ΙΛΙΑΔΟΣ Λ Ἠὼς δ ἐκ λεχέων παρ ἀγαυοῦ Τιθωνοῖο ὄρνυθ, ἵν ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι Ζεὺς δ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν. στῆ δ ἐπ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, 5 ἥ ῥ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, ἠμὲν ἐπ Αἴαντος κλισίας Τελαμωνιάδαο ἠδ ἐπ Ἀχιλλῆος, τοί ῥ ἔσχατα νῆας ἐΐσας εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν ἔνθα στᾶσ ἤϋσε θεὰ μέγα τε δεινόν τε 10 ὄρθι, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ ἑκάστῳ καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. τοῖσι δ ἄφαρ πόλεμος γλυκίων γένετ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. Ἀτρεΐδης δ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν 15 Ἀργείους ἐν δ αὐτὸς ἐδύσετο νώροπα χαλκόν. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. 20 πεύθετο γὰρ Κύπρονδε μέγα κλέος οὕνεκ Ἀχαιοὶ ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ. τοῦ δ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, 6. ἔσκε: = ἦν (versterkte stam M.). γεγωνέμεν: roepen. 11. ὄρθι : met schelle stem ; ὄρθιος = ὀρθός - rechtop; ὄρθιος wordt bij Hom. alleen in overdr. bet. gebr. en alleen hier. 12. ἄληκτον: - zonder ophouden, onbedaarlijk. 18. ἐπισφυρίοις: met enkelbanden / -gespen. 21. Κύπρονδε: tot in Cyprus, waar Cinyras blijkbaar woonde. 24. οἶμοι: - banen.
2 5 4 0 H O M E R I 2 25 30 35 40 δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν, τρεῖς ἑκάτερθ, ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων. ἀμφὶ δ ἄρ ὤμοισιν βάλετο ξίφος ἐν δέ οἱ ἧλοι χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. ἂν δ ἕλετ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν, ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο. τῇ δ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε. τῆς δ ἐξ ἀργύρεος τελαμὼν ἦν αὐτὰρ ἐπ αὐτοῦ κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι. 25. κασσιτέροιο: van tin (10 x). 26. ὀρωρέχατο προτὶ δειρὴν: rekten zich naar de hals. 27. ἴρισσιν ἐοικότες: gelijkend op regenbogen. 28. στήριξε: heeft bevestigd. τέρας: - teken; kan zowel voorspoed als onheil aankondigen. μερόπων: μέροψ - met heldere blik, helderziend; vaak een epitheton ornans, hier zeker niet: alleen helderzienden / zieners begrijpen de tekens van Zeus. 29. ἧλοι: - knoppen, nagels (4 x); in dit geval de nagels waarmede het lemmet aan het gevest is vastgeklonken. 30. πάμφαινον: impf. v. παμφαίνω - helder stralen. περὶ ἦεν: sc. ξίφεϊ. κουλεὸν: - schede (5 x). 31. χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός: aan gouden banden bevestigd. 32. ἀμφιβρότην: ἀμφίβροτος - de man aan weerskanten dekkend (4 x). ἀσπίδα θοῦριν: θοῦρις - ontstuimig; gebruikelijk als epitheton van Ἀρης en ἀλκή, hier bij ἀσπίς geschikt voor een ontstuimig krijger (Lateur). 33. κύκλοι: hier cirkelvormige banden. 34. ὀμφαλοὶ: knoppen. 35. ἔην μέλανος κυάνοιο: sc. ὀμφαλός. μέλανος κυάνοιο: van koningsblauw cobalt(glas) / smalt. 36. βλοσυρῶπις: - met afschrikwekkende blik. ἐστεφάνωτο: vormde de bekroning ; pl. q. perf. v. στεφανόω. 37. δεινὸν δερκομένη: betekent hetzelfde als βλοσυρῶπις en lijkt dus een glosse. 38. τῆς: sc. ἀσπίδος. 39. ἐλέλικτο: kronkelde (zich). 40. τρεῖς ἀμφιστρεφέες: drie <waarvan de twee buitenste> naar buiten gekeerd. ἑνὸς
3 I L I A D O S X I 4 1 5 9 κρατὶ δ ἐπ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον ἵππουριν δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. εἵλετο δ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ ὀξέα τῆλε δὲ χαλκὸς ἀπ αὐτόφιν οὐρανὸν εἴσω λάμπ ἐπὶ δ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη 45 τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης. Ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες ῥώοντ ἄσβεστος δὲ βοὴ γένετ ἠῶθι πρό. 50 φθὰν δὲ μέγ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, ἱππῆες δ ὀλίγον μετεκίαθον ἐν δὲ κυδοιμὸν ὦρσε κακὸν Κρονίδης, κατὰ δ ὑψόθεν ἧκεν ἐέρσας αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ ἔμελλε πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. 55 Τρῶες δ αὖθ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο Ἕκτορά τ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα Αἰνείαν θ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, τρεῖς τ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον αὐχένος ἐκπεφυυῖαι: uit één hals gegroeid. 41. ἀμφίφαλον κυνέην: een helm met twee kammen. τετραφάληρον: met vier knoppen. 42. ἵππουριν: met een paardenstaart. λόφος: - helmbos. ἔνευεν: golfde (Lateur). 46. τιμῶσαι: infin. finalis. 48. ἐρυκέμεν: in toom te houden. 49. αὐτοὶ δὲ πρυλέες: maar zelf te voet. πρυλέες: - strijders te voet (3 x). 50. ῥώοντ : stormden voorwaarts ; ῥώομαι - zich reppen, druk bezig zijn (9 x). ἄσβεστος: - onblusbaar, onbedaarlijk ἠῶθι πρό: tegen de dageraad. 51. φθὰν δὲ μέγ ἱππήων κοσμηθέντες: ze stelden zich op ver voor de ruiterij. 52. ἱππῆες δ ὀλίγον μετεκίαθον: de ruiterij kwam een klein eindje achter hen aan ; ὀλίγον in vs. 52 lijkt μέγα in vs. 51 te weerspreken. κυδοιμὸν: κυδοιμός - opschudding, paniek (5 x); wordt verklaard in wat volgt. 53. ἐέρσας: ἔρση - dauw; ἔρσαι / ἐέρσαι - regendruppels (6 x). 54. αἵματι μυδαλέας: druipend van bloed ; μυδαλέος - nat.
6 0 8 0 H O M E R I 4 60 65 70 75 80 ἠΐθεόν τ Ἀκάμαντ ἐπιείκελον ἀθανάτοισιν. Ἕκτωρ δ ἐν πρώτοισι φέρ ἀσπίδα πάντοσ ἐΐσην, οἷος δ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ παμφαίνων, τοτὲ δ αὖτις ἔδυ νέφεα σκιόεντα, ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, ἄλλοτε δ ἐν πυμάτοισι κελεύων πᾶς δ ἄρα χαλκῷ λάμφ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο. Οἳ δ, ὥς τ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ ἄρουραν πυρῶν ἢ κριθῶν τὰ δὲ δράγματα ταρφέα πίπτει ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ ἀλλήλοισι θορόντες δῄουν, οὐδ ἕτεροι μνώοντ ὀλοοῖο φόβοιο. ἴσας δ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς θῦνον Ἔρις δ ἄρ ἔχαιρε πολύστονος εἰσορόωσα οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν, οἳ δ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο. πάντες δ ᾐτιόωντο κελαινεφέα Κρονίωνα οὕνεκ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι. τῶν μὲν ἄρ οὐκ ἀλέγιζε πατήρ ὃ δὲ νόσφι λιασθεὶς 60. ἠΐθεόν: ἠΐθεος - ongehuwde jonge man (3 x). 62. οἷος: zoals. οὔλιος ἀστὴρ: de ster des verderfs, de hondsster. οὔλιος: - verderfelijk ; = οὖλος (7 x); er zijn nog twee homonymen: 1. vol, heel; 2. wollen, wollig. 64. ὁτὲ μέν ἄλλοτε δὲ: nu eens dan weer ; in omgekeerde volgorde vs. 568. 65. κελεύων: niet alleen bij ἐν πυμάτοισι, ook bij μετὰ πρώτοισι. πᾶς: van top tot teen. 67. ἀμητῆρες: ἀμητήρ - maaier. 68. ὄγμον: ὄγμος - vore, zwad (4 x). 69. ταρφέα: - dikwijls, herhaaldelijk; ταρφύσ - dicht opeen, talrijk, 71. μνώοντ : < μναόοντο (metrische Dehnung of diectasis) v. μνάομαι I - zich herinneren, aan iets denken (= μιμνήσκομαι); μνάομαι II - tot vrouw begeren, dingen naar (de hand van). 72. κεφαλὰς ἔχεν: hier vergde slachtoffers, kostte mensenlevens. 73. θῦνον: gingen op elkaar los.
5 I L I A D O S X I 8 1 1 0 5 τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν χαλκοῦ τε στεροπήν, ὀλλύντάς τ ὀλλυμένους τε. Ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, τόφρα μάλ ἀμφοτέρων βέλε ἥπτετο, πῖπτε δὲ λαός 85 ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον οὔρεος ἐν βήσσῃσιν, ἐπεί τ ἐκορέσσατο χεῖρας τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν, σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας 90 κεκλόμενοι ἑτάροισι κατὰ στίχας ἐν δ Ἀγαμέμνων πρῶτος ὄρουσ, ἕλε δ ἄνδρα Βιάνορα ποιμένα λαῶν αὐτόν, ἔπειτα δ ἑταῖρον Ὀϊλῆα πλήξιππον. ἤτοι ὅ γ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη τὸν δ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ 95 νύξ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια, ἀλλὰ δι αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο δάμασσε δέ μιν μεμαῶτα. καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας 100 αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω εἰν ἑνὶ δίφρῳ ἐόντας ὃ μὲν νόθος ἡνιόχευεν, Ἄντιφος αὖ παρέβασκε περικλυτός ὥ ποτ Ἀχιλλεὺς Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, 105 85. ἥπτετο: werden vastgemaakt, d.w.z. troffen doel. 87. ἐν βήσσῃσιν: = κατὰ πτύχας (vs. 77). ἐκορέσσατο: aor. v. κορέννυμι - verzadigen; κορέννυμαι - genoeg van iets krijgen. 88. ἅδος τέ μιν ἵκετο θυμόν: hij heeft er genoeg van. ἅδος: - verzadiging 89. αἱρεῖ: obj. μιν. 91. κεκλόμενοι ἑτάροισι: hun makkers toeroepend / aansporend ; κέλομαι - toeroepen, aansporen. 105. δίδη: imperf. v. δίδημι - (vast)binden. μόσχοισι λύγοισι: met jonge twijgen ; μόσχος - jong (adj.) ; in later Grieks steeds subst. jong dier, meestal kalf ; λύγος (ἡ) - buigzame twijg, wilgentak (3 x).
1 0 6 1 3 3 H O M E R I 6 110 115 120 125 130 ποιμαίνοντ ἐπ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων. δὴ τότε γ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ ἔβαλ ἵππων. σπερχόμενος δ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ γιγνώσκων καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν εἶδεν, ὅτ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς. ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφ ἦτορ ἀπηύρα ἣ δ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι χραισμεῖν αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει καρπαλίμως δ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην σπεύδουσ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ ὁρμῆς ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ Ἀργείοισι φέβοντο. Αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος, ἀγλαὰ δῶρα, οὐκ εἴασχ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ, τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ ἔχον ὠκέας ἵππους ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα, τὼ δὲ κυκηθήτην ὃ δ ἐναντίον ὦρτο λέων ὣς Ἀτρεΐδης τὼ δ αὖτ ἐκ δίφρου γουναζέσθην «ζώγρει Ἀτρέος υἱέ, σὺ δ ἄξια δέξαι ἄποινα πολλὰ δ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, 121. Τρώων: bij οὔ τις in het vorige vers. 124. δεδεγμένος: ontvangen hebbend. 129. κυκηθήτην: werden in verwarring gebracht ; dual. pass. v. κυκάω.
7 I L I A D O S X I 1 3 4 1 5 4 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι ἄποινα, εἰ νῶϊ ζωοὺς πεπύθοιτ ἐπὶ νηυσὶν Ἀχαιῶν». 135 Ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα μειλιχίοις ἐπέεσσιν ἀμείλικτον δ ὄπ ἄκουσαν «Εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, ὅς ποτ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ 140 αὖθι κατακτεῖναι μηδ ἐξέμεν ἂψ ἐς Ἀχαιούς, νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.» Ἦ, καὶ Πείσανδρον μὲν ἀφ ἵππων ὦσε χαμᾶζε δουρὶ βαλὼν πρὸς στῆθος ὃ δ ὕπτιος οὔδει ἐρείσθη. Ἱππόλοχος δ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε 145 χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ αὐχένα κόψας, ὅλμον δ ὣς ἔσσευε κυλίνδεσθαι δι ὁμίλου. τοὺς μὲν ἔασ ὃ δ ὅθι πλεῖσται κλονέοντο φάλαγγες, τῇ ῥ ἐνόρουσ, ἅμα δ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί. πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, 150 ἱππεῖς δ ἱππῆας ὑπὸ δέ σφισιν ὦρτο κονίη ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων χαλκῷ δηϊόωντες ἀτὰρ κρείων Ἀγαμέμνων αἰὲν ἀποκτείνων ἕπετ Ἀργείοισι κελεύων. 137. ἀμείλικτον δ ὄπ : een onverbiddelijk antwoord. ἀμείλικτον: ἀμείλικτος - onvermurwbaar (2 x). 140. ἀγγελίην ἐλθόντα: met een diplomatieke missie komend ; accusat. int. obi. bij een intransitief verbum. 141. ἐξέμεν: inf. aor. act. v. ἐξ-ἵημι - (terug) laten gaan (3 x). 142. τοῦ πατρὸς: genit. subi. λώβην: λώβη - smaad, smadelijke behandeling, belediging. 144. ἐρείσθη: hij werd gestoten ; ἐρείδω - leunen tegen, tegen iets aandrukken. 145. ἀπόρουσε: sc. ἀφ ἵππων. 146. ἀπὸ τμήξας: tmesis. ἀπό τ αὐχένα κόψας: onthoofd hebbend. 147. ὅλμον: - rolsteen. ἔσσευε κυλίνδεσθαι: het object is nog steeds τόν (vs. 145) en niet het afgehakte hoofd, maar het van hoofd en armen ontdane lichaam. 150. ὄλεκον: ὀλέκω (15 x) = ὄλλυμι. 153. δηϊόωντες: δῃόω = δηϊόω - vernielen, doden, een slachting aanrichten (18 x). 154. ἕπετ : ἕπομαι - volgen, achtervolgen (= διώκω); ἕπομαι geldt niet als med./pass. v. ἕπω; het obj. staat in de dat. al
1 5 5 1 6 9 H O M E R I 8 155 160 165 ὡς δ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, πάντῃ τ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι πρόῤῥιζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ ὣς ἄρ ὑπ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα Τρώων φευγόντων, πολλοὶ δ ἐριαύχενες ἵπποι κείν ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας ἡνιόχους ποθέοντες ἀμύμονας οἳ δ ἐπὶ γαίῃ κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν. Ἕκτορα δ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης ἔκ τ ἀνδροκτασίης ἔκ θ αἵματος ἔκ τε κυδοιμοῦ Ἀτρεΐδης δ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. οἳ δὲ παρ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο μέσσον κὰπ πεδίον παρ ἐρινεὸν ἐσσεύοντο ἱέμενοι πόλιος ὃ δὲ κεκλήγων ἕπετ αἰεὶ Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. dan niet met ἅμα. Ἀργείοισι: dat. afh. v. κελεύων. κελεύων: κελεύω doorgaans met acc. of a.c.i., vaak ook met dat. 155. ἀΐδηλον: ἀΐδηλος - onzichtbaar makendverderfelijk, verdelgend (2 x). ἀξύλῳ: ἄξυλος - dicht begroeid. 156. εἰλυφόων: εἰλυφόω - voortrollen. θάμνοι: θάμνος - struik(gewas), bosje (9 x). 157. ἐπειγόμενοι: ἐπειγόμενος - opgejaagd, in het nauw gebracht*, haastig; ἐπείγω - drukken op, dringen, voortdrijven, aanvallen. 158. κάρηνα: lett. hoofden, perifrastisch voor levens. 159. ἐριαύχενες: ἐριαύχην - met sterke nek (5 x). 160. κείν ὄχεα: lege strijdwagens ; als de geëlideerde klinker geaccentueerd was, krijgt de voorafgaande lettergreep een accutus (uitgezonderd praeposities en enkele adverbia). κροτάλιζον: κροταλίζω - doen rammelen. 164. κυδοιμοῦ: κυδοιμός - paniek. 165. σφεδανὸν: - heftig, ontstuimig, (adv. 3 x). 166. Ἴ- λου Δαρδανίδαο: de stamboom van Hector is: Zeus, Dardanus, Erichthonius, Tros, Ilus, Laomedon, Priamus, Hector, Astyanax; de stamboom van Aeneas is: Zeus, Dardanus, Erichthonius, Tros, Assaracus, Capys, Anchises, Aeneas, Ascanius (= Iulus). 167. ἐρινεὸν: ἐρινεός - wilde vijgeboom (6 x). 168. ἱέμενοι πόλιος: zich spoedend naar de stad. 169. λύθρῳ: λύθρον - vuil met bloed vermengd (Eng. gore) (4 x). παλάσσετο: παλάσσω - bezoedelen (16 x). ἀάπτους: ἄαπτος - ongenaakbaar (14 x).
9 I L I A D O S X I 1 7 0 1 9 4 ἀλλ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, 170 ἔνθ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. οἳ δ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς, ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ πάσας τῇ δέ τ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος τῆς δ ἐξ αὐχέν ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι 175 πρῶτον, ἔπειτα δέ θ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων αἰὲν ἀποκτείνων τὸν ὀπίστατον οἳ δ ἐφέβοντο. πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων Ἀτρεΐδεω ὑπὸ χερσί περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. 180 ἀλλ ὅτε δὴ τάχ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης οὐρανόθεν καταβάς ἔχε δ ἀστεροπὴν μετὰ χερσίν. Ἶριν δ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν 185 «Βάσκ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες ὄφρ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν θύνοντ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν, τόφρ ἀναχωρείτω, τὸν δ ἄλλον λαὸν ἀνώχθω μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. 190 αὐτὰρ ἐπεί κ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται δύῃ τ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.» 170. φηγὸν: ἡ φηγός - eik (8 x). 173. ἐν νυκτὸς ἀμολγῷ: in de schemering (eig. melktijd) van de nacht. ἀμολγῷ: ἀμολγός - melktijd, schemering (5 x). 174. τῇ δέ τ ἰῇ: = μίᾳ ἐκ βοῶν. 176. λαφύσσει: λαφύσσω - opslurpen, verslinden (3 x). 177. ἔφεπε: = ἕπετο = ἐδίωκε. 178. ἐφέβοντο: = φοβέοντο vluchtten in paniek. 180. περὶ πρὸ: aan alle kanten. 183. πιδη- έσσης: πιδήεις - bronrijk. 187. ὄφρ ἂν μέν κεν: zolang. 188. ἐναίροντα: ἐναίρω - doden (in de slag) (18 x). 192. ἅλεται: subj. Agamemnon. οἱ: sc. aan Hector.
1 9 5 2 2 2 H O M E R I 1 0 195 200 205 210 215 220 Ὣς ἔφατ, οὐδ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, βῆ δὲ κατ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. εὗρ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον ἑσταότ ἔν θ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν ἀγχοῦ δ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις «Ἕκτορ, υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε, Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι. ὄφρ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν θύνοντ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, τόφρ ὑπόεικε μάχης, τὸν δ ἄλλον λαὸν ἄνωχθι μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. αὐτὰρ ἐπεί κ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι δύῃ τ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.» ἣ μὲν ἄρ ὣς εἰποῦσ ἀπέβη πόδας ὠκέα Ἶρις, Ἕκτωρ δ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν, Ἀργεῖοι δ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. ἀρτύνθη δὲ μάχη, στὰν δ ἀντίοι ἐν δ Ἀγαμέμνων πρῶτος ὄρουσ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων. Ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ ἔχουσαι ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων 213. φύλοπιν αἰνήν: = κρατερὴν ὑσμίνην. 215. ἐκαρτύναντο: καρτύνομαι - versterken (3 x). 216. ἀρτύνθη: ἀρτύνω - aaneen sluiten, gereed maken. 218. ἔσπετε: vertelt! v. ἐν(ν)έπω - zeggen, vertellen, spreken. 219. ὅς τις: = τίς.
1 1 I L I A D O S X I 2 2 3 2 4 2 Κισσῆς τόν γ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον αὐτὰρ ἐπεί ῥ ἥβης ἐρικυδέος ἵκετο μέτρον, 225 αὐτοῦ μιν κατέρυκε, δίδου δ ὅ γε θυγατέρα ἥν γήμας δ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ Ἀχαιῶν σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο. τὰς μὲν ἔπειτ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας, αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει 230 ὅς ῥα τότ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν. οἳ δ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ἰόντες, Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ ἔγχος, Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε νύξ, ἐπὶ δ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας 235 οὐδ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ αἰχμή. καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων ἕλκ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δ ἄρα χειρὸς σπάσσατο τὸν δ ἄορι πλῆξ αὐχένα, λῦσε δὲ γυῖα. 240 ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, 224. μητροπάτωρ: - grootvader van moederskant. 225. ἵκετο: subj. is Iphidamas. 226. αὐτοῦ: = δόμοις ἔνι. κατέρυκε: de conatu. δίδου: wilde geven. 227. γήμας ἵκετ : subj. Iphidamas. ἐκ θαλάμοιο: <gegelrecht> vanuit het huwelijksbed. 233. Ἀτρεΐδης μὲν ἅμαρτε: dit is het enige geval in de hele Ilias dat een strijder, die in het tweegevecht de eerste worp heeft, mist en toch als overwinnaar uit de bus komt. παραὶ δέ οἱ: ter zijde van hem (van Iphidamas). 235. αὐτὸς: met zijn volle gewicht. 236. ἔτορε: doorboorde ; ἔτορον aor. v. τορέω - doorboren 237. ἀργύρῳ ἀντομένη: op zilver stuitend ; v. ἄντομαι - ontmoeten, stoten op; wrsch wordt het zilver van de gesp van de gordel bedoeld. μόλιβος: - lood. 238. καὶ τό γε: alsof niet αἰχμή, maar δόρυ of ἔγχος voorafging. 239. ἐπὶ οἷ: naar zich toe. ἐκ δ ἄρα χειρὸς: uit de handen (van Iphidamas). 240. λῦσε δὲ γυῖα: nam de kracht weg uit zijn leden (Lateur). 242. οἰκτρὸς ἀπὸ: lees tussen οἰκτρὸς en ἀπὸ een komma: deerniswekkend,
2 4 3 2 6 4 H O M E R I 1 2 245 250 255 260 κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δ ἔδωκε πρῶθ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι ὑπέστη αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο. δὴ τότε γ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε, βῆ δὲ φέρων ἀν ὅμιλον Ἀχαιῶν τεύχεα καλά. Τὸν δ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. στῆ δ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. ῥίγησέν τ ἄρ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἀλλ οὐδ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, ἀλλ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος. ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους τὸν δ ἕλκοντ ἀν ὅμιλον ὑπ ἀσπίδος ὀμφαλοέσσης οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα τοῖο δ ἐπ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς. ἔνθ Ἀντήνορος υἷες ὑπ Ἀτρεΐδῃ βασιλῆϊ, πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω. Αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ver van. ἀστοῖσιν: ἀστός - burger (2 x). 248. ἀριδείκετος: c. genit - uitblinkend onde (9 x). 249. πρεσβυγενὴς Ἀντηνορίδης: de oudste ( ) zoon van Antenor. 251. εὐρὰξ: - terzijde (2 x). 252. κατὰ χεῖρα μέσην: midden in de onderarm. ἀγκῶνος: ἀγκών, ὁ - elleboog. 253. διέσχε: ging er dwars doorheen ; v. διέχω (3 x). 256. ἀνεμοτρεφὲς: door de wind gevoed ; de veronderstelling is dat bomen (die de grondstof bieden voor speerschachten) sterker worden als ze aan krachtige winden zijn blootgesteld. 257. ὄπατρον: - van dezelfde vader (2 x). 260. ξυστῷ χαλκήρεϊ: met bronsgepunte speer ; ξυστόν - eig. het gladgemaakte, vandaar speerschacht, speer. 263. ἔδυν: = ἔδυσαν, aor. v. δύω - binnen gaan 264. ἐπεπωλεῖτο: ἐπιπωλέομαι - ergens (al monsterend) door
1 3 I L I A D O S X I 2 6 5 2 8 5 ἔγχεΐ τ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, 265 ὄφρά οἱ αἷμ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς. αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ αἷμα, ὀξεῖαι δ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. ὡς δ ὅτ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι 270 Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, ὣς ὀξεῖ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. ἐς δίφρον δ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ἤχθετο γὰρ κῆρ. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς 275 «Ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες, ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς εἴασε Τρώεσσι πανημέριον πολεμίζειν. Ὣς ἔφαθ, ἡνίοχος δ ἵμασεν καλλίτριχας ἵππους 280 νῆας ἔπι γλαφυράς τὼ δ οὐκ ἀέκοντε πετέσθην ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. Ἕκτωρ δ ὡς ἐνόησ Ἀγαμέμνονα νόσφι κιόντα Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας 285 of langs lopen. 266. ἀνήνοθεν: opsteeg ; aor. II van een verbum defectivum. 268. δῦνον: δύνω = δύομαι - binnen gaan. 269. ὠδίνουσαν: ὠδίνω - hevige pijn lijden, in barensnood verkeren (2 x). 270. δριμύ: δριμύς - scherp, stekend, fel. προϊεῖσι: = Att. προϊᾶσι. μογοστόκοι: μογοστόκος - weeën verwekkend (3 x). 274. ἤχθετο: hij voelde zich bezwaard / ergerde zich / had pijn. κῆρ: τό - hart; hier acc. resp. 275. διαπρύσιον: doordringend. 278. φύλοπιν: φύλοπις - strijd, krijgsgewoel. ἀργαλέην: ἀργαλέος - smartelijk, pijnlijk. 281. νῆας ἔπι γλαφυράς: cf. de dativus in vs. 274. 282. ἄφρεον δὲ στήθεα: het schuim stond op hun borst. ἄφρεον: ἀφρέω - schuimen. στήθεα: acc. resp. of subj.? ῥαίνοντο δὲ νέρθε κονίῃ: van onder werden zij met stof bespat ; is het subj. τὼ ἵππω of τὰ στήθεα? ῥαίνοντο: ῥαίνω - besprenkelen. 283. τειρόμενον: door pijn gekweld.
2 8 6 3 0 6 H O M E R I 1 4 290 295 300 305 «Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ἀνέρες ἔστε, φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. οἴχετ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγ εὖχος ἔδωκε Ζεὺς Κρονίδης ἀλλ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους ἰφθίμων Δαναῶν, ἵν ὑπέρτερον εὖχος ἄρησθε.» Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ὡς δ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας σεύῃ ἐπ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, ὣς ἐπ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. αὐτὸς δ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, ἐν δ ἔπεσ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. Ἔνθα τίνα πρῶτον, τίνα δ ὕστατον ἐξενάριξεν Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν; Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ Ἀγέλαον Αἴσυμνόν τ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην. τοὺς ἄρ ὅ γ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων 288. ὤριστος: = ὁ ἄριστος; bij Homerus bepaalt het tweede woord van de bij een crasis betrokkene of boven de versmolten klinker een coronis of een spiritus asper wordt geplaatst. 290. ἰφθίμων Δαναῶν: dativus hangt af van ἰθύς. ὑπέρτερον: hoger. 293. ἀγροτέρῳ: ἀγρότερος - op het land levend, (en vandaar) wild. 295. βροτολοιγῷ: βροτολοιγός - mensen verdervend 296. μέγα φρονέων: vol zelfvertrouwen. ἐβεβήκει: hij schreed voort. 297. ὑπεραέϊ: ὑπεραής - hevig waaiend ἀέλλῃ: ἀέλλα - storm, windvlaag. 298. καθαλλομένη: naar beneden springend. ἰοειδέα: ἰοειδής - vioolkleurig (3 x). 303. μενεχάρμην: stand houdend in de strijd. 305. νέφεα: bij ἀργεστᾶο Νότοιο. στυφελίξῃ: aor. gnom. v. στυφελίζω - stoten, verdrijven*. 306. ἀργεστᾶο: ἀργεστής - wit makend, witte wolken voor zich uitdrijvend (2 x). βαθείῃ λαίλαπι: met een reusachtige (van de aarde tot de hemel reikende) windvlaag.
1 5 I L I A D O S X I 3 0 7 3 2 6 πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ ἄχνη σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς ὣς ἄρα πυκνὰ καρήαθ ὑφ Ἕκτορι δάμνατο λαῶν. Ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, 310 καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ Ὀδυσσεύς «Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; ἀλλ ἄγε δεῦρο, πέπον, παρ ἔμ ἵσταο δὴ γὰρ ἔλεγχος ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.» 315 Τὸν δ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης «Ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι ἀλλὰ μίνυνθα ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.» Ἦ καὶ Θυμβραῖον μὲν ἀφ ἵππων ὦσε χαμᾶζε 320 δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν αὐτὰρ Ὀδυσσεὺς ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος. τοὺς μὲν ἔπειτ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν τὼ δ ἀν ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον 325 ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω αὐτὰρ Ἀχαιοὶ 307. πολλὸν: wrsch. adv. en masse. τρόφι κῦμα: collectief, d.w.z. te vertalen als plur. τρόφι: τρόφις - gezwollen. ἄχνη: - schuim, kaf (7 x). 308. σκίδναται: spat uiteen. ἰωῆς: ἰωή, ἡ - het blazen (4 x). 309. πυκνὰ καρήαθ : = πολλὰ καρήνα. 310. κε ἔην: irrealis. 314. ἔλεγχος: τό - schande. 317. μίνυνθα: - voor korte tijd, slechts even. 318. ἦδος: τό - genot, profijt, nut; sc. Ἀχαιοῖσιν. 319. βόλεται ἠέ: wil liever dan. 321. κατὰ μαζὸν: in de borst / tepel. 322. τοῖο ἄνακτος: sc. van Thymbraeus. 323. ἀπέπαυσαν: subj. Diomedes en Odysseus, obj. Thymbraeus en Molion. 324. κυδοίμεον: κυδοιμέω - paniek veroorzaken (2 x). 325. μέγα φρονέοντε: vol zelfvertrouwen, [ vol woede Schwartz, vermetel Lateur]. 326. ὄλεκον: imperf. de conatu. πάλιν ὀρμένω: weer op hen afstormend ; part. aor. med. v. ὄρνυμι sigm. aor. ὤρσα, med. ὄρνυμαι thematische aor. ὠρόμην en wortelaor. ὤρμην.
3 2 7 3 4 9 H O M E R I 1 6 330 335 340 345 ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον. Ἔνθ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε στείχειν ἐς πόλεμον φθισήνορα τὼ δέ οἱ οὔ τι πειθέσθην κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε ἀπηύρα Ἱππόδαμον δ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν. Ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων ἐξ Ἴδης καθορῶν τοὶ δ ἀλλήλους ἐνάριζον. ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ Παιονίδην ἥρωα κατ ἰσχίον οὐ δέ οἱ ἵπποι ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ ἔχεν, αὐτὰρ ὃ πεζὸς θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. Ἕκτωρ δ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ ἐπ αὐτοὺς κεκλήγων ἅμα δὲ Τρώων εἵποντο φάλαγγες. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, αἶψα δ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα «Νῶϊν δὴ τόδε πῆμα κυλίνδεται, ὄβριμος Ἕκτωρ ἀλλ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.» Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος 327. ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα: ἀσπασίως ἀνέπνεον: opgelucht kwamen zij op adem. 328. ἑλέτην: nog steeds Diomedes en Odysseus. δήμου: hier niet een sociale maar ethnische aanduiding. 329. Περκωσίου: Περκώσιος - uit Perkote (stad in Mysië aan de Hellespont). 334. κεκαδὼν: cum genit. berovend van ; geredupliceerd part. aor. v. κήδω - 1. bezorgd maken, kwellen; 2. beroven 339. ἰσχίον: τό - heup. 340. ἀάσατο: hij werd verblind ; v. ἀάω - verblinden. 341. τοὺς: sc. ἵππους. 343. νόησε: obj. Agastrophus (of Odysseus en Diomedes). 347. τόδε πῆμα κυλίνδεται: een ramp rolt naar ons toe 349. ἀμπεπαλὼν: met een zwaai ; part. aor. II v. ἀναπάλλω - zwaaien.
1 7 I L I A D O S X I 3 5 0 3 6 9 καὶ βάλεν, οὐδ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, 350 ἄκρην κὰκ κόρυθα πλάγχθη δ ἀπὸ χαλκόφι χαλκός, οὐδ ἵκετο χρόα καλόν ἐρύκακε γὰρ τρυφάλεια τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων. Ἕκτωρ δ ὦκ ἀπέλεθρον ἀνέδραμε, μίκτο δ ὁμίλῳ, στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ 355 γαίης ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν. ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ ἐρωὴν τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης τόφρ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας ἐξέλασ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. 360 δουρὶ δ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης «Ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον ἦ τέ τοι ἄγχι ἦλθε κακόν νῦν αὖτέ σ ἐρύσατο Φοῖβος Ἀπόλλων ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. ἦ θήν σ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, 365 εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάῤῥοθός ἐστι. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.» Ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο 350. βάλεν: hierbij ἄκρην κὰκ κόρυθα. τιτυσκόμενος κεφαλῆφιν: mikkend op het hoofd (van Hector). τιτυσκόμενος: τιτύσκομαι - 1. gereed maken; 2. mikken*. 351. ἄκρην κὰκ κόρυθα: = κατὰ ἄκρην κόρυθα in de helmtop, helmkam. πλάγχθη δ ἀπὸ: werd uit de koers geslagen vanaf, ketste af op. 352. ἵκετο: subj. ἔγχος. τρυφάλεια: = κόρυς. 354. ἀπέλεθρον ἀνέδραμε: ontliep zijn ondergang. 355. στῆ δὲ γνὺξ ἐριπὼν: hij bleef overeind, op zijn knieën zakend ἐριπὼν: part. aor. II v. ἐρείπω - tr. doen neerstorten, intr. neerstorten*. ἐρείσατο: ἐρείδω - tr. duwen, leunen tegen; intr. (vaak med.) leunen / steunen op. 357. μετὰ δούρατος ᾤχετ ἐρωὴν: hij ging achter de vaart van zijn speer aan, hij volgde de worp van zijn snelle speer. 358. ὅθι οἱ καταείσατο γαίης: waar die op de grond was gevallen. καταείσατο: aor. med. v. καθίεμαι. 361. δουρὶ δ ἐπαΐσσων: met de speer op hem afsnellend. 366. ἐπιτάῤῥοθός: - helper.
3 7 0 3 8 7 H O M E R I 1 8 370 375 380 385 Τυδεΐδῃ ἔπι τόξα τιταίνετο, ποιμένι λαῶν, στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο αἴνυτ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ ὤμων καὶ κόρυθα βριαρήν ὃ δὲ τόξου πῆχυν ἄνελκε καὶ βάλεν, οὐδ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, ταρσὸν δεξιτεροῖο ποδός διὰ δ ἀμπερὲς ἰὸς ἐν γαίῃ κατέπηκτο ὃ δὲ μάλα ἡδὺ γελάσσας ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα «Βέβληαι οὐδ ἅλιον βέλος ἔκφυγεν ὡς ὄφελόν τοι νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, οἵ τέ σε πεφρίκασι λέονθ ὡς μηκάδες αἶγες.» Τὸν δ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης «Τοξότα, λωβητὴρ, κέρᾳ ἀγλαὲ, παρθενοπῖπα, εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί 371. ἀνδροκμήτῳ: ἀνδρόκμητος - door mensen vervaardigd. 372. δημογέροντος: δημογέρων - raadsheer. 373. ἤτοι: - 1. voorwaar; 2. intussen*. ὃ μὲν: sc. Διομήδης. 375. βριαρήν: βριαρός - zwaar. ὃ δὲ: sc. Ἀλέξανδρος. πῆχυν: πῆχυς, ὁ - 1. elleboog; 2. middelste gedeelte van de boog. 377. ταρσὸν: ταρσός, ὁ - 1. wreef (2 x); 2. droogrek (1 x). διὰ δ ἀμπερὲς: = διαμπερές adv. - 1. er dwars doorheen; 2. onafgebroken. 378. κατέπηκτο: aor. II v. καταπήγνυμι - vastmaken, in de grond steken. 379. λόχου: λόχος, ὁ - hinderlaag, schuilplaats. 381. νείατον ἐς κενεῶνα: in de onderbuik. 383. πεφρίκασι: perf. v. φρίσσω - 1. ruig zijn; 2. huiveren voor iemand (acc.). 384. οὐ ταρβήσας: onverschrokken. 385. τοξότα: Homerische helden zien de boogschutter als een laffaard, iets minderwaardigs. λωβητὴρ: - praatjesmaker (3 x). κέρᾳ ἀγλαὲ: met hoorn (een vlecht) pronkend. παρθενοπῖπα: παρθενοπίπης, ὁ - meisjesbegluurder 386. ἀντίβιον: adv. - in gevecht van man tot man. 387. οὐκ ἄν τοι χραίσμῃσι βιὸς: cf. A, 26 μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον.
1 9 I L I A D O S X I 3 8 8 4 1 0 νῦν δέ μ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος, οὐτιδανοῖο. 390 ἦ τ ἄλλως ὑπ ἐμεῖο, καὶ εἴ κ ὀλίγον περ ἐπαύρῃ, ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι. τοῦ δὲ γυναικὸς μέν τ ἀμφίδρυφοί εἰσι παρειαί, παῖδες δ ὀρφανικοί ὃ δέ θ αἵματι γαῖαν ἐρεύθων πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.» 395 Ὣς φάτο, τοῦ δ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν ἔστη πρόσθ ὃ δ ὄπισθε καθεζόμενος βέλος ὠκὺ ἐκ πόδος ἕλκ, ὀδύνη δὲ διὰ χροὸς ἦλθ ἀλεγεινή. ἐς δίφρον δ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ἤχθετο γὰρ κῆρ. 400 Οἰώθη δ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας ὀχθήσας δ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν «Ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι πληθὺν ταρβήσας τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω 405 μοῦνος τοὺς δ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο, ὃς δέ κ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ ἑστάμεναι κρατερῶς, ἤ τ ἔβλητ ἤ τ ἔβαλ ἄλλον.» 410 388. αὔτως: - zó, zomaar, zonder reden*, vergeefs. 390. κωφὸν: κωφός - doof, dof, gevoelloos, zonder betekenis*; κοῦφος - licht. 391. ἦ τ ἄλλως ὑπ ἐμεῖο: voorwaar, (heel) anders van mij afkomstig. ἐπαύρῃ: coni. aor. v. ἐπαυσίσκω - aanraken, raken, treffen* (v.e. wapen), genieten. 392. βέλος: hier niet pijl, maar speer. ἀκήριον: ἀκήριος - zonder hart, zonder leven*; in de Odyssee betekent ἀκήριος heelhuids. 393. ἀμφίδρυφοί: ἀμφίδρυφος = ἀμφιδρυφής (beide ) - opengekrabd (ten teken van rouw). 394. ὀρφανικοί: ὀρφανικός - verweesd (3 x). ἐρεύθων: - rood kleurend (2 x). 395. πύθεται: verrot ; πύθω - doen rotten (4 x). 405. ἁλώω: coni. aor. v. ἁλίσκομαι.
4 1 1 4 3 2 H O M E R I 2 0 415 420 425 430 Εἷος ὃ ταῦθ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, τόφρα δ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων, ἔλσαν δ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες. ὡς δ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ αἰζηοὶ σεύωνται, ὃ δέ τ εἶσι βαθείης ἐκ ξυλόχοιο θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν, ἀμφὶ δέ τ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα, ὥς ῥα τότ ἀμφ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο Τρῶες ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί, αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε. Χερσιδάμαντα δ ἔπειτα καθ ἵππων ἀΐξαντα δουρὶ κατὰ πρότμησιν ὑπ ἀσπίδος ὀμφαλοέσσης νύξεν ὃ δ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. τοὺς μὲν ἔασ, ὃ δ ἄρ Ἱππασίδην Χάροπ οὔτασε δουρὶ αὐτοκασίγνητον εὐηφενέος Σώκοιο. τῷ δ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς, στῆ δὲ μάλ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν «Ὦ Ὀδυσεῦ πολύαινε, δόλων ἆτ ἠδὲ πόνοιο σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι τοιώδ ἄνδρε κατακτείνας καὶ τεύχε ἀπούρας, 416. θήγων: θήγω - wetten (3 x). γναμπτῇσι: γναμπτός - gebogen, krom. γένυσσιν: γένυς, ἡ - kaak 417. ὑπαὶ: = ὑπό. κόμπος: geluid, geknars (3 x). 418. ἄφαρ: adv. terstond, zonder aarzeling. 424. πρότμησιν: πρότμησις - navelstreek, onderlijf. ὀμφαλοέσσης: ὀμφαλόεις - van een knop in het midden voorzien (13 x). 425. ἀγοστῷ: ἀγοστός - greep, vingers (5 x). 427. εὐηφενέος: εὐηφενής - welgesteld, rijk (2 x). 428. τῷ δ ἐπαλεξήσων: om hem te verdedigen. 430. πολύαινε: πολύαινος - veelgeprezen. ἆτ : ἆτος - onverzadelijk (7 x). 431. ἢ δοιοῖσιν ἐπεύξεαι ἤ κεν ὀλέσσῃς: in ἤ ἤ-zinnen wordt vaak in één of beide delen κεν gebruikt; men kan het partikel (een zwak misschien, waarschijnlijk o.i.d.) onvertaald laten; de coniunctivus wordt in hoofdzinnen vaak pro futuro gebruikt.
2 1 I L I A D O S X I 4 3 3 4 5 7 ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.» Ὣς εἰπὼν οὔτησε κατ ἀσπίδα πάντοσ ἐΐσην. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, 435 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, πάντα δ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδ ἔτ ἔασε Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός. γνῶ δ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν, ἂψ δ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν 440 «Ἆ δείλ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. ἤτοι μέν ῥ ἔμ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι σοὶ δ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ἤματι τῷδ ἔσσεσθαι, ἐμῷ δ ὑπὸ δουρὶ δαμέντα εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ Ἄϊδι κλυτοπώλῳ. 445 Ἦ, καὶ ὃ μὲν φύγαδ αὖτις ὑποστρέψας ἐβεβήκει, τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, δούπησεν δὲ πεσών ὃ δ ἐπεύξατο δῖος Ὀδυσσεύς «Ὦ Σῶχ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο 450 φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ ὑπάλυξας. ἆ δείλ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ οἰωνοὶ ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες. αὐτὰρ ἔμ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.» 455 Ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης 435. ὄβριμον: ὄβριμος - geweldig (28 x). 436. ἠρήρειστο: plusquamperf. med. v. ἐρείδω - drukken. 437. ἔργαθεν: aor. II v. εἴργω / ἔργνυμι - opsluiten, afsluiten, afscheiden, afsnijden*; subj. is ἔγχος. 438. ἔγκασι: ἔγκατα - ingewanden (6 x). 446. ὃ μὲν: Σῶκος. φύγαδ : φύγαδε : - vluchtwaarts, op de vlucht (5 x). 453. ὄσσε καθαιρήσουσι: zullen jouw ogen sluiten. 454. ἐρύουσι: zullen trekken, zullen aan je plukken ; futurum; het Homerische Grieks laat soms de sigma verdwijnen waar het Attisch die behouden heeft. 455. κτεριοῦσί: zullen de laatste eer bewijzen.
4 5 8 4 7 4 H O M E R I 2 2 460 465 470 αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ Ὀδυσῆος κεκλόμενοι καθ ὅμιλον ἐπ αὐτῷ πάντες ἔβησαν. αὐτὰρ ὅ γ ἐξοπίσω ἀνεχάζετο, αὖε δ ἑταίρους. τρὶς μὲν ἔπειτ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, τρὶς δ ἄϊεν ἰάχοντος Ἄρηι φίλος Μενέλαος. αἶψα δ ἄρ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα «Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν ἀμφί μ Ὀδυσσῆος ταλασίφρονος ἵκετ ἀϋτὴ τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ. ἀλλ ἴομεν καθ ὅμιλον ἀλεξέμεναι γὰρ ἄμεινον. δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.» Ὣς εἰπὼν ὃ μὲν ἦρχ, ὃ δ ἅμ ἕσπετο ἰσόθεος φώς. εὗρον ἔπειτ Ὀδυσῆα Διῒ φίλον ἀμφὶ δ ἄρ αὐτὸν Τρῶες ἕπονθ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν 458. σπασθέντος: = ἔγχους σπασθέντος; v. σπάω - trekken (18 x). ἀνέσσυτο: aor. med. v. ἀνασεύομαι - opspuiten, er uit gutsen. κῆδε δὲ θυμόν: subj. αἷμα, verwakte zijn kracht (Schwartz); zijn hart was ongerust (Lateur). κῆδε: κήδω - bezorgd maken, kwellen. 459. ἴδον αἷμ Ὀδυσῆος: de aandacht verschuift van het bloed van de gedode Socus naar het bloed van de zwaar, maar niet dodelijk, gewonde Odysseus. 460. κεκλόμενοι: (elkaar) aanmoedigend ; κέλομαι - roepen, aanmoedigen, bevelen. καθ ὅμιλον: in dichte drom, door Schwartz als bepaling bij ἐπ αὐτῷ πάντες ἔβησαν genomen. 461. αὖε: αὔω - roepen, (toe-)schreeuwen. 462. ὅσον κεφαλὴ χάδε φωτός: zo hard als het hoofd van een man kan bevatten, d.w.z. zo hard als voor een mens mogelijk is. χάδε: aor. gnom. v. χανδάνω - bevatten, kunnen bevatten. 463. τρὶς: niet bij ἰάχοντος, maar bij ἄϊεν. ἄϊεν: v. ἀΐω - horen. 466. ἀϋτὴ: - geschreeuw. 467. βι- ῴατο: v. βιάομαι = βιάζομαι = βιάζω - overweldigen. 468. ἀποτμήξαντες: afgesneden / geïsoleerd hebbend, v. ἀποτμήγω - afscheuren, afsnijden (4 x). 474. δαφοινοὶ: δαφοινός - bloedrood, bruinrood* (4 x). θῶες: - jakhalzen (4 x).
2 3 I L I A D O S X I 4 7 5 4 9 6 ἀμφ ἔλαφον κεραὸν βεβλημένον, ὅν τ ἔβαλ ἀνὴρ 475 ἰῷ ἀπὸ νευρῆς τὸν μέν τ ἤλυξε πόδεσσι φεύγων, ὄφρ αἷμα λιαρὸν καὶ γούνατ ὀρώρῃ αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν ἐν νέμεϊ σκιερῷ ἐπί τε λῖν ἤγαγε δαίμων 480 σίντην θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει ὥς ῥα τότ ἀμφ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ ἥρως ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ. Αἴας δ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, 485 στῆ δὲ παρέξ Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος. ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ ὁμίλου χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους. Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, 490 οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην. ὡς δ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι χειμάῤῥους κατ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας ἐσφέρεται, πολλὸν δέ τ ἀφυσγετὸν εἰς ἅλα βάλλει, 495 ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, 476. ἰῷ: = ὀϊστῷ (vs. 478). 477. λιαρὸν: λιαρός - warm, lauw. 478. ὀϊστός: = ἰός (vs. 476). 479. ἐν οὔρεσι: = ὄρεσφιν. δαρδάπτουσιν: δαρδάπτω - verscheuren, verslinden (3 x). 481. σίντην: σίντης - kwaadaardig. διέτρεσαν: διατρέω - uiteenstuiven (2 x). δάπτει: δάπτω - verslinden (6 x). 492. πλήθων: gezwollen, v. πλήθω - vol zijn. 493. χειμάῤῥους: door winterweer gezwollen. ὀπαζόμενος Διὸς ὄμβρῳ: door eus regen begeleid / gezwollen. 494. δρῦς ἀζαλέας: dorre eiken. πεύκας: πεύκη - pijnboom. 495. ἐσφέρεται: sleept hij mee. ἀφυσγετὸν: - slib (?). 496. ἔφεπε: achtervolgde. κλονέων: in verwarring brengend. πεδίον: = πεδίονδε / διὰ πεδίου.
4 9 7 5 1 9 H O M E R I 2 4 500 505 510 515 δαΐζων ἵππους τε καὶ ἀνέρας οὐδέ πω Ἕκτωρ πεύθετ, ἐπεί ῥα μάχης ἐπ ἀριστερὰ μάρνατο πάσης ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ ἄσβεστος ὀρώρει Νέστορά τ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα. Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων ἔγχεΐ θ ἱπποσύνῃ τε, νέων δ ἀλάπαζε φάλαγγας οὐδ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν, ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον. τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν. αὐτίκα δ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον «Ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων βαινέτω, ἐς νῆας δὲ τάχιστ ἔχε μώνυχας ἵππους ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων ἰούς τ ἐκτάμνειν ἐπί τ ἤπια φάρμακα πάσσειν.» Ὣς ἔφατ, οὐδ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. αὐτίκα δ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων βαῖν Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος μάστιξεν δ ἵππους, τὼ δ οὐκ ἀέκοντε πετέσθην 497. δαΐζων: δαΐζω - doden, in stukken snijden, verscheuren. 498. πεύθετ : bemerkte. 503. νέων: de gen. plur. van νηῦς is νηῶν of (net als in het Attisch) νεῶν. 507. τριγλώχινι: τριγλώχις - met drie weerhaken (3 x). 508. περίδεισαν: περιδείδω - zeer bevreesd zijn. μένεα πνείοντες: strijdlust ademend, blakend van strijdlust. 509. πολέμοιο μετακλινθέντος: als de krijgskans keerde. μετακλινθέντος: μετακλίνομαι - een keer nemen. 512. ἄγρει: kom op, vooruit! (5 x); plur. ἄγρειθ - Od. 20, 149. πὰρ βαινέτω: wil niet zeggen dat M. naast de kar moet lopen, maar dat hij moet opstappen en plaatsnemen naast N.
2 5 I L I A D O S X I 5 2 0 5 3 6 νῆας ἔπι γλαφυράς τῇ γὰρ φίλον ἔπλετο θυμῷ. 520 Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν «Ἕκτορ νῶϊ μὲν ἐνθάδ ὁμιλέομεν Δαναοῖσιν ἐσχατιῇ πολέμοιο δυσηχέος οἳ δὲ δὴ ἄλλοι Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί. 525 Αἴας δὲ κλονέει Τελαμώνιος εὖ δέ μιν ἔγνων εὐρὺ γὰρ ἀμφ ὤμοισιν ἔχει σάκος ἀλλὰ καὶ ἡμεῖς κεῖσ ἵππους τε καὶ ἅρμ ἰθύνομεν, ἔνθα μάλιστα ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες ἀλλήλους ὀλέκουσι, βοὴ δ ἄσβεστος ὄρωρεν. 530 Ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους μάστιγι λιγυρῇ τοὶ δὲ πληγῆς ἀΐοντες ῥίμφ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς στείβοντες νέκυάς τε καὶ ἀσπίδας αἵματι δ ἄξων νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, 535 ἃς ἄρ ἀφ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον 520. θυμῷ: ook de paarden worden geacht een θυμός te hebben. 521. ὀρινομένους: eig. in beweging gebracht wordende ; hier zoals meestal negatief op de vlucht gedreven. 522. Ἕκτορι παρβεβαώς: Cebriones liep H. niet voorbij, maar was naast H. op diens strijdwagen gestapt, stond naast hem. 523. ὁμιλέομεν Δαναοῖσιν: wij verkeren met de Danaërs, d.w.z. wij zijn handgemeen met, of strijden met de D. 524. πολέμοιο δυσηχέος: niet iedereen vindt dat δυσηχής - onwelluidend betekent, en indien wel, dan is de vraag of dat concreet (cf. vs. of abstract moet worden opgevat; de standaardvertaling is gruwelijk. 528. ἰθύνομεν: aan de vorm is niet te zien of dit een ind. praes., een impf., een ind. aor., of een coni. aor. is; gelet op de context het laatste. 529. κακὴν ἔριδα προβαλόντες: begonnen zijnde een kwaadaardige strijd / wedijver. 532. μάστιγι λιγυρῇ: met snerpende zweep. 533. μετὰ Τρῶας καὶ Ἀχαιοὺς: tussen de Trojanen en Achaeërs ; μετά + acc. - naar het midden van. 534. στείβοντες νέκυάς: de lijken vertrappend ; στείβω - stampen, vertrappen (3 x). 535. πεπάλακτο: παλάσσω - bevlekken, bezoedelen (16 x). ἄντυγες: ἄντυξ, ἡ - rand (13 x). αἳ περὶ δίφρον: sc. ἦσαν. 536. ἀφ ἱππείων ὁπλέων: van de paardenhoeven ; ὁπλή, ἡ - hoef (2 x). ῥαθάμιγγες: ῥαθάμιγξ, ἡ - druppel, spat (3 x).
5 3 7 5 5 4 H O M E R I 2 6 αἵ τ ἀπ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον ἀνδρόμεον ῥῆξαί τε μετάλμενος ἐν δὲ κυδοιμὸν ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός. 540 αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ἔγχεΐ τ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, Αἴαντος δ ἀλέεινε μάχην Τελαμωνιάδαο. [Ζεὺς γάρ οἱ νεμέσασχ ὅτε ἀμείνονι φωτὶ μάχοιτο] Ζεὺς δὲ πατὴρ Αἴανθ ὑψίζυγος ἐν φόβον ὦρσε 545 στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον, τρέσσε δὲ παπτήνας ἐφ ὁμίλου θηρὶ ἐοικὼς ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων. ὡς δ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται, 550 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι πάννυχοι ἐγρήσσοντες ὃ δὲ κρειῶν ἐρατίζων ἰθύει, ἀλλ οὔ τι πρήσσει θαμέες γὰρ ἄκοντες ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ 537. ἐπισσώτρων: ἐπίσσωτρον - velg (6 x). ὃ δὲ ἵετο: hij verlangde ; sc. Hector. 538. ἀνδρόμεον: ἀνδρόμεος - van mannen (8 x). μετάλμενος: er op los springend ; part. aor. v. μεθάλλομαι (6 x). κυδοιμὸν: κυδοιμός, ὁ - opschudding, paniek (5 x). 539. μίνυνθα δὲ χάζετο δουρός: hij week (slechts) kort / even van zijn speer, bijna onafgebroken was hij met zijn lans in de weer. 540. τῶν ἄλλων: niet anderen dan hijzelf, maar anderen dan Aias; proleptisch ἄλλος. ἐπεπωλεῖτο: hij wendde zich tot, hij bestookte ; v. ἐπιπωλέομαι - herhaaldelijk ergens naar toe gaan, monsteren (5 x). 543. Ζεὺς μάχοιτο: vs. 543 ontbreekt in alle Mss. 544. φόβον ὦρσε: verwekte paniek / drang om te vluchten. 545. ὄπιθεν δὲ σάκος βάλεν: wierp het schild op de rug. 546. τρέσσε: τρέω - bang zijn, vluchten (46 x). 547. ἐντροπαλιζόμενος: zich telkens omkerend. ὀλίγον γόνυ γουνὸς ἀμείβων: voetje voor voetje. 550. ἐκ πῖαρ ἑλέσθαι: een vet exemplaar uitkiezen. 551. ἐγρήσσοντες: ἐγρήσσω - wakker zijn (3 x). κρειῶν ἐρατίζων: op vlees belust ; ἐρατίζω c. genit. - verlangen naar, belust zijn op (2 x). 552. οὔ τι πρήσσει: hij krijgt niets voor elkaar.
2 7 I L I A D O S X I 5 5 5 5 7 2 ἠῶθεν δ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ 555 ὣς Αἴας τότ ἀπὸ Τρώων τετιημένος ἦτορ ἤϊε πόλλ ἀέκων περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. ὡς δ ὅτ ὄνος παρ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ ἀμφὶς ἐάγῃ, κείρει τ εἰσελθὼν βαθὺ λήϊον οἳ δέ τε παῖδες 560 τύπτουσιν ῥοπάλοισι βίη δέ τε νηπίη αὐτῶν σπουδῇ τ ἐξήλασσαν, ἐπεί τ ἐκορέσσατο φορβῆς ὣς τότ ἔπειτ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν Τρῶες ὑπέρθυμοι πολυηγερέες τ ἐπίκουροι νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο. 565 Αἴας δ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας Τρώων ἱπποδάμων ὁτὲ δὲ τρωπάσκετο φεύγειν. πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ 570 ἱστάμενος τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, 554. καιόμεναί δεταί: brandende fakkels ; δετή, ἡ - fakkel (2 x). τρεῖ: τρέω - vrezen, (trachten te) ontvluchten (> 25). ἐσσύμενός: - hunkerend, brandend van verlangen; v. σεύω - (voort)jagen. 558. ὄνος: - ezel. ἐβιήσατο παῖδας: kinderen trotseert ; βιάζω / βιάζομαι - overweldigen. 559. νωθής: - koppig. ῥόπαλ : ῥόπαλον - stok. 561. βίη δέ τε νηπίη αὐτῶν: hun geweld heeft weinig effect. 562. σπουδῇ: - 1. haastig; 2. met moeite, te nauwer nood*. 564. πολυηγερέες: πολυηγερής - talrijk. 565. νύσσοντες: νύσσω - stoten (28 x). ξυστοῖσι: ξυστόν - speer(schacht) (6 x). 568. ὁτὲ δὲ: na ἄλλοτε μὲν dan weer ; in omgekeerde volgorde vs. 64. τρωπάσκετο: iteratieve vorm bij τρωπάω dat op zijn beurt een frequentativum is van τρέπω. φεύγειν: inf. fin. 569. ὁδεύειν: ὁδεύω - gaan. 571. θρασειάων ἀπὸ χειρῶν: het adjectief stoutmoedig, onverschrokken is hier metonymisch gebruikt. 572. πάγεν: bleven steken ; = Att. ἐπάγησαν, aor. pass. v. πήγνυμι - vast maken. ὄρμενα πρόσσω: lett. in beweging gebracht naar voren, vert. afgeschoten. ὄρμενα: part. aor. v. ὄρνυμι.
5 7 3 6 0 1 H O M E R I 2 8 575 580 585 590 595 600 πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. Τὸν δ ὡς οὖν ἐνόησ Εὐαίμονος ἀγλαὸς υἱὸς Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, στῆ ῥα παρ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ ὑπὸ γούνατ ἔλυσεν Εὐρύπυλος δ ἐπόρουσε καὶ αἴνυτο τεύχε ἀπ ὤμων. τὸν δ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς τεύχε ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον ἕλκετ ἐπ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ δεξιόν ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν. ἂψ δ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ ἀλεείνων, ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς «Ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες στῆτ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ Αἴανθ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι φεύξεσθ ἐκ πολέμοιο δυσηχέος ἀλλὰ μάλ ἄντην ἵστασθ ἀμφ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.» Ὣς ἔφατ Εὐρύπυλος βεβλημένος οἳ δὲ παρ αὐτὸν πλησίοι ἔστησαν σάκε ὤμοισι κλίναντες δούρατ ἀνασχόμενοι τῶν δ ἀντίος ἤλυθεν Αἴας. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. Ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο Νέστορα δ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. 579. πραπίδων: πραπίδες, αἱ - hart, middenrif* (11 x). εἶθαρ: - terstond (9 x). 584. δόναξ: riet(stengel), pijlschacht* (3 x). 589. Αἴανθ : dativus.
2 9 I L I A D O S X I 6 0 2 6 2 8 αἶψα δ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε φθεγξάμενος παρὰ νηός ὃ δὲ κλισίηθεν ἀκούσας ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ ἄρα οἱ πέλεν ἀρχή. τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός 605 «Τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;» τὸν δ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς «Δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ νῦν ὀΐω περὶ γούνατ ἐμὰ στήσεσθαι Ἀχαιοὺς λισσομένους χρειὼ γὰρ ἱκάνεται οὐκέτ ἀνεκτός. 610 ἀλλ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ ἔρειο ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο ἤτοι μὲν τά γ ὄπισθε Μαχάονι πάντα ἔοικε τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.» 615 Ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ ἑταίρῳ, βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν. Οἳ δ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, αὐτοὶ μέν ῥ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, ἵππους δ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος 620 ἐξ ὀχέων τοὶ δ ἱδρῶ ἀπεψύχοντο χιτώνων στάντε ποτὶ πνοιὴν παρὰ θῖν ἁλός αὐτὰρ ἔπειτα ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον. τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, τὴν ἄρετ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, 625 θυγατέρ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων. ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν 601. ἰῶκά: metaplastische acc. v. ἰωκή - aanval, krijgsgewoel (2 x). 613. τά γ ὄπισθε: de achterkant, van achter gezien. 615. πρόσσω μεμαυῖαι: in vurige galop. 618. Οἳ δ : Nestor en Machaon. 621. ἱδρῶ ἀπεψύχοντο χιτώνων: lieten het zweet van hun hemden opdrogen. 624. κυκειῶ: acc. v. κυκεών of κυκήω - mengsel. brouwsel (4 x).