TRYMETRY JAMBICZNE. Katedra Języka i Cywilizacji Greckiej UMK Materiały dydaktyczne

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "TRYMETRY JAMBICZNE. Katedra Języka i Cywilizacji Greckiej UMK Materiały dydaktyczne"

Transcript

1 1 TRYMETRY JAMBICZNE οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει οὐδ' εἷλέ πώ με ζῆλος οὐδ' ἀγαίομαι θεῶν ἔργα, μεγάλης δ' οὐκ ἐρέω τυραννίδος ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν Archiloch χωρὶς γυναικὸς θεὸς ἐποίησεν νόον τὰ πρῶτα. τὴν μὲν ἐξ ὑὸς τανύτριχος, τῆι πάντ' ἀν' οἶκον βορβόρωι πεφυρμένα ἄκοσμα κεῖται καὶ κυλίνδεται χαμαί 5 αὐτὴ δ' ἄλουτος ἀπλύτοις ἐν εἵμασιν ἐν κοπρίηισιν ἡμένη πιαίνεται. τὴν δ' ἐξ ἀλιτρῆς θεὸς ἔθηκ' ἀλώπεκος γυναῖκα πάντων ἴδριν οὐδέ μιν κακῶν λέληθεν οὐδὲν οὐδὲ τῶν ἀμεινόνων 10 τὸ μὲν γὰρ αὐτῶν εἶπε πολλάκις κακόν, τὸ δ' ἐσθλόν ὀργὴν δ' ἄλλοτ' ἀλλοίην ἔχει. τὴν δ' ἐκ κυνός, λιτοργόν, αὐτομήτορα, ἣ πάντ' ἀκοῦσαι, πάντα δ' εἰδέναι θέλει, πάντηι δὲ παπταίνουσα καὶ πλανωμένη 15 λέληκεν, ἢν καὶ μηδέν' ἀνθρώπων ὁρᾶι. παύσειε δ' ἄν μιν οὔτ' ἀπειλήσας ἀνήρ, οὐδ' εἰ χολωθεὶς ἐξαράξειεν λίθωι ὀδόντας, οὐδ' ἂν μειλίχως μυθεόμενος, οὐδ' εἰ παρὰ ξείνοισιν ἡμένη τύχηι, 20 ἀλλ' ἐμπέδως ἄπρηκτον αὑονὴν ἔχει. τὴν δὲ πλάσαντες γηΐνην Ὀλύμπιοι ἔδωκαν ἀνδρὶ πηρόν οὔτε γὰρ κακὸν οὔτ' ἐσθλὸν οὐδὲν οἶδε τοιαύτη γυνή ἔργων δὲ μοῦνον ἐσθίειν ἐπίσταται. 25 κὤταν κακὸν χειμῶνα ποιήσηι θεός, ῥιγῶσα δίφρον ἄσσον ἕλκεται πυρός.

2 2 τὴν δ' ἐκ θαλάσσης, ἣ δύ' ἐν φρεσὶν νοεῖ τὴν μὲν γελᾶι τε καὶ γέγηθεν ἡμέρην ἐπαινέσει μιν ξεῖνος ἐν δόμοις ἰδών 30 οὐκ ἔστιν ἄλλη τῆσδε λωΐων γυνὴ ἐν πᾶσιν ἀνθρώποισιν οὐδὲ καλλίων τὴν δ' οὐκ ἀνεκτὸς οὐδ' ἐν ὀφθαλμοῖς ἰδεῖν οὔτ' ἄσσον ἐλθεῖν, ἀλλὰ μαίνεται τότε ἄπλητον ὥσπερ ἀμφὶ τέκνοισιν κύων, 35 ἀμείλιχος δὲ πᾶσι κἀποθυμίη ἐχθροῖσιν ἶσα καὶ φίλοισι γίνεται ὥσπερ θάλασσα πολλάκις μὲν ἀτρεμὴς ἕστηκ', ἀπήμων, χάρμα ναύτηισιν μέγα, θέρεος ἐν ὥρηι, πολλάκις δὲ μαίνεται 40 βαρυκτύποισι κύμασιν φορεομένη. ταύτηι μάλιστ' ἔοικε τοιαύτη γυνὴ ὀργήν φυὴν δὲ πόντος ἀλλοίην ἔχει. τὴν δ' ἔκ τε σποδιῆς καὶ παλιντριβέος ὄνου, ἣ σύν τ' ἀνάγκηι σύν τ' ἐνιπῆισιν μόγις 45 ἔστερξεν ὦν ἅπαντα κἀπονήσατο ἀρεστά τόφρα δ' ἐσθίει μὲν ἐν μυχῶι προνὺξ προῆμαρ, ἐσθίει δ' ἐπ' ἐσχάρηι. ὁμῶς δὲ καὶ πρὸς ἔργον ἀφροδίσιον ἐλθόντ' ἑταῖρον ὁντινῶν ἐδέξατο. 50 τὴν δ' ἐκ γαλῆς, δύστηνον οἰζυρὸν γένος κείνηι γὰρ οὔ τι καλὸν οὐδ' ἐπίμερον πρόσεστιν οὐδὲ τερπνὸν οὐδ' ἐράσμιον. εὐνῆς δ' ἀδηνής ἐστιν ἀφροδισίης, τὸν δ' ἄνδρα τὸν περῶντα ναυσίηι διδοῖ. 55 κλέπτουσα δ' ἔρδει πολλὰ γείτονας κακά, ἄθυστα δ' ἱρὰ πολλάκις κατεσθίει. τὴν δ' ἵππος ἁβρὴ χαιτέεσσ' ἐγείνατο, ἣ δούλι' ἔργα καὶ δύην περιτρέπει, κοὔτ' ἂν μύλης ψαύσειεν, οὔτε κόσκινον 60 ἄρειεν, οὔτε κόπρον ἐξ οἴκου βάλοι,

3 3 οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλεομένη ἵζοιτ'. ἀνάγκηι δ' ἄνδρα ποιεῖται φίλον λοῦται δὲ πάσης ἡμέρης ἄπο ῥύπον δίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται, 65 αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ βαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην. κᾱλὸν μὲν ὦν θέημα τοιαύτη γυνὴ ἄλλοισι, τῶι δ' ἔχοντι γίνεται κακόν, ἢν μή τις ἢ τύραννος ἢ σκηπτοῦχος ἦι, 70 ὅστις τοιούτοις θυμὸν ἀγλαΐζεται. τὴν δ' ἐκ πιθήκου τοῦτο δὴ διακριδὸν Ζεὺς ἀνδράσιν μέγιστον ὤπασεν κακόν. αἴσχιστα μὲν πρόσωπα τοιαύτη γυνὴ εἶσιν δι' ἄστεος πᾶσιν ἀνθρώποις γέλως 75 ἐπ' αὐχένα βραχεῖα κινεῖται μόγις ἄπυγος, αὐτόκωλος. ἆ τάλας ἀνὴρ ὅστις κακὸν τοιοῦτον ἀγκαλίζεται. δήνεα δὲ πάντα καὶ τρόπους ἐπίσταται ὥσπερ πίθηκος οὐδέ οἱ γέλως μέλει 80 οὐδ' ἄν τιν' εὖ ἔρξειεν, ἀλλὰ τοῦτ' ὁρᾶι καὶ τοῦτο πᾶσαν ἡμέρην βουλεύεται, ὅκως τι κὠς μέγιστον ἔρξειεν κακόν. τὴν δ' ἐκ μελίσσης τήν τις εὐτυχεῖ λαβών κείνηι γὰρ οἴηι μῶμος οὐ προσιζάνει, 85 θάλλει δ' ὑπ' αὐτῆς κἀπαέξεται βίος, φίλη δὲ σὺν φιλέοντι γηράσκει πόσει τεκοῦσα καλὸν κὠνομάκλυτον γένος. κἀριπρεπὴς μὲν ἐν γυναιξὶ γίνεται πάσηισι, θείη δ' ἀμφιδέδρομεν χάρις. 90 οὐδ' ἐν γυναιξὶν ἥδεται καθημένη ὅκου λέγουσιν ἀφροδισίους λόγους. τοίας γυναῖκας ἀνδράσιν χαρίζεται Ζεὺς τὰς ἀρίστας καὶ πολυφραδεστάτας τὰ δ' ἄλλα φῦλα ταῦτα μηχανῆι Διὸς

4 4 95 ἔστιν τε πάντα καὶ παρ' ἀνδράσιν μενεῖ. Ζεὺς γὰρ μέγιστον τοῦτ' ἐποίησεν κακόν, γυναῖκας ἤν τι καὶ δοκέωσιν ὠφελεῖν ἔχοντι, τῶι μάλιστα γίνεται κακόν οὐ γάρ κοτ' εὔφρων ἡμέρην διέρχεται 100 ἅπασαν, ὅστις σὺν γυναικὶ πέλεται, οὐδ' αἶψα Λιμὸν οἰκίης ἀπώσεται, ἐχθρὸν συνοικητῆρα, δυσμενέα θεῶν. ἀνὴρ δ' ὅταν μάλιστα θυμηδεῖν δοκῆι κατ' οἶκον, ἢ θεοῦ μοῖραν ἢ ἀνθρώπου χάριν, 105 εὑροῦσα μῶμον ἐς μάχην κορύσσεται. ὅκου γυνὴ γάρ ἐστιν οὐδ' ἐς οἰκίην ξεῖνον μολόντα προφρόνως δεκοίατο. ἥτις δέ τοι μάλιστα σωφρονεῖν δοκεῖ, αὕτη μέγιστα τυγχάνει λωβωμένη 110 κεχηνότος γὰρ ἀνδρός, οἱ δὲ γείτονες χαίρουσ' ὁρῶντες καὶ τόν, ὡς ἁμαρτάνει. τὴν ἣν δ' ἕκαστος αἰνέσει μεμνημένος γυναῖκα, τὴν δὲ τοὐτέρου μωμήσεται ἴσην δ' ἔχοντες μοῖραν οὐ γινώσκομεν. 115 Ζεὺς γὰρ μέγιστον τοῦτ' ἐποίησεν κακόν, καὶ δεσμὸν ἀμφέθηκεν ἄρρηκτον πέδην, ἐξ οὗ τε τοὺς μὲν Ἀΐδης ἐδέξατο γυναικὸς εἵνεκ' ἀμφιδηριωμένους.. Semonides ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγον δῆμον, τί τούτων πρὶν τυχεῖ ν ἐ παυσάμην; συμμαρτυροίη ταῦτ' ἂν ἐν δίκηι Χρόνου μήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων 5 ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτε ὅρους ἀνεῖλον πολλαχῆι πεπηγότας, πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρη. πολλοὺς δ' Ἀθήνας πατρίδ' ἐς θεόκτιτον

5 5 ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως, 10 ἄλλον δικαίως, τοὺς δ' ἀναγκαίης ὑπὸ χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ' Ἀττικὴν ἱέντας, ὡς δὴ πολλαχῆι πλανωμένους τοὺς δ' ἐνθάδ' αὐτοῦ δουλίην ἀεικέα ἔχοντας, ἤθη δεσποτ<έω>ν τρομ<εο>μένους, 15 ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτει ὁμοῦ βίην τε καὶ δίκην ξυναρμόσας ἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην θεσμοὺς δ' ὁμοίως τῶι κακῶι τε κἀγαθῶι εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην 20 ἔγραψα. κέντρον δ' ἄλλος ὡς ἐγὼ λαβών, κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ, οὐκ ἂν κατέσχε δῆμον εἰ γὰρ ἤθελον ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε, αὖτις δ' ἃ τοῖσιν οὕτεροι φρασαίατο, 25 πολλῶν ἂν ἀνδρῶν ἥδ' ἐχηρώθη πόλις. τῶν οὕνεκ' ἀλκὴν πάντοθεν ποι<εό>μενος ὡς ἐν κυσὶν πολλῆισιν ἐστράφην λύκος. Solon Z Antygony Sofoklesa: 1 Ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, ἆρ' οἶσθ' ὅ τι Ζεὺς τῶν ἀπ' Οἰδίπου κακῶν ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; Οὐδὲν γὰρ οὔτ' ἀλγεινὸν οὔτ' ἄτης ἄτερ 5 οὔτ' αἰσχρὸν οὔτ' ἄτιμόν ἐσθ' ὁποῖον οὐ τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ' ἐγὼ κακῶν. Καὶ νῦν τί τοῦτ' αὖ φασι πανδήμῳ πόλει κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; Ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει 10 πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;

6 6 Ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων οὔθ' ἡδὺς οὔτ' ἀλγεινὸς ἵκετ', ἐξ ὅτου δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο μιᾷ θανόντων ἡμέρᾳ διπλῇ χερί 15 ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ' ὑπέρτερον, οὔτ' εὐτυχοῦσα μᾶλλον οὔτ' ἀτωμένη. Ἤιδη καλῶς καί σ' ἐκτὸς αὐλείων πυλῶν τοῦδ' οὕνεκ' ἐξέπεμπον, ὡς μόνη κλύοις. 20 Τί δ' ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ' ἔπος. Οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων τὸν μὲν προτίσας, τὸν δ' ἀτιμάσας ἔχει; Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκῃ χρῆσθαι δικαιῶν καὶ νόμῳ, κατὰ χθονὸς 25 ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς τὸν δ' ἀθλίως θανόντα Πολυνείκους νέκυν ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα, ἐᾶν δ' ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν 30 θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. Τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ' ἔχειν, καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ' ἄγειν 35 οὐχ ὡς παρ' οὐδέν, ἀλλ' ὃς ἂν τούτων τι δρᾷ φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει. Οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα εἴτ' εὐγενὴς πέφυκας εἴτ' ἐσθλῶν κακή. Τί δ', ὦ ταλαῖφρον, εἰ τάδ' ἐν τούτοις, ἐγὼ 40 λύουσ' ἂν εἴθ' ἅπτουσα προσθείμην πλέον;

7 7 Εἰ ξυμπονήσεις καὶ ξυνεργάσῃ σκόπει. Ποῖόν τι κινδύνευμα; ποῖ γνώμης ποτ' εἶ; Εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί. Ἦ γὰρ νοεῖς θάπτειν σφ', ἀπόρρητον πόλει; 45 Τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς, ἀδελφόν οὐ γὰρ δὴ προδοῦσ' ἁλώσομαι. Ὦ σχετλία, Κρέοντος ἀντειρηκότος; Ἀλλ' οὐδὲν αὐτῷ τῶν ἐμῶν <μ'> εἴργειν μέτα. Οἴμοι φρόνησον, ὦ κασιγνήτη, πατὴρ 50 ὡς νῷν ἀπεχθὴς δυσκλεής τ' ἀπώλετο, πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον 55 τρίτον δ' ἀδελφὼ δύο μίαν καθ' ἡμέραν αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον κοινὸν κατειργάσαντ' ἐπαλλήλοιν χεροῖν. Νῦν δ' αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει ὅσῳ κάκιστ' ὀλούμεθ', εἰ νόμου βίᾳ 60 ψῆφον τυράννων ἢ κράτη παρέξιμεν. Ἀλλ' ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ' ὅτι ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα ἔπειτα δ' οὕνεκ' ἀρχόμεσθ' ἐκ κρεισσόνων καὶ ταῦτ' ἀκούειν κἄτι τῶνδ' ἀλγίονα. 65 Ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,

8 8 τοῖς ἐν τέλει βεβῶσι πείσομαι τὸ γὰρ περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα. Οὔτ' ἂν κελεύσαιμ' οὔτ' ἄν, εἰ θέλοις ἔτι 70 πράσσειν, ἐμοῦ γ' ἂν ἡδέως δρῴης μέτα. Ἀλλ' ἴσθ' ὁποία σοι δοκεῖ, κεῖνον δ' ἐγὼ θάψω καλόν μοι τοῦτο ποιούσῃ θανεῖν. Φίλη μετ' αὐτοῦ κείσομαι, φίλου μέτα, ὅσια πανουργήσασ' ἐπεὶ πλείων χρόνος 75 ὃν δεῖ μ' ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. Ἐκεῖ γὰρ αἰεὶ κείσομαι σοὶ δ' εἰ δοκεῖ, τὰ τῶν θεῶν ἔντιμ' ἀτιμάσασ' ἔχε. Ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος. 80 Σὺ μὲν τάδ' ἂν προὔχοι', ἐγὼ δὲ δὴ τάφον χώσουσ' ἀδελφῷ φιλτάτῳ πορεύσομαι. Οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου. Μὴ 'μοῦ προτάρβει τὸν σὸν ἐξόρθου πότμον. Ἀλλ' οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ 85 τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ' αὕτως ἐγώ. Οἴμοι, καταύδα πολλὸν ἐχθίων ἔσῃ σιγῶσ', ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. Θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. Ἀλλ' οἶδ' ἀρέσκουσ' οἷς μάλισθ' ἁδεῖν με χρή. 90 Εἰ καὶ δυνήσῃ γ' ἀλλ' ἀμηχάνων ἐρᾷς.

9 9 Οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι. Ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα. Εἰ ταῦτα λέξεις, ἐχθαρῇ μὲν ἐξ ἐμοῦ, ἐχθρὰ δὲ τῷ θανόντι προσκείσῃ δίκῃ. 95 Ἀλλ' ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν παθεῖν τὸ δεινὸν τοῦτο πείσομαι γὰρ οὐ τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν. Ἀλλ', εἰ δοκεῖ σοι, στεῖχε τοῦτο δ' ἴσθ' ὅτι ἄνους μὲν ἔρχῃ, τοῖς φίλοις δ' ὀρθῶς φίλη. TETRAMETRY TROCHEICZNE Γλαῦχ', ὅρα βαθὺς γὰρ ἤδη κύμασιν ταράσσεται πόντος, ἀμφὶ δ' ἄκρα Γυρέων ὀρθὸν ἵσταται νέφος, σῆμα χειμῶνος, κιχάνει δ' ἐξ ἀελπτίης φόβος. Archiloch ὡς Διωνύσου ἄνακτος καλὸν ἐξάρξαι μέλος οἶδα διθύραμβον οἴνωι συγκεραυνωθεὶς φρένας. Archiloch χρημάτων ἄελπτον οὐδέν ἐστιν οὐδ' ἀπώμοτον οὐδὲ θαυμάσιον, ἐπειδὴ Ζεὺς πατὴρ Ὀλυμπίων ἐκ μεσαμβρίης ἔθηκε νύκτ', ἀποκρύψας φάος ἡλίου λάμποντος, λυγρὸν δ' ἦλθ' ἐπ' ἀνθρώπους δέος. ἐκ δὲ τοῦ καὶ πιστὰ πάντα κἀπίελπτα γίνεται ἀνδράσιν μηδεὶς ἔθ' ὑμ<έω>ν εἰσορ<έω>ν θαυμαζέτω μηδ' ἐὰν δελφῖσι θῆρες ἀνταμείψωνται νομὸν ἐνάλιον, καί σφιν θαλάσσης ἠχέεντα κύματα φίλτερ' ἠπείρου γένηται, τοῖσι δ' ὑλέειν ὄρος.

10 10. Archiloch θυμέ, θύμ', ἀμηχάνοισι κήδεσιν κυκώμενε, ἀναδευ δυσμενῶν δ' ἀλέξεο προσβαλὼν ἐναντίον στέρνον ἐνδοκοισιν ἐχθρῶν πλησίον κατασταθεὶς ἀσφαλέως καὶ μήτε νικέων ἀμφάδην ἀγάλλεο, μηδὲ νικηθεὶς ἐν οἴκωι καταπεσὼν ὀδύρεο, ἀλλὰ χαρτοῖσίν τε χαῖρε καὶ κακοῖσιν ἀσχάλα μὴ λίην, γίνωσκε δ' οἷος ῥυσμὸς ἀνθρώπους ἔχει. Archiloch οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ ἐσθλὰ γὰρ θεοῦ διδόντος, αὐτὸς οὐκ ἐδέξατο. περιβαλὼν δ' ἄγραν, ἀασθεὶς οὐκ ἐπέσπασεν μέγα δίκτυον, θυμοῦ θ' ἁμαρτῇ καὶ φρενῶν ἀποσφαλείς. ἤθελον γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼν καὶ τυραννεύσας Ἀθηνῶν μοῦνον ἡμέραν μίαν, ἀσκὸς ὕστερον δεδάρθαι καὶ ἐπιτετρῖφθαι γένος. Solon οἱ δ' ἐφ' ἁρπαγῆισιν ἦλθον ἐλπίδ' εἶχον ἀφνεήν, κἀδόκεον ἕκαστος αὐτῶν ὄλβον εὑρήσειν πολύν, καί με κωτίλλοντα λείως τραχὺν ἐκφανεῖν νόον. χαῦνα μὲν τότ' ἐφράσαντο, νῦν δέ μοι χολούμενοι 5 λοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον. οὐ χρεών ἃ μὲν γὰρ εἶπα, σὺν θεοῖσιν ἤνυσα, ἄλλα δ' οὐ μάτην ἔερδον, οὐδέ μοι τυραννίδος ἁ ν δάν ει βίηι τι[..].ε[ι]ν, οὐδὲ πιείρης χθονὸς πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίην ἔχειν. Solon

Σοφοκλέους Αντιγόνη. Συντακτική ανάλυση και μετάφραση: στίχοι 18-38

Σοφοκλέους Αντιγόνη. Συντακτική ανάλυση και μετάφραση: στίχοι 18-38 Σοφοκλέους Αντιγόνη Συντακτική ανάλυση και μετάφραση: στίχοι 18-38 ΑΝΤΙΓΟΝΗ στ. 18-19 Ἤιδη καλῶς, καί σ ἐκτός αὐλείων πυλῶν τοῦδ οὔνεκ ἐξέπεμπον, ὡς μόνη κλύοις. στ. 18 Ἤιδη καλῶς: κύρια πρόταση Ἤιδη:

Διαβάστε περισσότερα

A Semonidian Fragment (7)

A Semonidian Fragment (7) A Semonidian Fragment (7) Paul McGilvery χωρὶς γυναικὸς θς ἐποίησεν νόον τὰ πρῶτα. τὴν µὲν ἐξ ὑὸς τανύτριχος, τῆι πάντ' ἀν' οἶκον βορβόρωι πεφυρµένα ἄκοσµα κεῖται καὶ κυλίνδεται χαµαί αὐτὴ δ' ἄλουτος

Διαβάστε περισσότερα

1. Να μεταφραστεί το τμήμα: Ὦ κοινὸν αὐτάδελφον τῶν ἐχθρῶν κακά; Μονάδες 30

1. Να μεταφραστεί το τμήμα: Ὦ κοινὸν αὐτάδελφον τῶν ἐχθρῶν κακά; Μονάδες 30 ΘΕΜΑ ον οφοκλέους, Αντιγόνη, στ. -9 Α. ΚΕΙΜΕΝΟ ΑΝΤΙΓΟΝΗ Ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα ἆρ οἶσθ ὅ τι Ζεὺς τῶν ἀπ Οἰδίπου κακῶν ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; Οὐδὲν γὰρ οὔτ ἀλγεινὸν οὔτ ἄτης ἄτερ οὔτ

Διαβάστε περισσότερα

οφοκλέους Αντιγόνη, στ. 39-57 Φύλλο εργασίας αρ.3α

οφοκλέους Αντιγόνη, στ. 39-57 Φύλλο εργασίας αρ.3α οφοκλέους Αντιγόνη, στ. 39-57 Φύλλο εργασίας αρ.3α Στ. 39 Τί ἄν προσθείμην (= δυν.ευκτική = θα μπορούσα να προσθέσω) λύουσα εἴ ἅπτουσα (= τροπ.μτχ) = χαλαρώνοντας ή σφίγγοντας τον κόμπο; (έκφραση αμηχανίας)

Διαβάστε περισσότερα

ΔΙΔΑΚΤΙΚΟΣ ΣΧΕΔΙΑΣΜΟΣ ΜΕ ΣΥΜΜΕΤΟΧΙΚΕΣ ΕΚΠΑΙΔΕΥΤΙΚΕΣ ΤΕΧΝΙΚΕΣ

ΔΙΔΑΚΤΙΚΟΣ ΣΧΕΔΙΑΣΜΟΣ ΜΕ ΣΥΜΜΕΤΟΧΙΚΕΣ ΕΚΠΑΙΔΕΥΤΙΚΕΣ ΤΕΧΝΙΚΕΣ ΔΙΔΑΚΤΙΚΟΣ ΣΧΕΔΙΑΣΜΟΣ ΜΕ ΣΥΜΜΕΤΟΧΙΚΕΣ ΕΚΠΑΙΔΕΥΤΙΚΕΣ ΤΕΧΝΙΚΕΣ Διδακτικοί στόχοι του έργου και της ενότητας (ειδικοί) Πρόλογος Διαφορετικό κοινό από το κοινό του Σοφοκλή (αντίληψη για την πόλη και για τους

Διαβάστε περισσότερα

ΤΟ ΘΗΛΥ ΣΤΟΝ ΠΟΛΙΤΙΣΜΟ ΤΟΥ ΚΑΛΛΟΥΣ

ΤΟ ΘΗΛΥ ΣΤΟΝ ΠΟΛΙΤΙΣΜΟ ΤΟΥ ΚΑΛΛΟΥΣ 1 ΣΕΜΙΝΑΡΙΑ ΙΣΤΟΡΙΚΟΦΙΛΟΣΟΦΙΚΟΥ ΛΟΓΟΥ ΤΟ ΘΗΛΥ ΣΤΟΝ ΠΟΛΙΤΙΣΜΟ ΤΟΥ ΚΑΛΛΟΥΣ Ο Νέος Μύθος της Πανδώρας στον Ησίοδο ΘΕΟΓΟΝΙΑ, 565 sqq. ΕΡΓΑ ΚΑΙ ΗΜΕΡΑΙ, 48 sqq. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο, κλέψας

Διαβάστε περισσότερα

Τετάρτη 12 Νοεμβρίου 2014

Τετάρτη 12 Νοεμβρίου 2014 ΑΡΧΑΙΑ ΓΕΝΙΚΗΣ ΠΑΙΔΕΙΑΣ Β ΛΥΚΕΙΟΥ «ΑΝΤΙΓΟΝΗ» ΙΣΜΗΝΗ Οἴμοι φρόνησον, ὦ κασιγνήτη, πατὴρ ὡς νῷν ἀπεχθὴς δυσκλεής τ ἀπώλετο, 50 πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί ἔπειτα μήτηρ

Διαβάστε περισσότερα

3. Στίχοι Βλ. εισαγωγή διδακτικού βιβλίου, σ Η Αντιγόνη υπακούει στην παραδοσιακή (αρχαϊκή) ηθική, στην οποία η τιµή κατέχει

3. Στίχοι Βλ. εισαγωγή διδακτικού βιβλίου, σ Η Αντιγόνη υπακούει στην παραδοσιακή (αρχαϊκή) ηθική, στην οποία η τιµή κατέχει 3. Στίχοι 39-68 3.1. Ερµηνευτικές ερωτήσεις ανοικτού τύπου (ανάπτυξης και σύντοµης απάντησης) 1. Πώς αντιδρά η Ισµήνη στην πρόταση της Αντιγόνης να θάψουν τον Πολυνείκη παραβαίνοντας τη διαταγή του Κρέοντα;

Διαβάστε περισσότερα

ΜΕΡΟΣ Α. Ολιγόλεπτη γραπτή δοκιµασία στα αρχαία ελληνικά (15-18 )

ΜΕΡΟΣ Α. Ολιγόλεπτη γραπτή δοκιµασία στα αρχαία ελληνικά (15-18 ) ΚΡΙΤΗΡΙΑ ΑΞΙΟΛΟΓΗΣΗΣ ΜΕΡΟΣ Α 1. Κριτήριο 1ο Ολιγόλεπτη γραπτή δοκιµασία στα αρχαία ελληνικά (15-18 ) Κείµενο: Σοφοκλέους Ἀντιγόνη: στίχοι 49-68. 1.1. ΟΜΑ Α Α 65 ἐγὼ µὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς ξύγγνοιαν

Διαβάστε περισσότερα

ΠΡΟΛΟΓΟΣ 1-99 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Β ΛΥΚΕΙΟΥ ΝΙΚ. ΚΑΡΥΔΗΣ- ΦΙΛΟΛΟΓΟΣ ΑΝΤΙΓΟΝΗ ΣΟΦΟΚΛΗ. ΑΝ: Ισμήνη, πολυαγαπημένη μου αδελφή,

ΠΡΟΛΟΓΟΣ 1-99 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Β ΛΥΚΕΙΟΥ ΝΙΚ. ΚΑΡΥΔΗΣ- ΦΙΛΟΛΟΓΟΣ ΑΝΤΙΓΟΝΗ ΣΟΦΟΚΛΗ. ΑΝ: Ισμήνη, πολυαγαπημένη μου αδελφή, ΑΝΤΙΓΟΝΗ ΣΟΦΟΚΛΗ ΠΡΟΛΟΓΟΣ 1-99 Κείμενο Μετάφραση ΑΝ. Ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, ΑΝ: Ισμήνη, πολυαγαπημένη μου αδελφή, ἆρ οἶσθ ὅ τι Ζεὺς τῶν ἀπ Οἰδίπου κακῶν άραγε ξέρεις αν υπάρχει καμιά συμφορά

Διαβάστε περισσότερα

1. Να μεταφραστεί το τμήμα: Ὦ κοινὸν αὐτάδελφον τῶν ἐχθρῶν κακά; Μονάδες 30

1. Να μεταφραστεί το τμήμα: Ὦ κοινὸν αὐτάδελφον τῶν ἐχθρῶν κακά; Μονάδες 30 ΘΕΜΑ ον οφοκλέους, Αντιγόνη, στ. -9 Α. ΚΕΙΜΕΝΟ 0 οὔθ ἡδὺς οὔτ ἀλγεινὸς ἵκετ ἐξ ὅτου Ηιδη καλῶς, καί σ ἐκτὸς αὐλείων πυλῶν. Να μεταφραστεί το τμήμα: Ὦ κοινὸν αὐτάδελφον τῶν ἐχθρῶν κακά; 2. Τι είναι το δράμα

Διαβάστε περισσότερα

ΣΗΜΕΙΩΣΕΙΣ ΑΝΤΙΓΟΝΗΣ ΣΟΦΟΚΛΗ

ΣΗΜΕΙΩΣΕΙΣ ΑΝΤΙΓΟΝΗΣ ΣΟΦΟΚΛΗ ΣΗΜΕΙΩΣΕΙΣ ΑΝΤΙΓΟΝΗΣ ΣΟΦΟΚΛΗ Πρόλογος 1-19 ΑΝΤΙΓΟΝΗ : Ὦ κοινόν αὐτάδελφον Ἰσμήνης κάρα, ἆρα οἶσθα ὃ,τι τῶν ἀπ Οἰδίπου κακῶν ὁποῖον Ζεύς οὐχί τελεῖ νῶν ἒτι ζώσαιν; Οὐδέν γάρ ἐστ οὒτ ἀλγεινόν οὒτ ἂτης ἂτερ

Διαβάστε περισσότερα

ΔΙΩΡΗ ΓΡΑΠΤΗ ΕΞΕΤΑΣΗ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΓΕΝΙΚΗΣ ΠΑΙΔΕΙΑΣ Β ΛΥΚΕΙΟΥ

ΔΙΩΡΗ ΓΡΑΠΤΗ ΕΞΕΤΑΣΗ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΓΕΝΙΚΗΣ ΠΑΙΔΕΙΑΣ Β ΛΥΚΕΙΟΥ ΕΚΠΑΙΔΕΥΤΙΚΟΣ ΟΜΙΛΟΣ Α Λ Φ Α ΚΕΙΜΕΝΟ 1 ΔΙΩΡΗ ΓΡΑΠΤΗ ΕΞΕΤΑΣΗ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΓΕΝΙΚΗΣ ΠΑΙΔΕΙΑΣ Β ΛΥΚΕΙΟΥ ΑΝ. Οὔτ ἂν κελεύσαιμ οὔτ ἄν, εἰ θέλοις ἔτι πράσσειν, ἐμοῦ γ ἂν ἡδέως δρῴης μέτα. (70) Ἀλλ ἴσθ

Διαβάστε περισσότερα

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διαβάστε περισσότερα

ΑΝΤΙΓΟΝΗ ΣΟΦΟΚΛΕΟΥΣ ΠΡΟΛΟΓΟΣ (στ.1-99)

ΑΝΤΙΓΟΝΗ ΣΟΦΟΚΛΕΟΥΣ ΠΡΟΛΟΓΟΣ (στ.1-99) 1 ΣΟΦΟΚΛΕΟΥΣ ΠΡΟΛΟΓΟΣ (στ.1-99) Μτφρ. Ι.Ν. Γρυπάρης. ΠΡΟΛΟΓΟΣ (στ.1-99) Ω αγαπημένη αυταδερφή μου Ισμήνη, ξέρεις ποιο τάχ' απ' τα κακά, που ο Οιδίπους μας άφησε κληρονομιά, να μένη που ο Δίας να μην το

Διαβάστε περισσότερα

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΛΑΤΩΝΟΣ ΠΟΛΙΤΕΙΑ (519C-D, 520Α) Ἡμέτερον δὴ ἔργον, ἦν δ' ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,

Διαβάστε περισσότερα

Δρ. Δημήτριος Γιαννακόπουλος. Σχολικός Σύμβουλος Φιλολόγων Αργολίδας π. Πάρεδρος Π.Ι.

Δρ. Δημήτριος Γιαννακόπουλος. Σχολικός Σύμβουλος Φιλολόγων Αργολίδας π. Πάρεδρος Π.Ι. Δρ. Δημήτριος Γιαννακόπουλος Σχολικός Σύμβουλος Φιλολόγων Αργολίδας π. Πάρεδρος Π.Ι. Σχέδια Διδασκαλίας και Διδακτικό Υλικό των Δειγματικών Διδασκαλιών που πραγματοποιήθηκαν από τον Σχολικό Σύμβουλο Φιλολόγων

Διαβάστε περισσότερα

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 29 ΜΑΪΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ Γ ΓΕΛ 29 / 04 / 2018 Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικά (Α 1, 1 & Γ 1, 1-2) Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ

Διαβάστε περισσότερα

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ

Διαβάστε περισσότερα

ΣΟΦΟΚΛΕΟΥΣ ΑΝΤΙΓΟΝΗ ΑΠΑΝΤΗΣΕΙΣ ΣΤΙΣ ΕΡΩΤΗΣΕΙΣ ΤΗΣ ΤΡΑΠΕΖΑΣ ΘΕΜΑΤΩΝ. ΘΕΜΑΤΑ ΣΧΕΤΙΚΑ ΜΕ ΤΟΝ ΠΡΟΛΟΓΟ (στ. 1-99) (αρ. 17870-17964)

ΣΟΦΟΚΛΕΟΥΣ ΑΝΤΙΓΟΝΗ ΑΠΑΝΤΗΣΕΙΣ ΣΤΙΣ ΕΡΩΤΗΣΕΙΣ ΤΗΣ ΤΡΑΠΕΖΑΣ ΘΕΜΑΤΩΝ. ΘΕΜΑΤΑ ΣΧΕΤΙΚΑ ΜΕ ΤΟΝ ΠΡΟΛΟΓΟ (στ. 1-99) (αρ. 17870-17964) ΣΟΦΟΚΛΕΟΥΣ ΑΝΤΙΓΟΝΗ ΑΠΑΝΤΗΣΕΙΣ ΣΤΙΣ ΕΡΩΤΗΣΕΙΣ ΤΗΣ ΤΡΑΠΕΖΑΣ ΘΕΜΑΤΩΝ ΘΕΜΑΤΑ ΣΧΕΤΙΚΑ ΜΕ ΤΟΝ ΠΡΟΛΟΓΟ (στ. 1-99) (αρ. 17870-17964) Copyright για τις απαντήσεις των θεµάτων Σ. Πατάκης ΑΕΕ Ε (Εκδόσεις Πατάκη),

Διαβάστε περισσότερα

1. Να μεταφραστεί το τμήμα: Οὐ γὰρ τάφου νῷν εἰσορῶσι πρὸς χάριν βορᾶς. Μονάδες 30

1. Να μεταφραστεί το τμήμα: Οὐ γὰρ τάφου νῷν εἰσορῶσι πρὸς χάριν βορᾶς. Μονάδες 30 Α. ΚΕΙΜΕΝΟ ΘΕΜΑ 2 ον οφοκλέους, Αντιγόνη, στ. -38. Να μεταφραστεί το τμήμα: Οὐ γὰρ τάφου νῷν εἰσορῶσι πρὸς χάριν βορᾶς. 2. Πώς προέκυψε η αρχιτεκτονική μορφή του αρχαίου θεάτρου και ποια είναι τα βασικά

Διαβάστε περισσότερα

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι

Διαβάστε περισσότερα

Μετάφραση. ἐπεὶ δὲ Ἀργείων στρατὸς φροῦδός ἐστιν ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ' ὑπέρτερον, οὔτ' εὐτυχοῦσα μᾶλλον οὔτ' ἀτωμένη.

Μετάφραση. ἐπεὶ δὲ Ἀργείων στρατὸς φροῦδός ἐστιν ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ' ὑπέρτερον, οὔτ' εὐτυχοῦσα μᾶλλον οὔτ' ἀτωμένη. Αντιγόνη Ὦ κάρα κοινὸν αὐτάδελφον Ἰσμήνης, ἆρ' οἶσθ' ὅ τι τῶν κακῶν ἀπ' Οἰδίπου ὁποῖον Ζεὺς οὐχὶ τελεῖ νῷν ἔτι ζώσαιν ; Οὐδὲν γὰρ ἐσθ' οὔτ' ἀλγεινὸν οὔτ' ἄτης ἄτερ 5 οὔτ' αἰσχρὸν οὔτ' ἄτιμον, ὁποῖον οὐκ

Διαβάστε περισσότερα

1. Να μεταφραστεί το τμήμα: Οἴμοι φρόνησον ἐπαλλήλοιν χεροῖν. Μονάδες 30

1. Να μεταφραστεί το τμήμα: Οἴμοι φρόνησον ἐπαλλήλοιν χεροῖν. Μονάδες 30 ΘΕΜΑ 5 ον οφοκλέους, Αντιγόνη, στ. 49-68. Να μεταφραστεί το τμήμα: Οἴμοι φρόνησον ἐπαλλήλοιν χεροῖν. 2. Τι γνωρίζετε για τον Σοφοκλή: γέννηση, οικογενειακό περιβάλλον, μόρφωση, ιδιαίτερα προσόντα. 3. α)

Διαβάστε περισσότερα

Αρχαία Ελληνική Γλώσσα και Γραμματεία Β Λυκείου. Θεματική ενότητα: Σοφοκλέους Τραγωδίαι, «Αντιγόνη» στ. 1-38

Αρχαία Ελληνική Γλώσσα και Γραμματεία Β Λυκείου. Θεματική ενότητα: Σοφοκλέους Τραγωδίαι, «Αντιγόνη» στ. 1-38 Π.3.2.1 Εκπαιδευτικά σενάρια και μαθησιακές δραστηριότητες, σύμφωνα με συγκεκριμένες προδιαγραφές, που αντιστοιχούν σε 30 διδακτικές ώρες ανά τάξη Αρχαία Ελληνική Γλώσσα και Γραμματεία Β Λυκείου Θεματική

Διαβάστε περισσότερα

1. Να μεταφραστεί το τμήμα: Οὒτ' ἂν κελεύσαιμ... ἀτιμάσασ' ἒχε. Μονάδες 30

1. Να μεταφραστεί το τμήμα: Οὒτ' ἂν κελεύσαιμ... ἀτιμάσασ' ἒχε. Μονάδες 30 ΘΕΜΑ 7 ον οφοκλέους, Αντιγόνη, στ. 69-87. Να μεταφραστεί το τμήμα: Οὒτ' ἂν κελεύσαιμ... ἀτιμάσασ' ἒχε. 2. Τι περιλαμβάνει το επικό και τι το λυρικό μέρος της τραγωδίας (ονομαστικά); 3. δοκεῖ, πανουργήσασα,

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ ΕΝΟΣΗΣΑ 2 1. Να συμπληρώσετε τα κενά με τα παραθετικά των επιθέτων και των επιρρημάτων που βρίσκονται στην παρένθεση. - Τὸ σῴζειν τἀγαθὰ τοῦ κτήσασθαι (χαλεπόν, συγκρ.). - Τῶν ἀνδρῶν ἐπολέμησαν αἱ γυναῖκες

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

1. Να μεταφραστεί το τμήμα: Τὶ δ', ὦ ταλαῖφρον μ εἲργειν μέτα. Μονάδες 30

1. Να μεταφραστεί το τμήμα: Τὶ δ', ὦ ταλαῖφρον μ εἲργειν μέτα. Μονάδες 30 Α. ΚΕΙΜΕΝΟ ΘΕΜΑ 4 ον οφοκλέους, Αντιγόνη, στ. 39-57. Να μεταφραστεί το τμήμα: Τὶ δ', ὦ ταλαῖφρον μ εἲργειν μέτα. 2. α) Να αναφέρετε ονομαστικά τους συντελεστές της αρχαίας παράστασης. β) Ποιος ήταν ο βασικός

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4) 53 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ 2013 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά,

Διαβάστε περισσότερα

ΙΙ. ΣΟΦΟΚΛΕΟΥΣ ΑΝΤΙΓΟΝΗ - ΠΑΡΑ ΕΙΓΜΑΤΑ ΕΡΩΤΗΣΕΩΝ ΜΕΡΟΣ Α

ΙΙ. ΣΟΦΟΚΛΕΟΥΣ ΑΝΤΙΓΟΝΗ - ΠΑΡΑ ΕΙΓΜΑΤΑ ΕΡΩΤΗΣΕΩΝ ΜΕΡΟΣ Α ΙΙ. ΣΟΦΟΚΛΕΟΥΣ ΑΝΤΙΓΟΝΗ - ΠΑΡΑ ΕΙΓΜΑΤΑ ΕΡΩΤΗΣΕΩΝ ΜΕΡΟΣ Α 1. Στίχοι 1-17 1.1. Ερµηνευτικές ερωτήσεις ανοικτού τύπου (ανάπτυξης και σύντοµης απάντησης) 1. Από ποιο µυθολογικό κύκλο αντλεί το υλικό γι αυτό

Διαβάστε περισσότερα

ΕΡΜΗΝΕΥΤΙΚΑ ΣΧΟΛΙΑ-ΠΡΟΛΟΓΟΣ

ΕΡΜΗΝΕΥΤΙΚΑ ΣΧΟΛΙΑ-ΠΡΟΛΟΓΟΣ ΕΡΜΗΝΕΥΤΙΚΑ ΣΧΟΛΙΑ-ΠΡΟΛΟΓΟΣ (1-99) Τόπος : Θήβα, ανάκτορα Λαβδακιδών. Η υπόθεση διαδραματίζεται έξω από την εξωτερική πύλη (αὔλειοι πύλαι) του ανακτόρου της Θήβας, όπως μπορούμε να συμπεράνουμε από τους

Διαβάστε περισσότερα

ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011

ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ www.scooltime.gr www.schooitime.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΤΕΛΟΣ 1ΗΣ ΑΠΟ 4 ΣΕΛΙ ΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ

Διαβάστε περισσότερα

Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 )

Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Διαγώνισμα Αρχαία Ελληνικά γ λυκείου Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Είναι φυσική λοιπόν η τάση του ανθρώπου να συνυπάρχει μαζί με άλλους σε μια τέτοια κοινωνία.

Διαβάστε περισσότερα

1 1 παυλος και σιλουανος και τιμοθεος

1 1 παυλος και σιλουανος και τιμοθεος 2 Tesalonika 1 1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω 2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3 ευχαριστειν

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 08 Δεύτερο επεισόδιο (163e-165a7): Κριτίου ρήσις και τέταρτος ορισμός της σωφροσύνης (τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν) Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές

Διαβάστε περισσότερα

Gregorius Nyssenus - De deitate filii et spiritus sancti

Gregorius Nyssenus - De deitate filii et spiritus sancti This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους:

Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους: ΤΡΟΠΟΙ ΣΥΝΔΕΣΗΣ ΠΡΟΤΑΣΕΩΝ Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους: με το ασύνδετο σχήμα παρατακτικά / κατά παράταξη υποτακτικά / καθ' υπόταξη ΑΣΥΝΔΕΤΟ

Διαβάστε περισσότερα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Ο ομιλητής, αφού απέδειξε ότι ο ισχυρισμός του Θεόμνηστου ότι ο ίδιος είχε δολοφονήσει τον πατέρα

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6 ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6 Α Διδαγμένο κείμενο Αριστοτέλης, Πολιτικά, επιλογή από 1274b32

Διαβάστε περισσότερα

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης 44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης ΣΑΒΒΑΪ Η ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Χρυσοστόµου Σµύρνης 3 : 210/76.01.470 210/76.00.179 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους,

Διαβάστε περισσότερα

1. Να μεταφραστεί το τμήμα: Εἰ καὶ δυνήσῃ γ τοῖς φίλοις δ ὀρθῶς φίλη. Μονάδες 30

1. Να μεταφραστεί το τμήμα: Εἰ καὶ δυνήσῃ γ τοῖς φίλοις δ ὀρθῶς φίλη. Μονάδες 30 ΘΕΜΑ 9 ον οφοκλέους, Αντιγόνη, στ. 82-99. Να μεταφραστεί το τμήμα: Εἰ καὶ δυνήσῃ γ τοῖς φίλοις δ ὀρθῶς φίλη. 2. Να εντοπίσετε στο παρακάτω κείμενο δύο ανακρίβειες και στη θέση τους να γράψετε το σωστό.

Διαβάστε περισσότερα

Quando una sillaba lunga è suddivisa in due brevi esse sono evidenziate in grassetto e sottolineate.

Quando una sillaba lunga è suddivisa in due brevi esse sono evidenziate in grassetto e sottolineate. Ho suddiviso con una barretta verticale ciascuno dei tre μέτρα di ogni trimetro, composti in genere da 4 sillabe. La collocazione della barretta è funzionale all'individuazione delle sillabe aperte o chiuse,

Διαβάστε περισσότερα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς, 54 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ 2014 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 2 ΙΟΥΛΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή ΚΕΙΜΕΝΑ Α. Το τέχνασμα του Θεμιστοκλή Ἀλλ' ἐπεὶ τῶν πολεμίων ὁ στόλος τῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφερόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς, πάλιν ἐπάπταινον οἱ Πελοποννήσιοι πρὸς τὸν Ἰσθμόν. Ἔνθα δὴ

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 8 1. Στις παρακάτω προτάσεις να βρείτε το αντικείμενο. α. Ἡ τοῦ Θεοῦ φρόνησις πάντων ἐπιμελεῖται. β. Ἀνθρώπου ψυχὴ τοῦ θείου μετέχει. γ. Τὸ τῆς πόλεως ἦθος ὁμοιοῦται τοῖς ἄρχουσι. δ. Στέργε μὲν

Διαβάστε περισσότερα

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ 2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που

Διαβάστε περισσότερα

Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής

Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής Ενότητα 11. Ο Αἴας του Σοφοκλή - Στίχοι 756-779 του Γ επεισοδίου Ευφημία Καρακάντζα Τμήμα Φιλολογίας 1. Σκοποί ενότητας... 3 2. Περιεχόμενα ενότητας... 3 3. Στίχοι

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) Διδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας, 324 Α-C Εἰ γάρ ἐθέλεις ἐννοῆσαι τό κολάζειν, ὦ Σώκρατες, τούς ἀδικοῦντας τί ποτε

Διαβάστε περισσότερα

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (5) ιδαγμένο

Διαβάστε περισσότερα

Διδαγμένο κείμενο. Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διδαγμένο κείμενο. Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12) Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12) Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ γὰρ εἶναι δοκοῦντος ἀγαθοῦ χάριν

Διαβάστε περισσότερα

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ Α] Να εντοπίσετε το Ρήμα, το Υποκείμενο και το Κατηγορούμενο ή το Αντικείμενο/α: 1. Ὁ σοφὸς ἐστι εὐδαίμων. 2. Βουκεφάλας ὑπὸ καύματος καματηρὸς ἐγένετο. 3. Ὁ ἵππος μέλας

Διαβάστε περισσότερα

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. CORRIGENDA created by Thesaurus Linguae Graecae, September 2010 for Kuehn, Clement A., and John D. Baggarly, S.J. Anastasius of Sinai: Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. 1.58 ὥσπερ

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (321 Β6-322Α). Η κλοπή της φωτιάς

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (321 Β6-322Α). Η κλοπή της φωτιάς ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 11 ΣΕΠΤΕΜΒΡΙΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2

Διαβάστε περισσότερα

ἐκτὸς ἐπ ἀσπαλάθων κνάµπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σηµαίνοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν Τάρταρον ἐµπεσούµενοι ἄγοιντο.» Α. Από το κείµενο που

ἐκτὸς ἐπ ἀσπαλάθων κνάµπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σηµαίνοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν Τάρταρον ἐµπεσούµενοι ἄγοιντο.» Α. Από το κείµενο που ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 29 ΜΑÏΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (4) ιδαγµένο κείµενο Πλάτωνος

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 6 ΙΟΥΛΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,

Διαβάστε περισσότερα

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 «Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα

Διαβάστε περισσότερα

ΑΝΤΙΓΟΝΗ ΣΟΦΟΚΛΗ Β ΛΥΚΕΙΟΥ ΑΠΑΝΤΗΣΕΙΣ Α. ΚΕΙΜΕΝΟ. I. Απόδοση αποσπασμάτων στη νέα ελληνική.

ΑΝΤΙΓΟΝΗ ΣΟΦΟΚΛΗ Β ΛΥΚΕΙΟΥ ΑΠΑΝΤΗΣΕΙΣ Α. ΚΕΙΜΕΝΟ. I. Απόδοση αποσπασμάτων στη νέα ελληνική. ΑΝΤΙΓΟΝΗ ΣΟΦΟΚΛΗ Β ΛΥΚΕΙΟΥ ΑΠΑΝΤΗΣΕΙΣ Α. ΚΕΙΜΕΝΟ I. Απόδοση αποσπασμάτων στη νέα ελληνική. ΑΝΤΙΓΟΝΗ Ούτε θα σε παρακαλούσα ούτε, κι αν ήθελες πια να με βοηθήσεις, δε θα δεχόμουνα μ ευχαρίστηση τη σύμπραξή

Διαβάστε περισσότερα

ΟΙΚΟΓΕΝΕΙΑΚΕΣ ΣΧΕΣΕΙΣ ΣΤΗΝ ΑΡΧΑΙΟΤΗΤΑ Στοργή και Αντιπαλότητα ΜΑΡΙΑ ΦΑΒΑ - ΚΑΤΕΡΙΝΑ ΑΡΑΠΟΓΛΟΥ - ΕΙΡΗΝΗ ΛΕΝΕΤΗ

ΟΙΚΟΓΕΝΕΙΑΚΕΣ ΣΧΕΣΕΙΣ ΣΤΗΝ ΑΡΧΑΙΟΤΗΤΑ Στοργή και Αντιπαλότητα ΜΑΡΙΑ ΦΑΒΑ - ΚΑΤΕΡΙΝΑ ΑΡΑΠΟΓΛΟΥ - ΕΙΡΗΝΗ ΛΕΝΕΤΗ ΟΙΚΟΓΕΝΕΙΑΚΕΣ ΣΧΕΣΕΙΣ ΣΤΗΝ ΑΡΧΑΙΟΤΗΤΑ Στοργή και Αντιπαλότητα ΜΑΡΙΑ ΦΑΒΑ - ΚΑΤΕΡΙΝΑ ΑΡΑΠΟΓΛΟΥ - ΕΙΡΗΝΗ ΛΕΝΕΤΗ ΚΕΙΜΕΝΟ Γ ΓΥΜΝΑΣΙΟΥ ΕΝΟΤΗΤΑ 8 Ένα παράδειγμα σεβασμού προς τους γονείς Με τον λόγο του Κατὰ

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 1 ΙΟΥΝΙΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Αριστοτέλους

Διαβάστε περισσότερα

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη. Κυ ρι ε ε λε η σον Ἦχος Πα Α µην Π α σα πνο η αι νε σα τω τον Κυ ρι ον Ἕτερον. Π α σα πνο η αι νε σα α τω τον Κυ υ ρι ι ον 1 ΙΩΑΝΝΟΥ Α. ΝΕΓΡΗ

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου Περικλέους Ἐπιτάφιος (ΙΙ, 41)

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου Περικλέους Ἐπιτάφιος (ΙΙ, 41) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 6 IOYΝIOY 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ : ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου

Διαβάστε περισσότερα

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο Υπουργείο Παιδείας και Πολιτισμού Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου Δειγματικό Εξεταστικό Δοκίμιο Α Τετράμηνο Το δειγματικό δοκίμιο αξιολόγησης που ακολουθεί βασίζεται στον γενικό τύπο διαγωνίσματος που

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 3 Θεωρητικά στοιχεία 1. Παρατακτική σύνδεση α. Ασύνδετη παράταξη ή ασύνδετο σχήμα Είναι ο αρχικός και απλοϊκός τρόπος σύνδεσης όμοιων προτάσεων ή όρων. Κατ αυτόν τα συνδεόμενα μέρη διαδέχονται

Διαβάστε περισσότερα

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο Χερουβικό σε ἦχο πλ.. Ε ΑΣΗ ΤΟ ΩΣΤΑΤΙΟΥ ΡΙΓΓΟΥ ΑΡΧΟΤΟΣ ΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ.Τ.Χ.Ε. Ἦχος Nε Οι τ Χε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ

Διαβάστε περισσότερα

ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015 ΠΡΟΤΕΙΝΟΜΕΝΟ ΘΕΜΑ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ. Αριστοτέλη «Πολιτικά»

ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015 ΠΡΟΤΕΙΝΟΜΕΝΟ ΘΕΜΑ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ. Αριστοτέλη «Πολιτικά» Ελευθερίου Βενιζέλου 237, Γάζι Τηλ./Fax: 2810 823411 email: syxekp@gmail. com www.syekp.gr Βρέντζου Μαρία, Φιλόλογος ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015 ΠΡΟΤΕΙΝΟΜΕΝΟ ΘΕΜΑ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ ΚΕΙΜΕΝΟ Αριστοτέλη «Πολιτικά»

Διαβάστε περισσότερα

Σύνδεσε με μια γραμμή καθένα από αυτά με μια από τις σημασίες της δεξιάς στήλης.

Σύνδεσε με μια γραμμή καθένα από αυτά με μια από τις σημασίες της δεξιάς στήλης. Αρχαία Ελληνικά Ενότητα 6. Λύσεις ασκήσεων 1. Συμπλήρωσε τις προτάσεις επιλέγοντας τη σωστή λέξη από το εξωτερικό πλαίσιο. 1) Πρίαμος ἢ Μενέλαος ἄρχει Σπάρτης; 2) Οὐχ ὁρῶ τὸ ἐμὸν ἀργύριον. Κλέπτης εἶ,

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Λυσίου Ὑπὲρ Μαντιθέου ( 6-8)

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Λυσίου Ὑπὲρ Μαντιθέου ( 6-8) ΔΙΑΓΩΝΙΣΜΑ ΕΚΠ. ΕΤΟΥΣ 2017-2018 ΜΑΘΗΜΑ / ΤΑΞΗ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΟΠ Β Λ ΗΜΕΡΟΜΗΝΙΑ: 03-12-2017 ΕΠΙΜΕΛΕΙΑ ΔΙΑΓΩΝΙΣΜΑΤΟΣ: ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Λυσίου Ὑπὲρ Μαντιθέου ( 6-8) [6] ἔπειτα δὲ ἐκ μὲν τοῦ

Διαβάστε περισσότερα

3. δυνητικό: ἄν, ποὺ σημαίνει κάτι ποὺ μπορεὶ ἤ ποὺ μποροῦσε νὰ γίνει.

3. δυνητικό: ἄν, ποὺ σημαίνει κάτι ποὺ μπορεὶ ἤ ποὺ μποροῦσε νὰ γίνει. 1 Άκλιτα μέρη Μόρια Λέγονται οι άκλιτες λέξεις, οι περισσότερες μονοσύλλαβες, που δεν ανήκουν κανονικά σ ένα ορισμένο μέρος του λόγου. Αυτά έχουν κυρίως επιρρηματική σημασία και χρησιμοποιούνται στο λόγο

Διαβάστε περισσότερα

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern VERTAALHULP BIJ 31.2 πῶς οῦν ἂν μετριώτατα σκοποίμεθα αὐτά; < --predicaat-- > compl. (obj.) πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΕΞΕΤΑΣΕΩΝ Β ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Κείµενο ιδαγµένο: ηµοσθένους, Υπέρ τῆς Ῥοδίων ἐλευθερίας, (18-20) 18 Ὥστ ἔγωγ οὐκ ἄν ὀκνήσαιµ

Διαβάστε περισσότερα

Διδασκαλία της Αντιγόνης του Σοφοκλή με τη χρήση ΤΠΕ

Διδασκαλία της Αντιγόνης του Σοφοκλή με τη χρήση ΤΠΕ Διδασκαλία της Αντιγόνης του Σοφοκλή με τη χρήση ΤΠΕ Όλγα Τσαντσάνογλου Καθηγήτρια Φιλόλογος, Αριστοτέλειο Κολλέγιο Θεσσαλονίκης otsa92@otenet.gr ΠΕΡΙΛΗΨΗ Από το καλοκαίρι του 2013 συμμετέχω στην διαδικτυακή

Διαβάστε περισσότερα

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων

Διαβάστε περισσότερα

α κα ρι ι ο ος α α νηρ ος ου ουκ ε πο ρε ε ευ θη εν βου λη η η α α σε ε ε βων και εν ο δω ω α α µαρ τω λω ων ουουκ ε ε ε

α κα ρι ι ο ος α α νηρ ος ου ουκ ε πο ρε ε ευ θη εν βου λη η η α α σε ε ε βων και εν ο δω ω α α µαρ τω λω ων ουουκ ε ε ε Ἦχος Νη α κα ρι ι ο ος α α νηρ ος ου ουκ ε πο ρε ε ευ θη εν βου λη η η α α σε ε ε βων και εν ο δω ω α α µαρ τω λω ων ουουκ ε ε ε στη η και ε πι κα α θε ε ε ε δρα α λοι οι µων ου ουκ ε ε κα θι ι σε ε ε

Διαβάστε περισσότερα

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΜΕΡΟΣ Α ΠΑΡΑΤΗΡΗΣΕΙΣ 1. Να αποδοθεί το κείμενο στη νέα ελληνική. (Μονάδες:

Διαβάστε περισσότερα

Αισθητική. Ενότητα 6: Η ποίηση ως μιμητική τέχνη στον Αριστοτέλη ΙΙΙ. Όνομα Καθηγητή : Καλέρη Αικατερίνη. Τμήμα: Φιλοσοφίας

Αισθητική. Ενότητα 6: Η ποίηση ως μιμητική τέχνη στον Αριστοτέλη ΙΙΙ. Όνομα Καθηγητή : Καλέρη Αικατερίνη. Τμήμα: Φιλοσοφίας Αισθητική Ενότητα 6: Η ποίηση ως μιμητική τέχνη στον Αριστοτέλη ΙΙΙ Όνομα Καθηγητή : Καλέρη Αικατερίνη Τμήμα: Φιλοσοφίας 1. Σκοποί ενότητας Ορισμοί τεχνικών εννοιών εν-όλον-τέλειον σύμφωνα με το Δ των

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ 25 ΜΑΪΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους,

Διαβάστε περισσότερα

Η αόρατος χειρ και η σιδηρά πυγμή: βίοι παράλληλοι(;) Χρήστος Κόλλιας Καθηγητής Τμήμα Οικονομικών Επιστημών Πανεπιστήμιο Θεσσαλίας

Η αόρατος χειρ και η σιδηρά πυγμή: βίοι παράλληλοι(;) Χρήστος Κόλλιας Καθηγητής Τμήμα Οικονομικών Επιστημών Πανεπιστήμιο Θεσσαλίας Η αόρατος χειρ και η σιδηρά πυγμή: βίοι παράλληλοι(;) Χρήστος Κόλλιας Καθηγητής Τμήμα Οικονομικών Επιστημών Πανεπιστήμιο Θεσσαλίας Καρίων προς Πλούτο: «κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε, ἐφ οἷς

Διαβάστε περισσότερα

ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26

ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26 ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26 Ο Επιτάφιος του Υπερείδη είναι ένας από τους έξι επιτάφιους της αρχαίας ελληνικής γραμματείας. Γράφτηκε και εκφωνήθηκε στις αρχές της άνοιξης του 322 π. Χ. Αφορά τους

Διαβάστε περισσότερα

ΕΝΟΤΗΤΑ 6 Η ΜΟΥΣΙΚΗ ΕΞΗΜΕΡΩΝΕΙ.

ΕΝΟΤΗΤΑ 6 Η ΜΟΥΣΙΚΗ ΕΞΗΜΕΡΩΝΕΙ. ΕΝΟΤΗΤΑ 6 Η ΜΟΥΣΙΚΗ ΕΞΗΜΕΡΩΝΕΙ http://www.edutv.gr/index.php?option=com_content&task=view&id=417&itemid=181 http://www.edutv.gr/index.php?option=com_content&task=view&id=416&itemid=181 Μουσικήν [...] πᾶσι

Διαβάστε περισσότερα

ΥΠΟΥΡΓΕΙΟ ΠΑΙΔΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΔΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015

ΥΠΟΥΡΓΕΙΟ ΠΑΙΔΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΔΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015 ΥΠΟΥΡΓΕΙΟ ΠΑΙΔΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΔΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015 Μάθημα: Αρχαία Ελληνικά Ημερομηνία και ώρα εξέτασης: Πέμπτη, 21 Μαΐου 2015 08:00-10:30

Διαβάστε περισσότερα

Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1, 1-2. απόσπασμα α

Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1, 1-2. απόσπασμα α ΔΙΑΓΩΝΙΣΜΑ ΕΚΠ. ΕΤΟΥΣ 2017-2018 ΜΑΘΗΜΑ /ΤΑΞΗ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΟΝΟΜΑΤΕΠΩΝΥMΟ: ΗΜΕΡΟΜΗΝΙΑ: 10/2/2018 ΕΞΕΤΑΣΤΕΑ ΥΛΗ: ΑΡΙΣΤΟΤΕΛΟΥΣ «ΠΟΛΙΤΙΚΑ» Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικὰ Α1,1 και Γ1,

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 2 ΙΟΥΛΙΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ΣΥΝΤΑΚΤΙΚΟ Ο. ΠΑΛΑΙΟΧΩΡΙΝΟΥ

ΣΥΝΤΑΚΤΙΚΟ Ο. ΠΑΛΑΙΟΧΩΡΙΝΟΥ Περίοδος ονομάζεται το κομμάτι του λόγου που αρχίζει και τελειώνει σε ισχυρό σημείο στίξης (τελεία, ερωτηματικό, θαυμαστικό). Όταν στην αρχή ή στο τέλος έχουμε άνω τελεία, μιλάμε τώρα πια για ημιπερίοδο.

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C). ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 10 ΣΕΠΤΕΜΒΡΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, 322Α-323Α.

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, 322Α-323Α. ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 12 ΣΕΠΤΕΜΒΡΙΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΔΕΥΤΕΡΑ 2 ΙΟΥΝΙΟΥ 2014 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: ΤΡΕΙΣ (3) Διδαγμένο

Διαβάστε περισσότερα

ΘΟΥΚΥΔΙΔΗΣ. καί ὑπερενεγκόντες ναῦς ἀποκομίζονται: κύρια πρόταση ἀποκομίζονται: ρήμα

ΘΟΥΚΥΔΙΔΗΣ. καί ὑπερενεγκόντες ναῦς ἀποκομίζονται: κύρια πρόταση ἀποκομίζονται: ρήμα ΘΟΥΚΥΔΙΔΗΣ Συντακτική ανάλυση Οἱ μέν οὖν παρά τήν γῆν: κύρια πρόταση ἐκομίζοντο: ρήμα οἱ Πελοποννήσιοι: υποκ. τῆς νυκτός: γεν. του χρόνου εὐθύς: επιρ. προσδ. χρόνου κατά τάχος: ΠΣ τρόπου ἐπ οἴκου: ΠΣ κατεύθυνσης

Διαβάστε περισσότερα