὐ πάντων δέ, ἀλλ ὡς ἐρρέθη Ηξει ὁ κύριος καὶ πάντες οἱ ἅγιοι µετ αὐτοῦ.. Τότε ὄψεται ὁ κόσµος τὸν κύριον ἐρχόµενον ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ.