Odyssey VI Lines 20-40, 48-70, ,

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "Odyssey VI Lines 20-40, 48-70, 85-118, 127-185"

Transcript

1 Odyssey VI Lines 20-40, 48-70, , ἡ δ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, (20) στῆ δ ἄρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν, εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος, ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ. τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη Ναυσικάα, τί νύ σ ὧδε μεθήμονα γείνατο μήτηρ; (25) εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα, σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ ἄγωνται ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ. (30) ἀλλ ἴομεν πλυνέουσαι ἅμ ἠόϊ φαινομένηφι καί τοι ἐγὼ συνέριθος ἅμ ἕψομαι, ὄφρα τάχιστα ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. (35) ἀλλ ἀγ ἐποτρυνον πατερα κλυτον ἠωθι προ ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα. καὶ δὲ σοὶ ὧδ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν ἔρχεσθαι πολλὸν γὰρ ἄπο πλυνοί εἰσι πόληος. (40) αὐτίκα δ Ἠὼς ἦλθεν ἐΰθρονος, ἥ μιν ἔγειρε Ναυσικάαν εὔπεπλον ἄφαρ δ ἀπεθαύμασ ὄνειρον, βῆ δ ἴμεναι διὰ δώμαθ, ἵν ἀγγείλειε τοκεῦσι, (50) πατρὶ φίλῳ καὶ μητρί κιχήσατο δ ἔνδον ἐόντας. ἡ μὲν ἐπ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξίν, ἠλάκατα στρωφῶσ ἁλιπόρφυρα τῷ δὲ θύραζε ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί. (55) - 1 -

2 ἡ δὲ μάλ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε (56) πάππα φίλ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην ὑψηλὴν εὔκυκλον, ἵνα κλυτὰ εἵματ ἄγωμαι ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα (60) βουλὰς βουλεύειν καθαρὰ χροῒ εἵματ ἔχοντα. πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν, οἱ δύ ὀπυίοντες, τρεῖς δ ἠΐθεοι θαλέθοντες οἱ δ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ ἔχοντες ἐς χορὸν ἔρχεσθαι τὰ δ ἐμῇ φρενὶ πάντα μέμηλεν. (65) ὣς ἔφατ αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι πατρὶ φίλῳ ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου. ἔρχευ ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην ὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν. (70) αἱ δ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ ἵκοντο, (85) ἔνθ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ ὕδωρ καλὸν ὑπεκπρόρεει μάλα περ ῥυπόωντα καθῆραι, ἔνθ αἵ γ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης. καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα τρώγειν ἄγρωστιν μελιηδέα ταὶ δ ἀπ ἀπήνης (90) εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ, στεῖβον δ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, ἑξείης πέτασαν παρὰ θῖν ἁλός, ἧχι μάλιστα λάϊγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. (95) αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ ἐλαίῳ δεῖπνον ἔπειθ εἵλοντο παρ ὄχθῃσιν ποταμοῖο, εἵματα δ ἠελίοιο μένον τερσήμεναι αὐγῇ. αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή, σφαίρῃ ταὶ δ ἄρα παιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι, (100) τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. οἵη δ Ἄρτεμις εἶσι κατ οὔρεα ἰοχέαιρα, - 2 -

3 ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, τερπομένη κάπροισι καὶ ὠκείῃσ ἐλάφοισι τῇ δέ θ ἅμα Νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, (105) ἀγρονόμοι παίζουσι γέγηθε δέ τε φρένα Λητώ πασάων δ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, ῥεῖά τ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι ὣς ἥ γ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. ἀλλ ὅτε δὴ ἄρ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι (110) ζεύξασ ἡμιόνους πτύξασά τε εἵματα καλά, ἔνθ αὖτ ἄλλ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη, ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τ εὐώπιδα κούρην, ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο. σφαῖραν ἔπειτ ἔρριψε μετ ἀμφίπολον βασίλεια (115) ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ ἔμβαλε δίνῃ. αἱ δ ἐπὶ μακρὸν ἄϋσαν ὁ δ ἔγρετο δῖος Ὀδυσσεύς, ἑζόμενος δ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς, ἐκ πυκινῆς δ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. βῆ δ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ἀλκὶ πεποιθώς, (130) ὅς τ εἶσ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε δαίεται αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀΐεσσιν ἠὲ μετ ἀγροτέρας ἐλάφους κέλεται δέ ἑ γαστὴρ μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν ὣς Ὀδυσεὺς κούρῃσιν ἐϋπλοκάμοισιν ἔμελλε (135) μείξεσθαι, γυμνός περ ἐών χρειὼ γὰρ ἵκανε. σμερδαλέος δ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ, τρέσσαν δ ἄλλυδις ἄλλη ἐπ ἠϊόνας προὐχούσας. οἴη δ Ἀλκινόου θυγάτηρ μένε τῇ γὰρ Ἀθήνη θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων. (140) στῆ δ ἄντα σχομένη ὁ δὲ μερμήριξεν Ὀδυσσεύς, ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην, ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι - 3 -

4 λίσσοιτ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, (145) λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι, μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη. αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον γουνοῦμαί σε, ἄνασσα θεός νύ τις ἦ βροτός ἐσσι; εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, (150) Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο, εἶδός τε μέγεθός τε φυήν τ ἄγχιστα ἐΐσκω εἰ δέ τίς ἐσσι βροτῶν, οἳ ἐπὶ χθονὶ ναιετάουσι, τρὶςμάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ, τρὶςμάκαρες δὲ κασίγνητοι μάλα πού σφισι θυμὸς (155) αἰὲν ἐϋφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν. κεῖνος δ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, ὅς κέ σ ἐέδνοισι βρίσας οἶκόνδ ἀγάγηται. οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν, (160) οὔτ ἄνδρ οὔτε γυναῖκα σέβας μ ἔχει εἰσορόωντα. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός τὴν ὁδόν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε ἔσεσθαι (165) ὣς δ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ, δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε δείδια τ αἰνῶς γούνων ἅψασθαι χαλεπὸν δέ με πένθος ἱκάνει. χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον (170) τόφρα δέ μ αἰεὶ κῦμ ἐφόρει κραιπναί τε θύελλαι νήσου ἀπ Ὠγυγίης νῦν δ ἐνθάδε κάββαλε δαίμων, ὄφρα τί που καὶ τῇδε πάθω κακόν οὐ γὰρ ὀΐω παύσεσθ, ἀλλ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν. ἀλλά, ἄνασσ, ἐλέαιρε σὲ γὰρ κακὰ πολλὰ μογήσας (175) ἐς πρώτην ἱκόμην, τῶν δ ἄλλων οὔ τινα οἶδα - 4 -

5 ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι, εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ ἰοῦσα. σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς, (180) ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν ἐσθλήν οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, ἢ ὅθ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή πόλλ ἄλγεα δυσμενέεσσι, χάρματα δ εὐμενέτῃσι μάλιστα δέ τ ἔκλυον αὐτοί. (185) - 5 -

ΕΚΚΛΗΣΙΑΣΤΙΚΟ ΗΜΕΡΟΛΟΓΙΟ. Ἱερᾶς Μητροπόλεως Λεμεσοῦ 1

ΕΚΚΛΗΣΙΑΣΤΙΚΟ ΗΜΕΡΟΛΟΓΙΟ. Ἱερᾶς Μητροπόλεως Λεμεσοῦ 1 2014 ΕΚΚΛΗΣΙΑΣΤΙΚΟ ΗΜΕΡΟΛΟΓΙΟ Ἱερᾶς Μητροπόλεως Λεμεσοῦ 1 Ὁ Πανιερώτατος Μητροπολίτης Λεμεσοῦ καί Πρόεδρος Ἀμαθοῦντος καί Κουρίου κ.κ. ΑΘΑΝΑΣΙΟΣ. Μετά πολλῆς ἀγάπης Χριστοῦ χαιρετίζω πάντας τούς εὐλαβεῖς

Διαβάστε περισσότερα

Η ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΕΛΛΑΔΟΣ ΕΝΩΠΙΟΝ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ

Η ΕΚΚΛΗΣΙΑ ΤΗΣ ΕΛΛΑΔΟΣ ΕΝΩΠΙΟΝ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ ΕΤΗΣΙΑΙ ΣΥΝΔΡΟΜΑΙ: ΕΣΩΤΕΡΙΚΟΥ: ΕΥΡΩ 50,00. ΚΥΠΡΟΥ: ΕΥΡΩ 90,00. ΕΥ- ΡΩΠΗΣ: ΕΥΡΩ 90,00. ΑΜΕΡΙΚΗΣ ΚΑΙ ΑΛΛΩΝ ΧΩΡΩΝ: ΕΥΡΩ 100,00. ΤΙΜΗ ΦΥΛΛΟΥ ΤΗΣ ΕΦΗΜΕΡΙΔΟΣ: ΕΥΡΩ 1,20 ΙΔΡΥΤΗΣ Ἀρχιμ. Χαράλαμπος Δ. Βασιλόπουλος

Διαβάστε περισσότερα

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΚΥΠΡΟΥ

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΚΥΠΡΟΥ Ἐπί πτερύγων ἀνέμων. Σελ. 198 Ἡ σύγχρονη Θεολογική - Ἐκκλησιαστική Ἐκπαίδευση τῶν Νέων. Σελ. 210 Τό ποτό. Σελ. 206 EKKΛHΣIA KAI XPONOΣ Μακαριωτάτου Ἀρχιεπισκόπου Κύπρου κ.κ. Χρυσοστόμου Β. Σελ. 187 ΙΟΥΛΙΟΣ-ΣΕΠΤΕΜΒΡΙΟΣ

Διαβάστε περισσότερα

27 ΟΚΤΩΒΡΙΟΥ!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ. ΑΚΟΛΟΥΘΙΑ 2η Παλαιά.

27 ΟΚΤΩΒΡΙΟΥ!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ. ΑΚΟΛΟΥΘΙΑ 2η Παλαιά. 27 ΟΚΤΩΒΡΙΟΥ!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ 2η Παλαιά. ΟΚΤΩΒΡΙΟΥ 27!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ 2η (Ἀπὸ τὸν Κώδικα 159, σύμφωνα μὲ τὴν ἀρίθμηση τοῦ καταλόγου τοῦ Γέροντος Παταπίου μοναχοῦ Καυσοκαλυβίτου

Διαβάστε περισσότερα

ΕΓΚΥΚΛΙΟΣ 63 η ἐπί τῇ ἑορτῇ τῶν Χριστουγέννων. «Καί ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν» (Ἰωάν. 1,14)

ΕΓΚΥΚΛΙΟΣ 63 η ἐπί τῇ ἑορτῇ τῶν Χριστουγέννων. «Καί ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν» (Ἰωάν. 1,14) ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΦΛΩΡΙΝΗΣ, ΠΡΕΣΠΩΝ & ΕΟΡΔΑΙΑΣ 531 00 ΦΛΩΡΙΝΑ Τηλ.: 23850/28.860, FAX: 23850/28.863 Ἀριθμ. Πρωτ.: 1074 ΧΡΙΣΤΟΥΓΕΝΝΑ 2012 ΕΓΚΥΚΛΙΟΣ 63 η ἐπί τῇ ἑορτῇ τῶν Χριστουγέννων. «Καί ὁ Λόγος σάρξ ἐγένετο

Διαβάστε περισσότερα

«ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΝΕΚΤΑΡΙΟΣ ΚΟΤΖΙΑΣ»

«ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΝΕΚΤΑΡΙΟΣ ΚΟΤΖΙΑΣ» «ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΝΕΚΤΑΡΙΟΣ ΚΟΤΖΙΑΣ» Ὁμιλία τοῦ Σεβασμιωτάτου Μητροπολίτου Χαλκίδος κ. Χρυσοστόμου σέ Ἐκδήλωση τῆς Ἑνώσεως Ἀποφοίτων Ριζαρείου Ἐκκλησιαστικῆς Σχολῆς (Δευτέρα 4 Μαΐου 2015) Μετά πολλῆς προθυμίας

Διαβάστε περισσότερα

ΠΑΓΚΑΛΟ* ΓΚΝΟΛΙΚΟΝ *ΥΓΠ>ΑΜΜΑ ΚΑΤΑ ΤΜΜΗΜΑΝ <ΚΛΙΛΟΜ<ΝΟΝ ΠΕΡΙΕΧΟΜΕΝΑ

ΠΑΓΚΑΛΟ* ΓΚΝΟΛΙΚΟΝ *ΥΓΠ>ΑΜΜΑ ΚΑΤΑ ΤΜΜΗΜΑΝ <ΚΛΙΛΟΜ<ΝΟΝ ΠΕΡΙΕΧΟΜΕΝΑ ΦΙΛΟΛΟΓΙΚΆ ΣΥΛΛΟΓΟ* ΡΑΓΝΑΆΆ ΠΑΓΚΑΛΟ* ΓΚΝΟΛΙΚΟΝ *ΥΓΠ>ΑΜΜΑ ΚΑΤΑ ΤΜΜΗΜΑΝ

Διαβάστε περισσότερα

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... 1 ΝΟΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ Κοσμᾶ καὶ Δαμιανοῦ ἀναργύρων καὶ τῆς μητρὸς αὐτῶν Θεοδότης (τῶν ἐκ Μικρᾶς Ἀσίας). Δαυὶδ ὁσίου τοῦ ἐν Εὐβοίᾳ ( 1580). Ἰακώβου ἱ ερομάρτυρος τοῦ ἐν Αἰτωλίᾳ καὶ τῶν μαθητῶν

Διαβάστε περισσότερα

Κωδικὸς ἐντύπου: 6510 Ἰδιοκτήτης-Ἐκδότης Διευθυντής Ὑπεύθυνος σύνταξης Συντακτικὴ Ἐπιτροπὴ Διεύθυνση Δωρεές, χορηγίες, συνδρομές

Κωδικὸς ἐντύπου: 6510 Ἰδιοκτήτης-Ἐκδότης Διευθυντής Ὑπεύθυνος σύνταξης Συντακτικὴ Ἐπιτροπὴ Διεύθυνση Δωρεές, χορηγίες, συνδρομές «ἡμεῖςδὲτῇπροσευχῇκαὶτῇδιακονίᾳτοῦλόγουπροσκαρτερήσωμεν» (Πράξ στ 4). ³ µ ΔΙΜΗΝΙΑΙΟ ΦΥΛΛΑΔΙΟ ΟΡΘΟΔΟΞΟΥ ΔΙΔΑΧΗΣ ETOΣ IA 2011 ΕΚΔΟΣΗ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΣΕΡΒΙΩΝ ΚΑΙ ΚΟΖΑΝΗΣ ΦΥΛΛΟ 56 ΜΑΡΤΙΟΣ-ΑΠΡΙΛΙΟΣ ΔΙΑΝΕΜΕΤΑΙ

Διαβάστε περισσότερα

ΕΓΚΥΚΛΙΟ ΓΡΑΜΜΑ ΠΡΟΣ ΤΟΥΣ ΙΕΡΕΙΣ ΚΑΙ ΤΙΣ ΙΕΡΕΣ ΜΟΝΕΣ. Περί ἀναιρέσεως τῆς ὑπογραφῆς μου σέ κυκλοφορηθέν κείμενο

ΕΓΚΥΚΛΙΟ ΓΡΑΜΜΑ ΠΡΟΣ ΤΟΥΣ ΙΕΡΕΙΣ ΚΑΙ ΤΙΣ ΙΕΡΕΣ ΜΟΝΕΣ. Περί ἀναιρέσεως τῆς ὑπογραφῆς μου σέ κυκλοφορηθέν κείμενο Α Π Λ Η Κ ΑΤ Η Χ Η Σ Η «Μορφῶστε τόν λαό ἐν σιωπῇ. Αὐτός θἆναι ὁ μοναχικός σας ἆθλος. Γιατί αὐτός ὁ λαός εἶναι θεοφόρος» (Ντοστογιέφσκι, ἀπό τίς διδαχές τοῦ στάρετς Ζωσιμᾶ) Σεπτέμβριος 2009 Ἀριθμ. 33 Συντάκτης:

Διαβάστε περισσότερα

ΣΥΝΕΡΓΑΣΙΑ ΣΥΝΑΛΛΗΛΙΑ - ΣΥΜΨΥΧΙΑ

ΣΥΝΕΡΓΑΣΙΑ ΣΥΝΑΛΛΗΛΙΑ - ΣΥΜΨΥΧΙΑ (Ἡ συμπόρευσή μου μέ τόν ἀδελφό Εὐσέβιο) Μακαριώτατε, Σεβασμιώτατοι Ἅγιοι Ἀδελφοί Κυρίες καί Κύριοι ΣΥΝΕΡΓΑΣΙΑ ΣΥΝΑΛΛΗΛΙΑ - ΣΥΜΨΥΧΙΑ Ἡ ζωή μοιάζει μέ ἕνα περιπετειῶδες ταξίδι. Ἕνα ταξίδι μέ ἀφετηρία, μέ

Διαβάστε περισσότερα

ΣΤΗΝ ΠΡΩΤΗ ΕΠΙΣΤΗΜΟΝΙΚΗ ΔΙΑΣΚΕΨΗ ΜΕ ΘΕΜΑ «ΣΥΖΥΓΙΑ ΚΑΙ ΤΕΚΝΟΓΟΝΙΑ» ΞΕΝΟΔΟΧΕΙΟΝ «ΗΛΕΚΤΡΑ» ΔΕΚΕΜΒΡΙΟΣ

ΣΤΗΝ ΠΡΩΤΗ ΕΠΙΣΤΗΜΟΝΙΚΗ ΔΙΑΣΚΕΨΗ ΜΕ ΘΕΜΑ «ΣΥΖΥΓΙΑ ΚΑΙ ΤΕΚΝΟΓΟΝΙΑ» ΞΕΝΟΔΟΧΕΙΟΝ «ΗΛΕΚΤΡΑ» ΔΕΚΕΜΒΡΙΟΣ ΧΑΙΡΕΤΙΣΜΟΣ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΘΗΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΕΛΛΑΔΟΣ κ. κ. ΧΡΙΣΤΟΔΟΥΛΟΥ ΣΤΗΝ ΠΡΩΤΗ ΕΠΙΣΤΗΜΟΝΙΚΗ ΔΙΑΣΚΕΨΗ ΜΕ ΘΕΜΑ «ΣΥΖΥΓΙΑ ΚΑΙ ΤΕΚΝΟΓΟΝΙΑ» ΞΕΝΟΔΟΧΕΙΟΝ «ΗΛΕΚΤΡΑ» ΔΕΚΕΜΒΡΙΟΣ 2002 Σεβασμιώτατοι,

Διαβάστε περισσότερα

Paroemiae (e cod. Leidense) ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ.

Paroemiae (e cod. Leidense) ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ. Paroemiae (e cod. Leidense) ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ. Α. 1.1 Ἀφροδίσιος ὅρκος: οὐκ ἐμποίνιμος. ἐπὶ γὰρ τοῖς ἐρωτικοῖς ἐπιορκούμενοι

Διαβάστε περισσότερα

Ἡ Ἐπανάσταση τοῦ 1878 στή Δυτική Μακεδονία.

Ἡ Ἐπανάσταση τοῦ 1878 στή Δυτική Μακεδονία. Ἡ Ἐπανάσταση τοῦ 1878 στή Δυτική Μακεδονία. Ἐπιτρέψτε μου ν ἀρχίσω τήν ὁμιλία μου μέ ἀποσπάσματα δύο κειμένων τῆς ἐποχῆς ἐκείνης: «Οἱ Μακεδόνες ἐξ ἀμνημονεύτων χρόνων οἰκήτορες καί κτήτορες τοῦ πατρίου

Διαβάστε περισσότερα

Ὁ νέος Διάκονος τοῦ Μητροπολιτικοῦ Ναοῦ

Ὁ νέος Διάκονος τοῦ Μητροπολιτικοῦ Ναοῦ ΔΕΛΙΟΝ ΕΠΙΚΟΙΝΩΝΙΑΣ ΟΥ ΜΗΡΟΠΟΛΙΙΚΟΥ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ ΡΙΠΟΛΕΩΣ ΗΣ ΙΕΡΑΣ ΜΗΡΟΠΟΛΕΩΣ ΜΑΝΙΝΕΙΑΣ ΚΑΙ ΚΥΝΟΥΡΙΑΣ ΕΥΧΟΣ 64 ΡΙΠΟΛΙΣ ΟΚΩΒΡΙΟΣ - ΔΕΚΕΜΒΡΙΟΣ 2014 Α Λ Ε Ξ Α Ν Δ Ρ Ο Σ ΧΑΡΙΙ ΘΕΟΥ ΜΗΡΟΠΟΛΙΗΣ

Διαβάστε περισσότερα

ΝΥΞΕΙΣ ΠΕΡΙ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΤΩΝ ΕΘΝΩΝ ΤΗΣ ΑΦΡΙΚΗΣ ΣΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗ ΔΙΑΣΤΑΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΡΑΓΜΑΤΙΚΟΤΗΤΟΣ ΤΟΥ ΣΗΜΕΡΑ

ΝΥΞΕΙΣ ΠΕΡΙ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΤΩΝ ΕΘΝΩΝ ΤΗΣ ΑΦΡΙΚΗΣ ΣΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗ ΔΙΑΣΤΑΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΡΑΓΜΑΤΙΚΟΤΗΤΟΣ ΤΟΥ ΣΗΜΕΡΑ ΝΥΞΕΙΣ ΠΕΡΙ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΤΩΝ ΕΘΝΩΝ ΤΗΣ ΑΦΡΙΚΗΣ ΣΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗ ΔΙΑΣΤΑΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΡΑΓΜΑΤΙΚΟΤΗΤΟΣ ΤΟΥ ΣΗΜΕΡΑ Προλογικό σημείωμα Ἐπισκόπου Γρηγορίου Μητροπολίτου Καμερούν Πολύς ὁ λόγος περί τῆς

Διαβάστε περισσότερα

ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΓΟΥΜΕΝΙΣΣΗΣ, ΑΞΙΟΥΠΟΛΕΩΣ & ΠΟΛΥΚΑΣΤΡΟΥ ΔΗΜΗΤΡΙΟΥ. 70 ΧΡΟΝΙΑ ΑΠΟ ΤΗ ΜΙΚΡΑΣΙΑΤΙΚΗ ΤΡΑΓΩΔΙΑ* (Ξερριζωμός καί ὀρθόδοξη Πίστη) ΑΘΗΝΑ 1992

ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΓΟΥΜΕΝΙΣΣΗΣ, ΑΞΙΟΥΠΟΛΕΩΣ & ΠΟΛΥΚΑΣΤΡΟΥ ΔΗΜΗΤΡΙΟΥ. 70 ΧΡΟΝΙΑ ΑΠΟ ΤΗ ΜΙΚΡΑΣΙΑΤΙΚΗ ΤΡΑΓΩΔΙΑ* (Ξερριζωμός καί ὀρθόδοξη Πίστη) ΑΘΗΝΑ 1992 ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΓΟΥΜΕΝΙΣΣΗΣ, ΑΞΙΟΥΠΟΛΕΩΣ & ΠΟΛΥΚΑΣΤΡΟΥ ΔΗΜΗΤΡΙΟΥ 70 ΧΡΟΝΙΑ ΑΠΟ ΤΗ ΜΙΚΡΑΣΙΑΤΙΚΗ ΤΡΑΓΩΔΙΑ* (Ξερριζωμός καί ὀρθόδοξη Πίστη) ΑΘΗΝΑ 1992 * Ὁμιλία κατά τήν ἐκδήλωση Μνήμης ἀλησμόνητων πατρίδων,

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ Δείτε την απόδοση ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ Μετὰ τὴν θείαν Λειτουργίαν, τοῦ Ἱερέως ἑστῶτος ἐν τῷ Ἱερατείῳ, παρίστανται οἱ μέλλοντες ζεύγνυσθαι πρὸ τῶν ἁγίων Θυρῶν ὁ μὲν ἀνὴρ ἐκ δεξιῶν,

Διαβάστε περισσότερα

ΚΥΡΙΑΚΑΤΙΚΟ ΕΓΚΥΚΛΙΟ ΚΗΡΥΓΜΑ ΜΗΤΡΟΠΟΛΙΤΟΥ. ΔΟΓΜΑΤΙΚΗ ΚΑΤΗΧΗΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ ΜΑΣ (Σειρά Κηρυγμάτων)

ΚΥΡΙΑΚΑΤΙΚΟ ΕΓΚΥΚΛΙΟ ΚΗΡΥΓΜΑ ΜΗΤΡΟΠΟΛΙΤΟΥ. ΔΟΓΜΑΤΙΚΗ ΚΑΤΗΧΗΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ ΜΑΣ (Σειρά Κηρυγμάτων) Α Π Λ Η Κ ΑΤ Η Χ Η Σ Η «Μορφῶστε τόν λαό ἐν σιωπῇ. Αὐτός θἆναι ὁ μοναχικός σας ἆθλος. Γιατί αὐτός ὁ λαός εἶναι θεοφόρος» (Ντοστογιέφσκι, ἀπό τίς διδαχές τοῦ στάρετς Ζωσιμᾶ) Σεπτέμβριος 2010 Ἀριθμ. 45 Συντάκτης:

Διαβάστε περισσότερα

Σεξουαλική Διαπαιδαγώγηση

Σεξουαλική Διαπαιδαγώγηση Σεξουαλική Διαπαιδαγώγηση Τοῦ ἀρχιμ. Σαράντη Σαράντου ἐφημερίου τοῦ Ἱ. Ν. Κοιμήσεως Θεοτόκου Ἀμαρουσίου. Ἐσχάτως ἀνεκινήθη τό θέμα τῆς σεξουαλικῆς διαπαιδαγώγησης τῶν παιδιῶν τοῦ Δημοτικοῦ σχολείου ἀπό

Διαβάστε περισσότερα

Zοῦμε σέ μιά ἐποχή, ὅπου τόν τόνο EPIEXOMENA ΤΑ ΜΕΓΑΛΑ ΜΑΣ «ΟΧΙ»

Zοῦμε σέ μιά ἐποχή, ὅπου τόν τόνο EPIEXOMENA ΤΑ ΜΕΓΑΛΑ ΜΑΣ «ΟΧΙ» ΔΙΜΗΝΙΑΙΑ ΕΚΔΟΣΗ ΤΟΥ ΟΜΩΝΥΜΟΥ ΣΥΛΛΟΓΟΥ ΣΕΠΤΕΜΒΡIΟΣ ΟΚΤΩΒΡΙΟΣ 2014 ΤΕΥΧΟΣ 98 EPIEXOMENA Τά μεγάλα μας «ΟΧΙ»... σελ. 1 Νά πάρουμε στά χέρια μας καί πάλι τό λάβαρο τοῦ 21... σελ. 3 Νομοθετικό κακούργημα ὁ

Διαβάστε περισσότερα

ΦΙΛΟΛΟΓΙΚΟ* ΣΥΛΛΟΓΟ* ΠΑΙ>ΝΑ**0* ΦΙΑΟΑΟΠΚΟΝ ΓΚΝΟΑΙΚΟΝ ΚΑΤΑ ΤΙ>ΙΜΗΝΙΑΚ <ΚΑΙΑΟΜ<ΝΟΝ

ΦΙΛΟΛΟΓΙΚΟ* ΣΥΛΛΟΓΟ* ΠΑΙ>ΝΑ**0* ΦΙΑΟΑΟΠΚΟΝ ΓΚΝΟΑΙΚΟΝ ΚΑΤΑ ΤΙ>ΙΜΗΝΙΑΚ <ΚΑΙΑΟΜ<ΝΟΝ ΦΙΛΟΛΟΓΙΚΟ* ΣΥΛΛΟΓΟ* ΠΑΙ>ΝΑ**0* ΦΙΑΟΑΟΠΚΟΝ ΓΚΝΟΑΙΚΟΝ ΚΑΤΑ ΤΙ>ΙΜΗΝΙΑΚ

Διαβάστε περισσότερα

διάλογος ΝΕΟΦΑΝΕΙΣ ΑΙΡΕΣΕΙΣ ΚΑΙ ΠΑΡΑΘΡΗΣΚΕΙΑ 1 (Γ μέρος)

διάλογος ΝΕΟΦΑΝΕΙΣ ΑΙΡΕΣΕΙΣ ΚΑΙ ΠΑΡΑΘΡΗΣΚΕΙΑ 1 (Γ μέρος) ΑΠΡΙΛΙΟΣ - ΙΟΥΝΙΟΣ 2006, ΤΕΥΧΟΣ 44 διάλογος ΝΕΟΦΑΝΕΙΣ ΑΙΡΕΣΕΙΣ ΚΑΙ ΠΑΡΑΘΡΗΣΚΕΙΑ 1 (Γ μέρος) τοῦ Πρωτοπρ. Κυριακοῦ Τσουροῦ, Γραμματέως τῆς Σ. Ε. ἐπί τῶν αἰρέσεων. 9. Ἡ παραθρησκεία ὡς κοινωνική ἀπειλή Ἕνεκα

Διαβάστε περισσότερα

ΟΧΙ ΠΕΡΑΙΤΕΡΩ...! ΕΝΟΡΙΑΚΗ ΕΥΛΟΓΙΑ Τεῦχος 112

ΟΧΙ ΠΕΡΑΙΤΕΡΩ...! ΕΝΟΡΙΑΚΗ ΕΥΛΟΓΙΑ Τεῦχος 112 ΟΧΙ ΠΕΡΑΙΤΕΡΩ...! Η ἀντιστασιακή ἐπέτειος τοῦ Ἔθνους μας τῆς 28ης Ὀκτωβρίου 1940 ἐναντίον τοῦ Ἄξονος Παπισμοῦ - Σιωνισμοῦ μέ προκάλυμμα τή Γερμανία ἔχει φέτος γιά τήν Πατρίδα μας ἰδιάζουσα σημασία, γιατί

Διαβάστε περισσότερα

Ἡ ἀγάπη πρὸς τὸν ἀδελφὸ καλλιεργεῖ

Ἡ ἀγάπη πρὸς τὸν ἀδελφὸ καλλιεργεῖ «ἡμεῖςδὲτῇπροσευχῇκαὶτῇδιακονίᾳτοῦλόγουπροσκαρτερήσωμεν» (Πράξ στ 4). ³ µ ΔΙΜΗΝΙΑΙΟ ΦΥΛΛΑΔΙΟ ΟΡΘΟΔΟΞΟΥ ΔΙΔΑΧΗΣ ETOΣ Θ 2009 ΕΚΔΟΣΗ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΣΕΡΒΙΩΝ ΚΑΙ ΚΟΖΑΝΗΣ ΦΥΛΛΟ 47 ΣΕΠΤΕΜΒΡΙΟΣ-ΟΚΤΩΒΡΙΟΣ ΔΙΑΝΕΜΕΤΑΙ

Διαβάστε περισσότερα

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡµῶν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡµῶν. ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δόξα σοι ὁ Θεός,

Διαβάστε περισσότερα

ΣΟΣ ΘΕΜΑΤΑ ΛΟΓΟΤΕΧΝΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΣΟΣ ΘΕΜΑΤΑ ΛΟΓΟΤΕΧΝΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ ΚΕΙΜΕΝΟ Μές στούς προσφυγικούς συνοικισμούς Στέκομαι καί κοιτάζω τά παιδιά παίζουνε μπάλα. Κάθομαι στό ὁρισμένο καφενεῖο σε λίγο θα σχολάσουν καί θ ἀρχίσουν νά καταφτάνουν οἱ μεγάλοι. Κουρασμένοι ἀπ τη

Διαβάστε περισσότερα

ΦΙΛΟΛΟΓΙΚΟΙ ΠΟ>ΙΟΑΙΚΟΝ * ΚΑΤΑ ΤΝΜΗΜΑΝ <ΚΛΙΑΟΜ<ΝΟΝ

ΦΙΛΟΛΟΓΙΚΟΙ ΠΟ>ΙΟΑΙΚΟΝ * ΚΑΤΑ ΤΝΜΗΜΑΝ <ΚΛΙΑΟΜ<ΝΟΝ ' ' ' ΦΙ ΛΟΛΟΓΙΚΟί ΣΥΛΛΟΓΟ? PAÎNA??^ ΦΙΛΟΛΟΓΙΚΟΙ ΠΟ>ΙΟΑΙΚΟΝ * ΚΑΤΑ ΤΝΜΗΜΑΝ

Διαβάστε περισσότερα

ΚΕΝΤΡΟΝ ΕΡΕΥΝΗΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΛΑΟΓΡΑΦΙΑΣ. Αριθμός.Χειρογράφου 2375 ΤΟ ΚΑΓΓΕΛΑΡΙ ΣΥΛΛΟΓΗ ΛΑΟΓΡΑΦΙΚΟΥ ΥΛΙΚΟΥ ΠΑΠΑΔΑΤΩΝ-ΠΡΕΒΕΖΗΣ. Ὑπό ΓΕΩΡΓΙΟΥ ΚΟΛΙΟΥ

ΚΕΝΤΡΟΝ ΕΡΕΥΝΗΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΛΑΟΓΡΑΦΙΑΣ. Αριθμός.Χειρογράφου 2375 ΤΟ ΚΑΓΓΕΛΑΡΙ ΣΥΛΛΟΓΗ ΛΑΟΓΡΑΦΙΚΟΥ ΥΛΙΚΟΥ ΠΑΠΑΔΑΤΩΝ-ΠΡΕΒΕΖΗΣ. Ὑπό ΓΕΩΡΓΙΟΥ ΚΟΛΙΟΥ ΚΕΝΤΡΟΝ ΕΡΕΥΝΗΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΛΑΟΓΡΑΦΙΑΣ Αριθμός.Χειρογράφου 2375 ΤΟ ΚΑΓΓΕΛΑΡΙ Ὁ περίφημος χορός πού χορεύεται στό χωριό Παπαδάτες Πρεβέζης ΣΥΛΛΟΓΗ ΛΑΟΓΡΑΦΙΚΟΥ ΥΛΙΚΟΥ ΠΑΠΑΔΑΤΩΝ-ΠΡΕΒΕΖΗΣ Ὑπό ΓΕΩΡΓΙΟΥ ΚΟΛΙΟΥ

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ Ἦχος δʹ. ΑΚΟΛΟΥΘΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στιχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν

Διαβάστε περισσότερα

ΙΟΥΛΙΟΣ 24!! ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΙΟΥΛΙΟΣ 24!! ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ ΙΟΥΛΙΟΣ 24!! ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ ΙΟΥΛΙΟΣ ΚΔ!! ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ (Νικηφόρου ἱερομονάχου Χίου) ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό Μακάριος

Διαβάστε περισσότερα

Η ΑΙΤΙΑ ΤΗΣ ΣΗΜΕΡΙΝΗΣ ΟΙΚΟΝΟΜΙΚΗΣ ΚΡΙΣΗΣ

Η ΑΙΤΙΑ ΤΗΣ ΣΗΜΕΡΙΝΗΣ ΟΙΚΟΝΟΜΙΚΗΣ ΚΡΙΣΗΣ Η ΑΙΤΙΑ ΤΗΣ ΣΗΜΕΡΙΝΗΣ ΟΙΚΟΝΟΜΙΚΗΣ ΚΡΙΣΗΣ Ἕνα κείμενο πιό ἐπίκαιρο σήμερα παρά τότε πού γράφτηκε! Τοῦ ἁγίου Νικολάου Βελιμίροβιτς Τό κείμενο πού ἀκολουθεῖ ἐγράφη, ἀπό τόν τότε Ἐπίσκοπo τῆς Ὀρθόδοξης Σερβικῆς

Διαβάστε περισσότερα

Τον Μάρτιο το ῦ 1840 βάλθηκε μία κανονιοφόρος το ῦ βασιλικο ῦ ναυτικο ῦ ν ὰ τὸν μεταφέρει στὴ νέα του φυλακ ὴ σ ὲ μον ὴ τῆς Σαντορίνης.

Τον Μάρτιο το ῦ 1840 βάλθηκε μία κανονιοφόρος το ῦ βασιλικο ῦ ναυτικο ῦ ν ὰ τὸν μεταφέρει στὴ νέα του φυλακ ὴ σ ὲ μον ὴ τῆς Σαντορίνης. Το Μάρτιο το ῦ 1840 βάλθηκε μία καοιοφόρο το ῦ βασιλικο ῦ αυτικο ῦ ὰ τὸ μεταφέρει στὴ έα του φυλακ ὴ σ ὲ μο ὴ τῆ Σατορίη. Τ ὸ πλοῖο λόγω παλίρροια ἀαγκάστηκε ὰ ἀγκυροβολήσει γι ὰ λίγο στὴ Χαλκίδα κα ὶ

Διαβάστε περισσότερα

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Ἄγκυρα Ἐλπίδος Π Ε Ρ Ι Ο Δ Ο Σ Β Τ Ε Υ Χ Ο Σ 6 1 Μ Α Ρ Τ Ι Ο Σ - Α Π Ρ Ι Λ Ι Ο Σ 2 0 1 1 Περιεχόμενα

Διαβάστε περισσότερα

ΚΑΡΑΜΑΝΛΙΔΙΚΟΙ ΚΩΔΙΚΕΣ ΤΟΥ ΚΕΝΤΡΟΥ ΜΙΚΡΑΣΙΑΤΙΚΩΝ ΣΠΟΥΔΩΝ

ΚΑΡΑΜΑΝΛΙΔΙΚΟΙ ΚΩΔΙΚΕΣ ΤΟΥ ΚΕΝΤΡΟΥ ΜΙΚΡΑΣΙΑΤΙΚΩΝ ΣΠΟΥΔΩΝ ΕΥΑΓΓΕΛΙΑ ΜΠΑΛΤΑ ΚΑΡΑΜΑΝΛΙΔΙΚΟΙ ΚΩΔΙΚΕΣ ΤΟΥ ΚΕΝΤΡΟΥ ΜΙΚΡΑΣΙΑΤΙΚΩΝ ΣΠΟΥΔΩΝ Ή εργασία αυτή εντάσσεται στο πλαίσιο παρουσίασης του τουρκικού καί καραμανλίδικου αρχειακού ύλικοϋ πού βρίσκεται κατατεθειμένο

Διαβάστε περισσότερα

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Ἄγκυρα Ἐλπίδος Π Ε Ρ Ι Ο Δ Ο Σ Β Τ Ε Υ Χ Ο Σ 4 5 Ι Ο Υ Λ Ι Ο Σ Α Υ Γ Ο Υ Σ Τ Ο Σ 2 0 0 8 Περιεχόμενα

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. μιά νύχτα καί μέ φίλησες στό στόμα, μόνο γι αὐτό εἶμαι ὡραία σάν κρίνο ὁλάνοιχτο κι ἔχω ἕνα ρῖγος στήν ψυχή μου ἀκόμα,

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. μιά νύχτα καί μέ φίλησες στό στόμα, μόνο γι αὐτό εἶμαι ὡραία σάν κρίνο ὁλάνοιχτο κι ἔχω ἕνα ρῖγος στήν ψυχή μου ἀκόμα, Ανακτήθηκε από την ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 6 ΣΕΠΤΕΜΒΡΙΟΥ 2011 ΕΞΕΤΑΖΟΜΕΝΟ

Διαβάστε περισσότερα

ΠΕΡΙΕΧΟΜΕΝΑ. ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ Περιοδική Ἔκδοση τῆς Ἱερᾶς Μητροπόλεως Κισάμου & Σελίνου *** ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΔ ΤΕΥΧΟΣ 48 ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2015

ΠΕΡΙΕΧΟΜΕΝΑ. ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ Περιοδική Ἔκδοση τῆς Ἱερᾶς Μητροπόλεως Κισάμου & Σελίνου *** ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΔ ΤΕΥΧΟΣ 48 ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2015 ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ Περιοδική Ἔκδοση τῆς Ἱερᾶς Μητροπόλεως Κισάμου & Σελίνου *** ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΔ ΤΕΥΧΟΣ 48 ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2015 ΙΔΡΥΤΗΣ: Ὁ ἀοίδιμος Μητροπολίτης Κισάμου & Σελίνου κυρός ΕΙΡΗΝΑΙΟΣ ΕΚΔΟΤΗΣ:

Διαβάστε περισσότερα

«Τά σύγχρονα ἠλεκτρονικά μέσα στήν ὑπηρεσία τοῦ ποιμαντικοῦ ἔργου τῆς Ἐκκλησίας: Διαπιστώσεις καί Προοπτικές»

«Τά σύγχρονα ἠλεκτρονικά μέσα στήν ὑπηρεσία τοῦ ποιμαντικοῦ ἔργου τῆς Ἐκκλησίας: Διαπιστώσεις καί Προοπτικές» «Τά σύγχρονα ἠλεκτρονικά μέσα στήν ὑπηρεσία τοῦ ποιμαντικοῦ ἔργου τῆς Ἐκκλησίας: Διαπιστώσεις καί Προοπτικές» 10 σχόλιο: ΕΝΑ ΓΡΑΦΕΙΟ ΒΟΗΘΕΙΑΣ ΚΑΙ ΛΥΣΗΣ ΠΟΙΜΑΝΤΙΚΩΝ ΖΗΤΗΜΑΤΩΝ, ΑΠΕΥΘΥΝΟΜΕΝΟ ΣΕ ΚΛΗΡΙΚΟΥΣ

Διαβάστε περισσότερα

m Ἄνθρωπος καὶ Θεάνθρωπος m Τὴ Ρωμιοσύνη μὴν τὴν κλαῖς m Πάντοτε μάνα m Τὸ χρονικὸ τῆς Ἁλώσεως καὶ ὁ «Μαρμαρωμένος Βασιλιάς» ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ

m Ἄνθρωπος καὶ Θεάνθρωπος m Τὴ Ρωμιοσύνη μὴν τὴν κλαῖς m Πάντοτε μάνα m Τὸ χρονικὸ τῆς Ἁλώσεως καὶ ὁ «Μαρμαρωμένος Βασιλιάς» ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ ΕΤΟΣ 59 ο Μάιος - Ἰούνιος 2013 Ἀρ. 597 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ m Ἄνθρωπος καὶ Θεάνθρωπος m Τὴ Ρωμιοσύνη μὴν τὴν κλαῖς m Πάντοτε μάνα m Τὸ χρονικὸ τῆς Ἁλώσεως καὶ ὁ «Μαρμαρωμένος Βασιλιάς» Περιεχόμενα Σημείωμα τῆς

Διαβάστε περισσότερα

Ὁ ἑορταστικός κύκλος τῶν Χριστουγέννων

Ὁ ἑορταστικός κύκλος τῶν Χριστουγέννων Ὁ ἑορταστικός κύκλος τῶν Χριστουγέννων ικαίως ἡ ἑορτή τῆς τοῦ Χριστοῦ Γεννήσεως ἔχει χαρακτηρισθεῖ ὡς «ἡ μητρόπολις τῶν ἑορτῶν». Ἀφ ἑνός μέν διότι, ἐάν ὁ Σωτήρας Χριστός δέν γεννιόταν οὔτε θά ἐσταυρώνετο,

Διαβάστε περισσότερα

ΠΟΡΙΣΜΑΤΑ. Ἀπό τίς Εἰσηγήσεις τοῦ ΙΒ Λειτουργικοῦ Συμποσίου ἐξήχθησαν τά ἀκόλουθα πορίσματα:

ΠΟΡΙΣΜΑΤΑ. Ἀπό τίς Εἰσηγήσεις τοῦ ΙΒ Λειτουργικοῦ Συμποσίου ἐξήχθησαν τά ἀκόλουθα πορίσματα: 1 ΠΟΡΙΣΜΑΤΑ Ἀπό τίς Εἰσηγήσεις τοῦ ΙΒ Λειτουργικοῦ Συμποσίου ἐξήχθησαν τά ἀκόλουθα πορίσματα: 1. Ὡς πρός τή γένεση τῆς Χριστιανικῆς λατρείας κατά τόν 1ο αἰώνα ἐπισημάνθηκε ὅτι αὐτή παρέλαβε πολλά στοιχεῖα

Διαβάστε περισσότερα

«ΚΑΙ ΣΕ ΜΕΣΙΤΡΙΑΝ ΕΧΩ...» Μακαριωτάτου Ἀρχιεπισκόπου Κύπρου κ.κ. Χρυσοστόμου Β. Σελ. 371 ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΚΥΠΡΟΥ.

«ΚΑΙ ΣΕ ΜΕΣΙΤΡΙΑΝ ΕΧΩ...» Μακαριωτάτου Ἀρχιεπισκόπου Κύπρου κ.κ. Χρυσοστόμου Β. Σελ. 371 ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΚΥΠΡΟΥ. Ἡ διαφορά μεταξύ Ἀνατολῆς καί Δύσης. Ἐπισκόπου Καρπασίας κ. Χριστοφόρου Σελ. 400 Ὁ Ἐθνομάρτυς Ἀρχιεπίσκοπος Κύπρου Κυπριανός. Γιάννη Ἀντωνιάδη Σελ. 403 «Ἀκολουθίας ἐτυμολογία ἤ περί συγκροτημένου σώματος».

Διαβάστε περισσότερα

Μέγας Βασίλειος Λόγος Α γιὰ τὴ Νηστεία

Μέγας Βασίλειος Λόγος Α γιὰ τὴ Νηστεία Μέγας Βασίλειος Λόγος Α γιὰ τὴ Νηστεία Ἀπόδοση στὴν ὁμιλουμένη: Δημήτριος Ἀθανασόπουλος, Θεολόγος. Ἐκδόσεις: Νεκτάριος Παναγόπουλος. Ἡ νηστεία εἶναι πρόσταγμα προφητικό. 1. «Νὰ σαλπίσετε, λέγει, κατὰ τὴν

Διαβάστε περισσότερα

Η ΣΥΜΒΟΛΙΚΗ ΓΛΩΣΣΑ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ. 1. Ἡ συμβολική γλώσσα τῆς Ἐκκλησίας. Ἡ γλώσσα τῆς Ἐκκλησίας ἔχει κατεξοχήν συμβολικό χαρακτήρα.

Η ΣΥΜΒΟΛΙΚΗ ΓΛΩΣΣΑ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ. 1. Ἡ συμβολική γλώσσα τῆς Ἐκκλησίας. Ἡ γλώσσα τῆς Ἐκκλησίας ἔχει κατεξοχήν συμβολικό χαρακτήρα. Η ΣΥΜΒΟΛΙΚΗ ΓΛΩΣΣΑ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ Πρωτ. Βασίλειος Ἰ. Καλλιακμάνης Καθηγητής Τμήματος Θεολογίας Α.Π.Θ. 1. Ἡ συμβολική γλώσσα τῆς Ἐκκλησίας Ἡ γλώσσα τῆς Ἐκκλησίας ἔχει κατεξοχήν συμβολικό χαρακτήρα. Ὁ χαρακτήρας

Διαβάστε περισσότερα

13 ΔΕΚΕΜΒΡΙΟΥ 2015. Ηχος γ, ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

13 ΔΕΚΕΜΒΡΙΟΥ 2015. Ηχος γ, ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... 13 ΔΕΚΕΜΒΡΙΟΥ 2015 «Τῶν ἁγίων προπατόρων». Μετὰ τὸν Ἑξάψαλμον,... Ηχος γ, ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

Διαβάστε περισσότερα

Historiae ΛΑΟΝΙΚΟΥ ΑΠΟ ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α.

Historiae ΛΑΟΝΙΚΟΥ ΑΠΟ ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α. Historiae ΛΑΟΝΙΚΟΥ ΑΠΟ ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α. Λαονίκῳ Ἀθηναίῳ τῶν κατὰ τὸν βίον οἱ ἐς ἐπὶ θέαν τε καὶ ἀκοὴν ἀφιγμένων ἐς ἱστορίαν ξυγγέγραπται τάδε, ὥστε δὴ χρέος τοῦτο ἐκτινύναι τῇ φύσει ἅμα οἰόμενος καὶ μηδὲν

Διαβάστε περισσότερα

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Ἄγκυρα Ἐλπίδος Π Ε Ρ Ι Ο Δ Ο Σ Β Τ Ε Υ Χ Ο Σ 5 5 Μ Α Ρ Τ Ι Ο Σ Α Π Ρ Ι Λ Ι Ο Σ 2 0 1 0 Περιεχόμενα

Διαβάστε περισσότερα

Σταυροαναστάσιμα. Σειρά: «Χριστολογικά» ἀριθμ. 37

Σταυροαναστάσιμα. Σειρά: «Χριστολογικά» ἀριθμ. 37 Σταυροαναστάσιμα Σειρά: «Χριστολογικά» ἀριθμ. 37 MHTPOΠOΛITOY KAIΣAPIANHΣ, BYPΩNOΣ KAI YMHTTOY ΔANIHΛ Σταυροαναστάσιμα ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ KAIΣAPIANHΣ, BYPΩNOΣ KAI YMHTTOY KAIΣAPIANH 2015 Σταυροαναστάσιμα

Διαβάστε περισσότερα

ΠΟΙΟΣ ΕΙΝΑΙ Ο π. ΧΡΥΣΟΣΤΟΜΟΣ Η ΠΟΡΕΙΑ ΚΑΙ ΤΟ ΕΡΓΟ ΤΟΥ ΑΡΧΙΜ. ΧΡΥΣΟΣΤΟΜΟΥ ΜΑΪΔΩΝΗ

ΠΟΙΟΣ ΕΙΝΑΙ Ο π. ΧΡΥΣΟΣΤΟΜΟΣ Η ΠΟΡΕΙΑ ΚΑΙ ΤΟ ΕΡΓΟ ΤΟΥ ΑΡΧΙΜ. ΧΡΥΣΟΣΤΟΜΟΥ ΜΑΪΔΩΝΗ ΠΟΙΟΣ ΕΙΝΑΙ Ο π. ΧΡΥΣΟΣΤΟΜΟΣ Η ΠΟΡΕΙΑ ΚΑΙ ΤΟ ΕΡΓΟ ΤΟΥ ΑΡΧΙΜ. ΧΡΥΣΟΣΤΟΜΟΥ ΜΑΪΔΩΝΗ α) Καταγωγή Ὁ Ἀρχιμ. Χρυσόστομος Μαϊδώνης γεννήθηκε τό 1956 στό Πλωμάριον Λέσβου ἀπό ναυτική οἰκογένεια. Μεγάλωσε κοντά

Διαβάστε περισσότερα

ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ... 1

ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ... 1 ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ... 1 ΠΕΡΙΕΧΟΜΕΝΑ ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ Διμηνιαῖο Περιοδικό τῆς Ἱερᾶς Μητροπόλεως Κισάμου & Σελίνου ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΚΣΤ ΤΕΥΧΟΣ 13 ΙΑΝΟΥΑΡΙΟΣ - ΦΕΒΡΟΥΑΡΙΟΣ 2008 ΙΔΡΥΤΗΣ: Ὁ Σεβ. Μητροπολίτης Γέρων

Διαβάστε περισσότερα

ΕΤΟΣ 60 ο Σεπτέμβριος - Ὀκτώβριος 2014 Ἀρ. 605 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ

ΕΤΟΣ 60 ο Σεπτέμβριος - Ὀκτώβριος 2014 Ἀρ. 605 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ ΕΤΟΣ 60 ο Σεπτέμβριος - Ὀκτώβριος 2014 Ἀρ. 605 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ m Καλοκαιρινὸς ἀπολογισμός m Ἡ προσδοκία τῆς συγκομιδῆς m 1940-41. Γράμματα ἀπὸ τὸ μέτωπο m Ἀφιέρωμα γιὰ τὴν Παγκόσμια Ἡμέρα τῶν Κωφῶν: Μητροπολίτης

Διαβάστε περισσότερα

Ἀναµφίβολα παλαιότερα ὑπῆρχαν καταστάσεις

Ἀναµφίβολα παλαιότερα ὑπῆρχαν καταστάσεις Ἡ στάση µας πρός τούς κλη ρικούς Ἀναµφίβολα παλαιότερα ὑπῆρχαν καταστάσεις στήν ἐκκλησιαστική ζωή τῶν χριστιανῶν, ὅπου κανείς, συγκρίνοντάς τες µέ ἀντίστοιχες µεταγενέστερες, µπορεῖ νά πεῖ πεπεισµένα:

Διαβάστε περισσότερα

12 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Τατιανῆς μάρτυρος. Ηχος δ, ἑωθινὸν ζ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (11/01/14)

12 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Τατιανῆς μάρτυρος. Ηχος δ, ἑωθινὸν ζ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (11/01/14) 12 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Τατιανῆς μάρτυρος. Ηχος δ, ἑωθινὸν ζ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (11/01/14) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν.

Διαβάστε περισσότερα

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Ἄγκυρα Ἐλπίδος Π Ε Ρ Ι Ο Δ Ο Σ Β Τ Ε Υ Χ Ο Σ 4 1 Ν Ο Ε Μ Β Ρ Ι Ο Σ - Δ Ε Κ Ε Μ Β Ρ Ι Ο Σ 2 0 0 7 Περιεχόμενα

Διαβάστε περισσότερα

Ὁμολογιακή ἐπιστολή τοῦ Ὁσίου Παϊσίου

Ὁμολογιακή ἐπιστολή τοῦ Ὁσίου Παϊσίου . 1 1 Ὁμολογιακή ἐπιστολή τοῦ Ὁσίου Παϊσίου κατά τῶν οἰκουμενιστικῶν καί φιλενωτικῶν κινήσεων τοῦ Οἰκουμενικοῦ Πατριάρχου Ἀθηναγόρα ῃ Ἐν Ἁγίῳ Ὄρει τῇ 3 Ἰανουαρίου 1969 Σεβαστέ πάτερ Χαράλαμπες, Ἐπειδή

Διαβάστε περισσότερα

5 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΘΕΟΦΑΝΕΙΑ 2016 ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ

5 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΘΕΟΦΑΝΕΙΑ 2016 ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ 5 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΘΕΟΦΑΝΕΙΑ 2016 ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ Εὐλογήσαντος δὲ τοῦ Ἀρχιερέως ἢ τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Λυχνικοῦ, καὶ μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη.

Διαβάστε περισσότερα

ΕΠΕΤΕΙΟΣ ΑΥΤΟΝΟΜΙΑΣ ΒΟΡΕΙΟΥ ΗΠΕΙΡΟΥ ΔΕΛΒΙΝΑΚΙ 13.5. 2012 Σελ.: 8-9

ΕΠΕΤΕΙΟΣ ΑΥΤΟΝΟΜΙΑΣ ΒΟΡΕΙΟΥ ΗΠΕΙΡΟΥ ΔΕΛΒΙΝΑΚΙ 13.5. 2012 Σελ.: 8-9 PRESS POST Κ. Ιωαννίνων 22 186 κωδ.: 6210 Χ + 7 P R E S S P O S T ΠΕΡΙΟΔΟΣ Δ - Ἀρ. φύλ. 25 (105), ΑΠΡΙΛΙΟΣ-ΙΟΥΝΙΟΣ 2012 ΕΘΝΟΜΑΡΤΥΡΕΣ Στὴν μακραίωνη Ἱστορία τοῦ Ἑλληνικοῦ Ἔθνους, μέχρι καὶ στὶς μέρες μας,

Διαβάστε περισσότερα

Οἱ ἄταφοι ἥρωες περιμένουν

Οἱ ἄταφοι ἥρωες περιμένουν ΠΕΡΙΟΔΟΣ Δ - Ἀρ. φύλ. 11 (91), ΣΕΠΤΕΜΒΡΙΟΣ - ΟΚΤΩΒΡΙΟΣ 2009 ΕΚΚΩΦΑΝΤΙΚΗ ΣΙΩΠΗ Στὶς 4 Ὀκτωβρίου 2009 διεξήχθησαν στὴν Ἑλλάδα βουλευτικὲς ἐκλογές. Τὸ ΠΑΣΟΚ ἐνίκησε, καὶ μὲ ἄνετη πλειοψηφία ἐσχημάτισε ἤδη

Διαβάστε περισσότερα

ΟΚΤΩΒΡΙΟΣ 2010 ΤΕΥΧΟΣ ΝΟ. 39 Α4

ΟΚΤΩΒΡΙΟΣ 2010 ΤΕΥΧΟΣ ΝΟ. 39 Α4 ΠΑΠΠΑΦΛΕΣΣΑΣ ΟΚΤΩΒΡΙΟΣ 2010 ΤΕΥΧΟΣ ΝΟ. 39 Α4 ΜΗΝΙΑΙΑ ΕΚΔΟΣΗ ΣΥΛΛΟΓΟΥ ΙΣΤΟΡΙΚΗ ΟΙΚΟΓΕΝΕΙΑ ΤΩΝ ΦΛΕΣΣΑΙΩΝ «Ο ΠΑΠΠΑΦΛΕΣΣΑΣ» Αγίου Σίλα 29, Νέα Πεντέλη, 15236, Τηλ. 210 6138059 ΦΑΞ 210 8037827 www.flessas.eu

Διαβάστε περισσότερα

ΜΑΡΞΙΣΤΙΚΗ ΣΚΕΨΗ Κουουσίνεν, Άρμπάτωφ, Μπελιακώφ, Βιγκόντσκι, Μακαρόφσκι, ΜιλεΙκόφσκι, Σιτκόφσκι, ΣεΙντΙν ΟΙ ΒΑΣΕΙΣ ΤΟΥ ΜΑΡΞΙΣΜΟΥ - ΛΕΝΙΝΙΣΜΟΥ I ΟΙ ΦΙΛΟΣΟΦΙΚΕΣ ΒΑΣΕΙΣ ΤΗΣ ΜΑΡΞΙΣΤΙΚΗΣ - ΛΕΝΙΝΙΣΤΙΚΗΣ ΚΟΣΜΟΘΕΩΡΙΑΣ

Διαβάστε περισσότερα

Ε.Κ.Υ.Ο. ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΚΕΝΤΡΙΚΗ ΥΠΗΡΕΣΙΑ ΟΙΚΟΝΟΜΙΚΩΝ ------ ΟΙΚΟΝΟΜΙΚΑΙ ΚΑΙ ΤΕΧΝΙΚΑΙ ΥΠΗΡΕΣΙΑΙ ------

Ε.Κ.Υ.Ο. ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΚΕΝΤΡΙΚΗ ΥΠΗΡΕΣΙΑ ΟΙΚΟΝΟΜΙΚΩΝ ------ ΟΙΚΟΝΟΜΙΚΑΙ ΚΑΙ ΤΕΧΝΙΚΑΙ ΥΠΗΡΕΣΙΑΙ ------ Ε.Κ.Υ.Ο. ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΚΕΝΤΡΙΚΗ ΥΠΗΡΕΣΙΑ ΟΙΚΟΝΟΜΙΚΩΝ ------ ΟΙΚΟΝΟΜΙΚΑΙ ΚΑΙ ΤΕΧΝΙΚΑΙ ΥΠΗΡΕΣΙΑΙ ------ ΔΙΑΚΗΡΥΞΙΣ ΕΚΜΙΣΘΩΣΕΩΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΑΚΙΝΗΤΩΝ ΑΡΙΘΜ. 1487/2015 Ἡ Ἐκκλησιαστική Κεντρική Ὑπηρεσία Οἰκονομικῶν

Διαβάστε περισσότερα

06/06/2013 π. ΘΕΟΔΩΡΟΣ Ι. ΚΟΥΜΑΡΙΑΝΟΣ σελ. 1

06/06/2013 π. ΘΕΟΔΩΡΟΣ Ι. ΚΟΥΜΑΡΙΑΝΟΣ σελ. 1 06/06/2013 π. ΘΕΟΔΩΡΟΣ Ι. ΚΟΥΜΑΡΙΑΝΟΣ σελ. 1 Εἰδικὴ Συνοδικὴ Ἐπιτροπὴ Λειτουργικῆς Ἀναγεννήσεως ΙΔ Πανελλήνιον Λειτουργικὸν Συμπόσιον Στελεχῶν Ἱερῶν Μητροπόλεων Ἱερὰ Μητρόπολις Πατρῶν, 17-19 Σεπτεμβρίου

Διαβάστε περισσότερα

διάλογος Η ΔΡΑΣΗ ΤΗΣ ΣΑΗΕΝΤΟΛΟΓΙΑΣ ΣΤΗΝ ΕΛΛΑΔΑ 1 (α μέρος)

διάλογος Η ΔΡΑΣΗ ΤΗΣ ΣΑΗΕΝΤΟΛΟΓΙΑΣ ΣΤΗΝ ΕΛΛΑΔΑ 1 (α μέρος) ΙΟΥΛΙΟΣ - ΣΕΠΤΕΜΒΡΙΟΣ 2014, ΤΕΥΧΟΣ 77 διάλογος Η ΔΡΑΣΗ ΤΗΣ ΣΑΗΕΝΤΟΛΟΓΙΑΣ ΣΤΗΝ ΕΛΛΑΔΑ 1 (α μέρος) τοῦ Πρωτοπρ. Κυριακοῦ Τσουροῦ, Γραμματέως τῆς Σ. Ἐ. ἐπί τῶν αἱρέσεων Εἶναι γνωστό ὅτι ἡ Σαηεντολογία δραστηριοποιεῖται

Διαβάστε περισσότερα

Ὁμιλία 2α Ὁ Προτεσταντισμός

Ὁμιλία 2α Ὁ Προτεσταντισμός π. ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ Ὁμιλία 2α Ὁ Προτεσταντισμός ΠΕΡΙΕΧΟΜΕΝΑ Τί εἶναι αἵρεσις Διάβολος καί ἀνθρώπινος ἐγωϊσμός: οἱ γεννήτορες τῆς αἱρέσεως Ὁ διεφθαρμένος βίος αἰτία αἱρέσεως Ἡ ὑπερηφάνεια αἰτία αἱρέσεως

Διαβάστε περισσότερα

ΤΕΥΧΟΣ ΑΡ. 30 ΙΑΝΟΥΑΡΙΟΣ - ΦΕΒΡΟΥΑΙΟΣ 2009. Καλόν αγώνα

ΤΕΥΧΟΣ ΑΡ. 30 ΙΑΝΟΥΑΡΙΟΣ - ΦΕΒΡΟΥΑΙΟΣ 2009. Καλόν αγώνα ΤΕΥΧΟΣ ΑΡ. 30 ΙΑΝΟΥΑΡΙΟΣ - ΦΕΒΡΟΥΑΙΟΣ 2009 κωδικός 7109 Καλόν αγώνα τ. 30, ΠΕΡΙΟΔΙΚΟ ΔΙΜΗΝΙΑΙΟ ΠΡΟΑΙΡΕΤΙΚΗ ΣΥΝΔΡΟΜΗ ΙΔΙΟΚΤΗΤΗΣ: ΙΕΡΑ ΜΟΝΗ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ - ΤΡΙΚΟΡΦΟ ΦΩΚΙΔΟΣ 330 56 ΕΥΠΑΛΙΟ τηλ. - fax 26340-44.391

Διαβάστε περισσότερα

Εἰκὼν ἐξωφύλλου: Ὁ Θεὸς Πατὴρ ἐν μέσῳ ἁγίων στὴ θολωτὴ ὀροφὴ. Εἰκὼν 1ης σελίδας: Τὸ Κωδωνοστάσιο τῆς Μονῆς.

Εἰκὼν ἐξωφύλλου: Ὁ Θεὸς Πατὴρ ἐν μέσῳ ἁγίων στὴ θολωτὴ ὀροφὴ. Εἰκὼν 1ης σελίδας: Τὸ Κωδωνοστάσιο τῆς Μονῆς. Εἰκὼν ἐξωφύλλου: Ὁ Θεὸς Πατὴρ ἐν μέσῳ ἁγίων στὴ θολωτὴ ὀροφὴ. Εἰκὼν 1ης σελίδας: Τὸ Κωδωνοστάσιο τῆς Μονῆς. Παραπλεύρως: Ὁ Ἰησοῦς Χριστὸς τῆς Προθέσεως τῆς Μονῆς. Εἰκὼν ὀπισθοφύλλου: Γενικὴ ἄποψη τῆς Μονῆς

Διαβάστε περισσότερα

ΘΕΜΑΤΑ ΝΕΟΕΛΛΗΝΙΚΗΣ ΛΟΓΟΤΕΧΝΙΑΣ

ΘΕΜΑΤΑ ΝΕΟΕΛΛΗΝΙΚΗΣ ΛΟΓΟΤΕΧΝΙΑΣ 1 ο ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ ΘΕΜΑΤΑ ΝΕΟΕΛΛΗΝΙΚΗΣ ΛΟΓΟΤΕΧΝΙΑΣ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ ΚΕΙΜΕΝΟ Κική Δημουλά Σημεῖο Ἀναγνωρίσεως ἄγαλμα γυναίκας μέ δεμένα χέρια Ὅλοι σέ λένε κατευθείαν

Διαβάστε περισσότερα

Ο ἀείμνηστος Μητροπολίτης Ωρωποῦ καὶ Φυλῆς καὶ πρῶτος Πρόεδρος τῆς Ἱερᾶς Συν όδου τῶν Ἐνισταμένων κ. Κυπριανὸς ( 17/30.5.2013).

Ο ἀείμνηστος Μητροπολίτης Ωρωποῦ καὶ Φυλῆς καὶ πρῶτος Πρόεδρος τῆς Ἱερᾶς Συν όδου τῶν Ἐνισταμένων κ. Κυπριανὸς ( 17/30.5.2013). Ο ἀείμνηστος Μητροπολίτης Ωρωποῦ καὶ Φυλῆς καὶ πρῶτος Πρόεδρος τῆς Ἱερᾶς Συν όδου τῶν Ἐνισταμένων κ. Κυπριανὸς ( 17/30.5.2013). ΕΚΚΛΗΣΙΑΣΤΙΚΟΝ ΕΓΚΟΛΠΙΟΝ ΗΜΕΡΟΛΟΓΙΟΝ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΕΤΟΥΣ 2014 ΙΕΡΑ ΣΥΝΟΔΟΣ

Διαβάστε περισσότερα

Adversus Judaeos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥ ΑΙΩΝ

Adversus Judaeos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥ ΑΙΩΝ Adversus Judaeos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥ ΑΙΩΝ 48.843 Λόγος πρῶτος. αʹ. Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως,

Διαβάστε περισσότερα

Α «Ἄλλην ἀδελφὴν δὲν εἴχομεν καὶ ἐκράτησε μόνον ἐμὲ πλησίον της.(σ. 125-131)

Α «Ἄλλην ἀδελφὴν δὲν εἴχομεν καὶ ἐκράτησε μόνον ἐμὲ πλησίον της.(σ. 125-131) 1/15 Ο τίτλος 1. Η κτητική αντωνυμία υποδηλώνει τον αυτοβιογραφικό χαρακτήρα του έργου: της μητρός μου. 2. Έχει τη μορφή αινίγματος και διαφαίνεται ότι ένα παιδί θα αναφερθεί σε κάτι πολύ βαρύ που σχετίζεται

Διαβάστε περισσότερα

ΥΠΟΤΡΟΦΙΕΣ ΣΧΟΛΙΚΟΥ ΕΤΟΥΣ 2014-2015 ΓΡΑΠΤΗ ΕΞΕΤΑΣΗ ΘΕΜΑΤΑ

ΥΠΟΤΡΟΦΙΕΣ ΣΧΟΛΙΚΟΥ ΕΤΟΥΣ 2014-2015 ΓΡΑΠΤΗ ΕΞΕΤΑΣΗ ΘΕΜΑΤΑ ΓΥΜΝΑΣΙΟ Μ ά θ η μ α : ΝΕΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ Η μ ε ρ ο μ η ν ί α : 26 ΙΟΥΝΙΟΥ 2014 Ε Ι Σ Η Γ Η Τ Η Σ : ΑΛΕΞΟΠΟΥΛΟΥ ΕΥΑΓΓΕΛΙΑ ΥΠΟΤΡΟΦΙΕΣ ΣΧΟΛΙΚΟΥ ΕΤΟΥΣ 2014-2015 ΓΡΑΠΤΗ ΕΞΕΤΑΣΗ ΘΕΜΑΤΑ Κείμενο Ο ΗΛΙΟΣ ΕΚΑΙΓΕ

Διαβάστε περισσότερα

ΖΗΤΗΜΑΤΑ ΚΑΤΟΧΗΣ ΕΘΝΙΚΩΝ ΓΑΙΩΝ (1833-1871)

ΖΗΤΗΜΑΤΑ ΚΑΤΟΧΗΣ ΕΘΝΙΚΩΝ ΓΑΙΩΝ (1833-1871) ΠΡΟΣΕΓΓΙΣΕΙΣ ΖΗΤΗΜΑΤΑ ΚΑΤΟΧΗΣ ΕΘΝΙΚΩΝ ΓΑΙΩΝ (1833-1871) ' Η σύγχρονη ελληνική ιστοριογραφία, στο βαθμό πού έχει ασχοληθεί με το ζήτημα της εθνικής γής, έχει διατυπώσει ορισμένες θέσεις σχετικά με τα προβλήματα

Διαβάστε περισσότερα

ΟΚΤΩΒΡΙΟΣ - ΝΟΕΜΒΡΙΟΣ - ΔΕΚΕΜΒΡΙΟΣ 2013 ΤΕΥΧΟΣ 184ον

ΟΚΤΩΒΡΙΟΣ - ΝΟΕΜΒΡΙΟΣ - ΔΕΚΕΜΒΡΙΟΣ 2013 ΤΕΥΧΟΣ 184ον ΟΚΤΩΒΡΙΟΣ - ΝΟΕΜΒΡΙΟΣ - ΔΕΚΕΜΒΡΙΟΣ 2013 ΤΕΥΧΟΣ 184ον ΟΣΙΟΣ ΝΙΚΩΝ Ο «ΜΕΤΑΝΟΕΙΤΕ» ΟΚΤΩΒΡΙΟΣ - ΝΟΕΜΒΡΙΟΣ - ΔΕΚΕΜΒΡΙΟΣ ΤΕΥΧΟΣ 184ον ΟΣΙΟΣ ΝΙΚΩΝ Ο «ΜΕΤΑΝΟΕΙΤΕ» ΤΡΙΜΗΝΙΑΙΟΝ ΘΡΗΣΚΕΥΤΙΚΟΝ ΠΕΡΙΟΔΙΚΟΝ ΚΩΔΙΚΟΣ 2589

Διαβάστε περισσότερα

Κάθε παλαιό δέν εἶναι πάντα καί ὅ,τι καλύτερο, ἀλλά καί κάθε νέο δέν εἶναι καί ὅ,τι συµφερότερο.

Κάθε παλαιό δέν εἶναι πάντα καί ὅ,τι καλύτερο, ἀλλά καί κάθε νέο δέν εἶναι καί ὅ,τι συµφερότερο. 16 ΕΚΕΜΒΡΙΟΣ ΠΕΡΙΠΑΤΟΙ ΣΤΗΝ ΓΑΛΙΛΑΙΑ στήν ἀτοµική καί κοινωνική εὐτυχία. Βλέπουµε ἀκόµη ὅτι τό ἐκπαιδευτικό σύστηµα τῆς ἀρχαίας Σπάρτης τό χαρακτήριζε ἡ σκληραγωγία. Τό νά ζεῖ δηλαδή κανείς ἡρωϊκά καί

Διαβάστε περισσότερα

Ημερίδα Αθλητικών Κακώσεων στα Παιδιά και τους Εφήβους

Ημερίδα Αθλητικών Κακώσεων στα Παιδιά και τους Εφήβους ΕΛΛΗΝΙΚΗ ΕΤΑΙΡΕΙΑ ΧΕΙΡΟΥΡΓΙΚΗΣ ΟΡΘΟΠΑΙΔΙΚΗΣ ΚΑΙ ΤΡΑΥΜΑΤΟΛΟΓΙΑΣ ΤΜΗΜΑ ΟΡΘΟΠΑΙΔΙΚΗΣ ΠΑΙΔΩΝ Ημερίδα Αθλητικών Κακώσεων στα Παιδιά και τους Εφήβους Σάββατο, 25 Μαΐου 2013 Αμφιθέατρο ΕΕΧΟΤ «Π. Κονιαλίδης» Φλέμιγκ

Διαβάστε περισσότερα

Η ΙΕΡΑ ΣΥΝΟΔΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ

Η ΙΕΡΑ ΣΥΝΟΔΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ ΕΛΛΗΝΙΚΗ ΔΗΜΟΚΡΑΤΙΑ Η ΙΕΡΑ ΣΥΝΟΔΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ ΙΩΑΝΝΟΥ ΓΕΝΝΑΔΙΟΥ 14 (115 21) τηλ. 210-72.72.204, fax 210-72.72.210 Πρωτ. 4652 Ἀριθ. Ἐν Ἀθήναις τῇ 22ᾳ Σεπτεμβρίου 2014 Διεκπ. 2081 ΕΓΚΥΚΛΙΟ

Διαβάστε περισσότερα

ΑΠΡΙΛΙΟΣ 2009 ΤΕΥΧΟΣ 90

ΑΠΡΙΛΙΟΣ 2009 ΤΕΥΧΟΣ 90 ΑΠΡΙΛΙΟΣ 2009 ΤΕΥΧΟΣ 90 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΛΑΡΙΣΗΣ ΚΑΙ ΤΥΡΝΑΒΟΥ ΕΝΟΡΙΑΚΗ ΝΕΑΝΙΚΗ ΣΥΝΤΡΟΦΙΑ ΙΕΡΟΥ ΝΑΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ Σ ήµερα πρέπει νά ποῦµε ὕµνους γιὰ τὴν Ταφὴ τοῦ Μονογενῆ, τὴν Ἀνάσταση

Διαβάστε περισσότερα

Πρωτοπρεσβύτερος ΔΗΜΗΤΡΙΟΣ Β. ΤΖΕΡΠΟΣ Ἀν. Καθηγητής Τμήματος Θεολογίας Πανεπιστημίου Ἀθηνῶν

Πρωτοπρεσβύτερος ΔΗΜΗΤΡΙΟΣ Β. ΤΖΕΡΠΟΣ Ἀν. Καθηγητής Τμήματος Θεολογίας Πανεπιστημίου Ἀθηνῶν 1 Πρωτοπρεσβύτερος ΔΗΜΗΤΡΙΟΣ Β. ΤΖΕΡΠΟΣ Ἀν. Καθηγητής Τμήματος Θεολογίας Πανεπιστημίου Ἀθηνῶν Η ΚΑΤΑΧΡΗΣΤΙΚΗ ΤΕΛΕΣΗ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΑΓΙΟΥ ΕΥΧΕΛΑΙΟΥ Στά πλαίσια τοῦ γενικώτερου προβληματισμοῦ πού μᾶς

Διαβάστε περισσότερα

«Ἐγκύκλιος Μ. Τεσσαρακοστῆς(1/2013)» ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΒ. κ. Ἀμφιλοχίου... σελ. 5-6

«Ἐγκύκλιος Μ. Τεσσαρακοστῆς(1/2013)» ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΒ. κ. Ἀμφιλοχίου... σελ. 5-6 ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ ΠΕΡΙΕΧΟΜΕΝΑ «Λόγος Κατηχητήριος ἐπί τῇ ἐνάρξει τῆς Ἁγίας Περιοδική Ἔκδοση καί Μεγάλης Τεσσαρακοστῆς» τῆς Ἱερᾶς Μητροπόλεως Τῆς Α. Θ. Παναγιότητος τοῦ Οἰκουμενικοῦ Πατριάρχου κ.κ. ΒΑΡΘΟΛΟΜΑΙΟΥ...

Διαβάστε περισσότερα

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Δ

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Δ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Δʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑΔΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΑΠΑΝΤΗΣΕΙΣ

Διαβάστε περισσότερα

Μάρτυς μου ὁ Θεὸς. Μυθιστόρημα. Κίχλη

Μάρτυς μου ὁ Θεὸς. Μυθιστόρημα. Κίχλη Μ Α Κ Η Σ Τ Σ Ι ΤΑ Σ Μάρτυς μου ὁ Θεὸς Μυθιστόρημα Κίχλη Μ Α κ η σ Τ σ ι Τ Α σ Μάρτυς μου ὁ Θεὸς ΜΥΘισΤοΡηΜΑ εκδοσεισ κιχλη στὴν ἀδερφή μου Θεοδώρα Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς

Διαβάστε περισσότερα

Ἡ Σύναξις τῶν Προστατῶν καί Ἐφόρων τῆς νήσου Λευκάδος Ἁγίων

Ἡ Σύναξις τῶν Προστατῶν καί Ἐφόρων τῆς νήσου Λευκάδος Ἁγίων Ἡ Σύναξις τῶν Προστατῶν καί Ἐφόρων τῆς νήσου Λευκάδος Ἁγίων Τοῦ Ἀρχιμ. Ἰωαννικίου Ζαμπέλη Κάθε πρώτη Κυριακή μετά τήν 15η Αὐγούστου ἡ τοπική μας Ἐκκλησία τιμᾶ μέ ἕναν κοινό ἑορτασμό τό σύνολο τῶν Ἁγίων,

Διαβάστε περισσότερα

«Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε!»,

«Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε!», ΤΕΥΧΟΣ 34 ΟΚΤΩΒΡΙΟΣ 2014 - ΙΑΝΟΥΑΡΙΟΣ 2015 ΕΤΟΣ ΕΝΑΤΟ ΠΕΡΙΟΔΙΚΟΝ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΛΕΡΟΥ, ΚΑΛΥΜΝΟΥ ΚΑΙ ΑΣΤΥΠΑΛΑΙΑΣ ΠΑΤΡΙΑΡΧΙΚΗ ΑΠΟΔΕΙΞΙΣ ΕΠΙ ΕΠΙ ΤΟΙΣ ΧΡΙΣΤΟΥΓΕΝΝΟΙΣ Β Α Ρ Θ Ο Λ Ο Μ Α Ι Ο Σ ΕΛΕῼ ΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ

Διαβάστε περισσότερα

Σε συνεργασία με την Ελληνική Ενδοκρινολογική Εταιρεία. 9.30-11.30 Προεδρείο Μ. Αλεβιζάκη, I. Bασιλείου, Γ.Ν. Ζωγράφος, Ι. Μακρής

Σε συνεργασία με την Ελληνική Ενδοκρινολογική Εταιρεία. 9.30-11.30 Προεδρείο Μ. Αλεβιζάκη, I. Bασιλείου, Γ.Ν. Ζωγράφος, Ι. Μακρής 1 Eαρινή Διημερίδα Ελληνικής Εταιρείας Χειρουργικής Ενδοκρινών Αδένων (ΕΕΧΕΑ) 8-9 Μαρτίου 2014, Αθήνα, Ξενοδοχείο Χίλτον, Aίθουσα Εσπερίδες Συστάσεις στη χειρουργική του θυρεοειδούς για την δημιουργία

Διαβάστε περισσότερα

14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680). 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680). ΤΥΠΙΚΟΝ Ἐὰν τύχῃ ἡ παροῦσα Ἑορτὴ ἐν Κυριακῇ, οὐδὲν τῶν Ἀ ναστασίμων

Διαβάστε περισσότερα

Θέρος - Τρύγος - Πόλεμος

Θέρος - Τρύγος - Πόλεμος Θέρος - Τρύγος - Πόλεμος ΤΕΥΧΟΣ 49 - ΟΚΤΩΒΡΙΟΣ 2015 «Στιγμές Φθινοπώρου» Γλυκό ναι τό φθινόπωρο,σάν μαραζών ἡ φύση καί σάν ὁ ἥλιος ὁ ζεστός,νωρίς νωρίς θά δύσει. Ὁ γαλανός ὁ οὐρανός,σύννεφα θά γεμίσει

Διαβάστε περισσότερα

Στὴν ἐκδήλωση «Νέοι καὶ σύγχρονοι προβληματισμοί»

Στὴν ἐκδήλωση «Νέοι καὶ σύγχρονοι προβληματισμοί» ΧΑΙΡΕΤΙΣΜΟΣ Στὴν ἐκδήλωση «Νέοι καὶ σύγχρονοι προβληματισμοί» Πανιερωτάτου Μητροπολίτη Κωνσταντίας-Ἀμμοχώστου κ. Βασιλείου Μὲ ξεχωριστὴ χαρὰ καὶ ἰκανοποίηση σᾶς καλωσορίζω στὴν ἀποψινή μας ἐκδήλωση, ἡ

Διαβάστε περισσότερα

Η ΑΛΗΘΕΙΑ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ ΚΑΙ ΟΙ ΠΛΑΝΕΣ ΤΟΥ ΠΑΠΙΣΜΟΥ

Η ΑΛΗΘΕΙΑ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ ΚΑΙ ΟΙ ΠΛΑΝΕΣ ΤΟΥ ΠΑΠΙΣΜΟΥ 1 Μοναχοῦ Δαμασκηνοῦ Γρηγοριάτου Η ΑΛΗΘΕΙΑ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ ΚΑΙ ΟΙ ΠΛΑΝΕΣ ΤΟΥ ΠΑΠΙΣΜΟΥ (ΚΑΙ ΜΕ ΠΕΡΙΣΤΑΤΙΚΑ) ΙΕΡΑ ΜΟΝΗ ΟΣΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ 2010 ΕΙΣΑΓΩΓΗ Ὅταν ἦλθε στόν κόσμο ὁ Χριστός ἦλθε

Διαβάστε περισσότερα

Nεανικά Ἀγκυροβολήματα

Nεανικά Ἀγκυροβολήματα Nεανικά Ἀγκυροβολήματα Aγκυροβολή- Δ I M H N I A I O Φ Y Λ Λ A Δ I O T H Σ I E P A Σ M H T P O Π O Λ E Ω Σ I E P A Π Y T N H Σ K A I Σ H T E I A Σ Γ I A T O Y Σ N E O Y Σ T E Y X O Σ 7 2 Ι Α Ν Ο Υ Α Ρ

Διαβάστε περισσότερα

Ἡ Ἁγία μεγαλομάρτυς Μαρίνα

Ἡ Ἁγία μεγαλομάρτυς Μαρίνα Kοντά στόν Xριστό Δ I M H N I A I O Φ Y Λ Λ A Δ I O Π A I Δ I K Ω N E N O P I A K Ω N Σ Y N A Ξ E Ω N I E P A Σ M H T P O Π O Λ E Ω Σ I E P A Π Y T N H Σ K A I Σ H T E I A Σ T E Y X O Σ 5 0 ο Μ Α Ϊ Ο Σ

Διαβάστε περισσότερα

Κ ύ ρ ι ε Π ρ ω θ υ π ο υ ρ γ έ

Κ ύ ρ ι ε Π ρ ω θ υ π ο υ ρ γ έ ΕΤΟΣ 5o ΑΡ. ΦΥΛΛΟΥ: 215 ΤΙΜΗ ΦΥΛΛΟΥ: 1 ΕΥΡΩ Ε β δ ο μ α δ ι α ί α Ε φ η μ ε ρ ί δ α τ η ς Φ λ ώ ρ ι ν α ς E-mail: ixo@nextnet.gr Ιστός: http://echo.nextnet.gr Κ ύ ρ ι ε Π ρ ω θ υ π ο υ ρ γ έ Δ ώ σ τ ε

Διαβάστε περισσότερα

ΑΠΟΣΠΑΣΜΑ. Από τα πρακτικά της με αριθμό 13ης/2013, συνεδρίασης του Περιφερειακού Συμβουλίου την Τρίτη 9 Ιουλίου 2013 στην Κέρκυρα με τηλεδιάσκεψη.

ΑΠΟΣΠΑΣΜΑ. Από τα πρακτικά της με αριθμό 13ης/2013, συνεδρίασης του Περιφερειακού Συμβουλίου την Τρίτη 9 Ιουλίου 2013 στην Κέρκυρα με τηλεδιάσκεψη. ΕΛΛΗΝΙΚΗ ΔΗΜΟΚΡΑΤΙΑ ΠΕΡΙΦΕΡΕΙΑ ΙΟΝΙΩΝ ΝΗΣΩΝ ΑΠΟΣΠΑΣΜΑ Από τα πρακτικά της με αριθμό 13ης/2013, συνεδρίασης του Περιφερειακού Συμβουλίου την Τρίτη 9 Ιουλίου 2013 στην Κέρκυρα με τηλεδιάσκεψη. Αριθ. Απόφασης:134-13/2013

Διαβάστε περισσότερα

Kοντά στόν Xριστό Δ I M H N I A I O Φ Y Λ Λ A Δ I O Π A I Δ I K Ω N E N O P I A K Ω N Σ Y N A Ξ E Ω N

Kοντά στόν Xριστό Δ I M H N I A I O Φ Y Λ Λ A Δ I O Π A I Δ I K Ω N E N O P I A K Ω N Σ Y N A Ξ E Ω N Kοντά στόν Xριστό Δ I M H N I A I O Φ Y Λ Λ A Δ I O Π A I Δ I K Ω N E N O P I A K Ω N Σ Y N A Ξ E Ω N I E P A Σ M H T P O Π O Λ E Ω Σ I E P A Π Y T N H Σ K A I Σ H T E I A Σ T E Y X O Σ 6 7 ο Μ Α Ρ Τ Ι

Διαβάστε περισσότερα

ΛΑΙ ΟΣ ΚΑΙ ΝΕ Ω ΤΕ ΡΟΣ ΠΡΟ ΤΕ ΣΤΑΝ ΤΙ ΣΜΟΣ

ΛΑΙ ΟΣ ΚΑΙ ΝΕ Ω ΤΕ ΡΟΣ ΠΡΟ ΤΕ ΣΤΑΝ ΤΙ ΣΜΟΣ ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2011, ΤΕΥΧΟΣ 63 διάλογος ΠΑ ΛΑΙ ΟΣ ΚΑΙ ΝΕ Ω ΤΕ ΡΟΣ ΠΡΟ ΤΕ ΣΤΑΝ ΤΙ ΣΜΟΣ (β μέ ρος) τοῦ Πρω το πρ. Κυ ρια κοῦ Τσου ροῦ, Γραμ μα τέ ως τῆς Σ. Ἐ. ἐ πί τῶν αἱ ρέ σε ων 5. Ἡ Ἀληθινή Ἐκκλησία

Διαβάστε περισσότερα

ΕΠΙ ΡΟΜΗ ΚΑΡΤΑΣ ΤΟΥ ΠΟΛΙΤΗ

ΕΠΙ ΡΟΜΗ ΚΑΡΤΑΣ ΤΟΥ ΠΟΛΙΤΗ ΕΤΗΣΙΑΙ ΣΥΝ ΡΟΜΑΙ: ΕΣΩΤΕΡΙΚΟΥ: ΕΥΡΩ 50,00. ΚΥΠΡΟΥ: ΕΥΡΩ 90,00. ΕΥ- ΡΩΠΗΣ: ΕΥΡΩ 90,00. ΑΜΕΡΙΚΗΣ ΚΑΙ ΑΛ- ΛΩΝ ΧΩΡΩΝ: ΕΥΡΩ 100,00. ΤΙΜΗ ΦΥΛ- ΛΟΥ ΤΗΣ ΕΦΗΜΕΡΙ ΟΣ: ΕΥΡΩ 1,20 Ι ΡΥΤΗΣ Ἀρχιµ. Χαράλαµπος. Βασιλόπουλος

Διαβάστε περισσότερα

ΛΙΓΕΣ ΓΡΑΜΜΕΣ ΑΠΟ ΤΟΝ ΕΚΔΟΤΗ

ΛΙΓΕΣ ΓΡΑΜΜΕΣ ΑΠΟ ΤΟΝ ΕΚΔΟΤΗ ΛΙΓΕΣ ΓΡΑΜΜΕΣ ΑΠΟ ΤΟΝ ΕΚΔΟΤΗ Τό περιοδικό μας, μέ τήν τρίτη αύτη παρουσία του, βυν»χίζ&ε την πορεία του στον πνευματικό χώρο, τόσο τον Κυθηραϊκό άλλά κ* ί γενικώτερα τού έσωτερικού και εξωτερικοί). Ή διστακτικότητα

Διαβάστε περισσότερα