Τίτλος Μαθήματος: Βυζαντινή Ρητορική Ενότητα: Η ρητορική στην παλαιολόγεια περίοδο: όροι και προϋποθέσεις Διδάσκουσα: Λέκτορας Ελένη Καλτσογιάννη Τμήμα: Φιλολογίας
Βυζαντινή Ρητορική Δρ. Ελένη Καλτσογιάννη Εαρινό εξάμηνο 2015 Ἑρμογένης, Περὶ μύθου «Τὸν μῦθον πρῶτον ἀξιοῦσι προσάγειν τοῖς νέοις, διότι τὰς ψυχὰς αὐτῶν πρὸς τὸ βέλτιον ῥυθμίζειν δύναται ἔτι οὖν αὐτοὺς ἁπαλοὺς ὄντας ἀξιοῦσι πλάττειν. Φαίνονται δὲ τούτῳ χρησάμενοι καὶ οἱ ἀρχαῖοι, Ἡσίοδος μὲν τὸν τῆς ἀηδόνος εἰπών, Ἀρχίλοχος δὲ τὸν τῆς ἀλώπεκος. Ὀνομάζονται δὲ ἀπὸ τῶν εὑρόντων οἳ μὲν Κύπριοι, οἳ δὲ Λιβυκοί, οἳ δὲ Συβαριτικοί πάντες δὲ κοινῶς Αἰσώπειοι λέγονται, διότι τοῖς μύθοις Αἴσωπος ἐχρῆτο πρὸς τὰς συνουσίας. Ὑπογραφὴν δέ τινα τοιαύτην ἀποδιδόασιν αὐτοῦ ψευδῆ μὲν αὐτὸν ἀξιοῦσιν εἶναι, πάντως δὲ χρήσιμον πρός τι τῶν ἐν τῷ βίῳ ἔτι δὲ καὶ πιθανὸν εἶναι βούλονται. πῶς δ ἂν γένοιτο πιθανός; ἂν τὰ προσήκοντα πράγματα τοῖς προσώποις ἀποδιδῶμεν. οἷον περὶ κάλλους τις ἀγωνίζεται ταὼς οὗτος ὑποκείσθω. δεῖ τινι σοφόν τι περιτεθῆναι ἀλώπηξ ἐνταῦθα. μιμούμενοι τὰ τῶν ἀνθρώπων πράγματα ἐνταῦθα οἱ πίθηκοι. Χρὴ δὲ αὐτοὺς ποτὲ μὲν ἐκτείνειν, ποτὲ δὲ συστέλλειν. πῶς δ ἂν τοῦτο γένοιτο; εἰ νῦν μὲν αὐτὸν ψιλὸν λέγοιμεν κατὰ ἀφήγησιν, νῦν δὲ λόγους πλάττοιμεν τῶν δεδομένων προσώπων οἷον, ἵνα σοι καὶ ἐπὶ παραδείγματος γένηται φανερόν, οἱ πίθηκοι συνελθόντες ἐβουλεύοντο περὶ τοῦ χρῆναι πόλιν οἰκίζειν καὶ ἐπειδὴ ἔδοξεν αὐτοῖς, ἤμελλον ἅπτεσθαι τοῦ ἔργου. γέρων οὖν πίθηκος ἐπέσχεν αὐτοὺς εἰπών, ὅτι ῥᾷον ἁλώσονται περιβόλων ἐντὸς ἀποληφθέντες. οὕτως ἂν συντέμοις. εἰ δὲ ἐκτείνειν βούλοιο, ταύτῃ πρόαγε οἱ πίθηκοι συνελθόντες ἐβουλεύοντο περὶ πόλεως οἰκισμοῦ. καὶ δή τις παρελθὼν ἐδημηγόρησεν, ὅτι χρὴ καὶ αὐτοὺς πόλιν ἔχειν ὁρᾶτε γάρ, φησίν, ὡς εὐδαίμονες διὰ τοῦτο οἱ ἄνθρωποι καὶ οἶκον ἔχει ἕκαστος αὐτῶν καὶ εἰς ἐκκλησίαν οἱ σύμπαντες καὶ εἰς θέατρον ἀναβαίνοντες τέρπουσι τὰς ψυχὰς αὐτῶν θεάμασί τε καὶ ἀκούσμασι παντοδαποῖς, καὶ οὕτω πρόαγε διατρίβων καὶ λέγων, ὅτι καὶ τὸ ψήφισμα ἐγέγραπτο, καὶ λόγον πλάττε καὶ παρὰ τοῦ γέροντος πιθήκου. Καὶ ταῦτα μὲν ταύτῃ. Τὴν δὲ ἀπαγγελίαν βούλονται περιόδων ἀλλοτρίαν εἶναι γλυκύτητος ἐγγύς. Ὁ δὲ λόγος ὁ τὴν ὠφέλειαν δεικνὺς τὴν ἀπὸ τοῦ μύθου ποτὲ μὲν προταχθήσεται, ποτὲ δὲ ὑποταχθήσεται. Φαίνονται δὲ καὶ οἱ ῥήτορες αὐτῷ χρησάμενοι ἀντὶ παραδείγματος.» Ἀφθόνιος, <Περὶ μύθου> «Ὁ μῦθος ποιητῶν μὲν προῆλθε, γεγένηται δὲ καὶ ῥητόρων κοινὸς ἐκ παραινέσεως. Ἔστι δὲ μῦθος λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν. Καλεῖται δὲ Συβαριτικὸς καὶ Κίλιξ καὶ Κύπριος, πρὸς τοὺς εὑρόντας αὐτὸν μεταθεὶς τὰ ὀνόματα νικᾷ δὲ μᾶλλον Αἰσώπειος λέγεσθαι τῷ τὸν Αἴσωπον ἄριστα πάντων συγγράψαι τοὺς μύθους. Τοῦ δὲ μύθου τὸ μέν ἐστι λογικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ μικτόν καὶ λογικὸν μέν, ἐν ᾧ τι ποιῶν ἄνθρωπος πέπλασται, ἠθικὸν δὲ τὸ τῶν ἀλόγων ἦθος ἀπομιμούμενον, μικτὸν δὲ τὸ ἐξ ἀμφοτέρων, ἀλόγου καὶ λογικοῦ. Τὴν δὲ παραίνεσιν, δι ἣν ὁ μῦθος τέτακται, προτάττων μὲν ὀνομάσεις προμύθιον, ἐπιμύθιον δὲ τελευταῖον ἐπενεγκών.»
2 Γρηγόριος Κύπριος, Μῦθος 4 (έκδ. S. Kotzabassi, Ἑλληνικά 43 [1993] 52) «Οὐκ ἤρκει καὶ πιθήκοις ἡ τῶν ἄλλων ὧν ἐπιτηδεύουσιν ἄνθρωποι μίμησις, ἀλλ ἤδη καὶ μέχρι τοῦ πόλιν κτίζειν προήλθοσαν καὶ τειχήρεις γενέσθαι. διὸ καὶ ἔπραττον οὕτω, καὶ τὸ διανόημα πέρας αὐτοῖς οὐκ εἰς μακρὰν εἶχεν. ἀλλ ὡς ἦσαν ἐντὸς ἤδη τοῦ τείχους, εἷς τις ὑπειληφώς, ὡς ἔοικε τῶν πιθήκων ὁ συνετώτατος, οὐκ εἰς καλὸν ἔφη δοκῶ μοι, φίλοι, τὸν συγκλεισμὸν τοῦτον ἡμῖν ἀποβήσεσθαι, ὅτι μηδὲ πεφύκαμεν ἀπὸ τειχῶν μάχεσθαι, οὐδ ἐν τῷ πυργίταις εἶναι τὰ τῆς σωτηρίας ἡμῖν, ἐν δὲ φυγῇ μάλιστα καὶ δρασμῷ καὶ τῷ τῆς γῆς ὅπου δυνατόν ἐστι καταδύεσθαι. ὥσθ οὕτως ἔχοντες, ἐπιόντων τῶν ἐπιβουλευόντων, εἴτ ἄνθρωποί εἰσιν, εἴτε τι τῶν ζῴων ἕτερον, ποῖ διαδράσομεν; ποῖ καταδυσόμεθα; τίνα τοῦ μὴ συλληφθῆναι πορισόμεθα μηχανήν, οἵτινες ἐπίτηδες τῷ τείχει τῷδε ὥσπερ τινὶ δεσμῷ καὶ κλειῷ καὶ παγίδι καὶ τοιούτῳ τινὶ κακῷ φέροντες ἐνήκαμεν ἑαυτούς; τοιγαροῦν, εἴ τις ἡμῖν τοῦ ζῆν ἐστι καὶ περιεῖναι λόγος, ἐμοὶ πειστέον καὶ τὴν πόλιν φευκτέον καὶ τοῦτο δὴ μόνον πιθήκοις τῶν ἀνθρωπείων λεγέσθω ἀμίμητον, οὗτινος ὁ ζῆλος οὐκ ἔστιν ὡς οὐ πανωλεθρίαν ἐπιστήσει τοῖς μετιοῦσι καὶ τὸν ἔσχατον κίνδυνον.»
Ανοικτά Ακαδημαϊκά Μαθήματα Πανεπιστήμιο Ιωαννίνων Τέλος Ενότητας
Χρηματοδότηση Το παρόν εκπαιδευτικό υλικό έχει αναπτυχθεί στα πλαίσια του εκπαιδευτικού έργου του διδάσκοντα. Το έργο «Ανοικτά Ακαδημαϊκά Μαθήματα στο Πανεπιστήμιο Ιωαννίνων» έχει χρηματοδοτήσει μόνο τη αναδιαμόρφωση του εκπαιδευτικού υλικού. Το έργο υλοποιείται στο πλαίσιο του Επιχειρησιακού Προγράμματος «Εκπαίδευση και Δια Βίου Μάθηση» και συγχρηματοδοτείται από την Ευρωπαϊκή Ένωση (Ευρωπαϊκό Κοινωνικό Ταμείο) και από εθνικούς πόρους. Σημειώματα Σημείωμα Αναφοράς Copyright Πανεπιστήμιο Ιωαννίνων, Διδάσκουσα: Λέκτορας Ελένη Καλτσογιάννη. «Βυζαντινή Ρητορική. Η ρητορική στην παλαιολόγεια περίοδο: όροι και προϋποθέσεις». Έκδοση: 1.0. Ιωάννινα 2014. Διαθέσιμο από τη δικτυακή διεύθυνση: http://ecourse.uoi.gr/course/view.php?id=1346. Σημείωμα Αδειοδότησης Το παρόν υλικό διατίθεται με τους όρους της άδειας χρήσης Creative Commons Αναφορά Δημιουργού - Παρόμοια Διανομή, Διεθνής Έκδοση 4.0 [1] ή μεταγενέστερη. [1] https://creativecommons.org/licenses/by-sa/4.0/.