ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

Save this PDF as:
 WORD  PNG  TXT  JPG

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)"

Transcript

1 ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ (Β Κορ. δ 6 15) Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν ἐν παντὶ θλιβόμενοι ἀλλ οὐ στενοχωρούμενοι ἀπορούμενοι ἀλλ οὐκ ἐξαπορούμενοι διωκόμενοι ἀλλ οὐκ ἐγκαταλειπόμενοι καταβαλλόμενοι ἀλλ οὐκ ἀπολλύμενοι πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον Ἐπίστευσα διὸ ἐλάλησα καὶ ἡμεῖς πιστεύομεν διὸ καὶ λαλοῦμεν εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι ὑμᾶς ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ (Ἰω. θ 1 38) Τῷ καιρῷ ἐκείνῳ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Ἀπεκρίθη Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. Ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;

2 Ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. Ἔλεγον οὖν αὐτῷ Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. Εἶπον οὖν αὐτῷ Ποῦ ἐστιν ἐκεῖνος; λέγει Οὐκ οἶδα. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς Πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. Λέγουσι τῷ τυφλῷ πάλιν Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. Οὐκ ἐπίστευον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς, καὶ εἶπον αὐτῷ Δὸς δόξαν τῷ Θεῷ ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. Εἶπον δὲ αὐτῷ πάλιν Τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον Σὺ εἶ μαθητὴς ἐκείνου ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ

3 καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη Πιστεύω, Κύριε καὶ προσεκύνησεν αὐτῷ.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡµῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν

Διαβάστε περισσότερα

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ÄÉÌÇÍÉÁÉÁ ÅÊÄÏÓÇ ΙΕΡΟΥ ΝΑΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ÉÅÑÁ ÌÇÔÑÏÐÏËÉÓ ÈÅÓÓÁËÏÍÉÊÇÓ ÉÅÑÏÓ ÍÁÏÓ ÌÅÔÁÌÏÑÖÙÓÅÙÓ ÔÏÕ ÓÙÔÇÑÏÓ ΔΕΛΦΩΝ -ΜΙΟΥΛΗ ΤΗΛ.: 2310 828 989 «ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ΕΤΟΣ ΣΤ ΠΑΣΧΑ 2013 www.inmetamorfoseos.gr

Διαβάστε περισσότερα

ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ)

ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ) 109 ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ) Τη Μεγάλη Τετάρτη ενθυμούμεθα την αμαρτωλή γυναίκα, που άλειψε με μύρο τα πόδια του Κυρίου (Ματθ. 26,6-16). Το γεγονός αυτό έγινε λίγο πριν από το Πάθος

Διαβάστε περισσότερα

In sancta et magna parasceve. ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ.

In sancta et magna parasceve. ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ. In sancta et magna parasceve ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ. 50.811 Πεπλήρωται ἡμῖν λοιπὸν ὁ τῆς νηστείας ἀγὼν, ἔληξε δὲ εἰς σταυρόν ποῦ γὰρ ἐχρῆν τῆς νίκης τὸ τέλος, ἢ ἐπὶ τρόπαιον λήγειν; Τρόπαιον γὰρ

Διαβάστε περισσότερα

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ ΕΓΑΛΗ ΑΡΑΣΚΕΥΗ ΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩ ΕΓΑΛΩ ΒΑΣΙΛΙΚΩ ΩΡΩ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΕΓΑΛΗΣ ΑΡΑΣΚΕΥΗΣ ΩΡΑ ΡΩΤΗ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης: Ἀμήν. Ἱερεύς:

Διαβάστε περισσότερα

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου Ἦχος πλ. β. Ἑωθινὸν Α. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι

Διαβάστε περισσότερα

Sermo antequam iret in exsilium ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΡΟ ΤΗΣ ΕΞΟΡΙΑΣ.

Sermo antequam iret in exsilium ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΡΟ ΤΗΣ ΕΞΟΡΙΑΣ. Sermo antequam iret in exsilium ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΡΟ ΤΗΣ ΕΞΟΡΙΑΣ. 52.427 αʹ. Πολλὰ τὰ κύματα καὶ χαλεπὸν τὸ κλυδώνιον ἀλλ' οὐ δεδοίκαμεν, μὴ καταποντισθῶμεν ἐπὶ γὰρ τῆς πέτρας ἑστήκαμεν. Μαινέσθω ἡ θάλασσα,

Διαβάστε περισσότερα

De sanctis martyribus

De sanctis martyribus De sanctis martyribus Ἀπελθόντος τοῦ ἐπισκόπου μαρτύρων ἡμέραν ἐν τῇ χώρᾳ ἐπιτελέσαι, ἐλέχθη ἡ ὁμιλία ἐν τῇ πόλει εἰς μάρτυρας, καὶ περὶ κατανύξεως καὶ ἐλεημοσύνης. 50.645 αʹ. Χθὲς μαρτύρων ἡμέρα, ἀλλὰ

Διαβάστε περισσότερα

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΣΠΕΡΑΣ

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΣΠΕΡΑΣ 31-05-2015 ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ. Μνήµη τοῦ Ἁγίου Μάρτυρος Ἑρµείου. Τῶ Σαββάτω ἑσπέρας Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

Διαβάστε περισσότερα

ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ: Ερευνᾶτε τὰς γραφάς, διότι σεῖς νομίζετε ὅτι ἐν αὐταῖς ἔχετε ζωὴν αἰώνιον καὶ ἐκεῖναι εἶναι αἱ μαρτυροῦσαι περὶ ἐμοῦ

ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ: Ερευνᾶτε τὰς γραφάς, διότι σεῖς νομίζετε ὅτι ἐν αὐταῖς ἔχετε ζωὴν αἰώνιον καὶ ἐκεῖναι εἶναι αἱ μαρτυροῦσαι περὶ ἐμοῦ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ: Ερευνᾶτε τὰς γραφάς, διότι σεῖς νομίζετε ὅτι ἐν αὐταῖς ἔχετε ζωὴν αἰώνιον καὶ ἐκεῖναι εἶναι αἱ μαρτυροῦσαι περὶ ἐμοῦ ΙΩΑΝΝΗ Ε 39-11- -12- ΠΕΡΙΕΧΟΜΕΝΑ ΘΕΜΑΤΑ ΑΓΙΑΣ ΓΡΑΦΗΣ ΕΥΡΕΤΗΡΙΟ ΘΕΜΑΤΩΝ...

Διαβάστε περισσότερα

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διαβάστε περισσότερα

Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ

Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ Ε Σ Π Ε Ρ Α Σ (Σημαίνει ταχύτερον διὰ τὴν τῆς γονυκλισίας Ἀκολουθίαν) Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

Διαβάστε περισσότερα

{ΣΩ.} Εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ.

{ΣΩ.} Εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ. 530.a.1 530.a.2 530.a.3 530.a.4 530.a.5 530.a.6 530.a.7 530.a.8 530.b.1 530.b.2 530.b.3 530.b.4 530.b.5 530.b.6 530.b.7 530.b.8 530.b.9 530.b.10 530.c.1 530.c.2 530.c.3 530.c.4 530.c.5 530.c.6 530.c.7

Διαβάστε περισσότερα

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΑΒΒΑΣΟΝ ΕΙ ΣΟΝ ΕΠΕΡΙΝΟΝ ΕΙ ΣΟ ΚΤΡΙΕ ΕΚΕΚΡΑΞΑ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Νίκην ἔχων Χριστέ, τὴν

Διαβάστε περισσότερα

ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς

ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δόξα σοι ὁ Θεός, δόξα σοι. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν,

Διαβάστε περισσότερα

ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ. Β Ἀνωτέρα

ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ. Β Ἀνωτέρα ΙΕΡΑΤΙΚΗ ΣΧΟΛΗ «ΑΠΟΣΤΟΛΟΣ ΒΑΡΝΑΒΑΣ» ΠΑΡΑΣΚΕΥΑ ΑΓΑΘΩΝΟΣ ΟΙΚΟΝΟΜΟΥ ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ Β Ἀνωτέρα ΛΕΥΚΩΣΙΑ ΕΙΣΑΓΩΓΗ Ἡ ὀρθόδοξη Ἐκκλησία τῆς ἀνατολῆς

Διαβάστε περισσότερα

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ Ψαλλομένη ὑπὸ ἑπτὰ Ἱερέων, ἐν Ἐκκκλησίᾳ ἢ ἐν Οἴκῳ. Συναχθέντων τῶν ἑπτὰ Πρεσβυτέρων προτίθεται ἐν μέσῳ τετράπους καὶ ἐπάνω αὐτοῦ ἡ εἰκὼν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἢ τῆς Δεσποίνης

Διαβάστε περισσότερα

ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ

ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ ΕΓΑΣ ΕΣΕΡΙΝΟΣ ΤΗΣ ΑΓΑΗΣ ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΣΧΑ Από τῆς ευτέρας µέχρι τοῦ Σαββάτου τῆς ιακαινησίµου, ὡς καί τῇ ἡµέρᾳ τῆς Αποδόσεως, ἀντί τῆς πρό τοῦ Εσπερινοῦ Θ Ωρας, τῶν Ωρῶν τοῦ Αποδείπνου καί

Διαβάστε περισσότερα

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ 17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (16/7/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν. ὁ Ἀναγνώστης: Δεῦτε, προσκυνήσωμεν

Διαβάστε περισσότερα

20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως. ει εις πο ο ολ λα α α α Μ.

20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως. ει εις πο ο ολ λα α α α Μ. 20-07-2014 ΕΣΕΡΙΟΣ 20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως Ἦχος ι Β Ει ει εις πο ο ολ λα α α α Μ α α α α α α Μ α α α α ε ε ε ε ε ε ε ε ε ε τη η η

Διαβάστε περισσότερα

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. 20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 1 Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... καὶ ψάλλομεν τετράκις

Διαβάστε περισσότερα

ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9

ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9 ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9 ΚΑΘΙΣΜΑ ΠΡΩΤΟΝ ΨΑΛΜΟΣ 1ος Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ

Διαβάστε περισσότερα

Contra Latinos. Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ Λατίνων, γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν.

Contra Latinos. Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ Λατίνων, γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν. Contra Latinos Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ Λατίνων, γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν. 1.1 Ἄνδρες Ῥωμαῖοι, οἱ τῆς πρεσβυτέρας Ῥώμης ὁρμώμενοι,ἐβουλόμην μὲν καλεῖν

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ)

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ) ΠΑΡΑΚΛΗΤΙΚΗ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 Ορθροσ Σαββατου (ΜΕ ΑΛΛΗΛΟΥΙΑ) Γεωργιος Καραγιαννακησ Πρωτοψαλτης Καθηγητησ Βυζαντινησ Μουσικησ Ορθρος Σαββατου (Αλληλουια)

Διαβάστε περισσότερα

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι ΕΣΠΕΡΙΝΟΣ ΤΩΝ ΚΥΡΙΑΚΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ (Ἀπὸ τῆς Κυριακῆς τῆς Τυρινῆς μέχρι τῆς Ε Κυριακῆς τῶν νηστειῶν). Διατεταγμένη ἀκολουθία τῶν κατανυκτικῶν ἑσπερινῶν περιέχουσα ἅπαντα τὰ ὑπὸ τοῦ

Διαβάστε περισσότερα

Epitimia lxxiii. Ἐπιτίμια τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

Epitimia lxxiii. Ἐπιτίμια τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. Epitimia lxxiii Ἐπιτίμια τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. 1 Ὁ ἑκουσίως φονεύσας ἔστω ἀκοινώτητος ἔτη ʹ ποιῶν δὲ καθ' ἑκάστην ἡμέραν μετανοίας νʹ, τὸ «Κύριε ἐλέησον» σὺν τῷ «Ὁ Θεὸς, ἱλάσθητί

Διαβάστε περισσότερα

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ -69- Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰη - σοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶ σον ἡμᾶς. Ἀμήν. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι, Ἁγία Τριάς, δόξα Σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε,

Διαβάστε περισσότερα

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύ ριε Ἰη - σοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶ σον ἡμᾶς. Ἀμήν. Μετανοίας γ' (3). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Διαβάστε περισσότερα

University of Waterloo Wilfrid Laurier University Joint MA Program in Ancient Mediterranean Cultures

University of Waterloo Wilfrid Laurier University Joint MA Program in Ancient Mediterranean Cultures University of Waterloo Wilfrid Laurier University Joint MA Program in Ancient Mediterranean Cultures Reading examination in Greek for Graduate Students Date: Name: I.D.: Answers must be legibly written

Διαβάστε περισσότερα

Isocrate Sulla pace. [28] Εμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν

Isocrate Sulla pace. [28] Εμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν Isocrate Sulla pace [28] Εμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν ἄλλων, οὐκ εἰδέναι δὲ τὰς πράξεις τὰς ἐπὶ ταῦτα φερούσας, ἀλλὰ ταῖς δόξαις διαφέρειν ἀλλήλων οἱ μὲν

Διαβάστε περισσότερα