Romanos Melodos (t.) (pro.) (1.) (2.) (3.) (4.) (5.) (6.)

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "Romanos Melodos (t.) (pro.) (1.) (2.) (3.) (4.) (5.) (6.)"

Transcript

1 Romanos Melodos, On Elijah (= Romanus Melodus in TLG = Romanos le Mélode: Hymnes, ed. J. Grosdidier de Matons. Sources chrétiennes 99. Paris: Cerf, 1964) 7. (t.) Μηνὶ τῷ αὐτῷ εἰς τὴν κʹ, τοῦ ἁγίου προφήτου Ἠλίου, κονδάκιον ἰδιόμελον, ἦχος βʹ οἱ οἶκοι φέροντες ἀκροστιχίδα τήνδε τὸν προφήτην Ἠλίαν ὁ Ῥωμανὸς ἀνευφημεῖ (pro.) Προοίμιον (t) Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ ἡμῶν, (1) Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόρρυτα νέφη, πρέσβευε ὑπὲρ ἡμῶν τὸν μόνον φιλάνθρωπον. (1.) Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν, τοῦ Θεοῦ δὲ πολλὴν φιλανθρωπίαν θεασάμενος ὁ προφήτης ἐταράττετο Ἠλίας θυμούμενος, καὶ λόγους ἀσπλαγχνίας πρὸς τὸν εὔσπλαγχνον ἐκίνησεν «Ὀργίσθητι, βοήσας, ἐπὶ τοὺς σὲ ἀθετήσαντας νῦν, κριτὰ δικαιότατε.» Ἀλλὰ τὰ σπλάγχνα τοῦ ἀγαθοῦ οὐδὲ ὅλως παρεκίνησε (5) πρὸς τὸ τιμωρήσασθαι τοὺς αὐτὸν ἀθετήσαντας ἀεὶ γὰρ τὴν μετάνοιαν τῶν πάντων ἀναμένει ὁ μόνος φιλάνθρωπος. (2.) Ὅτε πᾶσαν τὴν γῆν ἐν ἀσεβείαις ἐθεάσατο τότε ὁ προφήτης, τὸν δὲ ὕψιστον οὐδὲ ὅλως ὀργιζόμενον, ἀλλὰ ἀνεχόμενον, κινεῖται πρὸς μανίαν καὶ μαρτύρεται τὸν εὔσπλαγχνον «Ἐγὼ καταυθεντήσω καὶ κολάσω τὴν ἀσέβειαν τῶν παροργιζόντων σε τῆς γὰρ πολλῆς σου ἀνοχῆς οὗτοι πάντες κατεφρόνησαν (5) καὶ οὐκ ἐλογίσαντο σὲ πατέρα τὸν εὔσπλαγχνον αὐτὸς δέ, ὡς φιλότεκνος, οἰκτείρεις τοὺς υἱούς σου, ὁ μόνος φιλάνθρωπος. (3.) Νῦν δικάσω ἐγὼ ὑπὲρ τοῦ κτίστου, ἀσεβεῖς δὲ τῆς γῆς ἐξολοθρεύσω καὶ ψηφίσομαι τιμωρίαν, ἀλλὰ δέδοικα τὴν θείαν χρηστότητα ὀλίγοις γὰρ δακρύοις δυσωπεῖται ὁ φιλάνθρωπος. Τί οὖν νῦν ἐννοήσω πρὸς τοσαύτην ἀγαθότητα καὶ στήσω τὸν ἔλεον; Τὴν ψῆφον ὅρκῳ βεβαιῶν, ἵνα τοῦτον δυσωπούμενος (5) μὴ λύσῃ ὁ δίκαιος τὴν τοιαύτην ἀπόφασιν, ἀλλὰ καὶ βεβαιώσῃ μου τὴν κρίσιν ὡς δυνάστης ὁ μόνος φιλάνθρωπος.» (4.) Προτερεύει τῆς κρίσεως ὁ ὅρκος καὶ προοίμιον ἦν τῶν ψηφισθέντων ἀλλ εἰ βούλεσθε, πρὸς τὴν βίβλον ἀναδράμωμεν καὶ γνῶμεν τὰ ῥήματα. Φησὶ γὰρ ὁ προφήτης ὀργιζόμενος, ὡς γέγραπται «Ζῇ Κύριος, οὐ δρόσος οὐδὲ ὄμβρος κατελεύσεται εἰ μὴ διὰ τοῦ λόγου μου.» Ἀλλὰ εὐθέως ὁ βασιλεὺς τῷ Ἠλίᾳ ἀπεκρίνατο (5) «Ἂν ἴδω μετάνοιαν καὶ πηγάζοντα δάκρυα, μὴ χορηγεῖν οὐ δύναμαι τὰ σπλάγχνα τοῖς ἀνθρώποις ὁ μόνος φιλάνθρωπος.» (5.) Ῥητορεύει εὐθέως ὁ προφήτης καὶ προβάλλει τὸ δίκαιον τοῦ ὅρκου «Κατὰ σοῦ, φησίν, τοῦ Θεοῦ τῶν ὅλων, ὤμοσα πανάγιε δέσποτα, τοὺς ὄμβρους μὴ δοθῆναι εἰ μὴ πάλιν διὰ λόγου μου ἡνίκα γὰρ κατίδω τὸν λαὸν μεταμελούμενον, ἐγὼ ἱκετεύσω σε. Οὐκ ἔστι τοίνυν ἐν τῇ σῇ ἐξουσίᾳ, δικαιότατε, (5) κωλῦσαι τὴν κόλασιν ἐκ τοῦ ὅρκου οὗ τέθεικα ὃν φύλαξον καὶ σφράγισον, συστέλλων σου τὰ σπλάγχνα, ὁ μόνος φιλάνθρωπος.» (6.) Ὁ λιμὸς οὖν τὴν γῆν ἐπολιόρκει, κατεφθείροντο δὲ οἱ ἐνοικοῦντες

2 2 ὀδυρόμενοι καὶ τὰς χεῖρας ἀνατείνοντες πρὸς τὸν πανοικτίρμονα. Συνείχετο δὲ τούτοις ὁ δεσπότης ἑκατέρωθεν τὰ σπλάγχνα μὲν ἀνοίγων τοῖς αὐτὸν καθικετεύουσι καὶ σπεύδων πρὸς τὸν ἔλεον, τὸν δὲ προφήτην ἐρυθριῶν καὶ τὸν ὅρκον ὅνπερ ὤμοσε, (5) τοὺς ὄμβρους οὐ δίδωσιν, ἀλλ ἐσκεύασε πρόφασιν συνέχουσαν καὶ θλίβουσαν ψυχὴν τὴν τοῦ προφήτου ὁ μόνος φιλάνθρωπος. (7.) Φυσιούμενον βλέπων ὁ δεσπότης κατὰ τῶν ὁμοφύλων τὸν Θεσβίτην, ἐδικαίωσε τῷ λιμῷ συντιμωρήσασθαι τοῖς ἄλλοις τὸν δίκαιον, ἵνα τῇ ἀτροφίᾳ πιεζόμενος βουλεύσηται περὶ τῆς ἐνωμότου ἀποφάσεως φιλάνθρωπα καὶ παύσῃ τὴν κόλασιν ἔστι γὰρ ὄντως φοβερὸν τῆς γαστρὸς τὸ ἀπαραίτητον, (5) καὶ ἕκαστον ἔμψυχον λογικόν τε καὶ ἄλογον σοφίᾳ <τῆς> θεότητος διὰ τροφῆς φυλάττει ὁ μόνος φιλάνθρωπος. (8.) Ἡ γαστὴρ μὲν τὴν φύσιν συνηγόρει καὶ τοὺς νόμους τῆς φύσεως λαβοῦσα ἐπετίθετο τῷ πρεσβύτῃ μεθοδεύουσα τὸ μεταβουλεύσασθαι αὐτὸς δὲ ὥσπερ λίθος ἀναίσθητος ἐνίστατο τὸν ζῆλον κεκτημένος ἀντὶ πάσης ἑστιάσεως καὶ τούτῳ ἀρκούμενος ὃν θεωρήσας ὁ κριτὴς ἐπεκούφισε λιμώττοντι (5) τῷ φίλῳ τὴν ἔνδειαν, οὐχ ἡγούμενος δίκαιον σὺν ἀδίκοις καὶ ἀνόμοις τὸν δίκαιον λιμώττειν ὁ μόνος φιλάνθρωπος. (9.) Τὴν τροφὴν οὖν αὐτῷ ὁ πανοικτίρμων μετὰ πάσης σοφίας εὐτρεπίζει τοῖς γὰρ κόραξι τοῖς ἀσπλάγχνοις ἐγκελεύεται τροφὴν χορηγεῖν αὐτῷ κοράκων δὲ τὸ γένος εὐσπλαγχνίας ἐστὶν ἄμοιρον, τροφὴν μὴ χορηγοῦντα νεοσσοῖς ὡς τέκνοις πώποτε, ἀλλ ἄνωθεν τρέφονται. Ἐπειδὴ τοίνυν καὶ αὐτὸς μισοτέκνου ἀνελάβετο (5) καὶ τρόπους καὶ ἔννοιαν, μισοτέκνοις ἐχρήσατο πρὸς τοῦτον ὡς μισάνθρωπον τοῖς κόραξι πανσόφως ὁ μόνος φιλάνθρωπος. (10.) «Ἡ πολλή σου, φησίν, φιλοθεΐα», ὁ Θεὸς τῷ Ἠλίᾳ διελέχθη, «μὴ μισάνθρωπον ἐπενέγκῃ σοι διάθεσιν ἀλλ ὅρα τοὺς κόρακας οἱ γὰρ πρὸς τοὺς ἰδίους νεοσσοὺς ἀεὶ μισότεκνοι αἰφνίδιον, ὡς βλέπεις, περὶ σέ εἰσι φιλότιμοι καὶ νῦν μεταβέβληνται τῆς εὐσπλαγχνίας τῆς ἐμῆς ὑπηρέται ἀνεδείχθησαν (5) τροφήν σοι κομίζοντες ὡς ὁρῶ δέ, οὐ δύναμαι τὴν φύσιν ἐκβιάζεσθαι τὴν σὴν πρὸς τοὺς ἀνθρώπους, ὁ μόνος φιλάνθρωπος. (11.) Νῦν αἰδεῖσθαι ὀφείλεις, ὦ προφῆτα, καὶ μιμεῖσθαι ἀλόγων εὐπειθίαν πῶς τὰ ἄσπλαγχνα αἰδεσθέντα με τὸν εὔσπλαγχνον εὐθὺς μετεβλήθησαν; Τιμῶ σου τὴν φιλίαν καὶ οὐ λύω τὴν ἀπόφασιν οὐ δύναμαι δὲ φέρειν ὀδυρμὸν καὶ θλῖψιν πάνδημον ἀνθρώπων ὧν ἔπλασα τῶν δὲ νηπίων τὴν κραυγὴν πῶς ἐνέγκω καὶ τὰ δάκρυα, (5) κτηνῶν δὲ τὸν ἄσημον μυκηθμὸν ἐπερχόμενον; Ἐγὼ γὰρ τούτοις ἅπασιν ὡς πλάστης συμπαθήσω ὁ μόνος φιλάνθρωπος. (12.) Ἠγριοῦτο ἐν τούτοις ὁ προφήτης ἀπεκρίθη τότε τῷ δεσπότῃ «Μηδὲ κόρακας ὑπηρέτας πρὸς τὸ θρέψαι με προτρέψῃ, ὦ δέσποτα λιμῷ διαφθαρῆναι ἐπιλέξομαι, πανάγιε, καὶ μόνον ἀσεβοῦντας τιμωρήσομαι, καὶ ἔσται μοι μεγάλη ἀνάπαυσις συναπολέσθαι οὐκ ὀκνῶ πᾶσι τοῖς ἀπαρνουμένοις σε (5) μὴ οὖν οἰκτειρήσῃς με, μὴ λιμώττοντος φείσῃ μου, καὶ μόνον ἐξολόθρευσον τῆς γῆς τοὺς ἀσεβοῦντας, ὁ μόνος φιλάνθρωπος.» (13.) Λόγους τούτους ὡς ἤκουσεν ὁ κτίστης, μεθιστᾷ τὸν προφήτην ἐκ τοῦ τόπου

3 3 ἐντειλάμενος πετεινοῖς μὴ χορηγεῖν αὐτῷ τροφὴν ὡς τὸ πρότερον, καὶ πέμπει ἐν Σαρέφθοις πρὸς τὴν χήραν τὸν λιμώττοντα, εἰπὼν ὡς «ἐντελοῦμαι γυναικὶ τοῦ διαθρέψαι σε», σοφὰ βουλευόμενος. Ἦν γὰρ καὶ χήρα καὶ ἐθνικὴ ἡ γυνὴ πρὸς ἣν ἀπέσταλτο (5) καὶ τέκνων ἠνείχετο, ἵν ἀκούων ὁ δίκαιος τῆς ἐθνικῆς τὸ ὄνομα βοήσῃ «Δὸς τοὺς ὄμβρους, ὁ μόνος φιλάνθρωπος.» (14.) Ἰουδαίοις ἀθέμιτον ὑπῆρχε συνεσθίειν ποτὲ τοῖς ἀλλοέθνοις διὰ τοῦτο οὖν τὸν Ἠλίαν πρὸς ἀλλόφυλον γυναῖκα ὡδήγησεν, ἵνα τὴν παρ ἐκείνης βδελυττόμενος ἑστίασιν εὐθὺς περὶ τῶν ὄμβρων δυσωπήσῃ τὸν φιλάνθρωπον ἀλλ οὐκ ἐλογίσατο τὴν πρὸς τὰ ἔθνη ἀποφυγήν, ἀλλὰ τρέχει πρὸς τὸ γύναιον, (5) τροφὴν ἀπαιτῶν αὐτὴν μετὰ πάσης τραχύτητος «Ἐμοί, φησίν, προσέταξεν εἰσπρᾶξαί σε, ὦ γύναι, ὁ μόνος φιλάνθρωπος.» 15.) Ἀλλὰ ταῦτα ἀκούσασα ἡ χήρα ἐν σπουδῇ τῷ προφήτῃ ἀπεκρίθη ὡς «οὐκ ἔστι μοι ἐγκρυφίας, ἀλλ ἢ ἄλευρον δρακός, ὅπερ βούλομαι ποιῆσαι εἰσελθοῦσα, ἵνα φάγω σὺν τοῖς τέκνοις μου οὐδὲν δὲ τῆς δρακός μοι πλέον τι περιλείπεται ἢ μόνος ὁ θάνατος.» Πρὸς δὲ τῆς χήρας τὴν φωνὴν ἐκινεῖτο καὶ συνέπασχε (5) διαλογιζόμενος ὡς «ἐμοῦ πλέον τήκεται καὶ τῷ λιμῷ ἐκθλίβεται ἡ χήρα, εἰ μὴ φθάσει ὁ μόνος φιλάνθρωπος. (16.) Νῦν στενά μοι, φησί, τὰ τοῦ γυναίου κἂν πεινῶ γὰρ ἐγώ, ὑπάρχω μόνος, μετὰ τέκνων δὲ ἐκλιμώττει ἡ χηρεύουσα πρὸς ἣν παραγέγονα. Μὴ γένωμαι ὁ ξένος τοῦ θανάτου ταύτης πρόξενος, μηδὲ τῇ ξενοδόχῳ τεκνοκτόνος λογισθήσομαι, ἀλλ ἴδω νῦν πρὸς ἔλεον πρὸς πάντας ἔσχον ἀπαθῶς, πρὸς δὲ ταύτην μεταβάλλομαι (5) ἐκθήσω τὴν φύσιν μου οἰκτιρμοῖς συναγάλλεσθαι οἰκτίρμων γὰρ καθέστηκεν ὁ αἴτιος τῶν πάντων, ὁ μόνος φιλάνθρωπος.» (17.) Ὁ προφήτης τῇ χήρᾳ ἀπεκρίθη «Δρὰξ μέν ἐστιν ἀλεύρου σοι, ὡς ἔφης οὐκ ἐκλείψει <σοι> ἡ ὑδρία, ὁ καμψάκης δὲ τὸ ἔλαιον βλύσει σοι.» Καὶ λόγοις μὲν Ἠλίας εὐλογίαν ἐχαρίσατο, ὁ κτίστης δὲ εὐθέως ὡς φιλότιμος καὶ εὔσπλαγχνος τὸ ἔργον ἐπήγαγε τοῦ μὲν προφήτου τὸν σκοπὸν ἐκπληρῶν, φησίν, ὁ πάνσοφος, (5) τὸ δὲ ἀληθέστερον τῆς καλλίστης προφάσεως δραξάμενος, χαρίζεται τὸ ἄφθονον τῇ χήρᾳ ὁ μόνος φιλάνθρωπος. (18.) Ῥήμασι <4Θεὸ>4ς προφήτου ἐπεκάμφθη καὶ τροφὴν παρεῖχε τούτῳ καὶ τῇ χήρᾳ ὁ Ἠλίας δὲ οὐδὲ ὅλως ἐσπλαγχνίζετο, ἀλλ ἔμενεν ἄκαμπτος. Ὁ εὔσπλαγχνος δὲ βλέπων τὸν λαὸν διαφθειρόμενον καὶ τοῦτον ἀπειθοῦντα, ἐφ ἑτέραν τέχνην πάνσοφον μετῆλθεν ὡς δίκαιος. Τὸν γὰρ τῆς χήρας ὑϊὸν τελευτήσαντα ἀπέδειξεν, (5) ἵνα κἂν τὰ δάκρυα καὶ τὴν ἄλλην περίστασιν τῆς χήρας θεασάμενος βοήσῃ «Δὸς τοὺς ὄμβρους, ὁ μόνος φιλάνθρωπος.» (19.) Ὡς οὖν εἶδεν ἡ χήρα νεκρωθέντα τὸν υἱόν, ἐπανέστη τῷ προφήτῃ, «εἴθε, λέγουσα, τῷ λιμῷ προαποτέθνηκα πρὶν ἤ σε θεάσωμαι συνέφερε γὰρ πάλαι τελευτῆσαί με λιμώττουσαν καὶ μὴ τὸν ὑϊόν μου θεωρεῖν με νεκρὸν κείμενον ἐν τῇ παρουσίᾳ σου. Οὐχ οὗτοί εἰσιν οἱ μισθοὶ τῆς καλλίστης δεξιώσεως (5) ὑπῆρχον γὰρ εὔτεκνος πρὶν ἐλθεῖν σε, ὦ ἄνθρωπε ἐλθὼν δὲ ἀτεκνίαν μοι παρέσχες ὀνομάσας τὸν μόνον φιλάνθρωπον.» (20.) Μάλα μὲν ἐκρατεῖτο ὑπὸ χήρας ὁ κρατήσας νεφῶν τε καὶ τῶν ὄμβρων

4 4 καὶ συνείχετο ὑπὸ μίας ὁ τοὺς ἅπαντας συνέχων <4διὰ>4 ῥήματος γυνὴ δὲ παναθλία, πάσης ἄμοιρος δυνάμεως, τὸν λόγῳ καὶ δυνάμει οὐρανοὺς κρατεῖν νομίζοντα κρατεῖ ὡς κατάδικον, καὶ συμπλακεῖσα μανικῶς ὡς φονέα εἰς κριτήριον (5) καθεῖλκε κραυγάζουσα «Δός μοι γόνον ὃν ἔκτεινας οὐ χρῄζω τοῦ ἀλεύρου σου μὴ θρέψῃ με νομίζων <γενέσθαι φιλάνθρωπος.> (21.) Ἄρτους ἐν τῇ γαστρί μου κατασπείρας τὸν καρπὸν τῆς γαστρός μου καὶ τὸν κλάδον ἐξερρίζωσας, καὶ πωλεῖς μοι < > τὰ δῶρα τὰ βρώσιμα ψυχὴν ἀντὶ ἀλεύρου καὶ ἐλαίου ἐμεθόδευσας ἐγὼ δὲ δυσωπῶ σε ἀνατρέψαι τὸ συνάλλαγμα καὶ δοῦναι ὃ ἔλαβες ἢ τοῖς θανάτοις τοῦ λαοῦ οὐκ ἠρκέσθης, ἀλλ ἐσπούδασας (5) τοῦ οἴκου μου ἅψασθαι; Τὴν ψυχὴν τοῦ παιδίου μου ἀπόλυσον καὶ κόμισον ψυχήν μου ἀντ ἐκείνης, καὶ γενοῦ φιλάνθρωπος.» (22.) Νυγεὶς τούτοις ὡς κέντροις ὁ Ἠλίας, αἰσχυνόμενος κράζουσαν τὴν χήραν ὑποπτεύουσαν ὡς αὐτὸς ἐξεβιάσατο ψυχὴν τοῦ υἱοῦ αὐτῆς, καὶ θέλων ταύτην πεῖσαι διὰ λόγων οὐκ ἠδύνατο εἰδὼς ὡς ἠπιστεῖτο παρ αὐτῆς ἀπολογούμενος, ἐθρήνει γὰρ ἄπαυστα. Ἀλλ ἀτενίσας εἰς οὐρανούς «Οἴμοι, Κύριε, ἐβόησεν, (5) ὁ μάρτυς ὁ ἄμεμπτος τῆς λαβούσης με σύνοικον, σὺ ταύτην παρεκίνησας ἀπαιτεῖν με τὸ τέκνον, ὁ μόνος φιλάνθρωπος. (23.) Οὐ πιστεύω, σωτήρ», παντοδυνάμῳ τῷ Θεῷ ὁ προφήτης ἀνεβόα, «ὡς ὁ θάνατος τῷ παιδίῳ ἐκ τῆς φύσεως, ὡς πᾶσι, συμβέβηκεν ἀλλ ἔστι τοῦτο τέχνῃ τῆς σοφίας σο<4υ, ἀ>4ναμάρτητε, καὶ πάντως μηχανᾶσαι κατ ἐμοῦ ἀνάγκην εὔσπλαγχνον, ἵνα ὅταν αἰτήσω σε ὅτι τῆς χήρας τὸν υἱὸν νεκρωθέντα <ἐξ>ανάστησον, (5) εὐθὺς ἀντιφθέγξῃ μοι «Τὸν υἱόν μου τὸν Ἰσραὴλ ἐλέησον θλιβόμενον καὶ πάντα τὸν λαόν μου», ὁ μόνος φιλάνθρωπος.» (24.) Σῶσαι θέλων τὴν γῆν ὁ πανοικτίρμων τῷ Ἠλίᾳ εὐθέως ἀπεκρίθη «Νῦν τοὺς λόγους μου ἐνωτίζου φανερώτερον κα<4ὶ ἄ>4κουέ μου λέγοντος. Ὠδίνω καὶ σπουδάζω πρὸς τὴν λύσιν τῆς κολάσεως, ἐπείγομαι τοῦ δοῦναι πᾶσι <τὴν> τροφὴν λιμώττουσιν ὑπάρχω γὰρ εὔσπλαγχνος τοὺς τῶν δακρύων ὀχετοὺς βλέπων, ὡς πατὴρ συγκάμπτομαι, (5) οἰκτείρω ἐκλείποντας ὑπὸ πείνης καὶ θλίψεως ἁμαρτωλοὺς γὰρ βούλομαι τοῦ σῴζειν μετανοίᾳ, ὁ μόνος φιλάνθρωπος. (25.) Ἄκουε οὖν, προφῆτα, παρρησίᾳ καὶ γὰρ πάνυ εἰδέναι σε σπουδάζω ὡς χειρόγραφον εὐσπλαγχνίας με κατέχουσιν οἱ ἄνθρωποι ἅπαντες, ἐν ᾧπερ συνεθέμην ὡς οὐ βούλομαι τὸν θάνατον ἰδεῖν τῶν πλημμελούντων, ἀλλὰ μᾶλλον τὴν ζωὴν αὐτῶν. Μὴ οὖν ἀποδείξῃς με ὡς ψευδολόγον παρ αὐτοῖς ἀλλὰ δέξαι μου τὴν αἴτησιν (5) πρεσβείαν προσφέρω σοι σὲ γὰρ μόνα τὰ δάκρυα τῆς χήρας συνετάραξαν, ἐγὼ δὲ περὶ πάντας ὑπάρχω φιλάνθρωπος.» (26.) Νοῦν καὶ φρένα τοῖς λόγοις τοῦ ὑψίστου ὁ Ἠλίας ὑπέθηκε καὶ ὦτα, καὶ ὑπέταξε τὴν ψυχὴν καὶ ἐκαλλώπισεν αὐτὴν ἐν τοῖς ῥήμασι, καὶ εἶπε «Γενηθήτω <οὖν> τὸ θέλημά σου, δέσποτα παράσχου καὶ τοὺς ὄμβρους καὶ ζωὴν τῷ τελευτήσαντι, καὶ ζώωσον τὰ σύμπαντα ζωὴ ὑπάρχων ὁ Θεὸς καὶ ἀνάστασις καὶ λύτρωσις, (5) παράσχου τὴν χάριν σου τοῖς ἀνθρώποις καὶ κτήνεσιν αὐτὸς γὰρ μόνος δύνασαι τὰ πάντα περισῴζειν, ὁ μόνος φιλάνθρωπος.» (27.) Εὐθὺς ταῦτα εἰπόντος τοῦ προφήτου, ἀπεκρίθη πρὸς τοῦτον ὁ οἰκτίρμων

5 5 «Τὴν προαίρεσιν ἐδεξάμην καὶ ἐπῄνεσα, καὶ σπεύδω τιμῆσαί σε. Ἐγὼ ὑπὲρ ἐκείνων παρὰ σοῦ τὴν χάριν ἔλαβον γενοῦ δὲ σὺ μεσίτης καὶ χορήγησον τὴν χάριν μου οὐδὲ γὰρ ἀνέχομαι καταλλαγῆναι χωρὶς σοῦ, ἀλλὰ βάδισαι καὶ μήνυσον (5) τῶν ὄμβρων τὸ χάρισμα, ἵνα πάντες κραυγάσωσιν ὅτι ὁ πρώην ἄσπλαγχνος ἐφάνη νῦν ἐξαίφνης πρὸς πάντας φιλάνθρωπος. (28.) Ὕπαγε οὖν ταχέως, ὦ προφῆτα, καὶ ὀφθεὶς Ἀχαὰβ εὐαγγελίζου, καὶ ἐντέλλομαι ταῖς νεφέλαις καὶ ποτίσουσι τὴν γῆν ἐν τοῖς ὕδασι τὴν τούτων χορηγίαν σὺ ἀπόφηναι, ὦ φίλε μου ἐγὼ δὲ ὑπογράψω ταῖς τοιαύταις ἀποφάσεσι, τιμῶν σου τὸ εὔγνωμον.» Ἀκούσας ταῦτα παρευθὺ προσεκύνησε τὸν ὕψιστον, (5) βοῶν τῷ οἰκτίρμονι «Πολυέλεον οἶδά σε γινώσκω ὡς μακρόθυμος ὑπάρχεις, ὁ Θεός μου, ὁ μόνος φιλάνθρωπος.» (29.) Φοβηθεὶς οὖν τὸ πρόσταγμα ἐκτρέχει <τότε> πρὸς τὸν Ἀχαὰβ ὁ προφήτης κα<4ὶ ε>4ὐαγγέλια πρὸς ἐκεῖνον ἀποφθέγγεται ὡς εἶπεν ὁ εὔσπλαγχνος. Εὐθὺς δὲ αἱ νεφέλαι τῇ προστάξει τοῦ ποιήσαντος ἐγκύμονες ὑδάτων τὸν ἀέρα ἐπενήξαντο, τοὺς ὄμβρους πηγάζουσαι ἠγαλλιάσατο δὲ ἡ γῆ καὶ ἐδόξαζε τὸν Κύριον (5) τὸν παῖδα μὲν ἔλαβεν ἀναστάντα τὸ γύναιον σὺν πᾶσιν <δ > ἐπευφραίνετο Ἠλίας κα<4ὶ ἀ>4νευφήμει τὸν μόνον φιλάνθρωπον. (30.) Ἤδη χρόνου τοσούτου προϊόντος τῶν ἀνθρώπων ἑώρα τὴν κακίαν κα<4ὶ ἐ>4μελέτησε βαρυτέραν ἀποφήνασθαι Ἠλίας τὴν κόλασιν. Ἰδὼν δὲ ὁ οἰκτίρμων τῷ προφήτῃ ἀπεκρίνατο «Τὸν ζῆλον ὅνπερ ἔχεις πρὸς τὸ δίκαιον ἐπίσταμαι, καὶ οἶδα τὴν πρόθεσιν ἀλλὰ συμπάσχω ἁμαρτωλοῖς ὅταν ἄμετρα κολάζωνται (5) ὀργίζει ὡς ἄμεμπτος καὶ οὐ δύνῃ ἀνέχεσθαι; Ἐγὼ δὲ οὐκ ἀνέχομαι οὐδένα ἀπολέσθαι ὡς μόνος φιλάνθρωπος.» (31.) Μετὰ ταῦτα δὲ βλέπων ὁ δεσπότης ὡς ἀπότομος οὗτος πρὸς ἀνθρώπους, προὐνοήσατο τοῦ γένους, καὶ ἐχώρισεν Ἠλίαν τῆς γῆς αὐτῶν, «Χωρίζου, λέγων, φίλε, τῆς ἀνθρώπων κατοικήσεως ἐγὼ δὲ πρὸς ἀνθρώπους ὡς οἰκτίρμων καταβήσομαι, γενόμενος ἄνθρωπος. Ἀνέρχου τοίνυν ἀπὸ τῆς γῆς ὡς ἐνέγκαι μὴ δυνάμενος (5) ἀνθρώπων τὰ πταίσματα ἀλλ ἐγὼ ὁ οὐράνιος ἁμαρτωλοῖς συνέσομαι καὶ ῥύσομαι πταισμάτων, ὁ μόνος φιλάνθρωπος. (32.) Εἰ οὐ δύνῃ, ὡς εἶπον, ὦ προφῆτα, συνοικεῖν τοῖς ἀνθρώποις πλημμελοῦσι, δεῦρο μέτελθε καὶ κατοίκει ἀναμάρτητα χωρία τῶν φίλων μου ἐγὼ δὲ καταβαίνω ὁ τὸ πρόβατον δυνάμενος τὸ ἐκπεπλανημένον ἐν τοῖς ὤμοις <αἴρειν> φέρειν τε καὶ κράζειν τοῖς πταίουσι δρομαῖοι πάντες ἁμαρτωλοί, δεῦτε πρός με, ἀναπαύεσθε (5) ἐγὼ γὰρ ἐλήλυθα, οὐ κολάσαι οὓς ἔπλασα, ἀλλὰ τοὺς ἁμαρτήσαντας ἁρπάσαι ἀσεβείας, ὁ μόνος φιλάνθρωπος.» (33.) Ἰδοὺ τύπος Ἠλίας τῶν μελλόντων ἐν τῷ ὕψει στελλόμενος ἐδείχθη. Ὁ Θεσβίτης γὰρ ἀνελήφθη ἐπὶ ἅρματος πυρός, καθὼς γέγραπται Χριστὸς δὲ ἀνελήφθη ἐν νεφέλαις καὶ δυνάμεσι. Ἀλλ οὗτος Ἐλισσαίῳ μηλωτὴν ἐξ ὕψους ἔπεμψεν ὁ Χριστὸς δὲ κατέπεμψε τοῖς ἀποστόλοις τοῖς ἑαυτοῦ τὸν παράκλητον καὶ ἅγιον (5) ὃν πάντες ἐλάβομεν οἱ τὸ βάπτισμα ἔχοντες, δι οὗ ἁγιαζόμεθα, ὡς πάντας ἐκδιδάσκει ὁ μόνος φιλάνθρωπος.

6

7

8

9

10

11

12

13

14

15

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι

Διαβάστε περισσότερα

Origenes - Adnotationes in Judices

Origenes - Adnotationes in Judices This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4) 53 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ 2013 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά,

Διαβάστε περισσότερα

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ

Διαβάστε περισσότερα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία

Διαβάστε περισσότερα

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Χρήστος Καρακόλης Τμήμα Θεολογίας Σελίδα 2 1. Πρόλογος Ι Α 1α Ἐν ἀρχῇ ἦν ὁ λόγος α β καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, β γ καὶ θεὸς ἦν ὁ λόγος, α 2 οὗτος ἦν

Διαβάστε περισσότερα

Iohannes Chrysostomus - In Eliam prophetam

Iohannes Chrysostomus - In Eliam prophetam 0345-0407 - Iohannes Chrysostomus - In Eliam prophetam This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns

Διαβάστε περισσότερα

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ ΚΕΦΑΛΑΙΟ Α ἤ 01ο (01-52) 01-05 Ὁ Λόγος εἶναι Θεὸς καὶ ημιουργὸς τῶν πάντων Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ τὸ Θεὸ Πατέρα καὶ ἦταν Θεὸς ὁ Λόγος. Αὐτὸς ἦταν στὴν ἀρχὴ μαζὶ μὲ τὸ Θεὸ Πατέρα.

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Η ιστορία του πύργου της Βαβέλ υπάρχει στη Γένεση, στο κεφάλαιο 11. Ξεκινά ως εξής: Καί ἦν πᾶσα ἡ γῆ χεῖλος

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 1 ΙΟΥΝΙΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Αριστοτέλους

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C). ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 10 ΣΕΠΤΕΜΒΡΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers - Verse Order Chapter 3 40 [Και ειπεν יהוה προς Μωυσην λεγων] αριθμησον [παν πρωτοτοκον αρσεν των υι]ων Ισραηλ απ[ο μηνιαιου και επανω και λα]βε

Διαβάστε περισσότερα

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ

Διαβάστε περισσότερα

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (5) ιδαγμένο

Διαβάστε περισσότερα

Iohannes Damascenus - De azymis

Iohannes Damascenus - De azymis This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΛΑΤΩΝΟΣ ΠΟΛΙΤΕΙΑ (519C-D, 520Α) Ἡμέτερον δὴ ἔργον, ἦν δ' ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας

Διαβάστε περισσότερα

Η εκπύρωσις της γής(β Πε 3, 5-13)

Η εκπύρωσις της γής(β Πε 3, 5-13) ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Η εκπύρωσις της γής(β Πε 3, 5-13) Ενότητα 11 : 11 ο μάθημα Αικατερίνη Γ. Τσαλαμπούνη Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογίας Άδειες

Διαβάστε περισσότερα

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο. «καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος Πρωταγόρας 323C-324Α

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος Πρωταγόρας 323C-324Α ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΛΙΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 324A C

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 324A C ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ - ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΝΙΟΥ 2011 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ

Διαβάστε περισσότερα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου

Διαβάστε περισσότερα

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. CORRIGENDA created by Thesaurus Linguae Graecae, September 2010 for Kuehn, Clement A., and John D. Baggarly, S.J. Anastasius of Sinai: Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. 1.58 ὥσπερ

Διαβάστε περισσότερα

Σύνδεσε με μια γραμμή καθένα από αυτά με μια από τις σημασίες της δεξιάς στήλης.

Σύνδεσε με μια γραμμή καθένα από αυτά με μια από τις σημασίες της δεξιάς στήλης. Αρχαία Ελληνικά Ενότητα 6. Λύσεις ασκήσεων 1. Συμπλήρωσε τις προτάσεις επιλέγοντας τη σωστή λέξη από το εξωτερικό πλαίσιο. 1) Πρίαμος ἢ Μενέλαος ἄρχει Σπάρτης; 2) Οὐχ ὁρῶ τὸ ἐμὸν ἀργύριον. Κλέπτης εἶ,

Διαβάστε περισσότερα

Cirillus Alexandrinus - De synagogae defectu

Cirillus Alexandrinus - De synagogae defectu This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011

ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ www.scooltime.gr www.schooitime.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΤΕΛΟΣ 1ΗΣ ΑΠΟ 4 ΣΕΛΙ ΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ

Διαβάστε περισσότερα

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, 322Α-323Α.

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, 322Α-323Α. ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 12 ΣΕΠΤΕΜΒΡΙΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 «Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα

Διαβάστε περισσότερα

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 2 ΙΟΥΛΙΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (321 Β6-322Α). Η κλοπή της φωτιάς

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (321 Β6-322Α). Η κλοπή της φωτιάς ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 11 ΣΕΠΤΕΜΒΡΙΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα 31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα ΧΡΥΣΟΥΝ ΕΔΑΦΙΟΝ Κορινθίους Α 2: 12 Hμείς Ημείς δεν ελάβομεν το πνεύμα του κόσμου, αλλά το πνεύμα το εκ του Θεού, δια να γνωρίσωμεν τα υπό του Θεού χαρισθέντα εις ημάς

Διαβάστε περισσότερα

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 322b6-323a3

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 322b6-323a3 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΣΑΒΒΑΤΟ 11 ΙΟΥΛΙΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο

Διαβάστε περισσότερα

ƆƧʽƧƤƭƵƱ ƭƨʽ ƨưʊ ƌʊƶƭƶƨƣƨʊƶ ƍƴƵƱƲƬƿƯ Ɖ 115 ƐƱƯʷƧƨƳ 20 ƈ1.ƥ. ɦƮƤƥƱƯ ɢ ƱƮƠ ƱƶƯ ɢƭơƲƶưƤƯ ƨʅʈʊư

ƆƧʽƧƤƭƵƱ ƭƨʽ ƨưʊ ƌʊƶƭƶƨƣƨʊƶ ƍƴƵƱƲƬƿƯ Ɖ 115 ƐƱƯʷƧƨƳ 20 ƈ1.ƥ. ɦƮƤƥƱƯ ɢ ƱƮƠ ƱƶƯ ɢƭơƲƶưƤƯ ƨʅʈʊư 1 25 Ï 2009 : : (5) 1, 1-4,,,,,.,,,,.,,.,, (,, ),,,,,. 1 5 2. : «.» 10. : 1. «....»,,, 37-38 ( ): «,,.» 15 2., ; 15 3. ; 10 4.,, :,,,,. 10 2 5 3 115 1. 2, 3..,. ----------- 1. = 2. = 3. =,.. 20 1.. : :.

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 8 1. Στις παρακάτω προτάσεις να βρείτε το αντικείμενο. α. Ἡ τοῦ Θεοῦ φρόνησις πάντων ἐπιμελεῖται. β. Ἀνθρώπου ψυχὴ τοῦ θείου μετέχει. γ. Τὸ τῆς πόλεως ἦθος ὁμοιοῦται τοῖς ἄρχουσι. δ. Στέργε μὲν

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 2 ΙΟΥΛΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο Υπουργείο Παιδείας και Πολιτισμού Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου Δειγματικό Εξεταστικό Δοκίμιο Α Τετράμηνο Το δειγματικό δοκίμιο αξιολόγησης που ακολουθεί βασίζεται στον γενικό τύπο διαγωνίσματος που

Διαβάστε περισσότερα

Αν νομίζουν κάποιοι ότι η τεχνική αυτή της οικονομικής κρίσης είναι κάτι καινούριο, πλανώνται πλάνη οικτράν...

Αν νομίζουν κάποιοι ότι η τεχνική αυτή της οικονομικής κρίσης είναι κάτι καινούριο, πλανώνται πλάνη οικτράν... Αν νομίζουν κάποιοι ότι η τεχνική αυτή της οικονομικής κρίσης είναι κάτι καινούριο, πλανώνται πλάνη οικτράν... Για να ρίξουμε μια ματιά στο απώτατο παρελθόν: (update 13.02.2014) Δείτε το παρακάτω βίντεο

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς, 54 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ 2014 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ

Διαβάστε περισσότερα

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 6 ΙΟΥΛΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΔΕΥΤΕΡΑ 2 ΙΟΥΝΙΟΥ 2014 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: ΤΡΕΙΣ (3) Διδαγμένο

Διαβάστε περισσότερα

Εισαγωγή στη Φιλοσοφία

Εισαγωγή στη Φιλοσοφία Εισαγωγή στη Φιλοσοφία Ενότητα 3: Είναι - Συνειδέναι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,

Διαβάστε περισσότερα

ΕΝΟΤΗΤΑ 6 Η ΜΟΥΣΙΚΗ ΕΞΗΜΕΡΩΝΕΙ.

ΕΝΟΤΗΤΑ 6 Η ΜΟΥΣΙΚΗ ΕΞΗΜΕΡΩΝΕΙ. ΕΝΟΤΗΤΑ 6 Η ΜΟΥΣΙΚΗ ΕΞΗΜΕΡΩΝΕΙ http://www.edutv.gr/index.php?option=com_content&task=view&id=417&itemid=181 http://www.edutv.gr/index.php?option=com_content&task=view&id=416&itemid=181 Μουσικήν [...] πᾶσι

Διαβάστε περισσότερα

ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b)

ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b) ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b) Εἰ δὴ πᾶσα ἐπιστήμη οὕτω τὸ ἔργον εὖ ἐπιτελεῖ, πρὸς τὸ μέσον βλέπουσα καὶ εἰς τοῦτο ἄγουσα τὰ ἔργα (ὅθεν εἰώθασιν ἐπιλέγειν

Διαβάστε περισσότερα

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο Χερουβικό σε ἦχο πλ.. Ε ΑΣΗ ΤΟ ΩΣΤΑΤΙΟΥ ΡΙΓΓΟΥ ΑΡΧΟΤΟΣ ΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ.Τ.Χ.Ε. Ἦχος Nε Οι τ Χε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ

Διαβάστε περισσότερα

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΜΕΡΟΣ Α ΠΑΡΑΤΗΡΗΣΕΙΣ 1. Να αποδοθεί το κείμενο στη νέα ελληνική. (Μονάδες:

Διαβάστε περισσότερα

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10

ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10 ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10 ΨΑΛΜΟΣ 70 Επί σοι Κύριε ήλπισα μη καταισχυνθείην εις τον αιώνα Κλίνον προς με το ους σου και σώσον με στερέωμά μου και καταφυγή μου ει συ ο Θεός μου ρύσαι

Διαβάστε περισσότερα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ β ΛΥΚΕΙΟΥ

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ β ΛΥΚΕΙΟΥ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ β ΛΥΚΕΙΟΥ Ξενοφῶντος, Ἑλληνικά, 1,1,27-28 Ἐν δὲ τῷ χρόνῳ τούτῳ ἠγγέλθη τοῖς τῶν Συρακοσίων στρατηγοῖς οἴκοθεν ὅτι φεύγοιεν ὑπὸ τοῦ δήμου. Συγκαλέσαντες οὖν τοὺς ἑαυτῶν στρατιώτας Ἑρμοκράτους

Διαβάστε περισσότερα

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ Η φιλοσοφική σκέψη Στοχάζεται.. Θαλής ο Μιλήσιος: «Κάλλιστος ὁ κόσμος. Ποίημα γάρ Θεοῦ ἐστι». Αναξαγόρας: «Νοῦς τις ἐστί ὁ τά πάντα διακοσμήσας». Πλάτων : «Ὁ κόσμος εἰκών τοῦ νοητοῦ

Διαβάστε περισσότερα

Iohannes Chrysostomus - Interpretatio orationis Pater noster

Iohannes Chrysostomus - Interpretatio orationis Pater noster 0345-0407 - Iohannes Chrysostomus - Interpretatio orationis Pater noster This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized

Διαβάστε περισσότερα

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ Α ΛΥΚΕΙΟΥ

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ Α ΛΥΚΕΙΟΥ ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ Α ΛΥΚΕΙΟΥ ΚΕΙΜΕΝΟ: ( 52) Ἀκούσας ταῦτα ὁ Θηραμένης, ἀνεπήδησεν ἐπὶ τὴν ἑστίαν καὶ εἶπεν «Ἐγὼ δ, ἔφη, ὦ ἄνδρες, ἱκετεύω τὰ πάντων ἐννομώτατα, μὴ ἐπὶ Κριτίᾳ εἶναι

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ ΕΝΟΣΗΣΑ 2 1. Να συμπληρώσετε τα κενά με τα παραθετικά των επιθέτων και των επιρρημάτων που βρίσκονται στην παρένθεση. - Τὸ σῴζειν τἀγαθὰ τοῦ κτήσασθαι (χαλεπόν, συγκρ.). - Τῶν ἀνδρῶν ἐπολέμησαν αἱ γυναῖκες

Διαβάστε περισσότερα

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μήνας Μάρτιος 4 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μάρκ. 2, 1-12 «...ἰδών δέ ὁ Ἰησοῦς τήν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον, ἀφέωνταί σοι αἱ

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΕΞΕΤΑΣΕΩΝ Β ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Κείµενο ιδαγµένο: ηµοσθένους, Υπέρ τῆς Ῥοδίων ἐλευθερίας, (18-20) 18 Ὥστ ἔγωγ οὐκ ἄν ὀκνήσαιµ

Διαβάστε περισσότερα

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering

Διαβάστε περισσότερα

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή ΚΕΙΜΕΝΑ Α. Το τέχνασμα του Θεμιστοκλή Ἀλλ' ἐπεὶ τῶν πολεμίων ὁ στόλος τῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφερόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς, πάλιν ἐπάπταινον οἱ Πελοποννήσιοι πρὸς τὸν Ἰσθμόν. Ἔνθα δὴ

Διαβάστε περισσότερα

Origenes - Adnotationes in Numeros

Origenes - Adnotationes in Numeros 0185-0254 - Origenes - Adnotationes in Numeros This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant

Διαβάστε περισσότερα

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης 44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης ΣΑΒΒΑΪ Η ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Χρυσοστόµου Σµύρνης 3 : 210/76.01.470 210/76.00.179 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους,

Διαβάστε περισσότερα

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΑΒΒΑΣΟΝ ΕΙ ΣΟΝ ΕΠΕΡΙΝΟΝ ΕΙ ΣΟ ΚΤΡΙΕ ΕΚΕΚΡΑΞΑ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Νίκην ἔχων Χριστέ, τὴν

Διαβάστε περισσότερα

1 1 παυλος και σιλουανος και τιμοθεος

1 1 παυλος και σιλουανος και τιμοθεος 2 Tesalonika 1 1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω 2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3 ευχαριστειν

Διαβάστε περισσότερα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Ο ομιλητής, αφού απέδειξε ότι ο ισχυρισμός του Θεόμνηστου ότι ο ίδιος είχε δολοφονήσει τον πατέρα

Διαβάστε περισσότερα

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern VERTAALHULP BIJ 31.2 πῶς οῦν ἂν μετριώτατα σκοποίμεθα αὐτά; < --predicaat-- > compl. (obj.) πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου Περικλέους Ἐπιτάφιος (ΙΙ, 41)

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου Περικλέους Ἐπιτάφιος (ΙΙ, 41) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 6 IOYΝIOY 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ : ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 5 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω ουσιαστικά σε μια από τις κατηγορίες που δίνονται στην παρένθεση (παρώνυμα, εθνικά, πατρωνυμικά): σκαπανεύς, Ἀβδηρίτης, Ἀτρείδης, Θηβαῖος, δεσμώτης, Κυψελίδης,

Διαβάστε περισσότερα

Ποια μετοχή λέγεται επιρρηματική; Επιρρηματική λέγεται η μετοχή που χρησιμοποιείται για να εκφράσει επιρρηματικές

Ποια μετοχή λέγεται επιρρηματική; Επιρρηματική λέγεται η μετοχή που χρησιμοποιείται για να εκφράσει επιρρηματικές Η Επιρρηματική Μετοχή Ποια μετοχή λέγεται επιρρηματική; Επιρρηματική λέγεται η μετοχή που χρησιμοποιείται για να εκφράσει επιρρηματικές σχέσεις, δηλ. το χρόνο, την αιτία, το σκοπό, την υπόθεση, την εναντίωση

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 26 ΜΑΪΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΕΞΙ (6) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος,

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 08 Δεύτερο επεισόδιο (163e-165a7): Κριτίου ρήσις και τέταρτος ορισμός της σωφροσύνης (τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν) Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) Διδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας, 324 Α-C Εἰ γάρ ἐθέλεις ἐννοῆσαι τό κολάζειν, ὦ Σώκρατες, τούς ἀδικοῦντας τί ποτε

Διαβάστε περισσότερα

28 Αυγούστου 3 Σεπτεμβρίου 2017 Άνθρωπος

28 Αυγούστου 3 Σεπτεμβρίου 2017 Άνθρωπος 28 Αυγούστου 3 Σεπτεμβρίου 2017 Άνθρωπος ΧΡΥΣΟΥΝ ΕΔΑΦΙΟΝ Δανιήλ 9: 23 Είσαι έως άνω τελεία Είσαι σφόδρα αγαπητός. ΑΝΑΓΝΩΣΗ ΕΝΑΛΛΑΞ Κορινθίους Β 1: 2-4, 21, 22, 9: 8, 6: 16, Σεις, 17 Θέλω, 18 2 Χάρις υμίν

Διαβάστε περισσότερα

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,

Διαβάστε περισσότερα

ΙΑΝΟΥΑΡΙΟΣ 2012 ΚΕΙΜΕΝΟ: ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ ΠΑΡΑΤΗΡΗΣΕΙΣ:

ΙΑΝΟΥΑΡΙΟΣ 2012 ΚΕΙΜΕΝΟ: ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ ΠΑΡΑΤΗΡΗΣΕΙΣ: ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Β ΓΥΜΝΑΣΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ... ΙΑΝΟΥΑΡΙΟΣ 2012 ΚΕΙΜΕΝΟ: ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ Ἐν μὲν οὖν τῷ λοιπῷ βίῳ τὴν τοιαύτην

Διαβάστε περισσότερα

Iohannes Damascenus - De theologia

Iohannes Damascenus - De theologia This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 7 ΙΟΥΝΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους

Διαβάστε περισσότερα

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη. Κυ ρι ε ε λε η σον Ἦχος Πα Α µην Π α σα πνο η αι νε σα τω τον Κυ ρι ον Ἕτερον. Π α σα πνο η αι νε σα α τω τον Κυ υ ρι ι ον 1 ΙΩΑΝΝΟΥ Α. ΝΕΓΡΗ

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ 25 ΜΑΪΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους,

Διαβάστε περισσότερα

1 ο ΔΙΑΓΩΝΙΣΜΑ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΗΣ Α ΛΥΚΕΙΟΥ

1 ο ΔΙΑΓΩΝΙΣΜΑ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΗΣ Α ΛΥΚΕΙΟΥ 1 ο ΔΙΑΓΩΝΙΣΜΑ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΗΣ Α ΛΥΚΕΙΟΥ Α Κείμενο Ἀκούσας ταῦτα ὁ Θηραμένης, ἀνεπήδησεν ἐπί τήν ἑστίαν καί εἶπεν: «Ἐγώ δ ἔφη, ὦ ἄνδρες, ἱκευεύω τά πάντων ἐννομώτατα, μή ἐπί Κριτίᾳ εἶναι ἐξαλείφειν

Διαβάστε περισσότερα

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 )

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Διαγώνισμα Αρχαία Ελληνικά Γ Λυκείου Ηθικά Νικομάχεια Αριστοτέλους Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν οἱ γὰρ νομοθέται τοὺς

Διαβάστε περισσότερα

ΤΕΛΟΣ 1ΗΣ ΑΠΟ 7 ΣΕΛΙΔΕΣ

ΤΕΛΟΣ 1ΗΣ ΑΠΟ 7 ΣΕΛΙΔΕΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙΔΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΠΟΥ ΥΠΗΡΕΤΟΥΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2019 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ

Διαβάστε περισσότερα

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ! ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ! (There is only one God) Πού μπορείς να πάς ώστε να απομακρυνθείς από το Θεό; Ο Θεός γεμίζει κάθετόπο και χρόνο. Δεν υπάρχει τόπος χωρίς να είναι εκεί ο Θεός. Ο Θεός μίλησε μέσα

Διαβάστε περισσότερα

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας

Διαβάστε περισσότερα

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ Γ ΓΕΛ 29 / 04 / 2018 Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικά (Α 1, 1 & Γ 1, 1-2) Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ

Διαβάστε περισσότερα

Ενότητα 4 η Ένα ταξίδι επιστημονικής φαντασίας

Ενότητα 4 η Ένα ταξίδι επιστημονικής φαντασίας Ενότητα 4 η Ένα ταξίδι επιστημονικής φαντασίας Πλέομεν οὖν ὅσον τριακοσίους Είχαμε διανύσει λοιπόν, κατά το θαλάσσιο σταδίους ταξίδι μας περίπου τριακόσια στάδια καὶ προσφερόμεθα νήσῳ μικρᾷ και πλησιάζαμε

Διαβάστε περισσότερα

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - De trinitate

Athanasius Alexandrinus - Magnus - De trinitate 0295-0373 - Athanasius Alexandrinus - Magnus - De trinitate This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and

Διαβάστε περισσότερα

Origenes - Fragmentum ex commentariis in Osee

Origenes - Fragmentum ex commentariis in Osee 0185-0254 - Origenes - Fragmentum ex commentariis in Osee This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns

Διαβάστε περισσότερα

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 24 ΓΕΝΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ 6 Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 11-14) Τῆς ἑορτῆς Παραγίνεται ὁ Ἰησοῦς (Ματθ. 13-17) 13 Κυριακῆς μετὰ τὰ Φῶτα Ἑνὶ ἑκάστῳ ἡμῶν (Ἐφεσ. δ 7-13)

Διαβάστε περισσότερα

ἐκτὸς ἐπ ἀσπαλάθων κνάµπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σηµαίνοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν Τάρταρον ἐµπεσούµενοι ἄγοιντο.» Α. Από το κείµενο που

ἐκτὸς ἐπ ἀσπαλάθων κνάµπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σηµαίνοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν Τάρταρον ἐµπεσούµενοι ἄγοιντο.» Α. Από το κείµενο που ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 29 ΜΑÏΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (4) ιδαγµένο κείµενο Πλάτωνος

Διαβάστε περισσότερα

Ιστορία Ελληνικού και Ρωμαϊκού Δικαίου

Ιστορία Ελληνικού και Ρωμαϊκού Δικαίου ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Ιστορία Ελληνικού και Ρωμαϊκού Δικαίου Ενότητα 3: Οι Νομοθεσίες του Ζάλευκου και του Χαρώνδα Παπακωνσταντίνου Καλλιόπη Άδειες Χρήσης Το

Διαβάστε περισσότερα

ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26

ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26 ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26 Ο Επιτάφιος του Υπερείδη είναι ένας από τους έξι επιτάφιους της αρχαίας ελληνικής γραμματείας. Γράφτηκε και εκφωνήθηκε στις αρχές της άνοιξης του 322 π. Χ. Αφορά τους

Διαβάστε περισσότερα

Παρόμοια νὰ σκεφθῇς ὅτι καὶ ἕνας ποὺ στέκεται κοντὰ σὲ μία μεγάλη πυρκαϊά, διατηρεῖ τὴν θερμότητα γιὰ πολὺ καιρὸ καὶ μετὰ τὴν ἀπομάκρυνσί του ἀπὸ τὴν φωτιά. Άραγε ἀπὸ ποιὰ ἄρρητη εὐωδία φιλανθρωπίας, ἀπὸ

Διαβάστε περισσότερα

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q ΑΡΙΣΟΣΕΛΕΙΟ ΠΑΝΕΠΙΣΗΜΙΟ ΘΕΑΛΟΝΙΚΗ ΑΝΟΙΚΣΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΣΑ ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q Ενότητα 9: Το ιδιαίτερο υλικό του Μτ και Λκ Αικατερίνθ Τςαλαμποφνθ Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα