De solemnitate paschali ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΑΣΧΑ ΕΟΡΤΗΣ.
|
|
- Ἄννα Δημητρίου
- 9 χρόνια πριν
- Προβολές:
Transcript
1 De solemnitate paschali ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΠΑΣΧΑ ΕΟΡΤΗΣ. αʹ. Τάχα οὐκ ἄκαιρον ἂν εἴη καὶ αὖθις περὶ τοῦ Πάσχα διαλαβεῖν, ἄνωθεν Ἑβραίων παισὶν εἰκονικῶς παραδεδομένου. Ὁπηνίκα γοῦν Ἑβραῖοι, σκιὰς μελλόντων ἐπιτελοῦντες, πρῶτοι τὴν τοῦ φασὲκ ἑορτὴν ἐτέλουν, θρέμμα μὲν αὐτοῖς ἐξ ἀγέλης ἐλαμβάνετο τοῦτο δὲ ἦν ἀμνὸς ἢ πρόβατον εἶτ' αὐτοὶ τοῦτο δι' ἑαυτῶν ἔθυον κἄπειτα τῷ μὲν αἵματι πρῶτον ὑπέρθυρα καὶ φλιὰς ἕκαστος τῶν ἰδίων κατέχριον οἴκων ταύτῃ πη εἰς ἀνατροπὴν ὀλοθρευτοῦ αἱμάσσοντες οὐδοὺς καὶ μέλαθρα. Σαρξὶ δὲ τοῦ προβάτου τροφῇ χρώμενοι, καὶ τὰς ὀσφῦς ζώνῃ περιδεδεμένοι, τροφῆς τε ἀζύμων ἄρτων μετίσχοντες, καὶ πόας πικρίδων προσφερόμενοι, τόπον ἐκ τόπου διέβαινον, τὸν ἀπὸ τῆς Αἰγυπτίων γῆς ἐπὶ τὴν ἔρημον. Ταῦτα γοῦν αὐτοῖς ὁμοῦ τῇ τοῦ προβάτου σφαγῇ τε καὶ τροφῇ πράττειν νενομοθέτητο. Ἔνθεν ἡ ἐξ Αἰγύπτου μετάβασις τὴν τῶν διαβατηρίων αὐτοῖς ἐπωνυμίαν ἐπλήρου. Ἀλλ' ἐκείνοις μὲν τυπικῶς ταῦτα συνέβαινεν, ἐγράφη δὲ δι' ἡμᾶς. Καί γε διερμηνεύει Παῦλος τῶν παλαιῶν συμβόλων διαφαίνων τὴν ἀλήθειαν δι' ὧν φησι Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός. Τὸ δὲ αἴτιον τοῦ τυθῆναι αὐτὸν ὁ Βαπτιστὴς παρίστησιν εἰπών Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ γὰρ σφάγιον κακῶν ἁπάντων ἀποτρόπαιον τὸ σῶμα τὸ σωτήριον τῷ θανάτῳ παρεδίδοτο, ὃ δὴ καθαρσίου δίκην τοῦ παντὸς ἀφεῖλε κόσμου τὴν ἁμαρτίαν κέκραγε γοῦν τηλαυγῶς Ἡσαΐας Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. βʹ. Τούτου δὴ τοῦ σωτηρίου θύματος τοῦ τῷ ἰδίῳ αἵματι τὸ πάντων ἀνθρώπων γένος ἀνασωσαμένου ταῖς λογικαῖς σαρξὶ τρεφόμενοι, μαθήμασι δηλαδὴ καὶ λόγοις βασιλείας οὐρανῶν καταγγελτικοῖς, τὴν κατὰ Θεὸν εἰκότως τρυφῶμεν τρυφήν. Ἀλλὰ καὶ πίστει τοῦ αἵματος αὐτοῦ, ὃ δὴ λύτρον ὑπὲρ τῆς ἡμετέρας ἀντιδέδωκε σωτηρίας, τοὺς ψυχῆς οἴκους τὰ σώματα κατασημαινόμενοι, πᾶν γένος δαιμόνων ἐπιβούλων ἐξ ἑαυτῶν ἀπελαύνομεν καὶ τὴν τῶν διαβατηρίων ἑορτὴν ἐπιτελοῦντες, διαβαίνειν μελετῶμεν ἐπὶ τὰ θεῖα, ὡς πάλαι τῆς Αἰγύπτου μεταβεβηκότες ἐπὶ τὴν ἔρημον. Ταύτῃ γοῦν καὶ ἡμεῖς ἀτριβῆ τινα καὶ ἔρημον τοῖς πολλοῖς στελλόμεθα πορείαν, παλαιὰν ζύμην ἀθέου πλάνης τῆς αὐτῆς ψυχῆς ἐξόριον ποιούμενοι, καὶ τὰς ἀληθεῖς πικρίδας διὰ τῆς πικρᾶς καὶ ἀλγεινῆς διαίτης προσφερόμενοι. Καὶ ὁ καιρὸς δὲ τῆς ἑορτῆς εὔκαιρος, οὐκ ἐν μέσῃ χειμῶνος ὥρᾳ παρηγμένος στυγνὸς γὰρ οὗτος ἀλλ' οὐδ' ἐν μέσῳ θέρει κατάλληλος ἦν, καθ' ὃν ἡ τροπὴ φλεγμαίνουσα, τῶν κατ' ἀγροὺς σχολαζόντων περιαιρεῖται τὸ κάλλος πλεονεκτεῖ δὲ καὶ τὰ τῶν ὡρῶν, οὐκ ἐπαμφοτερίζοντα τῇ ἰσομοιρίᾳ μετοπώρου γὰρ τροπῆς οὐκ ἐπιτερπὴς ἡ θέα, χηρευούσης μὲν τῆς χώρας, τῶν δ' οἰκείων καρπῶν ὡς ἂν τέκνων ἀπεστερημένης. Ἔαρ δὴ λείπεται τὸ φαιδρὸν, ὃ δὴ τοῦ παντὸς ἔτους κεφαλή τις οἷα σώματος ἡγεῖται, ἡλίου μὲν δὴ ἄρτι τὸ πρῶτον τμῆμα διιππεύοντος, σελήνης δ' ἐκ παραλλήλου πλησιφαεῖ τῷ φωτὶ τὸν τῆς νυκτὸς δρόμον εἰς λαμπρὰν μεθαρμοζομένης ἡμέραν. Τοῦτο λύει μὲν κτύπων χειμερίων φόβητρα, λύει δὲ μακρὰ διαστήματα, πλημμύρας ὑδάτων μεταβάλλει. Ἤδη δὲ νεαρᾶς ἐπιλαμπούσης αἰθρίας, γαλήνη μὲν τοῖς θαλαττεύουσι καθίστησι τὰ πελάγη, εὔδιον δὲ ἀέρα τοῖς κατὰ γῆν ὁδοιπόροις ἐνδίδωσι. Χῶραι δ' ἐν τούτῳ κατ' ἀγροὺς ἐγκύμονες σπερμάτων, καὶ 1
2 καρπῶν σπαργῶντα φυτὰ τοῖς ἐκ Θεοῦ δώροις ἀγαλλόμενα, γεωργοῖς πόνων τὰς ἀμοιβὰς ἐν εὐλογίαις παρέχει. γʹ. Οὗτος ὁ τῆς ἑορτῆς καιρὸς, Αἰγυπτίοις μὲν ὄλεθρον τοῖς δαιμόνων φίλοις, Ἑβραίοις δὲ ἑορτάζουσι τῷ Θεῷ, κακῶν ἐλευθερίαν προὐξένει οὗτος ἦν αὐτὸς ἐκεῖνος, ὁ δὴ καὶ ἐπὶ τῆς πρώτης τοῦ παντὸς κοσμογονίας τετηρημένος, καθ' ὃν ἡ γῆ ἐβλάστησε, καθ' ὃν οἱ φωστῆρες ἐγένοντο, καθ' ὃν οὐρανὸς καὶ γῆ παρήχθησαν καὶ πάντα τὰ ἐν αὐτοῖς κατὰ τοῦτον καὶ ὁ Σωτὴρ τοῦ σύμπαντος κόσμου τὸ τῆς οἰκείας ἑορτῆς ἐξετέλεσε μυστήριον, καὶ τὴν οἰκουμένην ὁ μέγας φωστὴρ, εὐσεβείας αὐγαῖς κατελάμπρυνε καὶ δὴ γενέθλιον κόσμου ὁ καιρὸς περιέχειν ἔοικε. Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ τύπος ἐτελεῖτο, τὸ παλαιὸν Πάσχα, ὃ καὶ διαβατήριον εἴρηται ἀλλὰ καὶ προβάτου σφαγῆς σύμβολον ἔφερεν ἀλλὰ καὶ τροφῆς ἀζύμων ἄρτων ᾐνίττετο εἰκόνα. Ταῦτα δὲ ἐπὶ τὴν σωτήριον ἑορτὴν ἅπαντα συνεπληροῦτο τό τε γὰρ πρόβατον αὐτὸς ἦν καθ' ὃ περιέκειτο σῶμα. Αὐτὸς καὶ ἥλιος δικαιοσύνης, ἔαρος δῆτα θείου καὶ σωτηρίου τροπῆς ἀπὸ χειρόνων ἐπὶ τὰ κρείττω τὸν τῶν ἀνθρώπων βίον διαλαβούσης. Αἰγυπτίων μὲν δαίμοσιν εἰσέτι καὶ νῦν θεήλατοι μάστιγες καταπέμπονται, λαοὶ δὲ πανταχοῦ γῆς οἰκοῦντες τὴν σφῶν ἐλευθερίαν τὴν ἐκ τῆς πολυπλανοῦς ἀθεότητος ἑορτάζουσι. Τῶν λαοπλανῶν δὲ πνευμάτων πεπαυμένων, καὶ χειμῶνος κακῶν, καινῶν καρπῶν εὐφορία διαφόροις χαρίσμασιν ἁγίου Πνεύματος τὴν Ἐκκλησίαν τοῦ Θεοῦ στεφανοῖ καὶ ἁπλῶς πᾶν γένος ἀνθρώπων ἐπὶ τὸ ἡμέτερον μεταβέβληται χῶραι δὲ πᾶσαι, πρὸς τοῦ γεωργοῦ Λόγου τῆς κατὰ ψυχὴν γεωργίας τυχοῦσαι, τὰ ὡραῖα τῆς ἀρετῆς ἄνθη βεβλαστήκασιν ἀλλὰ καὶ τῶν τοῦ σκότους κακῶν ἠλευθερωμένοι, φωτὸς ἐν ἡμέρᾳ Θεοῦ γνώσεως κατηξιώθημεν. δʹ. Τοιαῦτα τὰ καινὰ μαθήματα πάλαι μὲν διὰ συμβόλων ἐπεσκιασμένα, νεωστὶ δὲ εἰς φῶς ἀνακεκαλυμμένα. Καὶ δὴ καὶ ἡμεῖς τὸ κεφάλαιον τῆς ἑορτῆς κύκλων περιόδοις καθ' ἕκαστον ἔτος ἀναζωπυροῦμεν, προέορτα μὲν προπαρασκευῆς ἕνεκα τὴν τεσσαρακονθήμερον ἄσκησιν παραλαμβάνοντες κατὰ τὸν τῶν ἁγίων ζῆλον Μωϋσέως καὶ Ἡλίου, τὴν δὲ ἑορτὴν αὐτὴν εἰς ἄληστον αἰῶνα ἀνανεούμενοι. Τὴν γοῦν πρὸς τὸν Θεὸν πορείαν στελλόμενοι, τὰς μὲν ὀσφῦς εὖ μάλα δεσμῷ σωφροσύνης περιδούμεθα, τὰ δὲ τῆς ψυχῆς βαδίσματα ἐν ἀσφαλείᾳ φυλάττοντες, ὥσπερ ἐν ὑποδήμασι δὴ τὸν δρόμον τῆς οὐρανίου κλήσεως παρασκευάζομεν βακτηρίᾳ δὲ λόγου θείου ἐν εὐχῶν δυνάμει πρὸς ἄμυναν ἐχθρῶν χρώμενοι, σὺν πάσῃ προθυμίᾳ διαβαίνομεν τὴν εἰς οὐρανοὺς φέρουσαν διάβασιν, σπεύδοντες ἀπὸ τῶν τῇδε ἐπὶ τὰ οὐράνια, καὶ ἀπὸ ζωῆς θνητῆς ἐπὶ τὴν ἀθάνατον οὕτω γὰρ διαδέξεται ἡμᾶς ἐντεῦθεν τὰ διαβατήρια εὖ καὶ καλῶς διαβεβηκότας ἄλλη τις μείζων ἑορτή Πεντηκοστὴν αὐτὴν ἐπίκλην Ἑβραίων παῖδες ὀνομάζουσιν, εἰκόνα φέρουσαν τῆς τῶν οὐρανῶν βασιλείας. Λέγει γοῦν Μωϋσῆς Ἀρχομένου σου δρέπανον ἐπ' ἄμητον, ἑπτὰ ἑβδομάδας ἀριθμήσεις σεαυτῷ, καὶ νέους ἄρτους ἐκ νέων ἀμήτων παραθήσεις τῷ Θεῷ. Ἐδήλου δὲ ἄρα προφητικῷ τύπῳ ἄμητον μὲν τῶν ἐθνῶν τὴν κλῆσιν, νέους δὲ ἄρτους τὰς διὰ Χριστοῦ τῷ Θεῷ προσενηνεγμένας ψυχὰς, τάς τε ἐξ ἐθνῶν ἐκκλησίας, ἐφ' αἷς ἑορτὴ μεγίστη τῷ φιλανθρώπῳ Θεῷ συντελεῖται οἳ ταῖς τῶν ἀποστόλων λογικαῖς δρεπάναις θερισθέντες, καὶ ὥσπερ εἰς ἅλως τὰς ἁπανταχοῦ γῆς Ἐκκλησίας συναχθέντες ὑφ' ἓν, ὁμοφώνῳ τε διαθέσει πίστεως σωματοποιηθέντες, καὶ ἁλσὶ τοῖς ἀπὸ τῶν θείων λόγων μαθήμασιν ἐξαρτυθέντες, δι' ὕδατός τε καὶ πυρὸς ἁγίου Πνεύματος ἀναγεννηθέντες, ἄρτοι τρόφιμοι προσηνεῖς καὶ ἀρεστοὶ τῷ Θεῷ διὰ Χριστοῦ προσφερόμεθα. εʹ. Ταύτῃ πη τῶν παρὰ Μωϋσεῖ προφητικῶν συμβόλων εἰς ἔργα σεμνοτέροις τοῖς ἀποτελέσμασι χωρούντων, αὐτοί γε μὴν τὴν ἑορτὴν φαιδροτέραν ἄγειν 2
3 παρειλήφαμεν, ὡς ἂν τῷ Σωτῆρι συναγηγερμένοι, καὶ τῆς αὐτοῦ βασιλείας ἀπολαύοντες. ιὸ οὐκέτι πονεῖσθαι κατὰ τήνδε τὴν ἑορτὴν συγχωρούμεθα, τῆς δ' ἐλπιζομένης ἐν οὐρανοῖς ἀναπαύσεως τὴν εἰκόνα φέρειν διδασκόμεθα ὅθεν οὐδ' ἐν ταῖς εὐχαῖς γόνυ κλίνομεν, οὐδ' ἀσιτίαις καταπονούμεθα τοὺς γὰρ τῆς κατὰ Θεὸν ἀναστάσεως ἠξιωμένους οὐκέτ' αὖθις οἷόν τε ἐπὶ γῆς πίπτειν οὐδὲ τοὺς τῶν παθῶν ἠλευθερωμένους τὰ ἴσα πάσχειν τοῖς καταδεδουλωμένοις. ιὸ μετὰ τὸ Πάσχα τὴν Πεντηκοστὴν ἐν ἑβδομάσιν ἑπτὰ τελείαις ἑορτάζομεν, τὸν μὲν πρότερον αἰῶνα τῆς πρὸ τοῦ Πάσχα τεσσαρακονθημέρου συνασκήσεως ἐν ἓξ ἑβδομάσιν ἀνδρισάμενοι πρακτικὴ γὰρ ἡ ἑξὰς καὶ ἐνεργητική διὸ καὶ ἐν ἓξ ἡμέραις ὁ Θεὸς πεποιηκέναι λέγεται τὰ σύμπαντα. Τοὺς δ' ἐν ἐκείνῃ πόνους εἰκότως ἡ δευτέρα ἑορτὴ ἐν ἑβδομάσιν ἑπτὰ διαδέξεται, πολυπλασιαζομένης ἡμῖν τῆς ἀναπαύσεως, ἧς τὰ σύμβολα ἡ ἑβδομὰς σημαίνειν θέλει. Οὐ μὴν ἐπὶ ταύτας ὁ τῆς Πεντηκοστῆς ἀριθμὸς ἵσταται ὑπερακοντίσας δὲ τὰς ἑπτὰ ἑβδομάδας, μονάδι τῇ μετὰ ταύτας ὑστάτῃ τὴν πανέορτον ἡμέραν τῆς Χριστοῦ ἀναλήψεως ἐπισφραγίζεται. Εἰκότως ἄρα ἐν ταῖς τῆς ἁγίας Πεντηκοστῆς ἡμέραις τὴν μέλλουσαν ἀνάπαυσιν διαγράφοντες, τὰς ψυχὰς γαννύμεθα, καὶ τὸ σῶμα διαναπαύομεν, ὡς ἂν αὐτῷ συνόντες ἤδη τῷ Νυμφίῳ, καὶ νηστεύειν μὴ δυνάμενοι. ςʹ. Πλὴν ὅτι οἱ ἱεροὶ εὐαγγελισταὶ τὸ σωτήριον πάθος κατὰ τὰς ἡμέρας τοῦ Ἰουδαϊκοῦ Πάσχα τῶν ἀζύμων ἱστόρησαν γεγονέναι, οὐδεὶς ἂν ἀμφιβάλοι τοῦτο γὰρ ἦν τοῦ νόμου τοῦ παρὰ Μωϋσεῖ περὶ τοῦ Πάσχα λεγομένου αἴτιον. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ Ἀμνὸς τοῦ Θεοῦ ὡς πρόβατον ἐπὶ σφαγὴν ἄγεσθαι παρ' αὐτοῖς Ἰουδαίοις, καὶ τοῦτο πάσχειν ὑπὲρ τῆς κοινῆς πάντων ἀνθρώπων σωτηρίας, οὐκ ἄλλοτε ἢ κατὰ τὸν δηλούμενον καιρὸν, προλαβὼν τὸ μέλλον ὁ Θεὸς διὰ συμβόλων εἰκονικῶς, κατ' αὐτὸν ἐκεῖνον τὸν μέλλοντά ποτε κατὰ χρόνων περιόδους ἐπιστήσεσθαι καιρὸν, ἀμνὸν παρὰ Ἰουδαίοις αἰσθητὸν ἐκέλευε θύεσθαι καὶ τοῦτο αὐτοῖς κατ' ἐνιαυτὸν ἐτελεῖτο, ἕως ἡ ἀλήθεια ἀποπληρωθεῖσα, τὰς παλαιὰς εἰκόνας περιέγραψεν. Ὅθεν ἐξ ἐκείνου παρὰ μὲν τοῖς ἔθνεσιν ἡ ἀληθὴς τῶν μυστηρίων κεκράτηκεν ἑορτὴ, παρὰ δὲ Ἰουδαίοις οὐκέτι οὐδ' αὐτῶν ἡ μνήμη τῶν συμβόλων φυλάττεται, περιῃρημένου αὐτῶν τοῦ τόπου ἐν ᾧ τὰ τῆς ἑορτῆς τελεῖσθαι νενομοθέτητο. Εἰκότως ἄρα ἡ θεία τῶν Εὐαγγελίων γραφὴ κατὰ τὸν χρόνον τῶν Ἰουδαϊκῶν ἀζύμων πεπονθέναι φησὶ τὸν Σωτῆρα ἐπειδὴ καὶ τότε ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη ταῖς προφητικαῖς ἀκολούθως φωναῖς. ζʹ. Καὶ οἱ μὲν κατὰ Μωϋσέα ἅπαξ τοῦ παντὸς ἔτους πρόβατον τοῦ Πάσχα ἔθυον τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς, τὸ πρὸς ἑσπέραν ἡμεῖς δὲ οἱ τῆς Καινῆς ιαθήκης ἐφ' ἑκάστης Κυριακῆς ἡμέρας τὸ ἑαυτῶν Πάσχα τελοῦντες, ΑΕΙ ΤΟΥ ΣΩΜΑΤΟΣ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΕΜΦΟΡΟΥΜΕΘΑ, ΑΕΙ ΤΟΥ ΑΙΜΑΤΟΣ ΤΟΥ ΠΡΟΒΑΤΟΥ ΜΕΤΑΛΑΜΒΑΝΟΜΕΝ. ἀεὶ τὰς ὀσφῦς τῆς ἑαυτῶν ψυχῆς ἁγνείᾳ καὶ σωφροσύνῃ περιεζώσμεθα, ἀεὶ τοὺς πόδας παρεσκευάσμεθα ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου, ἀεὶ τὰς βακτηρίας ἔχομεν ἐν ταῖς χερσὶ, καὶ τῇ ῥάβδῳ τῇ ἐκ ῥίζης Ἰεσσαὶ προελθούσῃ ἐπαναπαυόμεθα, ἀεὶ τῆς Αἰγύπτου ἀπαλλαττόμεθα, ἀεὶ τὴν ἐρημίαν τοῦ ἀνθρωπείου βίου μεταδιώκομεν, ἀεὶ τὴν πρὸς Θεὸν πορείαν στελλόμεθα, ἀεὶ τὰ διαβατήρια ἑορτάζομεν. Ταῦτα γὰρ πάντα οὐχ ἅπαξ τοῦ ἔτους πράττειν ἡμᾶς, ἀεὶ δὲ καὶ διὰ πάσης ἡμέρας ὁ εὐαγγελικὸς λόγος βούλεται. ιὸ καὶ καθ' ἑκάστην ἑβδομάδα τὴν τοῦ Πάσχα τοῦ ἡμετέρου ἑορτὴν κατὰ τὴν σωτήριον καὶ Κυριακὴν ἡμέραν ἐπιτελοῦμεν τοῦ ἀληθινοῦ προβάτου, δι' οὗ ἐλυτρώθημεν, τὰ μυστήρια ἀποπληροῦντες καὶ οὔτε τὸ σῶμα σιδήρῳ περιτέμνομεν, τῆς δὲ ψυχῆς τῷ τμητικῷ λόγῳ πᾶσαν περιαιροῦμεν κακίαν οὔτε σωματικοῖς ἀζύμοις χρώμεθα, μόνοις δὲ τοῖς 3
4 τῆς εἰλικρινείας καὶ ἀληθείας. Ἡ χάρις γὰρ, ἡμᾶς τῆς γεγηρακυίας ἐλευθερώσασα συνηθείας, τὸν καινὸν ἄνθρωπον παρέδωκεν ἡμῖν τὸν κατὰ Θεὸν κτισθέντα, καὶ τὸν καινὸν νόμον, καινήν τε περιτομὴν, καινόν τε Πάσχα, καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον οὕτω καὶ τῶν παλαιῶν καιρῶν ἐλευθέρους ἡμᾶς ἀφῆκε. ηʹ. Πλὴν τοῦ θεοφιλεστάτου βασιλέως, μέσου τῆς ἁγίας συνόδου προκαθεζομένου, ὡς ἤχθη εἰς μέσον τὸ περὶ τοῦ Πάσχα ζήτημα, ἐλέγετο μὲν ὅσα καὶ ἐλέγετο ἐπλεονέκτει δὲ τῷ πλήθει τῶν ἐπισκόπων ἡ τριπλασίων μοῖρα τῆς ὅλης οἰκουμένης ἑτέρωθεν ἀντιτείνουσα τοῖς τῆς ἀνατολῆς ἀρκτῷα γὰρ ὁμοῦ καὶ μεσημβρινὰ, καὶ τὰ κατὰ δύοντα ἥλιον ἔθνη, τῇ συμφωνίᾳ φραξάμενα, τὴν ἐναντίαν ἀνθεῖλκε τοῖς τῆς ἑῴας τὴν παλαιὰν διεκδικοῦσι συνήθειαν. Τέλος δὲ λόγου εἶξαν οἱ ἀνατολικοί καὶ οὕτω μία Χριστοῦ γέγονεν ἑορτή καὶ οὕτω τῶν μὲν κυριοκτόνων ἀπέστησαν, τοῖς δὲ ὁμοδόξοις συνήφθησαν ἡ φύσις γὰρ ἕλκει τὰ ὅμοια πρὸς τὰ ὅμοια. Εἰ δέ τις εἴποι, ὡς ἄρα γέγραπται Τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων προσελθόντες οἱ μαθηταὶ εἶπον τῷ Σωτῆρι, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ὁ δὲ πρὸς τὸν δεῖνα ἀπέστειλε, παραγγείλας εἰπεῖν Πρὸς σὲ ποιῶ τὸ Πάσχα ἐροῦμεν, ὅτι τοῦτο παράγγελμα οὐκ ἔστιν, ἀλλ' ἱστορία πράγματος συμβεβηκότος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν. Ἕτερον δέ ἐστι τὸ παλαιὰν πρᾶξιν διηγεῖσθαι, καὶ ἕτερον τὸ νομοθετεῖν καὶ τοῖς μετὰ ταῦτα παραγγελίας καταλιμπάνειν. θʹ. Ἀλλὰ καὶ ὁ Σωτὴρ οὐ μετὰ Ἰουδαίων ἐπετέλεσε τὸ Πάσχα κατὰ τὸν καιρὸν τοῦ ἰδίου πάθους. Οὐ γὰρ ὅτε ἔθυον ἐκεῖνοι τὸ πρόβατον, τότε καὶ αὐτὸς μετὰ τῶν αὐτοῦ μαθητῶν τὸ ἑαυτοῦ ἤγαγε Πάσχα οἱ μὲν γὰρ κατὰ τὴν Παρασκευὴν, ἐν ᾗ πέπονθεν ὁ Σωτὴρ, τοῦτ' ἔπραττον ὅθεν οὐδὲ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἀλλ' ὁ Πιλάτος πρὸς αὐτοὺς ἔξεισιν αὐτὸς δὲ πρὸ ὅλης ἡμέρας τῇ πέμπτῃ τοῦ Σαββάτου τοῖς μαθηταῖς συνανέκειτο, καὶ συνεσθίων αὐτοῖς ἔλεγεν Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν. Ὁρᾷς ὅπως ὁ Σωτὴρ οὐ μετὰ Ἰουδαίων τὸ Πάσχα ἤσθιεν; Ἐπειδὴ καινὸν ἦν ἐκεῖνο καὶ ξενίζον παρὰ τὰ συνήθη καὶ Ἰουδαϊκὰ ἔθη, ἀναγκαίως ἐπέστησεν εἰπών Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν, πρὸ τοῦ με παθεῖν τὰ μὲν γὰρ παλαιὰ ἤθη ὄντα καὶ πεπαλαιωμένα, ἃ δὴ μετὰ Ἰουδαίων ἤσθιεν, οὐκ ἦν ἐπιθυμητά τὸ δὲ καινὸν μυστήριον τῆς Καινῆς αὐτοῦ ιαθήκης, ὃ δὴ μετεδίδου τοῖς ἑαυτοῦ μαθηταῖς, ἐπιθυμητὸν ἦν αὐτῷ εἰκότως ἐπεὶ πολλοὶ πρὸ αὐτοῦ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν τὰ τῆς Νέας ιαθήκης μυστήρια καὶ αὐτὸς δὲ ὁ Λόγος, πάντοτε διψῶν τὴν κοινὴν σωτηρίαν, μυστήριον παρεδίδου, δι' οὗ πάντες ἄνθρωποι ἔμελλον ἑορτάζειν, ἐπιθυμητὸν τοῦτο αὐτῷ εἶναι ὡμολόγησε. Τὸ μὲν Μωϋσέως Πάσχα οὐχ ἥρμοζε πᾶσι τοῖς τότε ἔθνεσι πῶς γάρ; ὁπότε ὑφ' ἕνα τόπον τὸν ἐν τῇ Ἱερουσαλὴμ τελεῖσθαι νενομοθέτητο διὸ οὐκ ἦν ἐπιθυμητόν τὸ δὲ σωτήριον μυστήριον τῆς Καινῆς ιαθήκης, πᾶσιν ἀνθρώποις ἁρμόζον, εἰκότως αὐτῷ ἐπιθυμητὸν ἦν. ιʹ. Ἀλλ' αὐτὸς μὲν, πρὸ τοῦ παθεῖν, σὺν τοῖς ἑαυτοῦ μαθηταῖς ἔφαγε τὸ Πάσχα, καὶ τὴν ἑορτὴν ἐπετέλεσεν, οὐ μετὰ τῶν Ἰουδαίων ἑορτάσαντος δὲ αὐτοῦ ἑσπέρας, οἱ ἀρχιερεῖς ἅμα τῷ προδότῃ ἐπιστάντες, ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας οὐ γὰρ ἤσθιον αὐτοὶ κατὰ τὴν ἑσπέραν τὸ Πάσχα ἦ γὰρ ἂν τὴν σχολὴν περὶ αὐτὸν εἶχον καὶ δῆτα συλλαβόντες ἀπήγαγον εἰς τὴν οἰκίαν τοῦ Καϊάφα, ἔνθα διανυκτερεύσαντες, ὡς ἡμέρα ἐγένετο, συνήχθησαν, καὶ ἀνακρίνουσιν αὐτὸν πρότερον εἶτα μετὰ ταῦτα ἀναστάντες ἅμα τῷ πλήθει ἤγαγον αὐτὸν πρὸς Πιλάτον. Καὶ τότε φησὶν ἡ Γραφὴ, ὅτι μὴ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα δὴ μὴ, ὑπὸ στέγην Ἑλληνικὴν εἰσελθόντες, ὥς γε ᾤοντο, μιανθῶσι, καθαροὶ δὲ μείναντες οἱ παμμίαροι, 4
5 ἑσπέρας ἐπιστάσης, φάγοιεν τὸ Πάσχα, οἱ τὸν κώνωπα διυλίζοντες, τὴν δὲ κάμηλον καταπίνοντες, οἱ τὰς ψυχὰς αὐτοῖς σώμασι κατὰ τοῦ Σωτῆρος μιαι φονίᾳ μεμιαμμένοι, τὸν ὄροφον ἐδεδίεσαν ὑπεισελθεῖν ἀλλ' οἱ μὲν κατ' αὐτὴν ἐκείνην τοῦ πάθους τὴν ἡμέραν τὸ λυμαντικὸν τῆς ἑαυτῶν ψυχῆς ἔφαγον Πάσχα, τὸ αἷμα τὸ σωτήριον οὐχ ὑπὲρ ἑαυτῶν, ἀλλὰ καθ' ἑαυτῶν ἐξαιτησάμενοι. Ὁ δ' ἡμέτερος Σωτὴρ οὐ τότε, πρὸ ἡμέρας δὲ ἀνακείμενος μετὰ τῶν μαθητῶν, τὴν ἐπιθυμητικὴν ἑαυτῷ ἑορτὴν ἦγεν. ιαʹ. Ὁρᾷς, ὡς ἐξ ἐκείνου, ὁ μὲν αὐτῶν ἐχωρίζετο καὶ τῆς Ἰουδαϊκῆς ἀνεχώρει μιαιφονίας, συνήπτετο δὲ τοῖς μαθηταῖς, ἅμα αὐτοῖς τὴν ἐπιθυμητὴν ἑορτὴν πανηγυρίζων; Οὐκοῦν καὶ ἡμῖν τὸ Πάσχα σὺν Χριστῷ βρωτέον, καθαιροῦσι μὲν τῆς ἑαυτῶν διανοίας πᾶσαν ζύμην κακίας καὶ πονηρίας, ἀζύμων δ' ἀληθείας καὶ εἰλικρινείας ἐμπιπλαμένοις, ἔχουσιν ἐν ἑαυτοῖς ἔνδον ἐν τῇ ψυχῇ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὴν ἀληθῆ περιτομὴν, καὶ τοῦ τυθέντος ὑπὲρ ἡμῶν προβάτου τῷ αἵματι τὰς τῆς διανοίας ἡμῶν φλιὰς περιχρίουσιν εἰς ἀποτροπὴν τοῦ καθ' ἡμᾶς ὀλοθρευτοῦ. Καὶ τοῦτο οὐ πρὸς μίαν περίοδον τοῦ παντὸς ἔτους, ἀλλὰ καὶ δι' ἑβδομάδος ἁπάσης. Παρασκευὴ μὲν ἡμῖν ἔστω νηστεία, πένθους σύμβολον, τῶν προτέρων ἡμῖν χάριν ἁμαρτημάτων, καὶ μνήμης ἕνεκα τοῦ σωτηρίου πάθους. ιβʹ. Ἰουδαίους γε μὲν ἐξ ἀρχῆς ἀπεσφάλθαι τῆς ἀληθείας φημὶ, ἐξ οὗπερ αὐτῇ τῇ ἀληθείᾳ ἐπιβεβουλεύκασι, τὸν Λόγον τῆς ζωῆς ἐξ ἑαυτῶν ἀπελαύνοντες. Καὶ τοῦτο σαφῶς ἡ τῶν ἱερῶν Εὐαγγελίων παρίστησι γραφή. Τῷ μὲν γὰρ Κυρίῳ ἐπιμαρτυρεῖ τὸ Πάσχα βεβρωκέναι τῇ πρώτῃ τῶν ἀζύμων μηδ', ὥς φησιν ὁ Λουκᾶς, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα ἡμέρᾳ τὸ σύνηθες αὐτοῖς βεβρώκασι Πάσχα, ἀλλὰ τῇ μετ' ἐκείνην ἑξῆς, ἥτις ἦν τῶν μὲν Ἀζύμων δευτέρα, σελήνης δὲ πεντεκαιδεκάτη, ἐν ᾗ τοῦ Σωτῆρος ἡμῶν κρινομένου ὑπὸ Πιλάτου, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον. Οὐκ ἄρα τῇ πρώτῃ τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι, βεβρώκασιν αὐτὸ κατὰ τὸν νόμον ἦ γὰρ ἂν μετὰ τοῦ Σωτῆρος καὶ αὐτοὶ τὸ Πάσχα πεποιήκεσαν ἀλλ' ἐξ ἐκείνου ἅμα τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῇ, πρὸς τῆς αὐτῶν τυφλωθέντες κακίας, καὶ πάσης ἀληθείας ἐσφάλησαν. Ἡμεῖς δὲ τὰ αὐτὰ μυστήρια δι' ὅλου τοῦ ἔτους ἄγομεν, ἐν παντὶ μὲν προσαββάτῳ τοῦ σωτηρίου πάθους τὴν ἀνάμνησιν ποιούμενοι διὰ νηστείας, ἣν ἐνήστευσαν, ἀρθέντος ἀπ' αὐτῶν τοῦ Νυμφίου, τότε πρῶτον οἱ ἀπόστολοι διὰ πάσης δὲ Κυριακῆς ἡμέρας τῷ ἡγιασμένῳ σώματι τοῦ αὐτοῦ σωτηρίου Πάσχα ζωοποιούμενοι, καὶ τῷ τιμίῳ αἵματι αὐτοῦ τὰς ψυχὰς κατασφραγιζόμενοι. 5
αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν
ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen
EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering
Iohannes Damascenus - De azymis
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων
ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)
ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ) ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ 1: Ἴσως οὖν εἴποιεν ἂν πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν, ὅτι οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο, οὐδὲ ὁ σώφρων
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ
Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Πρπρευμένων τῶν Ἱερπαίδων μετὰ εἰκόνων καὶ θυμιατῦ, ὁ Ἱερεὺς ἐξέρχεται τῦ Ἱερῦ μετὰ τῦ Τιμίυ Σταυρῦ καὶ γίνεται λιτανεία πέριξ τῦ ἐσωτερικῦ τῦ Ναῦ εἰς τέσσαρες στάσς. Εἰς
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 3 Θεωρητικά στοιχεία 1. Παρατακτική σύνδεση α. Ασύνδετη παράταξη ή ασύνδετο σχήμα Είναι ο αρχικός και απλοϊκός τρόπος σύνδεσης όμοιων προτάσεων ή όρων. Κατ αυτόν τα συνδεόμενα μέρη διαδέχονται
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 29 ΜΑΪΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους
1st and 2nd Person Personal Pronouns
1st and 2nd Person Personal Pronouns Case First Person Second Person I You () Nominative ἐγώ σύ Accusative ἐμέ or με σέ Genitive ἐμοῦ or μου σοῦ Dative ἐμοί or μοι σοί We You () Nominative ἡμεῖς ὑμεῖς
«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»
ÄÉÌÇÍÉÁÉÁ ÅÊÄÏÓÇ ΙΕΡΟΥ ΝΑΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ÉÅÑÁ ÌÇÔÑÏÐÏËÉÓ ÈÅÓÓÁËÏÍÉÊÇÓ ÉÅÑÏÓ ÍÁÏÓ ÌÅÔÁÌÏÑÖÙÓÅÙÓ ÔÏÕ ÓÙÔÇÑÏÓ ΔΕΛΦΩΝ -ΜΙΟΥΛΗ ΤΗΛ.: 2310 828 989 «ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ΕΤΟΣ ΣΤ ΠΑΣΧΑ 2013 www.inmetamorfoseos.gr
αρχεία Πηγεσ γνωσησ, πηγεσ μνημησ Αρχεία της Βυζαντινής Αυτοκρατορίας Ασκήσεις επί χάρτου
αρχεία Πηγεσ γνωσησ, πηγεσ μνημησ Αρχεία της Βυζαντινής Αυτοκρατορίας Ασκήσεις επί χάρτου Άσκηση 1η Η σκληρή δουλειά των γραφέων Στα βυζαντινά μοναστήρια λειτουργούσαν scriptoria, δηλαδή εργαστήρια όπου
πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern
VERTAALHULP BIJ 31.2 πῶς οῦν ἂν μετριώτατα σκοποίμεθα αὐτά; < --predicaat-- > compl. (obj.) πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern
Εισαγωγή στη Φιλοσοφία
Εισαγωγή στη Φιλοσοφία Ενότητα 3: Είναι - Συνειδέναι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό
Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους, Ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, 17-18
ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 11 ΣΕΠΤΕΜΒΡΙΟΥ 2001 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΕΙΜΕΝΑ Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους,
ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι
Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο
Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Η ιστορία του πύργου της Βαβέλ υπάρχει στη Γένεση, στο κεφάλαιο 11. Ξεκινά ως εξής: Καί ἦν πᾶσα ἡ γῆ χεῖλος
Η ΚΑΡΔΙΑ ΤΗΡΗΣΕ ΕΝΟΣ ΛΕΠΤΟΥ ΣΙΓΗ. Ἡ καρδιά (ἔλεγε κάποτε ὁ γέροντας Παΐσιος) εἶναι ὅπως τό ρολόι.
Η ΚΑΡΔΙΑ ΤΗΡΗΣΕ ΕΝΟΣ ΛΕΠΤΟΥ ΣΙΓΗ. Ἡ καρδιά (ἔλεγε κάποτε ὁ γέροντας Παΐσιος) εἶναι ὅπως τό ρολόι. Καί πράγματι εἶναι! σταματώντας ὁ χρόνος της, χρόνος ὅπου μετριοῦνται μέ τούς χτύπους τῆς καρδιᾶς, σταματάει
2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ
2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2
ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΛΑΤΩΝΟΣ ΠΟΛΙΤΕΙΑ (519C-D, 520Α) Ἡμέτερον δὴ ἔργον, ἦν δ' ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας
ΕΤΑΙΡΕΙΑ ΕΛΛΗΝΙΚΩΝ GFS DIDOT CLASSIC GREEK FONT SOCIETY ΤΥΠΟΓΡΑΦΙΚΩΝ ΣΤΟΙΧΕΙΩΝ
ΕΤΑΙΡΕΙΑ ΕΛΛΗΝΙΚΩΝ GREEK FONT SOCIETY ΤΥΠΟΓΡΑΦΙΚΩΝ ΣΤΟΙΧΕΙΩΝ GFS DIDOT CLASSIC ελληνικά open type Γράφειν δήμος εἰκών Εὐρώτᾳ ΛΊΓΆ ΛΌΓΊΆ ΓΊΆ ΤΉ DIDOT CLASSIC Ο πρωτότυπος σχεδιασμός του Didot, όπως εμφανίζεται
Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ
ΚΕΦΑΛΑΙΟ Α ἤ 01ο (01-52) 01-05 Ὁ Λόγος εἶναι Θεὸς καὶ ημιουργὸς τῶν πάντων Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ τὸ Θεὸ Πατέρα καὶ ἦταν Θεὸς ὁ Λόγος. Αὐτὸς ἦταν στὴν ἀρχὴ μαζὶ μὲ τὸ Θεὸ Πατέρα.
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (5) ιδαγμένο
1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2002 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ (ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ) ΣΥΝΟΛΟ
1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ
Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους:
ΤΡΟΠΟΙ ΣΥΝΔΕΣΗΣ ΠΡΟΤΑΣΕΩΝ Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους: με το ασύνδετο σχήμα παρατακτικά / κατά παράταξη υποτακτικά / καθ' υπόταξη ΑΣΥΝΔΕΤΟ
1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 10 ΣΕΠΤΕΜΒΡΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ
ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3
ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 Α. ΚΕΙΜΕΝΟ Εἰ μὴ συνῄδη ὦ βουλή τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τς κατηγορίας
Αὕτη δ ἐστίν ἡ καλουμένη πόλις καί ἡ κοινωνία ἡ πολιτική.
ΑΡΙΟΣΕΛΟΤ «ΠΟΛΙΣΙΚΑ» Κ ε ί μ ε ν ο Ενότητα 11η Επειδή ὁρῶμεν πᾶσαν πόλιν οὖσαν κοινωνίαν τινά και συνεστηκυῖαν ἕνεκα ἀγαθοῦ τινος (πάντες γάρ πράττουσι πάντα χάριν τοῦ δοκοῦντος εἶναι ἀγαθόν), δῆλον ὡς
ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 2 ΙΟΥΛΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ 25 ΜΑΪΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους,
Στο απόσπασμα που ακολουθεί αναφέρεται στην αξιοκρατική επιλογή των αρχόντων κατά το παρελθόν.
ΚΕΙΜΕΝΟ: Ισοκράτης, Αρεοπαγιτικός, 25-27 Ο λόγος γράφτηκε γύρω στο 354 π. Χ. Στο λόγο του αυτό ο ρήτορας γίνεται κήρυκας μιας αναδιοργάνωσης του εσωτερικού της αθηναϊκής δημοκρατίας. Προσπαθεί να εξηγήσει
ἐκτὸς ἐπ ἀσπαλάθων κνάµπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σηµαίνοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν Τάρταρον ἐµπεσούµενοι ἄγοιντο.» Α. Από το κείµενο που
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 29 ΜΑÏΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (4) ιδαγµένο κείµενο Πλάτωνος
ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)
53 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ 2013 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά,
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ 2013 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ 2013 ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Διδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας (324 Α-C) Ἀριστοτέλους Ἠθικὰ Νικομάχεια
3. δυνητικό: ἄν, ποὺ σημαίνει κάτι ποὺ μπορεὶ ἤ ποὺ μποροῦσε νὰ γίνει.
1 Άκλιτα μέρη Μόρια Λέγονται οι άκλιτες λέξεις, οι περισσότερες μονοσύλλαβες, που δεν ανήκουν κανονικά σ ένα ορισμένο μέρος του λόγου. Αυτά έχουν κυρίως επιρρηματική σημασία και χρησιμοποιούνται στο λόγο
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,
εἰ δὲ μή, παῦσαι ἤδη, ὦ θαυμάσιε, πολλάκις μοι λέγων τὸν αὐτὸν λόγον, bepaling cmpl. attribuut complement (object)
VERTAALHULP BIJ 32.2 Σω. σκοπῶμεν, ὦ ἀγαθέ, κοινῇ, καὶ εἴ πῃ ἔχεις ἀντιλέγειν ἐμοῦ λέγοντος, gesubst. ἀντίλεγε καί σοι πείσομαι.
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος
ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ, ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ. Eusebius Caesariensis Historia ecclesiastica 1 ΒΙΒΛΙΟΝ Α
0265-0339,_Eusebius_Caesariensis,_Historia_Ecclesiastica,_GR ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ, ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ Eusebius Caesariensis Historia ecclesiastica 1 ΒΙΒΛΙΟΝ Α A. Τάδε ἡ πρώτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς
14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ ὅσον μετ αὐτῶν ἐστιν ὁ
AGE Unit 9 (Middle voice) BIBLICAL reading The synoptic versions of the parable of the cloth and wineskins. Κατὰ Μαθθαῖον 9.14-17 14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, Διὰ τί ἡμεῖς καὶ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου Περικλέους Ἐπιτάφιος (ΙΙ, 41)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 6 IOYΝIOY 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ : ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου
Origenes - Adnotationes in Numeros
0185-0254 - Origenes - Adnotationes in Numeros This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant
Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 )
Διαγώνισμα Αρχαία Ελληνικά Γ Λυκείου Ηθικά Νικομάχεια Αριστοτέλους Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν οἱ γὰρ νομοθέται τοὺς
ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α
ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ
ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b)
ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b) Εἰ δὴ πᾶσα ἐπιστήμη οὕτω τὸ ἔργον εὖ ἐπιτελεῖ, πρὸς τὸ μέσον βλέπουσα καὶ εἰς τοῦτο ἄγουσα τὰ ἔργα (ὅθεν εἰώθασιν ἐπιλέγειν
ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 324A C
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ - ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΝΙΟΥ 2011 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ
ιδαγµένο κείµενο 'Αριστοτέλους 'Ηθικά Νικοµάχεια (Β6, 4-10)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 29 ΜΑΪΟΥ 2001 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (4) ιδαγµένο κείµενο 'Αριστοτέλους 'Ηθικά
Περικλέους Σταύρου 31 34100 Χαλκίδα Τ: 2221-300524 & 6937016375 F: 2221-300524 @: chalkida@diakrotima.gr W: www.diakrotima.gr
Προς: Μαθητές Α, Β & Γ Λυκείου / Κάθε ενδιαφερόμενο Αγαπητοί Φίλοι Όπως σίγουρα γνωρίζετε, από τον Ιούνιο του 2010 ένα νέο «ΔΙΑΚΡΟΤΗΜΑ» λειτουργεί και στη Χαλκίδα. Στο Φροντιστήριό μας, κάνοντας χρήση
ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ & ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΚΑΙ Δ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ
ΣΤΑΔΙΑ ΕΠΕΞΕΡΓΑΣΙΑΣ ΑΓΝΩΣΤΟΥ ΚΕΙΜΕΝΟΥ
1 ο Στάδιο Διαβάζουμε προσεκτικά το κείμενο 2 ο Στάδιο Χωρίζουμε περιόδους/ημιπεριόδους 3 ο Στάδιο Βρίσκουμε ρήματα (μετοχές & απαρέμφατα) σε κάθε περίοδο/ημιπερίοδο. 4 ο Στάδιο Βρίσκουμε συνδέσμους που
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) Διδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας, 324 Α-C Εἰ γάρ ἐθέλεις ἐννοῆσαι τό κολάζειν, ὦ Σώκρατες, τούς ἀδικοῦντας τί ποτε
Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 )
Διαγώνισμα Αρχαία Ελληνικά γ λυκείου Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Είναι φυσική λοιπόν η τάση του ανθρώπου να συνυπάρχει μαζί με άλλους σε μια τέτοια κοινωνία.
Eusebius Caesariensis - Fragmenta in Danielem
0265-0339 - Eusebius Caesariensis - Fragmenta in Danielem This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns
ΕΠΑΝΑΛΗΠΤΙΚΟ ΚΡΙΤΗΡΙΟ ΑΞΙΟΛΟΓΗΣΗΣ ΣΤΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ, ΚΑΤΕΥΘΥΝΣΗΣ Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ...
ΕΠΑΝΑΛΗΠΤΙΚΟ ΚΡΙΤΗΡΙΟ ΑΞΙΟΛΟΓΗΣΗΣ ΣΤΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ, ΚΑΤΕΥΘΥΝΣΗΣ........................ Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ............................ Διδακτική ενότητα : Αριστοτέλους «Πολιτικά», Ενότητα
Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.
1. (α.ε) σκέφτομαι, ενεργώ Αυτός και ζω που κατά τρόπο απελευθερώνει. ελεύθερο. 2. (ν.ε) παραβαίνω τους Αυτός ηθικούς νόμους. που κάνει κάποιον ελεύθερο. 1. Η ειλικρίνεια. 2. Η αυθάδεια. Ο δούλος που απέκτησε
ΣΥΝΤΑΚΤΙΚΟ Ο. ΠΑΛΑΙΟΧΩΡΙΝΟΥ
Περίοδος ονομάζεται το κομμάτι του λόγου που αρχίζει και τελειώνει σε ισχυρό σημείο στίξης (τελεία, ερωτηματικό, θαυμαστικό). Όταν στην αρχή ή στο τέλος έχουμε άνω τελεία, μιλάμε τώρα πια για ημιπερίοδο.
7.Pin.t Ζ ΤΑ Ε ΤΟ ΕΒ ΟΜΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ
7.Pin.t Ζ ΤΑ Ε ΤΟ ΕΒ ΟΜΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 7.Pin.1 αʹ. Τὰ περὶ τοῦ τῶν ἀνέκαθεν ἑβραίων βίου καὶ ὡς εὐλόγως τὰς ἐνθέους αὐτῶν γραφὰς τῶν πατρίων λόγων προετιμήσαμεν βʹ. Ἀνακεφαλαίωσις
Εισαγωγή στη Φιλοσοφία
Εισαγωγή στη Φιλοσοφία Ενότητα: Αριστοτέλης Ι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό
Η Θεωρια Αριθμων στην Εκπαιδευση
Η Θεωρια Αριθμων στην Εκπαιδευση Καθηγητὴς Ν.Γ. Τζανάκης Εφαρμογὲς τῶν συνεχῶν κλασμάτων 1 1. Η τιμὴ τοῦ π μὲ σωστὰ τὰ 50 πρῶτα δεκαδικὰ ψηφία μετὰ τὴν ὑποδιαστολή, εἶναι 3.14159265358979323846264338327950288419716939937511.
Βυζαντινοί Ιστορικοί και Χρονογράφοι ΙI
Βυζαντινοί Ιστορικοί και Χρονογράφοι ΙI Διδάσκων: Αναπλ. Καθηγητής Αθανάσιος Αγγέλου 4 η ενότητα: «Οι πράξεις και η θέση των κινήτρων στην βυζαντινή ιστορική αφήγηση» Κύρια σημεία του μαθήματος Αναλύεται
ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3
ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 Α. ΚΕΙΜΕΝΟ Εἰ μὴ συνῄδη ὦ βουλή τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τς κατηγορίας
Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας
ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6 Α Διδαγμένο κείμενο Αριστοτέλης, Πολιτικά, επιλογή από 1274b32
Ecloga chronographica
Ecloga chronographica ΕΚΛΟΓΗ ΧΡΟΝΟΓΡΑΦΙΑΣ ΣΥΝΤΑΓΕΙΣΑ ΥΠΟ ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ ΣΥΓΚΕΛΛΟΥ ΓΕΓΟΝΟΤΟΣ ΤΑΡΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΑΠΟ Α ΑΜ ΜΕΧΡΙ ΙΟΚΛΗΤΙΑΝΟΥ Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν
ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 7 ΙΟΥΝΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους
ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 1 ΙΟΥΝΙΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Αριστοτέλους
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Εἴδησις: Δεῖ γινώσκειν ὅτι ἀπὸ τοῦ ἐσπερινοῦ
ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας
ΘΟΥΚΥ Ι Η ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 36
ΘΟΥΚΥ Ι Η ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 36 ΘΕΜΑ: Εγκώμιο των προγόνων, των πατέρων και της σύγχρονης γενιάς. Υποδήλωση του θέματος του Επιταφίου. ΠΡΟΓΟΝΟΙ (Από τη μυθική εποχή ως το τέλος των Περσικών
Αποστολικοί Πατέρες και Απολογητές. Tuesday, March 5, 13
Αποστολικοί Πατέρες και Απολογητές Το πλήρωμα του χρόνου Συνάντηση Ιουδαϊκού κόσμου με ελληνισμό. Μετάφραση των εβδομήκοντα, Φίλωνας μέσω της αλληγορίας. Η ελληνική φιλοσοφία έδωσε την έννοια της θεωρίας,
Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament
Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament There are six corrections made by Antoniades in the 1912 edition of the Patriarchal Greek New Testament. One is the correction
«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7
«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα
Cirillus Alexandrinus - De synagogae defectu
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007
ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος Πρωταγόρας 323C-324Α
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΛΙΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές
Τευχος πρωτο. αρχεία. Πηγεσ γνωσησ, πηγεσ μνημησ Ένα σύγχρονο αρχείο. Το ΙΑ/ΕΤΕ ανοίγει τα χαρτιά του
Τευχος πρωτο αρχεία Πηγεσ γνωσησ, πηγεσ μνημησ Ένα σύγχρονο αρχείο Το ΙΑ/ΕΤΕ ανοίγει τα χαρτιά του Άσκηση Υπόθεση παραχάραξης Το 1938, το Υφυπουργείον Δημοσίας Ασφαλείας του ελληνικού κράτους δημοσιεύει
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού
Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία
Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.
CORRIGENDA created by Thesaurus Linguae Graecae, September 2010 for Kuehn, Clement A., and John D. Baggarly, S.J. Anastasius of Sinai: Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. 1.58 ὥσπερ
ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 7 ΙΟΥΝΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους
Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.
«καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε
Origenes - Adnotationes in Judices
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 08 Δεύτερο επεισόδιο (163e-165a7): Κριτίου ρήσις και τέταρτος ορισμός της σωφροσύνης (τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν) Νικόλαος Γ. Χαραλαμπόπουλος
ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Λυσίου Ὑπέρ Μαντιθέου, παράγρ. 3-7
ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ 8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2000 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Λυσίου Ὑπέρ Μαντιθέου, παράγρ. 3-7 Πρῶτον
ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΘΕΩΡΙΑ ΚΑΙ ΠΡΑΞΗ ΔΙΑΓΩΝΙΣΜΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΑΡΧΗ 1 ΗΣ ΣΕΛΙΔΑΣ Γ ΛΥΚΕΙΟΥ ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΘΕΩΡΙΑ ΚΑΙ ΠΡΑΞΗ ΔΙΑΓΩΝΙΣΜΑ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Πλάτων, «Πρωταγόρας» Κείμενο «Ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας,
Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
Σελίδα 1 από 5 Μ Ν Κ Κ Δ 4 Μ Ζ Μ Ν Μ Θ Μ : ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Μ Θ Μ ΩΝ: Ν Κ Μ
Σελίδα 1 από 5 Μ Ν Κ Κ Δ 4 Μ Ζ Μ Ν Μ Θ Μ : ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Μ Θ Μ ΩΝ: Ν Κ Μ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος: «Πολιτεία» (Ενότητα 12) Τί δε; Τόδε οὐκ εἰκός, ἦν δ' ἐγώ, καί ἀνάγκη ἐκ τῶν προειρημένων, μήτε
Οι Άγιοι της Θεσσαλονίκης.
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ. Ενότητα 2: Το αποστολικό υπόβαθρο της Εκκλησίας της και οι Άγιοι της Αποστολικής περιόδου Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β
Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β Στὴν Ἱερὰ Μονή μας, τῶν Ἁγίων Μαρτύρων Κυπριανοῦ καὶ Ἰουστίνης, στὴν Φυλὴ Ἀττικῆς, μὲ τὴν Χάρι τοῦ Θεοῦ, τὴν εὐχὴ τοῦ ἀσθενοῦντος Σεβασμιωτάτου Πνευματικοῦ Πατρός μας,
ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)
ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ (Β Κορ. δ 6 15) Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως
ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011
ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ www.scooltime.gr www.schooitime.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΤΕΛΟΣ 1ΗΣ ΑΠΟ 4 ΣΕΛΙ ΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ
1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ
Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order
Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers - Verse Order Chapter 3 40 [Και ειπεν יהוה προς Μωυσην λεγων] αριθμησον [παν πρωτοτοκον αρσεν των υι]ων Ισραηλ απ[ο μηνιαιου και επανω και λα]βε
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (321 Β6-322Α). Η κλοπή της φωτιάς
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 11 ΣΕΠΤΕΜΒΡΙΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ
Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1, 1-2. απόσπασμα α
ΔΙΑΓΩΝΙΣΜΑ ΕΚΠ. ΕΤΟΥΣ 2017-2018 ΜΑΘΗΜΑ /ΤΑΞΗ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΟΝΟΜΑΤΕΠΩΝΥMΟ: ΗΜΕΡΟΜΗΝΙΑ: 10/2/2018 ΕΞΕΤΑΣΤΕΑ ΥΛΗ: ΑΡΙΣΤΟΤΕΛΟΥΣ «ΠΟΛΙΤΙΚΑ» Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1,