Sermo in nativitatem Christi ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΤΗΝ ΓΕΝΝΗΣΙΝ ΤΟΥ ΧΡΙΣΤΟΥ.

Σχετικά έγγραφα
EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

De incarnatione et contra Arianos

Athanasius Alexandrinus - Magnus - Sermo in nativitatem Christi

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Commentarii in Lucam ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ ΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Εισαγωγή στη Φιλοσοφία

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

Sermo in annuntiationem deiparae ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ. Κηρυκτικὸν εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας εσποίνης ἡμῶν Θεοτόκου.

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Testimonia e scriptura de communi essentia patris et filii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ. Περὶ ἐλευθερίας.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

4Αυτός ήτανε η ζωή, και ήταν η ζωή αυτή το φως για τους ανθρώπους. 4ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

Contra Nestorianos. Τοῦ ὁσίου ἀββᾶ Ἰωάννου αμασκηνοῦ τοῦ χρυσορρόα λόγος κατὰ Νεστοριανῶν.

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Didymus: De trinitate

De fide contra Nestorianos. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ αμασκηνοῦ λόγος περὶ πίστεως κατὰ Νεστοριανῶν.

Athanasius Alexandrinus - Magnus - Homilia de passione et cruce domin1

Κυριακή 23 Ἰουνίου 2019.

Iohannes Damascenus - De theologia

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

Refutatio confessionis Eunomii ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ

Chapter 26: Exercises

De natura composita. Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου τοῦ αμασκηνοῦ περὶ συνθέτου φύσεως κατὰ ἀκεφάλων.

Iohannes Damascenus - De azymis

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

Dialogi duo contra Macedonianos. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Λόγος ἐν εἴδει διαλέξεως μετὰ Μακεδονιανοῦ Πνευματομάχου.

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament

Oratio quarta contra Arianos. Κατὰ Ἀρειανῶν λόγος.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ad Graecos ex communibus notionibus

Cirillus Alexandrinus - De synagogae defectu

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

In natalem Christi diem. Εἰς τὸ γενέθλιον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Λόγος.

Εισαγωγή στη Φιλοσοφία

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

πάλιν εἰς τὴν συναγωγήν καὶ εἰσῆλθεν ἐκεῖ ἄνθρωπος καὶ ἐξηραμμένην ἔχων τὴν χεῖρα παρετήρουν καὶ αὐτὸν αὐτόν θεραπεύσει τοῖς σάββασιν κατηγορήσωσιν

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

ΘΕΜΑ 61ο Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 9-11

Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους, Ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, 17-18

ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 22: Ο ΧΡΥΣΟΣ ΚΑΝΟΝΑΣ ΤΗΣ ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΗΘΙΚΗΣ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

1st and 2nd Person Personal Pronouns

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

3. δυνητικό: ἄν, ποὺ σημαίνει κάτι ποὺ μπορεὶ ἤ ποὺ μποροῦσε νὰ γίνει.

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ

I am. Present indicative

Ἀντίφωνον Α' Στίχος γ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἀντίφωνον Β'

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

De sancta trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ ΡΕΙΑΣ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΤΡΙΑ ΟΣ.

Fragmenta in Joannem

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα)

Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1, 1-2. απόσπασμα α

Σᾶς εὐαγγελίζομαι τὸ χαρμόσυνο ἄγγελμα τῆς γεννήσεως τοῦ. Χριστοῦ, ποὺ ἀποτελεῖ τὴν κορυφαία πράξη τοῦ Θεοῦ νὰ σώσει τὸν

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

Παραμονή Χριστουγέννων φέτος ἡ Κυριακή πρό τῆς

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

α α α α α α α α α α Χε ρου ου βει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει ει χε ε κο νι ι ι ι ι ι ι ι ι ι ι ι Γ

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

Athanasius Alexandrinus - Magnus - De trinitate

Ἦχος πλ. δ, ἑωθινὸν η. (τυπικὸν ΚΕ Μαρτιου, περίπτ. Θ, 26 29).

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

Κ Υ Ρ Ι Α Κ Η Σ Τ Τ Ο Υ Λ Ο Υ Κ Α

ΠΕΜΠΤΗ 25 ΔΕΚΕΜΒΡΙΟΥ 2014 Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Εργαστήριο ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).

Responsiones ad Tiberium diaconum sociosque suos

ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ & ΛΕΙΤΟΥΡΓΙΑ Μ. ΒΑΣΙΛΕΙΟΥ

The fullness. Wayne Stewart

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

Transcript:

Sermo in nativitatem Christi ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΙΣ ΤΗΝ ΓΕΝΝΗΣΙΝ ΤΟΥ ΧΡΙΣΤΟΥ. Μυστήριον ξένον βλέπω, ἀντὶ ἡλίου τὸν ἥλιον τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσαντα ἐν τῇ Παρθένῳ. Καὶ μὴ ζήτει πῶς ὅπου γὰρ Θεὸς βούλεται, νικᾶται φύσεως τάξις. Ἠβουλήθη γὰρ, ἠδυνήθη, κατ ῆλθεν, ἔσωσε. Συνδράμετε πάντα Θεὸς σήμερον ὁ ὢν καὶ προὼν γίνεται ὅπερ οὐκ ἦν ὢν γὰρ Θεὸς, γίνεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι Θεός. Οὔτε γὰρ κατ' ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος, οὔτε πάλιν ἐξ ἀνθρώπων κατὰ προκοπὴν γέγονε Θεός ἀλλὰ Λόγος ὢν, διὰ τοῦτο ἀπαθὴς γέγονεν ἄνθρωπος, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Καὶ ξένην καὶ ἀτριβῆ βαδίσας ὁδὸν, ἐξ ἀγεωργήτου προῆλθε 28.961 γαστρὸς, οὔτε τοὺς ἀγγέλους αὐτοῦ ἐρήμους τῆς ἐπιστασίας κατέλιπεν, οὔτε τῇ πρὸς ἡμᾶς ἐνανθρωπήσει, τῆς οἰκείας θεότητος ἐκστάς. Ἀλλὰ βασιλεῖς μὲν τὸν ἐπουράνιον βασιλέα ἦλθον προσκυνῆσαι, τὸν γεννηθέντα ἀῤῥήτως ἐκ Πατρὸς, σήμερον δὲ ἐκ τῆς Παρθένου τικτόμενον δι' ἐμέ ἀλλὰ τότε μὲν γεννη θεὶς κατὰ τὴν φύσιν, σήμερον δὲ διὰ τὴν ἑαυτοῦ φύ σιν. Πρὸ αἰώνων γὰρ γεννηθεὶς ἐκ τοῦ Πατρὸς ὡς ὁ γεννήσας οἶδε, σήμερον ἐκ τῆς Παρθένου ὑπὲρ φύ σιν ἐτέχθη, καθὼς ἡ τοῦ Πνεύματος ἐπίσταται χά ρις. Ὁ Παλαιὸς τῶν ἡμερῶν παιδίον γέγονεν ὁ ἐπὶ θρόνου ὑψήλου καθήμενος ἐν φάτνῃ τίθεται ὁ ἀν αφὴς καὶ ἀσώματος χερσὶν ἀνθρωπίναις εἱλίσσεται ὁ τὰ τῆς ἁμαρτίας διασπῶν δεσμὰ ἐν σπαργάνοις ἐμπλέκεται καὶ ἐπειδὴ τοῦτο θέλει. Τίνα οὖν ἔτεκεν ἡ Παρθένος; Τὸν εσπότην τῆς φύσεως. Κἂν γὰρ σὺ σιωπᾷς, ἡ φύσις βοᾷ. Ἔτεκε γὰρ ἡ Παρθένος Μαρία, ὡς ὁ τεχθεὶς τεχθῆναι ἠθέλησεν. Οὐ γὰρ ἀπὸ τῆς φύσεως ἔστρεπτο, ἀλλ' ὡς εσπότης τῆς φύσεως ξένον γεννήσεως εἰσήγαγε τρόπον. Ὅμως, καὶ ἄνθρωπος γενόμενος, οὐχ ὡς ἄνθρωπος τίκτεται. Εἰ γὰρ ἐκ κοινοῦ γάμου προῆλθε, καθάπερ κἀγὼ, ψεῦδος τοῖς πολλοῖς ἐνομίζετο. Νῦν διὰ τοῦτο ἐκ Παρ θένου τίκτεται ὁ τικτόμενος, καὶ τὴν μητέρα λοιπὸν διατηρεῖ, καὶ τὴν παρθενίαν ἄλυτον διαφυλάττει, ἵνα ὁ ξένος τῆς κυήσεως τρόπος πίστεώς μοι μεγάλης πρόξενος γένηται. Ὅθεν κἂν Ἕλλην, κἂν Ἰουδαῖός με ἐρωτᾷ, εἰ Χριστὸς κατὰ φύσιν γέγονεν ἄνθρωπος, ἢ παρὰ τὴν ἑαυτοῦ φύσιν, ἐροῦμαι μάρτυρα τοῦ λόγου τὴν ἄσπιλον τῆς παρθενίας σφραγῖδα καλῶν οὕτως γὰρ Θεὸς νικῶν τῆς φύσεως τάξιν. Καὶ εἰ βούλῃ, ἐρώτησον τὸν μακάριον Λουκᾶν τὸν εὐαγγελιστὴν, καὶ ἀποκρίνεταί σοι περὶ τῆς ἐν σάρκου αὐτοῦ οἰκονομίας. Ἀρχόμενος γὰρ οὕτως λέγει «Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ τῆς συλλήψεως Ἐλισάβετ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ, ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο πο ταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν αὐτῇ ὁ ἄγ γελος Μὴ φοβοῦ, Μαριάμ εὗρες γὰρ χάριν παρὰ τοῦ Θεοῦ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐ τῷ Κύριος ὁ Θεὸς τὸν θρόνον αυῒδ τοῦ πατρὸς αὐ τοῦ. Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰ ῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» 1

... Καὶ δυσχεραίνε ται. Εἰσῆλθεν ἄσαρκος, ἐκυοφορήθη ἐννεαμηνιαῖον χρόνον ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Εἰσῆλθεν ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε. Προῆλθεν ὡς ἐβου 28.964 λήθη. Εἰσῆλθεν ἄσαρκος, ἐγένετο ἄνθρωπος, ἡνωμένης τῆς θεότητος τῇ οἰκονομίᾳ. Καὶ οὐ λέγομεν δύο υἱοὺς, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν νοοῦμεν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐγένετο ἄνθρωπος καὶ ἦν, ὢν τῇ φύσει. Ἐγένετο ὃ οὐκ ἦν, καὶ ἔμεινεν ὃ ἦν. «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Σὰρξ ἐγένετο, οὐκ ἀποθέμενος ὃ ἦν. «Καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Τὸ, «Ἐσκήνωσεν ἐν ἡμῖν,» τοῦτ' ἔστι συνανεστράφη ἡμῖν, κατὰ τὸν ἅγιον Ἱερεμίαν, μᾶλλον δὲ τὸν τούτου ὑπουργὸν Βάρουχ «Οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν, ὃς ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἄκουε οὖν καὶ τοῦ Εὐαγγελίου τῆς φωνῆς μεγάλην γὰρ ἡμῖν ἔμφασιν φέρει ἡ τοῦ ἀγγέλου φωνὴ πρὸς τὴν ἁγίαν Παρθένον ῥηθεῖσα. «Ἰδοὺ, φησὶ, συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, τουτέστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός.» Πρὸ τοῦ συλληφθῆναι ἐν μήτρᾳ Θεὸς ἐκλήθη τὸ παιδίον τὸ Μεθ' ἡμῶν Θεός. Συνᾴδει οὖν τῷ τοῦ προφήτου λόγῳ τὸ, «τοῖς ἀνθρώποις συνανεστράφη,» καὶ τὸ, «ἐσκήνωσεν ἐν ἡμῖν.» Πρὸ τῆς οὖν συλλήψεως Θεὸς κέκληται τὸ παιδίον. Πῶς οὖν οὐ Θεοτόκος ἡ ἁγία Παρθένος Μαρία; Ἐπειδὴ οὖν οὔτε ὅλως ἀνθρώπου ἔχει τὴν ἑρμηνείαν αὐτὸ ὄνομα, Θεὸς τὸ παιδίον τὸ τεχθὲν τὸ μὴ λῦσαν τῆς Παρθένου τὴν κατὰ φύσιν παρθενίαν ἀλλ' οὕτως ἐκ τῆς Θεοτόκου τεχθεὶς, Θεὸς καὶ ἄνθρωπος Θεὸς μὲν κατὰ φύσιν, ἄνθρωπος δὲ δι' οἰκείαν εὐδοκίαν. Γενόμενος δὲ ἄνθρωπος, ἔστι καὶ Θεὸς, ἡνωμένων μέντοι τῶν δύο φύσεων. Ἀλλ' ἴσως ἐρεῖ ὁ ἐξ ἐναντίας Εἰ Θεοτόκος ἡ Παρθένος, ἀρχὴν δίδως τῷ Θεῷ Λόγῳ ἐκ τῆς Παρθένου. Οὐ λέγω αὐτὸν ἀρχὴν εἰληφέναι ἐκ τῆς ἁγίας Παρθένου ἄπαγε! Πρὸ γὰρ τῶν αἰώνων ὑπῆρχεν αὐτὸς γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν, αὐ τὸς καὶ πάσης κτίσεώς ἐστι δημιουργὸς, καθώς φησιν ὁ Εὐαγγελιστής «Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.» Οὗτος, δι' οὗ τὰ πάντα ἐγένετο ἐννεαμηνιαῖον καιρὸν ἐν γαστρὶ ἐγένετο, καὶ τῶν κόλπων τῶν πατρικῶν οὐκ ἀπηλλοτριώθη. Ἐν τῇ μήτρᾳ τῆς Παρθένου ὢν, ὑπὸ τοῦ δή μου τῶν ἄνω δυνάμεων ἐδοξολογεῖτο καὶ προσεκυ νεῖτο. Ἐν γαστρὶ τῆς Παρθένου ὢν, τὸν οὐρανὸν καὶ τὴν γῆν ἐπλήρου, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν φέρων οὐ δυνάμει, ἀλλὰ νεύματι. Οὗτος ὑπὸ μήτρας ἐφέρετο μὲν ὡς ἄνθρωπος, εἰργάζετο δὲ ὡς Θεός οὐ περι φερόμενος ἐν τῇ μήτρᾳ τῆς Παρθένου, ἀλλὰ πάντα περικρατῶν καὶ διέπων ὡς Θεὸς κατὰ τὴν κλῆσιν τοῦ ὀνόματος, «Θεὸς μεθ' ἡμῶν,» ὁ ἐκ Παρθένου τεχθείς. Εἰ δὲ λέγεις παιδίον ψιλὸν τὸ τεχθὲν, καὶ οὐ Θεὸς, ἄκουε τοῦ μεγάλου κήρυκος Ἡσαΐου βοῶντος καὶ λέγοντος πρὸς τὴν ἀχάριστον συναγωγὴν, μᾶλλον δὲ ἐξαγωγὴν τῶν Ἰουδαίων ὅτι «Παιδίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, 28.965 καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσια στὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.» Παιδίον κατὰ φύσιν πότε ἐγένετο Θεὸς ἐξουσιαστὴς, ὡς τὸ παιδίον τοῦτο, ἐπικληθὲν «Μεθ' ἡμῶν ὁ Θεός; Εἰ δὲ Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, καὶ ἄρχων εἰρή νης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος τὸ παιδίον τὸ ἐκ τῆς Παρθένου τεχθὲν, πῶς οὐ Θεοτόκος ἡ Παρθένος, ἀλλὰ Θεοδόχος, εἰ καὶ συνέλαβε, καὶ ἔτεκε, καὶ Θεὸς τὸ τεχθέν; Καὶ πάλιν αὐτῷ λέγω, ὡς ἠθέλησεν εἰσ ῆλθεν, ὡς ηὐδόκησεν ἐκυοφορήθη, ὡς ἠβουλήθη προῆλθεν ὁ τεχθείς. Τί ἐρευνᾷς αὐτοῦ τὴν θέλησιν; Τί ἐξακριβάζῃ αὐτοῦ τὴν εὐδοκίαν; Τί ἐξιχνιάζῃ αὐ τοῦ τὴν βούλησιν; Ἄκουε παρὰ Παύλου, μᾶλλον δὲ καταγινώσκου ὑπ' αὐτοῦ «Τῷ γὰρ βουλήματι αὐτοῦ τίς 2

ἀνθέστηκε;» Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἐρευνῶν καὶ ἐξιχνιάζων αὐτοῦ τὴν γέννησιν, τοῦ προ φήτου λέγοντος «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ὁ προφήτης φεύγει τὴν γενεὰν αὐτοῦ διηγήσασθαι, καὶ σὺ τὴν φύσιν περιεργάζῃ καὶ πολυπραγμονεῖς; Ὁ δὲ εὐαγγελιστὴς Λουκᾶς τὴν κάτω γέννησιν αὐτοῦ δι ηγούμενος οὕτω λέγει «Ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς ἐπὶ τὴν ποίμνην αὐτῶν καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτοὺς, καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγε λος Μὴ φοβεῖσθε ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χα ρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει αυΐδ.» Ὁ ἄγγελος Χριστὸν καὶ Κύριον λέγει, εὐαγγελιζόμενος τοὺς ποιμένας, τὸν τεχθέντα ἐκ τῆς Παρθένου. Εἰ οὖν Κύριος ὁ τεχθεὶς, πῶς οὐ Κυριοτό κος ἡ Παρθένος; Ἐγὼ δὲ λέγω καὶ Χριστοτόκον, καὶ Κυριοτόκον, καὶ Σωτηριοτόκον, καὶ Θεοτόκον τὴν ἁγίαν Παρθένον κατὰ τὴν φωνὴν τοῦ ἀγγέλου τοῦ εὐαγγελισαμένου τοὺς ποιμένας καὶ τὴν Παρθένον. Εἰ ἄγγελοι Σωτῆρα, καὶ Χριστὸν, καὶ Κύριον, καὶ Θεὸν κηρύττουσιν, ἡμεῖς τί ἀποκρουόμεθα αὐτῶν τὴν μαρτυρίαν; εἰσῆλθεν ἐν τῇ Παρθένῳ ἄσαρκος, ἐκυοφορήθη σωματικῶς καὶ καθὼς ηὐδόκησεν. Ἐξῆλθε διὰ τῆς μητρικῆς φύσεως οἰκονομικῶς, οὐ μέντοι μετὰ τὸ τεχθῆναι ἡνώθη ὁ Θεὸς Λόγος τῇ οἰκονομίᾳ. Προῆλθεν ἀτρέπτως τῇ φύσει γενόμενος ὃ οὐκ ἦν, μείνας ὃ ἦν. Οὐκ ἀλλοιωθεὶς τῇ οὐσίᾳ, ἑαυτὸν ἐκένωσε, τουτέστι καθὼς ἠβουλήθη οὐχ ὑφ' ἑτέρου κενωθεὶς, μορφὴν δούλου ἔλαβεν οὐ κενωθεὶς τῆς θεότητος, κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Ἐκένωσεν ἑαυτὸν, γενόμενος ὃ οὐκ ἦν καὶ πάλιν αὐτὸ λέγω, μείνας ὃ ἦν, Θεὸς γὰρ ἦν ὁ Λό γος οὗτος ὡς παιδίον γενόμενος, ὡς υἱὸς δοξάζεται. Εἰσῆλθεν ἀσώματος, ἐνεδύσατο σῶμα καθὼς ἠθέλησε, καὶ κατεπόθη τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. 28.968 Εἰπὲ οὖν Θεοτόκον τὴν Παρθένον, καὶ μὴ λέγε Θεοδόχον μᾶλλον δὲ λέγε Θεοδόχον καὶ Θεοτόκον. Εἰ Θεοδόχος ἐστὶ καὶ Θεοτόκος σάρκα οὐκ ἂν ἔλαβεν ἐξ αὐτῆς ὁ Θεὸς Λόγος; ἀλλὰ ἐκεῖ βιάζεταί με ὁ Εὐαγγε λιστὴς βοῶν μεγάλῃ τῇ φωνῇ «Ὁ Λόγος σὰρξ ἐγένετο.» Ἐν δὲ τῷ ἄλλῳ εὐαγγελιστῇ οὕτω λέγει «Ἠρώτα ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ, λέγων Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Ἀποκριθέντες δὲ οἱ ἀπόστολοι εἶπαν Οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν. Εἶπε δὲ ὁ Ἰησοῦς Ὑμεῖς δὲ τίνα με λέγετε; Ἀποκριθεὶςδὲ ὁ Πέτρος εἶπε Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ οὐκ εἶπε Σὺ εἶ ὁ γενόμενος χάριτι Υἱὸς Θεοῦ, ἀλλὰ, «Σὺ ὁ Χριστὸς,» τρανῇ τῇ φωνῇ, «ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ Μάρκος δὲ ὁ εὐαγγελιστὴς πάλιν τῇ αὐτῇ κέχρηται φωνῇ, συνῳδὰ φθεγγόμενος τῷ μακαρίῳ Πέτρῳ «Ἀρχὴ τοῦ Εὐαγ γελίου Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ.» Ἐν δὲ τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, εἰς τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, φησὶν ὁ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα σημεῖα, ἐφοβήθησαν σφόδρα λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος» ὁ δὲ ἄγγελος τοῖς ποιμέσιν «Ἰδοὺ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει αβίδ.» Εἰ οὖν τὸ τεχθὲν Κύριος, καὶ Κυ ριοτόκος ἡ Παρθένος ὅπου δὲ Κύριος, ἐκεῖ καὶ Θεός οὐ κεχώρισται Κύριος Θεοῦ ἢ Θεὸς Κυρίου, ὡς λέγει ἐν τῇ Παλαιᾷ «Καὶ ἔβρεξε Κύριος πῦρ παρὰ Κυ ρίου» καὶ πάλιν «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου» καὶ πάλιν «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι» καὶ πάλιν ὁ Ψαλμῳδός «Κύριος ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου» ὁ αὐτὸς πάλιν «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν» καὶ πάλιν ὁ αὐτός «Κύριος ὁ Θεὸς τῶν δυνά μεων, τίς 3

ὅμοιός σοι;» Καὶ Παῦλος ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ οὕτως γράφει «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυ μίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπι φάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Οὗτος ὁ τεχθεὶς ἐκ τῆς ἁγίας Παρθένου, ὅς ἐστι Χριστὸς Κύριος. Τοῦτον τὸν Χρι στὸν καὶ Κύριον μακάριος Παῦλος μέγαν Θεὸν αὐτὸν κηρύττει λέγων «Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Πάλιν ἐν τῇ πρὸς Ῥωμαίους οὗτος γράφει «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ ἡ διαθήκη, καὶ ἡ νομοθεσία, καὶ ἡ λατρεία, καὶ αἱ ἐπαγγελίαι ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.» Καὶ πάλιν ὁ αὐτὸς Παῦλος «Πᾶς πόρνος, καὶ πλεονέκτης, καὶ μέθυσος, καὶ ἀκάθαρτος, 28.969 καὶ εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ Κυρίου καὶ Θεοῦ.» Ὥστε ἀποδέδεικται τὸν Κύριον καὶ Θεὸν εἶναι, καὶ Θεὸν τὸν Κύριον. Εἰ δὲ καὶ τούτων οὐκ ἀνάσχῃ, πείσωσί σε οἱ δαίμονες οἱ ἐν τῇ χώρᾳ τῶν Γεργεσηνῶν κράζοντες «Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Πειθέτω σάν σε οἱ δαίμονες. Εἰ τὴν μαρτυρίαν Πέτρου παραγράφῃ, καὶ εἰς τὴν τοῦ Εὐαγγελίου φωνὴν ἀποστρέφῃ τὴν κατὰ Μάρκον αἰδέσθητι. Φοβήθητι τὸν ἄγγελον τὸν εἰρηκότα, Σωτῆρα καὶ Χριστὸν καὶ Κύριον τὸν τεχθέντα ἐκ τῆς Παρθένου. Ἐπὶ τούτοις ἀπιστεῖς; Χαλίνωσον τὴν ὁρμὴν τῆς βλασφημίας σου, καὶ ὁμο λόγησον τὴν τοῦ ἀγγέλου φωνὴν τὴν ἐν τῷ Εὐαγγε λίῳ λεχθεῖσαν, Ἐμμανουὴλ, τουτέστι Μεθ' ἡμῶν ὁ Θεός. Πρὸ τῆς συλλήψεως Θεὸς καλεῖται καὶ ἐν τῷ συλληφθῆναι αὐτὸν οἰκονομικῶς οὐ κατὰ φύσιν ἐν τῇ γαστρὶ τῆς Παρθένου ἀρνῇ αὐτὸν Θεὸν εἶναι; Εἰ δὲ ὁμολογῇς αὐτὸν Θεὸν εἶναι ἐν τῇ γαστρὶ τῆς Παρ θένου, ὅπερ καὶ ἔστιν, καὶ ἡνῶσθαι αὐτὸν τὸν Θεὸν Λόγον τῇ ἐνσάρκῳ οἰκονομίᾳ, τί φεύγεις Θεοτόκον λέγειν τὴν Παρθένον; Εἰ Θεοτόκος οὐκ ἔστι, οὐδὲ Παρθένος μετὰ τόκον. Ἐγὼ δὲ λέγω, ἐν τῇ συλλήψει τῆς παρθενικῆς μήτρας ὢν, ἐν τοῖς τοῦ Πατρὸς κόλ ποις ἐκάθητο μὴ περιγραφόμενος. Ἁπλῆ γὰρ καὶ ἀσύνθετος ἡ φύσις ἡ θεία μὴ περιγραφομένη. Ἄτρεπτος ἡ φύσις, καὶ ἀναλλοίωτος ἡ οὐσία. Καὶ τοῦτον τὸν ἐν τοῖς κόλποις τοῦ Πατρὸς ὄντα, τοῦτον ἔτεκε νῦν τῇ οἰκονομίᾳ ἡ Παρθένος. Ὡς ἠθέλησεν εἰσῆλθεν ὡς ηὐδόκησε, συνελήφθη ἐν τῇ γαστρὶ τῆς Παρθένου ὡς ἐβουλήθη, προῆλθε τεχθείς. Σὺ τί περιεργάζῃ αὐτοῦ τὴν γέννησιν; Ἢ ὡς Θεὸν φοβήθητι, ἢ ὡς δεσπότην αἰδέσθητι, ἢ ὡς κτιστὴν καὶ δημιουργὸν εὐλαβήθητι, ἢ ὡς Κύριον τρόμησον, ἢ ὡς κριτὴν φρίξον. Ἐντρέψουσί σε οἱ δαίμονες οἱ τοὺς χοίρους ἀπελάσαντες, καὶ τὴν ἀγέλην τῷ βυθίῳ θανάτῳ ἀποπνίξαντες. Ἐκεῖνοι ἐπιγνόντες τὸν δεσπότην λέγουσι «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Ἐκεῖνοι τὸν κίνδυνον καὶ τὴν ἀπειλὴν τῆς βασάνου φεύγουσι, καὶ σὺ καθ' ἑαυτοῦ τὴν κρίσιν τῆς βασάνου ἐφέλκῃ. Ἐκεῖνοι ἔγνωσαν τὸν ἐκ Μαρίας τεχθέντα Κύριον καὶ κριτὴν τοῦ παντὸς κόσμου, καὶ ἰδόντες αὐτὸν πρὸ τῆς κρίσεως ἐτρόμησαν καὶ σὺ ταύτην τὴν κρίσιν πρὸ ὀφθαλμῶν ἔχων καταφρονεῖς, καὶ οὐκ ἐκπλήττῃ; Καὶ πάλιν ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, καθαρὰν ἐκλευκαίνων ὑμῖν τοῦ λόγου τὴν ὑπόθεσιν ὥστε ἐν γνώσει ἀσφαλείας ἀσάλευτον ἔχειν τὴν πίστιν καὶ τὴν κρηπῖδα τῆς πίστεως τὴν ὁμολογίαν βεβαίαν κατέχειν. Πάλιν ἐπὶ τὸ προκείμενον βαδιοῦμεν, ὀρθὴν καὶ ἀκλινῆ τὴν ὁδὸν τῆς πίστεως ἀναδεικνύντες. Ἐμοὶ μὲν γὰρ τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Οὗτος ὁ Θεὸς εἰσῆλθε διὰ τῆς ἀκοῆς τῆς Παρθένου ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε, προῆλθε τεχθεὶς ὡς ἠβουλήθη εἰσῆλθεν ἀσώματος ὡς ἠθέλησεν 4

ἐκυοφορήθη ὁ ἀχώρητος ἐν χωρητικῷ σκεύει, ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκονομικῶς, ὡς ηὐδόκησε. Προῆλθε 28.972 τεχθεὶς Θεὸς καὶ ἄνθρωπος, ὡς ἐβουλήθη. Ἐγένετο ὃ οὐκ ἦν, ἔχων ἀναλλοιώτου οὐσίας ὃ ἦν. Θεὸς γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν καίτοι γε τοῦ Ἀποστόλου λέγοντος «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός.» Τοῦτον τὸν Υἱὸν ἐξαπέστειλεν ὁ Θεὸς γενόμενον ἐκ γυναικὸς, τὸν ἐκ τῆς ἀχράντου φύσεως γεννηθέντα, τὸν ἐκ τῆς ἀφράστου οὐσίας προελθόντα, τὸν τῶν πατρικῶν κόλπων οὐκ ἀπαλλοτριωθέντα, τὸν τοῦ βασιλικοῦ θρόνου μὴ χωρισθέντα, ἀλλὰ ἰδίως τῷ Πατρὶ συνθρονεύοντα καὶ συγκαθεζόμενον, οὐκ ἐν χάριτι, ἀλλ' ἐν θεϊκῇ φύσει καὶ πατρικῇ οὐσίᾳ. Πῶς γὰρ κεχώρισται, φράσον μοι, αὐτοῦ λέγοντος, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί» καὶ πάλιν «Ὁ Πατήρ μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα;» Αὐτὸν τὸν τεχθέντα ἐκ τῆς ἁγίας Παρθένου, τοῦτον πρὸ τῆς συλλήψεως ὁ ἄγγελος Ἐμμανουὴλ κέκληκε, τουτέστι, «Μεθ' ἡμῶν ὁ Θεὸς,» ὃν εἶπεν Ἡσαΐας ὁ προφήτης, τὸ παιδίον τοῦτο τὸ ἐκ τῆς Παρθένου προελθὸν, Θεὸν ἰσχυρὸν, ἐξουσιαστὴν, ἄρχοντα εἰρήνης, πατέρα τοῦ μέλλοντος αἰῶνος. Ποῖον παιδίον κατὰ φύσιν τεχθὲν Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς ἐγένετο; Ποῖον παιδίον τεχθὲν ἀστέρα εἵλκυσε μηνύοντα τοῦ ζητουμένου βρέφους, μᾶλλον δὲ εσπότου, τὸ στενωπὸν καταγώγιον; Ποῖον παιδίον μάγους ἐξ ἀνατολῶν προσεκαλέσατο προσκυνῆσαι αὐτῷ; Ποῖον παιδίον κατὰ φύσιν τεχθὲν δῶρά ποτε προσηνέχθη παρὰ μάγων; Καὶ τὰ δῶρα εἴδωμεν, εἰ ὡς ἀσθενεῖ ἀνθρώπῳ προσηνέχθη, καὶ οὐχὶ Θεῷ, βασιλεῖ καὶ ἀνθρώπῳ χρυσὸν μὲν ὡς βασιλεῖ, λίβανον δὲ ὡς Θεῷ, καὶ σμύρναν ὡς ἀνθρώπῳ εἰς ἐνταφιασμόν. Χρυσὸν μὲν ὡς βασιλεῖ «Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.» Ταύτην τὴν φωνὴν εἶπεν ὁ αβίδ. Μετὰ ταῦτα ὁ ἄγγελος εἰς τὸν ἀσπασμὸν τῆς Μαρίας «Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 5