Fábulas de Esopo. Página 1 de 12
|
|
- Ανθούσα Αθανασιάδης
- 9 χρόνια πριν
- Προβολές:
Transcript
1 Fábulas de Esopo Página 1 de 12
2 Αἰθίοψ. αἰθίοπά τις ὠνήσατο τοιοῦτον αὐτῷ τὸ χρῶμα εἶναι δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. καὶ παραλαβὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λούτροις ἐπειρᾶτο καθαίρειν. καὶ τὸ μὲν χρῶμα μεταβάλλειν οὐκ εἶχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν. ὁ μῦθος δηλοῖ ὅτι μένουσιν αἱ φύσεις ὡς προῆλθον τὴν ἀρχήν. Ἁλιεῖς καὶ θύννος. ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν, ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. εὐθὺς δὲ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. οἱ δὲ τοῦτον λαβόντες μεθ' ἡδονῆς ἀνεχώρησαν. ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο. Ἀλώπηξ καὶ βότρυς. ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν "ὄμφακές εἰσιν". οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι' ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται. Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα. ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα συντυχίαν ὑπήντησε, τὸ μὲν πρῶτον ἰδοῦσα οὕτως διεταράχθη ὡς μικροῦ καὶ ἀποθανεῖν. ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοβήθη μέν, ἀλλ' οὐχ οὕτως ὡς τὸ πρότερον. ἐκ τρίτου δὲ θεασαμένη οὕτω κατεθάρρησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διελέχθη. ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει. Página 2 de 12
3 Ἀλώπηξ καὶ πάρδαλις. ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρδάλεως παρ' ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη "Καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποίκιλμαι." ὁ λόγος δηλοῖ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος. Ἀλώπηξ πρὸς μορμολύκειον. ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα, ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ, τοῦτο ἐπάρασα εἶπεν "οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει." πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος. Ἀνδροφόνος. ἀνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμόν, λύκου αὐτῷ ἀπαντήσαντος, φοβηθεὶς ἀνέβη ἐπὶ τι δένδρον τῷ ποταμῷ παρακειμένον καὶ ἐκεῖ ἐκρύπτετο. θεασάμενος δὲ ἐνταῦθα ἔχιν κατ' αὐτοῦ διαιρόμενον, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο. ὁ λόγος δηλοῖ ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς, οὔτε ἀέρος, οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστι. Ἄνθρωπος καὶ λέων συνοδεύοντες. ὥδευέ ποτε λέων σὺν ἀνθρώπῳ. ἕκαστος δὲ αὐτῶν τοῖς λόγοι ἐκαυχῶντο. καὶ δὴ ἐν τῇ ὁδῷ ἦν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος. ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη "ὁρᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες". κακεῖνος εἶπεν ὑπομειδιάσας "εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος." ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει. Página 3 de 12
4 I. Ἄρκτος καὶ ἀλώπηξ. ἄρκτος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει πρὸς ὃν ἡ ἀλώπηξ εἶπεν "εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺ ζῶντας". οὗτος ὁ μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει. Βάτραχος ἰατρός καὶ ἀλώπηξ. ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζώοις πᾶσιν ἀναβοήσαντος "ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων", ἀλώπηξ ἀκούσασα ἔφη "πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων;" ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται; Βόες καὶ ἄξων. βόες ἅμαξαν εἷλκον. τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν "ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας;" οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, ἑτέρων μοχθούντων, αὐτοὶ προσποιοῦνται κάμνειν. Γαλῆ καὶ ῥίνη. γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. συνέβη δὲ, ἐκτριβομένης τῆς γλώσσης, πολὺ αἷμα φέρεσθαι. ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μεχρὶ παντελῶς ἀπέβαλε τὴν γλῶσσαν. ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς καταβλάπτοντας. Γέρων καὶ θάνατος. γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε. διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου δι' ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη "ἵνα τὸ φορτίον ἄρῃς." ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, κἂν δυστυχῇ λίαν. Γεωργὸς καὶ ὄφις ὑπὸ κρύους πεπηγώς. γεωρός τις χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ Página 4 de 12
5 λαβὼν ὑπὸ κόλπον ἔθετο. θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε θνῄσκων δὲ ἔλεγε "δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας." ὁ λόγος δηλοῖ ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται. Γεωργὸς καὶ παῖδες αὐτοῦ. γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ ἐμπείρους εἴναι λαβεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη "παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δ' ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα." οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς κατέσκαψαν. καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος καλῶς σκαφεῖσα πολλαπλασίονα τὸν καρπὸν ἀνέδωκεν. ὁ μῦθος δηλοῖ ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις. Γυνὴ καὶ ὄρνις. γυνὴ χήρα ὄρνιν ἔχουσα καθ' ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν ὑπέλαβεν ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραβάλῃ, καὶ δὶς τῆς ἡμέρας τέξεται. καὶ δὴ τοῦτο αὐτῆς ποιούσης, συνέβη τὴν ὄρνιν πίονα γενομένην μηκέτι μηδὲ ἅπαξ τεκεῖν. ὁ λόγος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπολλῦσιν. Ἐλάτη καὶ βάτος. ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι "καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα καὶ πῶς ἐμοὶ συγκρίνῃ;" ἡ δὲ βάτος εἶπεν "εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις." ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος. Ἔχις καὶ ἀλώπηξ. ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο. ἀλώπηξ δὲ παριοῦσα, ὡς Página 5 de 12
6 ἐθεάσατο αὐτόν, εἶπεν "ἄξιος τῆς νηὸς ὁ ναύκληρος". πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα. Ζεὺς καὶ ὄφις. τοῦ Διὸς γάμους ποιοῦντος, πάντα τὰ ζῷα ἤνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν ἰδίαν δύναμιν. ὄφις δὲ ἕρπων ῥόδον λαβὼν ἐν τῷ στόματι ἀνέβη. ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος λαμβάνω οὐδ' ὅλως. ὁ μῦθος δηλοῖ ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν. Ζεὺς καὶ πίθος ἀγαθῶν. Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί. ὁ δὲ λίχνος ἄνθρωπος εἰδέναι θέλων τί ἐστιν ἐν αὐτῷ, τὸ πῶμα ἐκίνησε πάντα δὲ ἐπετάσθησαν πρὸς τοὺς θεούς. ὅτι τοῖς ἀνθρώποις ἐλπὶς μόνη σύνεστι τῶν πεφευγότων ἀγαθῶν ἐγγυωμένη δώσειν. Ἥλιος καὶ βάτραχοι. γάμοι τοῦ Ἡλίου θέρους ἐγίγνοντο πάντα δὲ τὰ ζῷα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ οἱ βάτραχοι. εἷς δὲ τούτων εἶπεν "ὦ μῶροι, εἰς τί ἀγάλλεσθε; εἰ γὰρ μόνος ὢν ὁ Ἥλιος πάσαν ἰλὺν ἀποξηραίνει, εἰ γήμας ὅμοιον αὐτῷ παιδίον γεννήσει, τί οὐ παθῶμεν κακόν;" ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντων χαίρουσιν ἐπὶ πράγμασιν τοῖς μὴ χαρὰν ἔχουσιν. Κιθαρῳδός. κιθαρῳδὸς ἀφυὴς ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων, ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ἐνόμισεν αὑτὸν εὔφωνον σφόδρα εἶναι. καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ εἰς θέατρον εἰσελθεῖν. ἀφικόμενος δὲ ἐπὶ σκήνην καὶ πάνυ κακῶς ᾄδων, λίθοις βαλλόμενος ἐξηλάθη. οὕτως καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναί τινες δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοι εὑρίσκονται. Página 6 de 12
7 Κόραξ νοσῶν. κόραξ νοσῶν ἔφη τῇ μητρί "μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει." ἡ δ' ὑπολαβοῦσα ἔφη "τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη;" ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν Κορώνη καὶ κύων. κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐφ' ἑστίασιν ἐκάλεσεν. ὁ δὲ ἔφη πρὸς αὐτήν "τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι." καὶ ἡ κορώνη ἀπεκρίνατο "ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ μοι." οὕτω πολλοὶ διὰ φόβον τοὺς πολεμίους εὐεργετεῖν οὐκ ὀκνοῦσιν. Κύων καὶ λαγωός. κύων θηρευτικὸς λαγωὸν συλλαβών, τοῦτον ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ ῦ τὰ χείλη περιέλειχεν. ὁ δὲ ἀπαυδήσας ἔφη πρὸς αὐτόν "ἀλλ', ὦ οὗτος, παῦσαί με καταδάκνων ἤ καταφιλῶν, ἵνα γνῶ πότερον ἐχθρὸς ἤ φίλος μου καθέστηκας". πρὸς ἄνδρα ἀμφίβολον ὁ λόγος εὔκαιρος. Κύων κρέας φέρουσα. κύων κρέας ἔχουσα ποταμὸν διέβαινε θεασαμένη δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ὑπέλαβεν ἑτέραν κύνα εἶναι μεῖζον κρέας ἔχουσαν. Διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. συνέβη δὲ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι οὐδὲ ἦν, τοῦ δὲ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη. πρὸς ἄνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος. Κώνωψ καὶ ταῦρος. κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. ὁ δὲ ὑποτυχὼν Página 7 de 12
8 εἶπεν "ἀλλ' οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι". τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλιμός ἐστι. Λαγωοὶ καὶ ἀλώπεκες. λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. αἱ δὲ ἔφησαν " ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε". ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι. Λέαινα καὶ ἀλώπηξ. λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν ἔφη "ἕνα μὲν τίκτω, ἀλλὰ λέοντα." ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν. Λύκος καὶ αἴξ. λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνοῦ ἄντρου νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, κατωτέρω παρῄνει αὐτῇ καταβῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων ὡς ἀμείνων ὁ παρ' αὐτῷ λειμών ἐστι, ἐπεὶ καὶ ἡ πόα σφόδρα εὐανθής. ἡ δὲ ἀπεκρίνατο πρὸς αὐτόν "ἀλλ' οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς." οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροί, ὅταν παρὰ τοῖς εἰδόσιν πονηρεύωνται ἀνόητοι τῶν τεχνασμάτων γίνονται. Ἔριφος ἐπὶ δώματος ἑστὼς καὶ λύκος. ἔριφος ἐπὶ τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν. ὁ δὲ λύκος ἔφη "ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ' ὁ τόπος." ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων. Página 8 de 12
9 Μυῖα. μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν "ἀλλ' ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι κἂν ἀποθάνω, οὐδέν μοι μέλει." ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθήσῃ. Ὁδοιπόροι καὶ πλάτανος. ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. ἀναβλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους ὅτι ἀνωφελές ἐστιν ἀνθρώποις τοῦτο ἄκαρπον τὸ δένδρον. ἡ δὲ ὑποτυχοῦσα ἔφη "ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες, ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε". οὕτω καὶ τῶν ἀνθρώπων τινὲς ἀτυχεῖς εἰσιν ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι. Ὁδοιπόρος καὶ Ἀλήθεια. Oδοιπορῶν τις ἐν ἐρήμῳ εὗρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ "τίς εἶ;". ἡ δὲ ἔφη "ἀλήθεια." καὶ διὰ ποίαν αἰτίαν, τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς; ἡ δὲ εἶπεν "ὅτι τοῖς πάλαι καιροῖς παρ' ὀλίγοις ἦν τὸ ψεῦδος νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστίν, ἐάν τι ἀκούειν καὶ λέγειν θελῃς. ὅτι κάκιστος βίος καὶ πονηρὸς τοῖς ἀνθρώποις ἐστίν, ὅτε τὸ ψεῦδος προκρίνεται τῆς ἀληθείας. Ὄρνις χρυσοτόκος. Oρνιν τις εἶχε καλὴν χρυσᾶ ὠὰ τίκτουσαν νομίσας δὲ ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι καὶ θύσας, εὗρεν οὖσαν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρεῖν καὶ τοῦ μικροῦ κέρδους ἐστερήθη. Oὗτος δηλοῖ ὡς οἱ πολλοί, τῶν πλειόνων ὀρεγόμενοι, καὶ τῶν ὀλίγων ἐκπίπτουσι. Página 9 de 12
10 Παῖς λουόμενος. παῖς λουόμενος ἐν ποταμῷ ἐκινδύνευε πνιγῆναι. καὶ ἰδών τινα παροδίτην ἐπεφώνει "βοήθησόν τι". ὁ δὲ ἐμέμφετο τῷ παιδὶ τολμηρίαν. τὸ δὲ παιδίον εἶπεν "ἀλλὰ νῦν μοι βοήθησον ὕστερον δὲ σωθέντα μέμφου." οὗτος δηλοῖ ὡς ὁ ἐν περιστάσει τινὰ προσονειδίζων ἀκαίρως αὐτοῦ καὶ ἀπρεπῶς καταμέμφεται. (versión difícil: ὁ μῦθος δηλοῖ ὅτι μὴ μέμφου, πλὴν ἐλέει καὶ γὰρ παράληκτον ποιεῖς τὸν λυπούμενον.) Πέρδιξ καὶ ἄνθρωπος. πέρδικά τις ἀγρεύσας ἤθελε ταύτην καταθῦσαι. ἡ δὲ παρεκάλει ἐαθῆναι καὶ πολλὰς πέρδικας προσάξει τῷ κυνηγέτῃ. ὁ δὲ κυνηγός <ἔφη> "διὰ τοῦτο μᾶλλόν σε ἐγὼ θύσω, ὅτι τοὺς συγγενεῖς σου ἐνεδρεῦσαι θέλεις." ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοὺς φίλους προδιδόντες αὐτοὶ ἐν ταῖς ἐνέδραις ἐμπίπτουσιν. Πόλεμος καὶ Ὕβρις. θεοὶ πάντες ἔγημαν ἣν ἕκαστος εἴληφεν ἐν κλήρῳ. πόλεμος παρῆν ἐσχάτῳ κλήρῳ ὕβριν δὲ μόνην κατέλαβεν ταύτης περισσῶς ἐρασθεὶς ἔγημεν. ἐπακολουθεῖ δὲ αὐτῇ πανταχοῦ βαδιζούσῃ. ὅτι ἔνθα ἂν προέλθῃ ὕβρις ἢ ἐν πόλει ἢ ἐν ἔθνεσι, πόλεμος καὶ μάχαι εὐθὺς μετ' αὐτὴν ἀκολουθεῖ. Ταῦρος καὶ ἄγριαι. ταῦρος λέοντά τινα ἀποδιδράσκων ἔν τινι σπηλαίῳ τὴν καταφυγὴν ἔθετο. ἐν αὐτῷ δὲ ἔτυχεν ἀγρίας αῖγας τυγχάνειν, αἳ δὴ καὶ τὸν ταῦρον εὐθὺς ἐκεράτιζον. ὁ δὲ πρὸς αὐτὰς ἔλεγεν ὡς "οὐχ ὑμᾶς δέδοικα, ἀλλὰ τὸν τοῦ σπηλαίου ἔξωθεν ἑστηκότα". oὗτος δηλοῖ ὡς τοῖς ἐν δυσπραγίαις ὑπὸ δυναστῶν περιπίπτουσι πάντες οἱ ἐντυγχάνοντες μισητῶς ἐπεμβαίνουσιν. Página 10 de 12
11 Ταὼς καὶ κολοιός. Tῶν ὀρνέων βουλομένων ποιῆσαι βασιλέα, ταὼς ἠξίου ἑαυτὸν χειροτονεῖσθαι βασιλέα διὰ τὸ κάλλος. Aρεσθέντων δὲ πάντων ἐπὶ τούτῳ τῶν ὀρνέων, κολοιὸς αὐτῷ εἶπεν "ἀλλ' ἐάν, σοῦ βασιλεύοντος, ἀετὸς ἡμᾶς καταδιῶξαι ἐπιχειρήσῃ, πῶς ἡμῖν ἐπαρκέσεις;" ὁ λόγος δηλοῖ ὅτι ἀεὶ τοὺς δυνάστας μὴ κάλλει, ἀλλὰ φρονήσει καὶ δυνάμει δεῖ κομεῖσθαι. Τέττιξ καὶ μύρμηκες. Xειμῶνος ὥρᾳ τὸν σῖτον βραχέντα οἱ μύρμηκες ἔψυχον. Tέττιξ δὲ λιμώττων ᾔτει αὐτοὺς τροφήν. Oἱ δὲ μύρμηκες εἶπον αὐτῷ "διὰ τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν;" ò δὲ εἶπεν "oὐκ ἐσχόλαζον, ἀλλ' ᾖδον μουσικῶς". Oἱ δὲ γελάσαντες εἶπον "ἀλλ' εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ". ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ. Ὗς καὶ κύων περὶ εὐτοκίας. ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. Eφη δ' ἡ κύων εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζώων. Kαὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν "ἀλλ', ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι και τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις." ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ' ἐν τῇ τελειότητι κρίνεται. Χελιδὼν καὶ κορώνη περὶ κάλλους φιλονεικοῦσαι. χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπεν "ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται." ὁ λόγος δηλοῖ ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων. Χελώνη καὶ λαγωός. ποδῶν χελώνης κατεγέλα λαγωός. H δὲ ἔφη "ἐγώ σε τὸν ταχύπουν νικήσω". ὁ δέ "λόγῳ μόνῳ λέγεις τοῦτο ἀλλ' ἔριζε καὶ γνῶθι." τίς δὲ τὸν τόπον ὁρίσει, ἔφη, καὶ Página 11 de 12
12 βραβεύσει τὴν νίκην; ἀλώπηξ, ἔφη, ἡ δικαία καὶ σοφωτάτη. Eταξε δὲ τὴν ἀρχὴν τὴς ὥρας τοῦ δρόμου. ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἤρξατο τῆς ὁδοῦ. O δὲ λαγωὸς τοῖς ποσὶ θαρρῶν ἐκοιμήθη. Eλθὼν δὲ ἐπὶ τὸν ὡρισμένον τόπον εὗρε τὴν χελώνην νικήσασαν. Oτι πολλαὶ φύσεις ἀνθρώπων εὐφυεῖς εἰσιν, ἀλλ' ἐκ τῆς ῥᾳθυμίας ἀπώλοντο, ἐκ δὲ νήψεως καὶ σπουδῆς καὶ μακροθυμίας τινὲς καὶ φύσεως ἀργῆς περιεγένοντο. Página 12 de 12
2012-2013 ANTOLOGÍA DE FÁBULAS
2012-2013 ANTOLOGÍA DE FÁBULAS 1. LA ZORRA Y EL LEOPARDO (Chambry 37 Perry 12) Ἀλώπηξ καὶ πάρδαλις. Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. Τῆς δὲ παρδάλεως παρ' ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης,
Προς Φιλιππησίους Επιστολή
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Προς Φιλιππησίους Επιστολή ΚΕΦΑΛΑΙΟΝ Α 1 ΠΑΥΛΟΣ καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις 2 χάρις ὑμῖν
ΛΥΣΙΟΥ ΥΠΕΡ ΤΟΥ ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΦΟΝΟΥ ΑΠΟΛΟΓΙΑ
ΛΥΣΙΟΥ ΥΠΕΡ ΤΟΥ ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΦΟΝΟΥ ΑΠΟΛΟΓΙΑ [1] Περὶ πολλοῦ ἂν ποιησαίμην, ὦ ἄνδρες, τὸ τοιούτους ὑμᾶς ἐμοὶ δικαστὰς περὶ τούτου τοῦ πράγματος γενέσθαι, οἷοίπερ ἂν ὑμῖν αὐτοῖς εἴητε τοιαῦτα πεπονθότες
KEIMENA AΠΟ ΤΟΝ ΞΕΝΟΦΩΝΤΑ
KEIMENA AΠΟ ΤΟΝ ΞΕΝΟΦΩΝΤΑ ΠΕΡΙΕΧΟΜΕΝΑ: Ἀγησίλαος, κ. 1 13 Ἀπολογία Σωκράτους, κ. 14 21 Ἀπομνημονεύματα, κ. 22 87 Ἑλληνικά, κ. 88 137 Ἱέρων, κ. 138 158 Κυνηγετικός, κ. 159 Κύρου Ἀνάβασις, κ. 160 180 Κύρου
Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
Johannesevangelium 11,1-45 11,1 Ην δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 11,2 ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς
Ihre ersten griechischen Sätze! φιλοσοφία
Ihre ersten griechischen Sätze! Das haben Sie wirklich sehr gut gemacht :-) Ich habe versucht, die Sätze ein bisschen zu sortieren. Besonderheiten, auf die man von Beginn an achten sollte, sind unterstrichen
Use and abuse of law in the Athenian courts Myrto Aloumpi (myrto.aloumpi@wolfson.ox.ac.uk
Law, hubris and the untold story of Meidias offence (Dem.21, Against Meidias) 1. The legal procedure ἔστι δὲ πρῶτον μὲν ἐκεῖν οὐκ ἄδηλος ἐρῶν, ἐξ ὧν ἰδίᾳ πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι, ὡς εἴπερ
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ 2000 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΕΚΦΩΝΗΣΕΙΣ
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ 2000 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΕΚΦΩΝΗΣΕΙΣ ιδαγµένο κείµενο Πλάτωνος Πολιτεία (360 Α.D.) Καὶ τοῦτο ἐννοήσαντα ἀπο
Bijlage VWO. Grieks. tijdvak 1. Tekstboekje. VW-1011-a-14-1-b
Bijlage VWO 2014 tijdvak 1 Grieks Tekstboekje VW-1011-a-14-1-b Tekst 1 Socrates spreekt tijdens zijn proces. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Μὴ θορυβεῖτε,
Lysias I and Plato's Crito (pp. 2-3)
Lysias I and Plato's Crito (pp. 2-3) Lysias I 1 περὶ πολλοῦ ἂν ποιησαίμην, ὦ ἄνδρες, τὸ τοιούτους ὑμᾶς ἐμοὶ δικαστὰς περὶ τούτου τοῦ πράγματος γενέσθαι, οἷοίπερ ἂν ὑμῖν αὐτοῖς εἴητε τοιαῦτα πεπονθότες
Philocalia ΩΡΙΓΕΝΟΥΣ ΦΙΛΟΚΑΛΙΑ.
Philocalia ΩΡΙΓΕΝΟΥΣ ΦΙΛΟΚΑΛΙΑ. p.1 Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητημάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροι σμένην ὑπὸ τῶν τὰ θεῖα σοφῶν Βασιλείου καὶ Γρηγορίου
Historia ΛΟΓΟΣ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΕΚΦΩΝΗΘΕΙΣ ΠΑΡΑ ΜΙΧΑΗΛ ΜΑΓΙΣΤΡΟΥ ΒΕΣΤΟΥ ΚΑΙ ΚΡΙΤΟΥ ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΟΝ ΒΟΤΑΝΕΙΑΤΗΝ.
Historia ΛΟΓΟΣ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΕΚΦΩΝΗΘΕΙΣ ΠΑΡΑ ΜΙΧΑΗΛ ΜΑΓΙΣΤΡΟΥ ΒΕΣΤΟΥ ΚΑΙ ΚΡΙΤΟΥ ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΟΝ ΒΟΤΑΝΕΙΑΤΗΝ. Σὺ μέν, ὦ θειότατε βασιλεῦ, πᾶσαν παιδείαν ἔν τε στρατιωτικοῖς ὅπλοις καὶ
Γιατί ὁ Θεὸς Εγινε Ανθρωπος; Τὸ Απροϋπόθετον τῆς Θείας Ενανθρωπήσεως
Γιατί ὁ Θεὸς Εγινε Ανθρωπος; Τὸ Απροϋπόθετον τῆς Θείας Ενανθρωπήσεως Η Θέωσις ὡς τὸ Τέλος καὶ τὸ Πλήρωμα τῆς Σωτηρίας κατὰ τὸν Αγιον Μάξιμον τὸν Ομολογητὴν* Ιερομονάχου Ἀρτεμίου Ραντοσάβλιεβιτς (νῦν Επισκόπου
Chapter 17. Prepositions - Part 1
Chapter 17 Prepositions - Part 1 17.1 Prepositions Prepositions tell us the relation between two words - they generally tell us where something is or takes place. e.g. "The dog is in the street.", "John
οἰκονόμος household manager φειδωλός sparing, thrifty διοικέω to manage, keep a household ἀκριβῶς - precisely
Lysias 1 On the Murder of Eratosthenes VI Ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, ἐπειδὴ ἔδοξέ μοι γῆμαι καὶ γυναῖκα ἠγαγόμην εἰς τὴν οἰκίαν, τὸν μὲν ἄλλον χρόνον οὕτω διεκείμην ὥστε μήτε λυπεῖν μήτε λίαν ἐπ' ἐκείνῃ εἶναι
Αnnales ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΧΡΟΝΙΚΗ ΣΥΓΓΡΑΦΗ.
Αnnales ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΧΡΟΝΙΚΗ ΣΥΓΓΡΑΦΗ. 1 Τὸ τῆς ἱστορίας χρήσιμον καὶ πρὸ ἡμῶν οἱ συγ γραψάμενοι διωρίσαντο, καὶ ἅπερ ἂν ἐκείνοις ἐπῆλθεν εἰπεῖν, ταῦτ' ἂν καὶ ἡμεῖς ἐρεῖν ἔχωμεν τί γὰρ ἂν καὶ
[1250a] (1) ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία.
Ἀριστοτέλους Περὶ Ἀρετῶν καὶ Κακιῶν [1249a](26) ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δ αἰσχρῶν αἱ κακίαι. ἐπαινετὰ δ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ
ΚΑΣΗΧΗΕΙ ΚΑΙ ΕΤΧΑΡΙΣΙΑΙ
ΠΕΡΙΕΧΟΜΕΝΑ ΣΟΤ ΟΙΟΤ ΚΑΙ ΜΕΓΑΛΟΤ ΠΑΣΡΟ ΗΜΩΝ ΤΜΕΩΝ ΣΟΤ ΝΕΟΤ ΘΕΟΛΟΓΟΤ ΠΡΕΒΤΣΕΡΟΤ ΚΑΙ ΗΓΟΤΜΕΝΟΤ ΜΟΝΗ ΣΟΤ ΑΓΙΟΤ ΜΑΜΑΝΣΟ ΣΗ ΞΗΡΟΚΕΡΚΟΤ ΕΡΓΑ ΣΟΜΟ ΠΡΩΣΟ (Α ) ΚΑΣΗΧΗΕΙ ΚΑΙ ΕΤΧΑΡΙΣΙΑΙ ΠΕΡΙΕΦΟΜΕΝΑ... 1 Λόγος Α.
Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...
9 ΑΠΡΙΛΙΟΥ 2016 Σάββατον τῆς Δ Ἑβδομάδος τῶν Νηστειῶν. Εὐψυχίου μάρτυρος ( 362). Βαδίμου ἱερομάρτυρος, τῶν ἐν Περσίδι μαρύρων ( 364). Σημ. Ἡ ἀκολουθία ψάλλεται κατὰ τὸν τύπον τοῦ Σαββάτου γ ἑβδομάδος τῶν
2 ΑΠΡΙΛΙΟΥ 2016 Σάββατον τῆς Γ Ἑβδομάδος τῶν Νηστειῶν. Τίτου ὁσίου (θ αἰ.) Ἀμφιανοῦ καὶ Αἰδεσίου μαρτύρων ( 306), Θεοδώρας παρθενομάρτυρος.
2 ΑΠΡΙΛΙΟΥ 2016 Σάββατον τῆς Γ Ἑβδομάδος τῶν Νηστειῶν. Τίτου ὁσίου (θ αἰ.) Ἀμφιανοῦ καὶ Αἰδεσίου μαρτύρων ( 306), Θεοδώρας παρθενομάρτυρος. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν
SENOFONTE APOLOGIA DI SOCRATE
SENOFONTE APOLOGIA DI SOCRATE 1. Di Socrate, poi, mi sembra giusto ricordare anche le decisioni che prese, dopo essere stato citato in giudizio, riguardo alla difesa e alla conclusione della propria vita.
Chronicon i Συγγραφικαὶ ἱστορίαι(libri vi de Michaele Palaeologo) ΧΡΟΝΙΚΟΝ ΓΕΩΡΓΙΟΥ ΠΑΧΥΜΕΡΗ ΤΟΥ ΠΡΩΤΕΚ ΙΚΟΥ ΚΑΙ ΙΚΑΙΟΦΥΛΑΚΟΣ
Chronicon i Συγγραφικαὶ ἱστορίαι(libri vi de Michaele Palaeologo) ΧΡΟΝΙΚΟΝ ΓΕΩΡΓΙΟΥ ΠΑΧΥΜΕΡΗ ΤΟΥ ΠΡΩΤΕΚ ΙΚΟΥ ΚΑΙ ΙΚΑΙΟΦΥΛΑΚΟΣ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΠΡΩΤΟΥ ΛΟΓΟΥ αʹ. Προοίμιον τοῦ συγγραφέως καὶ περὶ τῆς ἀληθείας
LEKTÜREHEFT FÜR DIE 10. KLASSE. Die Person des Sokrates. Der Mensch auf der Suche nach Wahrheit. Dezember 2010. bearbeitet von Johannes Isépy
Dezember 2010 bearbeitet von Johannes Isépy Die Person des Sokrates Der Mensch auf der Suche nach Wahrheit LEKTÜREHEFT FÜR DIE 10. KLASSE Quelle: Staatsinstitut für Schulqualität und Bildungsforschung,
Homilia exhortatoria ad sanctum baptisma. ΟΜΙΛΙΑ ΙΓʹ. Προτρεπτικὴ εἰς τὸ ἅγιον βάπτισμα.
Homilia exhortatoria ad sanctum baptisma ΟΜΙΛΙΑ ΙΓʹ. Προτρεπτικὴ εἰς τὸ ἅγιον βάπτισμα. Ὁ μὲν σοφὸς Σολομὼν, τῶν κατὰ τὸν βίον πρα γμάτων τοὺς καιροὺς διαιρῶν, καὶ ἑκάστῳ τῶν γινο μένων τὸν ἐπιτήδειον
Adversus Judaeos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥ ΑΙΩΝ
Adversus Judaeos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥ ΑΙΩΝ 48.843 Λόγος πρῶτος. αʹ. Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως,
14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).
14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680). ΤΥΠΙΚΟΝ Ἐὰν τύχῃ ἡ παροῦσα Ἑορτὴ ἐν Κυριακῇ, οὐδὲν τῶν Ἀ ναστασίμων
Fragmenta philosophica ΦΙΛΟΣΟΦΑ
Fragmenta philosophica ΦΙΛΟΣΟΦΑ Περὶ φωνῆς Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνὰς ἡ φιλοσοφία καταγίνεται, ἐξ αὐτῆς τῆς φωνῆς
Historia ecclesiastica ΣΩΚΡΑΤΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ
Historia ecclesiastica ΣΩΚΡΑΤΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ 1.1 Τὸ τοῦ βιβλίου προοίμιον. Εὐσέβιος ὁ Παμφίλου ἐν ὅλοις δέκα βιβλίοις τὴν ἐκκλησιαστικὴν ἱστορίαν ἐκθέμενος, κατέπαυσεν εἰς τοὺς χρόνους
ΟΡΘΡΟΣ. Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΟΡΘΡΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς
13 ΔΕΚΕΜΒΡΙΟΥ 2015. Ηχος γ, ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...
13 ΔΕΚΕΜΒΡΙΟΥ 2015 «Τῶν ἁγίων προπατόρων». Μετὰ τὸν Ἑξάψαλμον,... Ηχος γ, ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ
Δείτε την απόδοση ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ Μετὰ τὴν θείαν Λειτουργίαν, τοῦ Ἱερέως ἑστῶτος ἐν τῷ Ἱερατείῳ, παρίστανται οἱ μέλλοντες ζεύγνυσθαι πρὸ τῶν ἁγίων Θυρῶν ὁ μὲν ἀνὴρ ἐκ δεξιῶν,
ΗΨΥΧΗ μας! Ἄπειρη ἡ ἀξία της. Αἰώνιο τὸ μέλλον
Ἔτος 105ον 4287 «ΨΥΧΗ ΜΟΥ... ΑΝΑΣΤΑ ΤΙ ΚΑΘΕΥΔΕΙΣ;» ΗΨΥΧΗ μας! Ἄπειρη ἡ ἀξία της. Αἰώνιο τὸ μέλλον της. Γι αὐτὴν τὴν ἀθάνατη ψυχή μας, τὴν πνοὴ τοῦ Θεοῦ, ποὺ μᾶς ξεχωρίζει ἀπὸ ὅλη τὴν ἄλλη ὑλικὴ δημιουργία,
Eclogae ex diversis homiliis ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΕΚΛΟΓΑΙ ΑΠΟ
Eclogae ex diversis homiliis ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΕΚΛΟΓΑΙ ΑΠΟ ΙΑΦΟΡΩΝ ΛΟΓΩΝ. ΟΜΙΛΙΑ Αʹ. Περὶ ἀγάπης. Βουλόμενος ὁ φιλάνθρωπος Θεὸς ἡμῶν
ALEXANDROS TO HELLENIKON PAIDION
ALEXANDROS TO HELLENIKON PAIDION ALEXANDROS TO HELLENIKON PAIDION MARIO DÍAZ ÁVILA E libro A Greek Boy at Home a W.H.D. Rouse anno 1909 conscripto, nunc aucto atque multis exercitiis imaginibusque locupletato
Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...
1 ΝΟΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ Κοσμᾶ καὶ Δαμιανοῦ ἀναργύρων καὶ τῆς μητρὸς αὐτῶν Θεοδότης (τῶν ἐκ Μικρᾶς Ἀσίας). Δαυὶδ ὁσίου τοῦ ἐν Εὐβοίᾳ ( 1580). Ἰακώβου ἱ ερομάρτυρος τοῦ ἐν Αἰτωλίᾳ καὶ τῶν μαθητῶν
01-11-2014 Μνήµη τῶν Ἁγίων Ἀναργύρων, Κοσµᾶ καὶ Δαµιανοῦ. ΟΡΘΡΟΣ. ος Κυ ρι ος και ε πε ε φα α νεν η. η µιν ευ λο γη µε νος ο ε ερ χο µε νος
Γ Θε 01-11-2014 νήµη τῶν Ἁγίων Ἀναργύρων, Κοσµᾶ καὶ αµιανοῦ. ΟΡΘΡΟΣ Ἦχος Γα ος Κυ ρι ος και ε πε ε φα α νεν η η µιν ευ λο γη µε νος ο ε ερ χο µε νος εν ο νο µα α τι Κυ υ ρι ι ου Στίχ. α. Ἐξομολογεῖσθε
ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡµῶν.
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δόξα σοι ὁ Θεός,
ΑΚΟΛΟΥΘΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ
Ἦχος δʹ. ΑΚΟΛΟΥΘΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στιχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν
Historiae ΛΑΟΝΙΚΟΥ ΑΠΟ ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α.
Historiae ΛΑΟΝΙΚΟΥ ΑΠΟ ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α. Λαονίκῳ Ἀθηναίῳ τῶν κατὰ τὸν βίον οἱ ἐς ἐπὶ θέαν τε καὶ ἀκοὴν ἀφιγμένων ἐς ἱστορίαν ξυγγέγραπται τάδε, ὥστε δὴ χρέος τοῦτο ἐκτινύναι τῇ φύσει ἅμα οἰόμενος καὶ μηδὲν
Totengedenken oder Trisagion - griechisch und deutsch mit Noten -
Totengedenken oder Trisagion - griechisch und deutsch mit Noten - Texte in deutscher und griechischer Sprache für den Gemeindegebrauch Deutschsprachige Kirchengemeinde Hl. Apostel Andreas zu München in
27 ΟΚΤΩΒΡΙΟΥ!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ. ΑΚΟΛΟΥΘΙΑ 2η Παλαιά.
27 ΟΚΤΩΒΡΙΟΥ!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ 2η Παλαιά. ΟΚΤΩΒΡΙΟΥ 27!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ 2η (Ἀπὸ τὸν Κώδικα 159, σύμφωνα μὲ τὴν ἀρίθμηση τοῦ καταλόγου τοῦ Γέροντος Παταπίου μοναχοῦ Καυσοκαλυβίτου
5 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΘΕΟΦΑΝΕΙΑ 2016 ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
5 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΘΕΟΦΑΝΕΙΑ 2016 ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ Εὐλογήσαντος δὲ τοῦ Ἀρχιερέως ἢ τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Λυχνικοῦ, καὶ μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη.
ΓΕΩΡΓΙΟΣ ΧΡΥΣΟΓΟΝΟΣ ΤΡΑΠΕΖΟΥΝΤΙΟΣ: ΝΕΑ ΣΤΟΙΧΕΙΑ
ΓΕΩΡΓΙΟΣ ΧΡΥΣΟΓΟΝΟΣ ΤΡΑΠΕΖΟΥΝΤΙΟΣ: ΝΕΑ ΣΤΟΙΧΕΙΑ Ἑλένη Ἀγγελομάτη-Τσουγκαράκη ΓΕΩΡΓΙΟΣ ΧΡΥΣΟΓΟΝΟΣ ΤΡΑΠΕΖΟΥΝΤΙΟΣ: ΝΕΑ ΣΤΟΙΧΕΙΑ ΓΙΑ ΤΟΝ ΒΙΟ ΚΑΙ ΤΟ ΕΡΓΟ ΤΟΥ Ὁ Γεώργιος Χρυσόγονος Τραπεζούντιος, γνωστὸς λόγιος
ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ
ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΤΙΤΟΝ 1 Τιτ. 1,1 Τιτ. 1,1 Τιτ. 1,2 Τιτ. 1,2 Τιτ. 1,3 Τιτ. 1,3 Τιτ. 1,4 Τιτ. 1,4 Τιτ. 1,5 Τιτ. 1,5 Τιτ. 1,6 Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν
ΑΓΙΑΣ ΦΙΛΟΘΕΗΣ 19-21, 105 56 ΑΘΗΝΑ ΤΗΛ. 2103352364 FAX: 2103237654. www.iaath.gr, E-Mail: ipe.iaath@gmail.com ΕΚΠΑΙΔΕΥΤΙΚΟ ΥΛΙΚΟ
ΑΓΙΑΣ ΦΙΛΟΘΕΗΣ 19-21, 105 56 ΑΘΗΝΑ ΤΗΛ. 2103352364 FAX: 2103237654 www.iaath.gr, E-Mail: ipe.iaath@gmail.com ΕΚΠΑΙΔΕΥΤΙΚΟ ΥΛΙΚΟ 4 Η ΘΕΜΑΤΙΚΗ ΕΝΟΤΗΤΑ: ΣΥΓΧΡΟΝΟΙ ΤΡΟΠΟΙ ΚΑΙ ΜΕΘΟΔΟΙ ΠΟΙΜΑΝΤΙΚΗΣ ΣΥΜΠΑΡΑΣΤΑΣΗΣ
1 Lektion 1: O- und A-Deklination (Grundformen)
1 Lektion 1: O- und A-Deklination (Grundformen) 1.1 O-Deklination m/n m/n N -ος / -ον -οῐ / -ᾰ G -ου -ων D -ῳ -οις A -ον / -ον -ους / -ᾰ Im Nominativ und Akkusativ hat das Neutrum eigene Formen. Nominativ
12 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Τατιανῆς μάρτυρος. Ηχος δ, ἑωθινὸν ζ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (11/01/14)
12 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Τατιανῆς μάρτυρος. Ηχος δ, ἑωθινὸν ζ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (11/01/14) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν.
ΙΟΥΛΙΟΣ 24!! ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ
ΙΟΥΛΙΟΣ 24!! ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ ΙΟΥΛΙΟΣ ΚΔ!! ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ (Νικηφόρου ἱερομονάχου Χίου) ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό Μακάριος
Α «Ἄλλην ἀδελφὴν δὲν εἴχομεν καὶ ἐκράτησε μόνον ἐμὲ πλησίον της.(σ. 125-131)
1/15 Ο τίτλος 1. Η κτητική αντωνυμία υποδηλώνει τον αυτοβιογραφικό χαρακτήρα του έργου: της μητρός μου. 2. Έχει τη μορφή αινίγματος και διαφαίνεται ότι ένα παιδί θα αναφερθεί σε κάτι πολύ βαρύ που σχετίζεται
Chapter 39. The Aorist Participle (part 1) The Weirdos and the Second Aorist The Aorist Participles of γινώσκω and δίδωµι
Chapter 39 The Aorist Participle (part 1) The Weirdos and the Second Aorist The Aorist Participles of γινώσκω and δίδωµι 39.1 In chapters 31 and 32 we met the Second Aorist Indicative Active - the form
Anaxagorás. Testimonia DK 59 A
1 Anaxagorás Testimonia DK 59 A A 1 = Diogenés Laertios, Vitae philosophorum II, 6-15 (pracovní verze s použitím překladu Antonína Koláře, Pelhřimov 1995) (6) Anaxagorás, syn Hégésibúlův nebo Eubúlův,
ΣΧΕΔΙΟ ΜΑΘΗΜΑΤΟΣ ΧΡΙΣΤΟΥΓΕΝΝΑ: Η ΓΙΟΡΤΗ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΗΣ ΤΟΥ ΘΕΟΥ.
ΣΧΕΔΙΟ ΜΑΘΗΜΑΤΟΣ ΕΝΟΤΗΤΑ 8. ΤΑΞΗ Α ΛΥΚΕΙΟΥ ΧΡΙΣΤΟΥΓΕΝΝΑ: Η ΓΙΟΡΤΗ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΗΣ ΤΟΥ ΘΕΟΥ. ΣΚΟΠΟΣ: Να παρουσιάσουμε τα Χριστούγεννα ως γενέθλια μέρα της ανθρωπότητας. Να ερευνήσουμε που έγκειται ο μυστηριακός
ΚΥΡΙΑΚΗ 29 ΝΟΕΜΒΡΙΟΥ 2015 30 Νοεμβρίου - Ὁ Ἅγιος Ἀνδρέας ὁ Ἀπόστολος ὁ Πρωτόκλητος -
CATHEDRAL SS. CATHERINE & GEORGE CHURCH 30-11 30TH DRIVE 22-30 33RD STREET ASTORIA, NY 11102 ASTORIA, NY 11105 TEL: 718-728-1718 TEL: 718-545-4796 FAX: 718-728-0079 ARCHIM. NEKTARIOS PAPAZAFIROPOULOS MR.
ΣΤΗΝ ΑΓΙ-ΑΝΑΣΤΑΣΑ. ΑΛΕΞΑΝΔΡΟΣ ΠΑΠΑΔΙΑΜΑΝΤΗΣ ΑΠΑΝΤΑ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΚΡΙΤΙΚΗ ΕΚΔΟΣΗ Ν. Δ. ΤΡΙΑΝΤΑΦΥΛΛΟΠΟΥΛΟΣ ΕΚΔΟΣΕΙΣ ΔΟΜΟΣ ΑΘΗΝΑ 1982 Σελ.
ΑΛΕΞΑΝΔΡΟΣ ΠΑΠΑΔΙΑΜΑΝΤΗΣ ΑΠΑΝΤΑ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΚΡΙΤΙΚΗ ΕΚΔΟΣΗ Ν. Δ. ΤΡΙΑΝΤΑΦΥΛΛΟΠΟΥΛΟΣ ΕΚΔΟΣΕΙΣ ΔΟΜΟΣ ΑΘΗΝΑ 1982 Σελ. 343-362 ΣΤΗΝ ΑΓΙ-ΑΝΑΣΤΑΣΑ Πέντε ἄνδρες εἶχον κατέλθει εἰς τὸ Πρυΐ, μίαν Κυριακὴν τοῦ
Notes on the Greek New Testament Week 227 John 18:12-19:3
Notes on the Greek New Testament Week 227 John 18:12-19:3 Day 1131: John 18:12-18 Verses 12-14 Jesus before Annas "The Fourth Evangelist alone reports that Jesus was taken first to Annas. In all probability
New Manuscripts of the Divisiones Aristoteleae
Brigham Young University BYU ScholarsArchive Library Research Grants Harold B. Lee Library 2012 New Manuscripts of the Divisiones Aristoteleae Justin Barney Brigham Young University - Provo, justin.barney@outlook.com
ORACIONES SUBORDINADAS
1 ORACIONES SUBORDINADAS COMPLETIVAS CIRCUNSTANCIALES DE INFINITIVO DE o7ti (w2ç) FINALES CONSECUTIVAS DE PARTICIPIO CAUSALES INTERROGATIVAS INDIRECTAS DE o7pwç CONDICIONALES CONCESIVAS DE mh o mh ou1
ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ
ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ ΒΑΣΙΛΕΙΟΥ Ε. ΠΕΤΡΟΥΝΙΑ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ Α ΛΥΚΕΙΟΥ ΟΡΓΑΝΙΣΜΟΣ ΕΚΔΟΣΕΩΣ ΔΙΔΑΚΤΙΚΩΝ ΒΙΒΛΙΩΝ ΑΘΗΝΑΙ 1967 ΕΙΣΑΓΩΓΗ 1. Ἐκκλησία καὶ Ἐκκλησιαστική Ἱστορία. Τὸ σύνολον τῶν ἀνθρώπων,
ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΣΙΣΩΗ ΤΟΥ ΜΕΓΑΛΟΥ
ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΣΙΣΩΗ ΤΟΥ ΜΕΓΑΛΟΥ Ψαλλομένη τῇ 6 η Ἰουλίου Ποίημα Δρ. Χαραλάμπους Μπούσια Πηγή: π. Νεκτάριος Μαμαλοῦγκος www.nektarios.gr Σημείωσις: Ὅπου ἐκ τοῦ Μηνιαίου, προτιμήθησαν αὐτὰ, σημειούμενα
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ.
Επιστροφή ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1 Ματθ. 1,1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ. Ματθ. 1,1 Βιβλίον της γενεαλογίας του Ιησού Χριστού, απογόνου κατά το ανθρώπινον του
Λυσίου, Κατὰ Νικομάχου, 31-33
Λυσίου, Κατὰ Νικομάχου, 31-33 ΕΙΣΑΓΩΓΗ Ο Νικόμαχος, στον οποίο αναφέρεται το κείμενο από τον λόγο του Λυσία, είχε αναλάβει την αναγραφή των νόμων στις δημόσιες στήλες, ήταν δηλαδή ένας από τους δημόσιους
ΠΑΡΑΤΗΡΗΣΕΙΣ 1. Να μεταφράσετε το απόσπασμα: «Οὕτω δὴ παρεσκευασμένοι...καὶ ταὺτας νείμω;.» Μονάδες 10
Τρίτη 5 Νοεμβρίου 2014 ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: ΠΛΑΤΩΝΑΣ ''ΠΡΩΤΑΓΟΡΑΣ'' Ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας, πρῶτον μὲν διὰ τὴν τοῦ θεοῦ συγγένειαν ζῴων μόνον θεοὺς ἐνόμισεν,
ΕΝΑ ΛΑΝΘΑΝΟΝ ΕΡΓΟ ΤΟΥ ΚΑΙΣΑΡΙΟΥ ΔΑΠΟΝΤΕ ΚΑΙ Η ΑΓΙΟΠΟΙΗΣΗ ΤΟΥ ΠΕΛΟΠΟΝΝΗΣΙΟΥ ΙΕΡΟΘΕΟΥ ΤΟΥ ΙΒΗΡΙΤΗ
Ἑλένη Ἀγγελομάτη-Τσουγκαράκη ΕΝΑ ΛΑΝΘΑΝΟΝ ΕΡΓΟ ΤΟΥ ΚΑΙΣΑΡΙΟΥ ΔΑΠΟΝΤΕ ΚΑΙ Η ΑΓΙΟΠΟΙΗΣΗ ΤΟΥ ΠΕΛΟΠΟΝΝΗΣΙΟΥ ΙΕΡΟΘΕΟΥ ΤΟΥ ΙΒΗΡΙΤΗ Ὁ Ἱερόθεος ὁ Ἰβηρίτης, ἕνας ἀπὸ τοὺς πολλοὺς ἁγιορεῖτες ἁγίους τῆς Τουρκοκρατίας
ΥΠΟΥΡΓΕΙΟ ΠΑΙ ΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2011
ΥΠΟΥΡΓΕΙΟ ΠΑΙ ΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2011 Μάθημα: Αρχαία Ελληνικά Ημερομηνία και ώρα εξέτασης: 24 Μαΐου 2011 7.0-10.00 ΛΥΣΕΙΣ
ΘΟΥΚΥΔΙΔΗΣ, ΠΟΛΥΒΙΟΣ ΚΑΙ Η ΥΨΗΛΗ ΣΤΡΑΤΗΓΙΚΗ ΤΩΝ ΗΠΑ
1 ΘΟΥΚΥΔΙΔΗΣ, ΠΟΛΥΒΙΟΣ ΚΑΙ Η ΥΨΗΛΗ ΣΤΡΑΤΗΓΙΚΗ ΤΩΝ ΗΠΑ Μέρος Α ΗΓΕΜΟΝΙΚΗ ΣΤΡΑΤΗΓΙΚΗ: ΑΘΗΝΑΙΚΗ «ΑΡΧΗ» Γιατί Έγινε ο Πελοποννησιακός Πόλεμος και Γιατί Ηττήθηκε η Αθήνα 2013 2 I Το έργο του Θουκυδίδη είναι
Poem of Parmenides : on nature. Le poème de Parménide
Le poème de Parménide Poem of Parmenides : on nature I I Ἵπποι ταί µε φέρουσιν, ὅσον τ ἐπἱ θυµὸς ἱκάνοι, πέµπον, ἐπεί µ ἐς ὁδὸν βῆσαν πολύφηµον ἄγουσαι δαίµονος, ἣ κατὰ πάντ ἄστη φέρει εἰδότα φῶτα τῇ φερόµην
ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 324A C
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ - ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΝΙΟΥ 2011 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ
Aristoteles, Nikomachische Ethik (E.N.), Buch I, Kap. 1-9 Teilübers. und Anmerkungen von G. Heinemann
Aristoteles, Nikomachische Ethik (E.N.), Buch I, Kap. 1-9 Teilübers. und Anmerkungen von G. Heinemann Text nach Thesaurus Linguae Graecae, CD ROM #D Seiten-, Spalten- und Zeilenzählung und Kapiteleinteilung
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ
ΕΝΟΣΗΣΑ 9 Θεωρητικά στοιχεία ΕΠΙΡΡΗΜΑΣΙΚΕ ΜΕΣΟΧΕ *υντακτικά οι μετοχές είναι τριών ειδών, επιθετικές ή αναφορικές, κατηγορηματικές και επιρρηματικές. Επιρρηματικές χαρακτηρίζονται οι μετοχές που μας δίνουν
Διορίζονται σε θέση Ειρηνοδίκη Δ Τάξης οι κάτωθι Δόκιμοι Ειρηνοδίκες:
Διορίζονται σε θέση Ειρηνοδίκη Δ Τάξης οι κάτωθι Δόκιμοι Ειρηνοδίκες: ΟΝΟΜΑΤΕΠΩΝΥΜΟ ΠΑΤΡΩΝΥΜΟ ΔΙΚΑΣΤΗΡΙΟ ΟΠΟΥ ΥΠΗΡΕΤΕΙ 1) 2) 3) 4) 5) 6) 7) 8) 9) 10) 11) 12) 13) 14) 15) 16) 17) 18) Πανδή Δέσποινα Φράγκου
DEPORTES Y JUEGOS DE PELOTA EN LA ANTIGUA GRECIA
DEPORTES Y JUEGOS DE PELOTA EN LA ANTIGUA GRECIA Fernando García Romero Dto. de Filología Griega y Lingüística Indoeuropea Universidad Complutense Estoy seguro de que todos los aquí presentes tenemos conciencia
Paroemiae (e cod. Leidense) ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ.
Paroemiae (e cod. Leidense) ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ. Α. 1.1 Ἀφροδίσιος ὅρκος: οὐκ ἐμποίνιμος. ἐπὶ γὰρ τοῖς ἐρωτικοῖς ἐπιορκούμενοι
Ενότητα 3η Το χρέος του ιστορικού
Ενότητα 3η Το χρέος του ιστορικού Ἐν μὲν οὖν τῷ λοιπῷ βίῳ τὴν τοιαύτην ἐπιείκειαν ἴσως οὒκ ἂν τις ἐκβάλλοι καὶ γὰρ φιλόφιλον εἶναι δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ φιλόπατριν καὶ συμμισεῖν τοῖς φίλοις τοὺς ἐχθροὺς
DIBATTITO POLITICO. dalle. Storie di Erodoto
DIBATTITO POLITICO dalle Storie di Erodoto Muse Un dibattito sulle forme di governo Bibliografia e sitografia Greci e Persiani a banchetto democrazia oligarchia monarchia democrazia Otane propone la democrazia
ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ-ΚΕΦ. ΙΑ -ΙΒ Θέμα: ο μύθος του Πρωταγόρα και το επιμύθιο
ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ-ΚΕΦ. ΙΑ -ΙΒ Θέμα: ο μύθος του Πρωταγόρα και το επιμύθιο Στάδια εξέλιξης του ανθρώπου Α Στάδιο Απουσία θνητών ειδών ἦν γάρ ποτε χρόνος, ὅτε θεοὶ μὲν ἦσαν, θνητὰ δὲ γένη οὐκ ἦν Β Στάδιο
ΟΚΤΩΒΡΙΟΣ 2010 ΤΕΥΧΟΣ ΝΟ. 39 Α4
ΠΑΠΠΑΦΛΕΣΣΑΣ ΟΚΤΩΒΡΙΟΣ 2010 ΤΕΥΧΟΣ ΝΟ. 39 Α4 ΜΗΝΙΑΙΑ ΕΚΔΟΣΗ ΣΥΛΛΟΓΟΥ ΙΣΤΟΡΙΚΗ ΟΙΚΟΓΕΝΕΙΑ ΤΩΝ ΦΛΕΣΣΑΙΩΝ «Ο ΠΑΠΠΑΦΛΕΣΣΑΣ» Αγίου Σίλα 29, Νέα Πεντέλη, 15236, Τηλ. 210 6138059 ΦΑΞ 210 8037827 www.flessas.eu
Μέγα θαῦμα τοῦ Ἁγίου Νεκταρίου*
Επὶ τῇ ἱερᾷ μνήμῃ τοῦ θαυματουργοῦ Ἁγίου τῆς Αἰγίνης (9 Νοεμβρίου) Μέγα θαῦμα τοῦ Ἁγίου Νεκταρίου* Μία σύγχρονος νεκρανάστασις Ο κ. Εμμανουὴλ Ζουρίδης τοῦ Νικολάου, καφεπώλης, ἐκ Κυρτομάδω Κυδωνίας, κάτοικος
In ramos palmarum (homilia 3a) (sub nomine Joannis Chrysostomi) Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὰ βαΐα
In ramos palmarum (homilia 3a) (sub nomine Joannis Chrysostomi) Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὰ βαΐα Ηδη τῆς δεσποτικῆς πανηγύρεως προλάμπει τὰ χαρίσμα τα, ἤδη τῆς
Β Πε. 1,1 Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ
Επιστροφή Β ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β ΠΕΤΡΟΥ 1 Β Πε. 1,1 Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ Β Πε. 1,1 Ο Σιμων
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. μιά νύχτα καί μέ φίλησες στό στόμα, μόνο γι αὐτό εἶμαι ὡραία σάν κρίνο ὁλάνοιχτο κι ἔχω ἕνα ρῖγος στήν ψυχή μου ἀκόμα,
Ανακτήθηκε από την ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 6 ΣΕΠΤΕΜΒΡΙΟΥ 2011 ΕΞΕΤΑΖΟΜΕΝΟ
Before Forgiveness: Classical Antiquity, Early Christianity and Beyond
articles & notes Nina C. Coppolino, editor New England Classical Journal 38.2 (2011) 91-109 Before Forgiveness: Classical Antiquity, Early Christianity and Beyond David Konstan New York University Forgiveness
Joute entre Dorcon et Daphnis la beauté masculine
Longus : Daphnis et Chloé XVI 1 Joute entre Dorcon et Daphnis la beauté masculine XVI 1 «Ἐγώ, παρθένε, μείζων εἰμὶ Δάφνιδος, κἀγὼ μὲν βουκόλος, ὁ δδ αἰπόλος: τοσοῦτον κρείττων ὅσον αἰγῶν βόες καὶ λευκός
ΕΙΣΗΓΗΤΙΚΗ ΕΚΘΕΣΙΣ Έπί τοϋ σχεδίου νόμου «περί, ληξιαρχικών πράςεων»
ΕΙΣΗΓΗΤΙΚΗ ΕΚΘΕΣΙΣ Έπί τοϋ σχεδίου νόμου «περί, ληξιαρχικών πράςεων» Ποός τβουλήν τών Ελλήνων Ή έπί τεσσαρακονταετίαν καί πλέον εφαρμογή τοϋ εν ίσχύι Κ. Νόμου 5097/1931 «περί ληξιαρχικών πράξεων» καί τών
ΤΟ ΜΥΣΤΗΡΙΟΝ ΤΟΥ ΓΑΜΟΥ ΚΑΙ ΤΑ ΚΩΛΥΜΑΤΑ ΑΥΤΟΥ
ΙΕΡΑ ΣΥΝΑΞΙΣ ΤΩΝ ΠΡΟΚΑΘΗΜΕΝΩΝ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΕΚΚΛΗΣΙΩΝ Σαμπεζύ, 21-28 Ἰανουαρίου 2016 ΤΟ ΜΥΣΤΗΡΙΟΝ ΤΟΥ ΓΑΜΟΥ ΚΑΙ ΤΑ ΚΩΛΥΜΑΤΑ ΑΥΤΟΥ I. Ὁ Ὀρθόδοξος Γάμος 1. Ὁ θεσμός τῆς οἰκογενείας εὑρίσκεται σήμερον ὑπό
ΧΡΗΣΤΟΥ Α. ΣΑΡΤΖΕΤΑΚΗ
ΧΡΗΣΤΟΥ Α. ΣΑΡΤΖΕΤΑΚΗ ΜΕΡΟΣ Γ - ΘΕΣΕΙΣ ΚΑΙ ΑΠΟΨΕΙΣ 1.- ΜΗΝΥΜΑΤΑ α) ΠΡΩΤΟΧΡΟΝΙΑΣ 2005 ΚΕΙΜΕΝΑ ΑΠΟ ΤΗΝ ΙΣΤΟΣΕΛΙ Α www.sartzetakis.gr 2 ΧΡΗΣΤΟY Α. ΣΑΡΤΖΕΤΑΚΗ ΜΗΝΥΜΑ ΠΡΩΤΟΧΡΟΝΙΑΣ 2005 Ὁ τέως Πρόεδρος τῆς Δημοκρατίας
ΚΑΤΑΣΤΑΣΗ ΥΠΟΨΗΦΙΩΝ ΚΑΘΗΓΗΤΩΝ
30/09/201 Σελίδα 1 ΑΝΑΠΝΕΥΣΤΙΚΗ ΦΥΣΙΚΟΘΕΡΑΠΕΙΑ ΑΠΟΡΡΙΠΤΟΜΕΝΟΣ ΓΑΓΓΑΔΗ ΜΑΡΙΑ 0 0 ΠΑΤΣΑΚΗ ΕΙΡΗΝΗ ΕΥΑΓΓΕΛΟΔΗΜΟΥ ΑΦΡΟΔΙΤΗ ΜΗΤΣΙΟΥ ΓΕΩΡΓΙΟΣ ΣΕΦΕΡΙΑΔΗΣ ΜΙΧΑΗΛ 1 1 1 0 2 12 8 1 1 1 0 0 11 1 1 1 1 2 1 1 1 9 4
Witherington & Massey versus Chrysostom & Epiphanius: Long Hair Prohibited as Covering in 1 Cor 11:4, 7 1
Witherington & Massey versus Chrysostom & Epiphanius: Long Hair Prohibited as Covering in 1 Cor 11:4, 7 1 Bible Faculty Leadership Summit A. Philip Brown II God s Bible School & College πᾶς ἀνὴρ προσευχόμενος
Ε' ΠΡΟΣΥΝΟΔΙΚΗ ΠΑΝΟΡΘΟΔΟΞΟΣ ΔΙΑΣΚΕΨΙΣ Σαμπεζύ-Γενεύη, 10-17 Ὀκτωβρίου 2015 ΑΠΟΦΑΣΙΣ Η ΣΠΟΥΔΑΙΟΤΗΣ ΤΗΣ ΝΗΣΤΕΙΑΣ ΚΑΙ Η ΤΗΡΗΣΙΣ ΑΥΤΗΣ ΣΗΜΕΡΟΝ
Ε' ΠΡΟΣΥΝΟΔΙΚΗ ΠΑΝΟΡΘΟΔΟΞΟΣ ΔΙΑΣΚΕΨΙΣ Σαμπεζύ-Γενεύη, 10-17 Ὀκτωβρίου 2015 ΑΠΟΦΑΣΙΣ Η ΣΠΟΥΔΑΙΟΤΗΣ ΤΗΣ ΝΗΣΤΕΙΑΣ ΚΑΙ Η ΤΗΡΗΣΙΣ ΑΥΤΗΣ ΣΗΜΕΡΟΝ 1. Ἡ νηστεία εἶναι θεία ἐντολή (Γεν. 2, 16-17). Κατά τόν Μ. Βασίλειον,
Δικτύωση με άλλα συναφή προγράμματα
ΕΤΟΣ 2014 ΜΗΝΑΣ ΙΟΥΝΙΟΣ ΙΟΥΛΙΟΣ ΑΥΓΟΥΣΤΟΣ ΣΕΠΤΕΜΒΡΙΟΣ ΟΚΤΩΒΡΙΟΣ ΝΟΕΜΒΡΙΟΣ ΔΕΚΕΜΒΡΙΟΣ ΙΑΝΟΥΑΡΙΟΣ ΦΕΒΡΟΥΑΡΙΟΣ ΜΑΡΤΙΟΣ ΜΗΝΑΣ ΠΡΟΓΡΑΜΜΑΤΟΣ 1 2 3 4 5 6 7 8 9 10 A. Δράσεις διαχείρισης του έργου A1 Δράση έναρξης
Saint Spyridon Greek Orthodox Cathedral
Saint Spyridon Greek Orthodox Cathedral Sunday, August 30, 2015 St. Spyridon Greek Orthodox Cathedral Church Office 508-791-7326 Mon.-Fri.: 9:00 a.m.-5:00 p.m. www.spyridoncathedral.org Reverend Doctor
ATALANTA AND INSTITUTION OF FOSTERAGE IN CONTEXT OF MYTHOLOGICAL TRADITIONS
GRAECO-LATINA BRUNENSIA 17, 2012, 1 VÁCLAV BLAŽEK (MASARYK UNIVERSITY) ATALANTA AND INSTITUTION OF FOSTERAGE IN CONTEXT OF MYTHOLOGICAL TRADITIONS In the article the name of the heroine Atalanta is analyzed
Υπουργός ΠΑΙΘΠΑ - Αναπληρωτής Υπουργός ΠΑΙΘΠΑ
Υπουργός ΠΑΙΘΠΑ - Αναπληρωτής Υπουργός ΠΑΙΘΠΑ Γενική Γραμματεία Πολιτισμού Μουσεία Ειδικές Περιφερειακές Υπηρεσίες Γενική Διεύθυνση Αρχαιοτήτων και Εφορείες Αρχαιοτήτων Κεντρικές Διευθύνσεις Γενική Διεύθυνση
28η Οκτωβρίου 1940 Τραγικές στιγμές προσμονής! (Μάιος 1941)
«Όποιος τον τόπο μας τιμά, μες στην ψυχή μας μπαίνει, και στους ανθρώπους φωτεινό παράδειγμα θα μένει!» ΚΕΜΠΑΘ TA MEGALA BRAGGIANA 52 M-RO_Layout 1 1/15/13 12:55 PM Page 1 Ν.Α. Εφημερίδα επικοινωνίας και
Zu Beginn der Seminarsitzung gibt der Seminarleiter bekannt, dass die Liste
Johannes und die Synoptiker Protokoll der 2. Sitzung am 24. Oktober 2007 1. Technisches Zu Beginn der Seminarsitzung gibt der Seminarleiter bekannt, dass die Liste der Protokollantinnen und Protokollanten,
πολιτογράφηση, αν συντρέχουν οι νόμιμες προϋποθέσεις και όχι από το γεγονός και μόνον ότι είχε παντρευτεί Έλληνα.
ΕΙΣΗΓΗΤΙΚΗ ΕΚΘΕΣΗ Με το προτεινόμενο νομοσχέδιο υλοποιείται η Συνταγματική επιταγή (άρθρο* 4 παρ. 2) περί ισότητας τον δυο φύλων, μέσα στα ισχύοντα σήμερα νομοθετικά^ πλαίσια που αφορούν στην Ελληνική
ΕΤΟΣ 60 ο Σεπτέμβριος - Ὀκτώβριος 2014 Ἀρ. 605 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ
ΕΤΟΣ 60 ο Σεπτέμβριος - Ὀκτώβριος 2014 Ἀρ. 605 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ m Καλοκαιρινὸς ἀπολογισμός m Ἡ προσδοκία τῆς συγκομιδῆς m 1940-41. Γράμματα ἀπὸ τὸ μέτωπο m Ἀφιέρωμα γιὰ τὴν Παγκόσμια Ἡμέρα τῶν Κωφῶν: Μητροπολίτης
COHESIÓN DISCURSIVA Y ADVERBIOS DE TIEMPO *
COHESIÓN DISCURSIVA Y ADVERBIOS DE TIEMPO * Elena Redondo Moyano Universidad del País Vasco / Euskal Herriko Unibertsitatea elena.redondo@ehu.es DISCOURSE COHESION AND TEMPORAL ADVERBS RESUMEN: En este
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ιω. 1,1 Ιω. 1,1 Ιω. 1,2 Ιω. 1,2 Ιω. 1,3 Ιω. 1,3 Ιω. 1,4 Ιω. 1,4 Ιω. 1,5 Ιω. 1,5 Ιω. 1,6 Ιω. 1,6 Ιω. 1,7 Ιω. 1,7 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν,
Οριστική Παρακειμένου και Υπερσυντελίκου Ενεργητικής Φωνής ΠΑΡΑΚΕΙΜΕΝΟΣ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Α ΓΥΜΝΑΣΙΟΥ ΕΝΟΤΗΤΑ 9 ΦΥΛΛΟ ΕΡΓΑΣΙΑΣ 1 Οριστική Παρακειμένου και Υπερσυντελίκου Ενεργητικής Φωνής ΠΑΡΑΚΕΙΜΕΝΟΣ Α. Τα ρήματα των πιο κάτω προτάσεων, στα Νέα και στα Αρχαία Ελληνικά, βρίσκονται