ANTOLOGÍA DE FÁBULAS
|
|
- Δαμιανός Ρόκας
- 9 χρόνια πριν
- Προβολές:
Transcript
1 ANTOLOGÍA DE FÁBULAS 1. LA ZORRA Y EL LEOPARDO (Chambry 37 Perry 12) Ἀλώπηξ καὶ πάρδαλις. Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. Τῆς δὲ παρδάλεως παρ' ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη " Καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποίκιλμαι." Ὁ λόγος δηλοῖ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος. 2. LA ZORRA Y LAS UVAS ( Chambry, 32 Perry 15) Ἀλώπηξ καὶ βότρυς. Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. Ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν Ὄμφακές εἰσιν. Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι' ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται. 3. LOS PESCADORES Y EL ATÚN. (Chambry 22 Perry 21) Ἁλιεῖς καὶ θύννος. Ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν, ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. Εὐθὺς δὲ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. Οἱ δὲ τοῦτον λαβόντες μεθ' ἡδονῆς ἀνεχώρησαν. Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο. 4. LAS RANAS EN LA CHARCA (Chambry 68 Perry 43) Βάτραχοι ἐν λίμνῃ. Βάτραχοι δύο, ξηρανθείσης αὐτῶν τῆς λίμνης, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. Ὡς δὲ ἐγένοντο κατά τι φρέαρ, ὁ ἕτερος συνεβούλευεν ἀμελητὶ ἅλλεσθαι. Ὁ δὲ ἕτερος ἔλεγεν Ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀναβῆναι; Ὁ λόγος ἡμᾶς διδάσκει μὴ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν.
2 5. LA MUJER Y LA GALLINA ( Chambry 90 Perry 58) Γυνὴ καὶ ὄρνις. Γυνὴ χήρα ὄρνιν ἔχουσα καθ' ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν ὑπέλαβεν ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραβάλῃ, καὶ δὶς τῆς ἡμέρας τέξεται. Καὶ δὴ τοῦτο αὐτῆς ποιησάσης, συνέβη τὴν ὄρνιν πίονα γενομένην μηκέτι μηδὲ ἅπαξ τεκεῖν. Ὁ λόγος δηλοῖ ὅτι τινὲς τῶν ἀνθρώπων διὰ πλεονεξίαν περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπολλῦσιν. 6. LA COMADREJA Y LA LIMA (Chambry 77 Perry 59) Γαλῆ καὶ ῥίνη. Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. Συνέβη δὲ, ἐκτριβομένης τῆς γλώσσης, πολὺ αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μεχρὶ παντελῶς ἀπέβαλε τὴν γλῶσσαν. Ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς καταβλάπτοντας. 7. UN CIERVO Y UN LEÓN EN UNA CUEVA (Chambry 104 Perry 76) Ἔλαφος καὶ λέων ἐν σπηλαίῳ. Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη. Συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη "Βαρυδαίμων ἔγωγε, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα." Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλάττονος εἰς κίνδυνον μείζονα ἑαυτοὺς ἐμβάλλουσιν. 8. LAS MOSCAS (Chambry 239 Perry 80) Μυῖαι. Ἔν τινι ταμιείῳ μέλιτος ἐπεκχυθέντος, μυῖαι προσπτᾶσαι κατήσθιον διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίσταντο. Ἐμπαγέντων δὲ αὐτῶν τῶν ποδῶν, ὡς οὐκ ἐδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν Ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα. Οὕτω πολλοῖς ἡ λιχνεία πολλῶν αἰτία κακῶν γίνεται.
3 9. LAS PERRAS HAMBRIENTAS (Chambry 176 Perry 135) Κύνες λιμώττουσαι. Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήηαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσι, εἶθ' οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. Συνέβη δὲ αὐταῖς πινούσαις διαρραγῆναι πρὶν ἤ τῶν βυρσῶν ἐφικέσθαι. Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι' ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον καταναλισκόμενοι ἢ ὧν βούλονται περιγενόμενοι. 10. EL MOSQUITO Y EL TORO (Chambry 189 Perry 137) Κώνωψ καὶ ταῦρος. Κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττε σθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. Ὁ δὲ ὑποτυχὼν εἶπεν "Ἀλλ' οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι." Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλιμός ἐστι. 11. LA GAVIOTA Y EL MILANO (Chambry 193 Perry 139) Λάρος καὶ ἰκτῖνος. Λάρος ἰχθὺν καταπιών, διαρραγέντος αὐτῷ τοῦ φάρυγγος, ἐπὶ τῆς ἠϊόνος νεκρὸς ἔκειτο. Ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη "Ἄξια σύ γε πέπονθας, ὅτι πτηνὸν γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ." Οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα καταλιπόντες καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιβαλλόμεμοι εἰκότως δυστυχοῦσιν. 12. EL LEÓN Y LA RANA (Chambry 201 Perry 141) Λέων καὶ βάτραχος. Λέων ἀκούσας βατράχου μέγα κεκραγότος, ἐστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. Προσμείνας δὲ [αὐτὸν] μικρὸν χρόνον, ὡς ἐθεάσατο τοῦτον ἐκ τῆς λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν αὐτὸν, εἰπών Μηδένα ἀκοὴ ταραττέτω πρὸ τῆς θέας [ἤγουν μηδεὶς πρὸ τοῦ ἰδεῖν ταραττεσθω ὑπό τινος]. Ὁ μῦθος οὗτος πρὸς ἄνδρα γλωσσώδη, μηδὲν πλέον τοῦ λαλεῖν δυνάμενον.
4 13. LA MOSCA (Chambry 238 Perry 167) Μυῖα. Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν Ἀλλ' ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι κἂν ἀποθάνω, οὐδέν μοι μέλει. Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθήσῃ. 14. LA GALLINA Y LA SERPIENTE (Chambry 286 Perry 192) Ὄρνις καὶ χελιδών. Ὄρνις ὄφεως ὠὰ εὑροῦσα, ταῦτα ἐπιμελῶς ἐθέρμαινε καὶ μετὰ τὸ θερμᾶναι ἐξεκόλαψε. Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη Ὦ ματαία, τί ταῦτα ἀνατρέφεις ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται; Οὕτως ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μάλιστα εὐεργετῆται. 15. LA SERPIENTE, LA COMADREJA Y LOS RATONES (Chambry 289 Perry 197) Ὄφις καὶ γαλῆ καὶ μύες. Ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο. Οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπὸ ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες. Ἰδόντες δὲ τοὺς μύας, τότε ἀφέντες τὴν πρὸς ἑαυτοὺς μάχην, ἐπ' ἐκείνους ἐτράπησαν. Οὕτω καὶ ἐπὶ τῶν πόλεων οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν ἑαυτοὺς παρεισβάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων παρανάλωμα γινόμενοι. 16. LA PALOMA Y LA CORNEJA (Chambry 302 Perry 202) Περιστερὰ καὶ κορώνη. Περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐν πολυτεκνογονείᾳ ἐφρυάττετο. Κορώνη δὲ ἀκούσασα ταύτην ἔφη Παῦσαι τοῦ ἀλαζομεύεσθαι ὅσον γὰρ πλέονα τέκνα ἔχεις, τοσοῦτον περισσοτέρους δούλους συνάξεις. Ὁ μῦθος δηλοῖ ὅτι τῶν οἰκετῶν δυστυχέστεροί εἰσιν ὅσοι ἐν δουλείᾳ τεκνοποιοῦσιν.
5 17. LA AVISPA Y LA SERPIENTE (Chambry 331 Perry 216) Σφὴξ καὶ ὄφις. Σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ πλήσσων ἐχείμαζεν. Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι, ἐξελθὼν ἐν τῇ ὁδῷ καὶ ἰδὼν ἅμαξαν ἐρχομένην, τὴν κεφαλὴν τῷ τρόχῳ ὑπέθηκε, φάσκων Συναπόλλυμαι τῷ ἐχθρῷ μου. Πρὸς τοὺς συγκινδυνεύειν τῷ ἐχθρῷ ἐπιχειροῦντας. 18. LAS OCAS Y LAS GRULLAS (Chambry 353 Perry 228) Χῆνες καὶ γέρανοι. Χῆνες καὶ γέρανοι ἐπὶ ταὐτοῦ λειμῶνος ἐνέμοντο. Τῶν δὲ θηρευτῶν ἐπιφανέντων, οἱ μὲν γέρανοι, κοῦφοι ὄντες, ταχέως ἀπέπτησαν, οἱ δὲ χῆνες, διὰ τὸ βάρος τῶν σωμάτων μείναντες, συνελήφθησαν. Ὁ μῦθος δηλοῖ ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτήμονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι. 19. LA GOLONDRINA Y LA CORNEJA RIVALIZABAN POR SU HERMOSURA (Chambry 348 Perry 229) Χελιδὼν καὶ κορώνη περὶ κάλλους φιλονεικοῦσαι. Χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπεν Ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται. Ὁ λόγος δηλοῖ ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων. 20. PROMETEO Y LOS HOMBRES (Chambry 322 Perry 240) Προμηθεὺς καὶ ἄνθρωποι. Προσμηθεὺς κατὰ πρόσταξιν Διὸς ἀνθρώπους ἔπλασε καὶ θηρία. Ὁ δὲ Ζεὺς θεασάμενος πολλῷ πλείονα τὰ ἄλογα ζῷα ἐκέλευσεν αὐτὸν τῶν θηρίων τινὰ διαφθείροντα ἀνθρώπους μετατυπῶσαι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, συνέβη ἐκ τούτου τοὺς μὴ ἐξ ἀρχῆς ἀνθρώπους πλασθέντας τὴν μὲν μορφὴν ἀνθρώπων ἔχειν, τὰς δὲ ψυχὰς θηριώδεις. Πρὸς ἄνδρα σκαιὸν καὶ θηριώδη ὁ λόγος εὔκαιρος.
6 21. EL HOMBRE COBARDE Y LOS CUERVOS (Chambry 47 Perry 245) Ἀνὴρ δειλὸς καὶ κόρακες. Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσχαζεν, εἶτ' ἀναλαβὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν Ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον ἐμοῦ δὲ οὐ γεύσεσθε. Ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν. 22. LAS LIEBRES Y LAS ÁGUILAS (Chambry 190 Perry 256) Λαγωοὶ καὶ βάτραχοι. Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. Αἱ δὲ ἔφησαν " Ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε." Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι. 23. EL LOBO Y EL CORDERO QUE SE HABÍA REFUIGIADO EN UN TEMPLO (Chambry 222 Perry 261) Λύκος καὶ ἀρνίον εἰς ἱερὸν καταφυγόν. Λύκος ἀρνίον ἐδίωκε τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεύς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη "Ἀλλ' αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ἢ ὑπὸ σοῦ διαφθαρῆναι." Ὁ λόγος δηλοῖ ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν κρείττων ἐστὶν ὁ μετὰ δόξης θανατος. 24. LA BECERRA Y EL BUEY (Chambry 92 Perry 300) Δάμαλις καὶ βοῦς. Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. Ἰδὼν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν Ὦ δάμαλις, διὰ τοῦτο ἤργεις διότι ἔμελλες ἀρτίως τυθῆναι. Ὁ μῦθος δηλοῖ ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.
7 25. LOS LEÑADORES Y EL PINO (Chambry 100 Perry 303) Δρυτόμοι καὶ πεύκη. Δρυτόμοι ἔσχιζόν τινα πεύκην σφῆνας δὲ ἐξ αὐτῆς πεποιηκότες εὐκόλως ἔσχιζον. Ἡ δὲ εἶπεν "Οὐ τοσοῦτον τὸν κόψαντα πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ γεννηγέντας σφῆνας." Ὅτι οὐ τοσοῦτόν ἐστι δεινόν, ὅτε τις ὑπὸ ἀλλοτρίων ἀνθρώπων πάθῃ τι τῶν ἀπαισίων ὅσον ὑπὸ τῶν οἰκείων. 26. EL CAZADOR COBARDE Y EL LEÑADOR (Chambry 93 Perry 326) Δειλὸς κυνηγὸς καὶ δρυτόμος. Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχην λέοντος καὶ ποῦ κοιτάζει, ἐφη Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω. Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα. [Ὅτι] τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις. 27. EL LOBO Y EL LEÓN (Chambry 227 Perry 347) Λύκος καὶ λέων. Λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποίμνης ἐκόμιζεν εἰς κοίτην. Λέων δὲ αὐτῷ συναντήσας ἀφεῖλε τὸ πρὸβατον. Ὁ δὲ πόρρωθεν σταθεὶς εἶπεν "Ἀδίκως ἀφείλου τὸ ἐμόν. " Ὁ δὲ λέων γελάσας ἔφη "Σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη;" [ Ὅτι ] ἅρπαγας καὶ πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους ὁ μῦθος ἐλέγχει. 28. EL LABRADOR Y LA SERPIENTE (62 HAUSRATH) Γεωργὸς καὶ ὄφις. γεωργὸς χειμῶνος ὥραν ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε. ὁ δὲ θνῄσκων ἔλεγε "δίκαια πάσχω τὸν πονηρὸν οἰκτείρας." ὁ λόγος δηλοῖ, ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἅν τὰ μέγιστα φιλανθρωπεύωνται.
8 Ἀππολόδωρος Βιβλιοθήκη Α ANTOLOGÍA DE APOLODORO El comienzo del mundo CAPÍTULO I. [Α 1,1] Οὐρανὸς πρῶτος τοῦ παντὸς ἐδυνάστευσε κόσμου. γήμας δὲ Γῆν ἐτέκνωσε πρώτους τοὺς ἑκατόγχειρας προσαγορευθέντας, Βριάρεων Γύην Κόττον, οἳ μεγέθει τε ἀνυπέρβλητοι καὶ δυνάμει καθειστήκεσαν, χεῖρας μὲν ἀνὰ ἑκατὸν κεφαλὰς δὲ ἀνὰ πεντήκοντα ἔχοντες. [Α 1,2] μετὰ τούτους δὲ αὐτῷ τεκνοῖ Γῆ Κύκλωπας, Ἄργην Στερόπην Βρόντην, ὧν ἕκαστος εἶχεν ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου. ἀλλὰ τούτους μὲν Οὐρανὸς δήσας εἰς Τάρταρον ἔρριψε (τόπος δὲ οὗτος ἐρεβώδης ἐστὶν ἐν Ἅιδου, τοσοῦτον ἀπὸ γῆς ἔχων διάστημα ὅσον ἀπ οὐρανοῦ γῆ), Los Titanes [Α 1,3] τεκνοῖ δὲ αὖθις ἐκ Γῆς παῖδας μὲν τοὺς Τιτᾶνας προσαγορευθέντας, Ὠκεανὸν Κοῖον Ὑπερίονα Κρεῖον Ἰαπετὸν καὶ νεώτατον ἁπάντων Κρόνον, θυγατέρας δὲ τὰς κληθείσας Τιτανίδας, Τηθὺν Ρέαν Θέμιν Μνημοσύνην Φοίβην Διώνην Θείαν. La castración de Urano [Α 1,4] ἀγανακτοῦσα δὲ Γῆ ἐπὶ τῇ ἀπωλείᾳ τῶν εἰς Τάρταρον ῥιφέντων παίδων πείθει τοὺς Τιτᾶνας ἐπιθέσθαι τῷ πατρί, καὶ δίδωσιν ἀδαμαντίνην ἅρπην Κρόνῳ. οἱ δὲ Ὠκεανοῦ χωρὶς ἐπιτίθενται, καὶ Κρόνος ἀποτεμὼν τὰ αἰδοῖα τοῦ πατρὸς εἰς τὴν θάλασσαν ἀφίησεν. ἐκ δὲ τῶν σταλαγμῶν τοῦ ῥέοντος αἵματος ἐρινύες ἐγένοντο, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. τῆς δὲ ἀρχῆς ἐκβαλόντες τούς τε καταταρταρωθέντας ἀνήγαγον ἀδελφοὺς καὶ τὴν ἀρχὴν Κρόνῳ παρέδοσαν.
9 Crono asciende al poder y es engañado por Rea [Α, 1, 5] ὁ δὲ τούτους μὲν τῷ Ταρτάρῳ πάλιν δήσας καθεῖρξε, τὴν δὲ ἀδελφὴν Ῥέαν γήμας, ἐπειδὴ Γῆ τε καὶ Οὐρανὸς ἐθεσπιῴδουν αὐτῷ λέγοντες ὑπὸ παιδὸς ἰδίου τὴν ἀρχὴν ἀφαιρεθήσεσθαι, κατέπινε τὰ γεννώμενα. καὶ πρώτην μὲν γεννηθεῖσαν Ἑστίαν κατέπιεν, εἶτα Δήμητραν καὶ Ἥραν, μεθ' ἃς Πλούτωνα καὶ Ποσειδῶνα. [Α,1, 6] ὀργισθεῖσα δὲ ἐπὶ τούτοιςῥέα παραγίνεται μὲν εἰς Κρήτην, ὁπηνίκα τὸν Δία ἐγκυμονοῦσα ἐτύγχανε, γεννᾷ δὲ ἐν ἄντρῳ τῆς Δίκτης Δία. καὶ τοῦτον μὲν δίδωσι τρέφεσθαι Κούρησί τε καὶ ταῖς Μελισσέως παισὶ νύμφαις, Ἀδραστείᾳ τε καὶ Ἴδῃ. [Α 1,7] αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας γάλακτι, οἱ δὲ Κούρητες ἔνοπλοι ἐν τῷ ἄντρῳ τὸ βρέφος φυλάσσοντες τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουον, ἵνα μὴ τῆς τοῦ παιδὸς φωνῆς ὁ Κρόνος ἀκούσῃ.ῥέα δὲ λίθον σπαργανώσασα δέδωκε Κρόνῳ καταπιεῖν ὡς τὸν γεγεννη-μένον παῖδα. CAPÍTULO II. La Titanomaquia. [Α 2,1] ἐπειδὴ δὲ Ζεὺς ἐγενήθη τέλειος, λαμβάνει Μῆτιν τὴν Ὠκεανοῦ συνεργόν, ἣ δίδωσι Κρόνῳ καταπιεῖν φάρμακον, ὑφ οὗ ἐκεῖνος ἀναγκασθεὶς πρῶτον μὲν ἐξεμεῖ τὸν λίθον, ἔπειτα τοὺς παῖδας οὓς κατέπιε μεθ ὧν Ζεὺς τὸν πρὸς Κρόνον καὶ Τιτᾶνας ἐξήνεγκε πόλεμον. μαχομένων δὲ αὐτῶν ἐνιαυτοὺς δέκα ἡ Γῆ τῷ Διὶ ἔχρησε τὴν νίκην, τοὺς καταταρταρωθέντας ἂν ἔχῃ συμμάχους ὁ δὲ τὴν φρουροῦσαν αὐτῶν τὰ δεσμὰ Κάμπην ἀποκτείνας ἔλυσε. καὶ Κύκλωπες τότε Διὶ μὲν διδόασι βροντὴν καὶ ἀστραπὴν καὶ κεραυνόν, Πλούτωνι δὲ κυνέην, Ποσειδῶνι δὲ τρίαιναν οἱ δὲ τούτοις ὁπλισθέντες κρατοῦσι Τιτάνων, καὶ καθείρξαντες αὐτοὺς ἐν τῷ Ταρτάρῳ τοὺς
10 ἑκατόγχειρας κατέστησαν φύλακας. αὐτοὶ δὲ διακληροῦνται περὶ τῆς ἀρχῆς, καὶ λαγχάνει Ζεὺς μὲν τὴν ἐν οὐρανῷ δυναστείαν, Ποσειδῶν δὲ τὴν ἐν θαλάσσῃ, Πλούτων δὲ τὴν ἐν Ἅιδου. CAPÍTULO VII. PROMETEO El robo del fuego y castigo de Zeus. [Α 7,1] Προμηθεὺς δὲ ἐξ ὕδατος καὶ γῆς ἀνθρώπους πλάσας ἔδωκεν αὐτοῖς καὶ πῦρ, λάθρᾳ Διὸς ἐν νάρθηκι κρύψας. ὡς δὲ ᾔσθετο Ζεύς, ἐπέταξεν Ἡφαίστῳ τῷ Καυκάσῳ ὄρει τὸ σῶμα αὐτοῦ προσηλῶσαι τοῦτο δὲ Σκυθικὸν ὄρος ἐστίν. ἐν δὴ τούτῳ προσηλωθεὶς Προμηθεὺς πολλῶν ἐτῶν ἀριθμὸν ἐδέδετο καθ ἑκάστην δὲ ἡμέραν ἀετὸς ἐφιπτάμενος αὐτῷ τοὺς λοβοὺς ἐνέμετο τοῦ ἥπατος αὐξανομένου διὰ νυκτός. καὶ Προμηθεὺς μὲν πυρὸς κλαπέντος δίκην ἔτινε ταύτην, μέχρις Ἡρακλῆς αὐτὸν ὕστερον ἔλυσεν, ὡς ἐν τοῖς καθ Ἡρακλέα δηλώσομεν. El nacimiento de la humanidad: Deucalión y Pirra. [Α 7,2] Προμηθέως δὲ παῖς Δευκαλίων ἐγένετο. οὗτος βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας, ἣν ἔπλασαν θεοὶ πρώτην γυναῖκα. ἐπεὶ δὲ ἀφανίσαι Ζεὺς τὸ χαλκοῦν ἠθέλησε γένος, ὑποθεμένου Προμηθέως Δευκαλίων τεκτηνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος, εἰς ταύτην μετὰ Πύρρας εἰσέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπ οὐρανοῦ χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους, ὀλίγων χωρὶς οἳ συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε δὲ καὶ τὰ κατὰ Θεσσαλίαν ὄρη διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχέθη πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἡμέρας ἐννέα καὶ νύκτας ἴσας τῷ Παρνασῷ προσίσχει, κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων ἐκβὰς θύει Διὶ φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν
11 αἱρεῖσθαι ὅ τι βούλεται ὁ δὲ αἱρεῖται ἀνθρώπους αὐτῷ γενέσθαι. καὶ Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν αἴρων λίθους, καὶ οὓς μὲν ἔβαλε Δευκαλίων, ἄνδρες ἐγένοντο, οὓς δὲ Πύρρα, γυναῖκες. ὅθεν καὶ λαοὶ μεταφορικῶς ὠνομάσθησαν ἀπὸ τοῦ λᾶας ὁ λίθος. Ἀππολόδωρος Βιβλιοθήκη Β CAPÍTULO IV LOS SEMIDIOSES Y LOS HÉROES PERSEO. Acrisio arroja a su nieto Perseo al mar. [Β 4,1] Ἀκρισίῳ δὲ περὶ παίδων γενέσεως ἀρρένων χρηστηριαζομένῳ ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρός, ὃς αὐτὸν ἀποκτενεῖ. δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, ὑπὸ γῆν θάλαμον κατασκευάσας χάλκεον τὴν Δανάην ἐφρούρει. ταύτην μέν, ὡς ἔνιοι λέγουσιν, ἔφθειρε Προῖτος, ὅθεν αὐτοῖς καὶ ἡ στάσις ἐκινήθη ὡς δὲ ἔνιοί φασι, Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰς τοὺς Δανάης εἰσρυεὶς κόλπους συνῆλθεν. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι, τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν. προσενεχθείσης δὲ τῆς λάρνακος Σερίφῳ Δίκτυς ἄρας ἀνέτρεφε τοῦτον. Polidectes ordena a Perseo traer la cabeza de la Gorgona. [2] βασιλεύων δὲ τῆς Σερίφου Πολυδέκτης ἀδελφὸς Δίκτυος, Δανάης ἐρασθείς, καὶ ἠνδρωμένου Περσέως μὴ δυνάμενος αὐτῇ συνελθεῖν, συνεκάλει τοὺς φίλους, μεθ ὧν καὶ Περσέα, λέγων ἔρανον συνάγειν ἐπὶ τοὺς Ἱπποδαμείας τῆς Οἰνομάου γάμους. τοῦ δὲ Περσέως εἰπόντος καὶ ἐπὶ τῇ κεφαλῇ τῆς Γοργόνος οὐκ ἀντερεῖν, παρὰ μὲν τῶν λοιπῶν ᾔτησεν ἵππους, παρὰ δὲ τοῦ Περσέως οὐ λαβὼν τοὺς ἵππους, ἐπέταξε τῆς Γοργόνος κομίζειν τὴν κεφαλήν.
12 Perseo se enfrenta a las Grayas. ὁ δὲ Ἑρμοῦ καὶ Ἀθηνᾶς προκαθηγουμένων ἐπὶ τὰς Φόρκου παραγίνεται θυγατέρας, Ἐνυὼ καὶ Πεφρηδὼ καὶ Δεινώ: ἦσαν δὲ αὗται Κητοῦς τε καὶ Φόρκου, Γοργόνων ἀδελφαί, γραῖαι ἐκ γενετῆς. ἕνα τε ὀφθαλμὸν αἱ τρεῖς καὶ ἕνα ὀδόντα εἶχον, καὶ ταῦτα παρὰ μέρος ἤμειβον ἀλλήλαις. ὧν κυριεύσας ὁ Περσεύς, ὡς ἀπῄτουν, ἔφη δώσειν ἂν ὑφηγήσωνται τὴν ὁδὸν τὴν ἐπὶ τὰς νύμφας φέρουσαν. Perseo busca a las Ninfas. αὗται δὲ αἱ νύμφαι πτηνὰ εἶχον πέδιλα καὶ τὴν κίβισιν, ἥν φασιν εἶναι πήραν: εἶχον δὲ καὶ τὴν Ἄϊδος κυνῆν. ὑφηγησαμένων δὲ τῶν Φορκίδων, ἀποδοὺς τόν τε ὀδόντα καὶ τὸν ὀφθαλμὸν αὐταῖς, καὶ παραγενόμενος πρὸς τὰς νύμφας, καὶ τυχὼν ὧν ἐσπούδαζε, τὴν μὲν κίβισιν περιεβάλετο, τὰ δὲ πέδιλα τοῖς σφυροῖς προσήρμοσε, τὴν δὲ κυνῆν τῇ κεφαλῇ ἐπέθετο. ταύτην ἔχων αὐτὸς μὲν οὓς ἤθελεν ἔβλεπεν, ὑπὸ ἄλλων δὲ οὐχ ἑωρᾶτο. Perseo se enfrenta a las Gorgonas. λαβὼν δὲ καὶ παρὰ Ἑρμοῦ ἀδαμαντίνην ἅρπην, πετόμενος εἰς τὸν Ὠκεανὸν ἧκε καὶ κατέλαβε τὰς Γοργόνας κοιμωμένας. ἦσαν δὲ αὗται Σθενὼ Εὐρυάλη Μέδουσα. μόνη δὲ ἦν θνητὴ Μέδουσα: διὰ τοῦτο ἐπὶ τὴν ταύτης κεφαλὴν Περσεὺς ἐπέμφθη. εἶχον δὲ αἱ Γοργόνες κεφαλὰς μὲν περιεσπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας χαλκᾶς, καὶ πτέρυγας χρυσᾶς, δι ὧν ἐπέτοντο. τοὺς δὲ ἰδόντας λίθους ἐποίουν. ἐπιστὰς οὖν αὐταῖς ὁ Περσεὺς κοιμωμέναις, κατευθυνούσης τὴν χεῖρα Ἀθηνᾶς, ἀπεστραμμένος καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, δι ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπεν, ἐκαρατόμησεν αὐτήν. ἀποτμηθείσης δὲ τῆς κεφαλῆς, ἐκ τῆς Γοργόνος ἐξέθορε Πήγασος πτηνὸς ἵππος, καὶ Χρυσάωρ ὁ Γηρυόνου πατήρ
13 Perseo libera a Andrómeda. [Β 4,3] παραγενόμενος δὲ εἰς Αἰθιοπίαν, ἧς ἐβασίλευε Κηφεύς, εὗρε τὴν τούτου θυγατέρα Ἀνδρομέδαν παρακειμένην βορὰν θαλασσίῳ κήτει. Κασσιέπεια γὰρ ἡ Κηφέως γυνὴ Νηρηίσιν ἤρισε περὶ κάλλους, καὶ πασῶν εἶναι κρείσσων ηὔχησεν ὅθεν αἱ Νηρηίδες ἐμήνισαν, καὶ Ποσειδῶν αὐταῖς συνοργισθεὶς πλήμμυράν τε ἐπὶ τὴν χώραν ἔπεμψε καὶ κῆτος. Ἄμμωνος δὲ χρήσαντος τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς, ἐὰν ἡ Κασσιεπείας θυγάτηρ Ἀνδρομέδα προτεθῇ τῷ κήτει βορά, τοῦτο ἀναγκασθεὶς ὁ Κηφεὺς ὑπὸ τῶν Αἰθιόπων ἔπραξε, καὶ προσέδησε τὴν θυγατέρα πέτρα. ταύτην θεασάμενος ὁ Περσεὺς καὶ ἐρασθεὶς ἀναιρήσειν ὑπέσχετο Κηφεῖ τὸ κῆτος, εἰ μέλλει σωθεῖσαν αὐτὴν αὐτῷ δώσειν γυναῖκα. ἐπὶ τούτοις γενομένων ὅρκων, ὑποστὰς τὸ κῆτος ἔκτεινε καὶ τὴν Ἀνδρομέδαν ἔλυσεν. Ἀππολόδωρος Βιβλιοθήκη Γ LOS SEMIDIOSES Y LOS HÉROES. AQUILES. [Γ 13,6] ὡς δὲ ἐγέννησε Θέτις ἐκ Πηλέως βρέφος, ἀθάνατον θέλουσα ποιῆσαι τοῦτο, κρύφα Πηλέως εἰς τὸ πῦρ ἐγκρύβουσα τῆς νυκτὸς ἔφθειρεν ὃ ἦν αὐτῷ θνητὸν πατρῷον, μεθ ἡμέραν δὲ ἔχριεν ἀμβροσίᾳ. Πηλεὺς δὲ ἐπιτηρήσας καὶ σπαίροντα τὸν παῖδα ἰδὼν ἐπὶ τοῦ πυρὸς ἐβόησε καὶ Θέτις κωλυθεῖσα τὴν προαίρεσιν τελειῶσαι, νήπιον τὸν παῖδα ἀπολιποῦσα πρὸς Νηρηίδας ᾤχετο. κομίζει δὲ τὸν παῖδα πρὸς Χείρωνα Πηλεύς. ὁ δὲ λαβὼν αὐτὸν ἔτρεφε σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων μυελοῖς, καὶ ὠνόμασεν Ἀχιλλέα (πρότερον δὲ ἦν ὄνομα αὐτῷ Λιγύρων) ὅτι τὰ χείλη μαστοῖς οὐ προσήνεγκε.
14 Ἀππολόδωρος Ἐπιτομή (A, 8-10) TESEO Y EL MINOTAURO [8] ὡς δὲ ἧκεν εἰς Κρήτην, Ἀριάδνη θυγάτηρ Μίνωος ἐρωτικῶς διατεθεῖσα πρὸς αὐτὸν συμπράσσειν ἐπαγγέλλεται, ἐὰν ὁμολογήσῃ γυναῖκα αὐτὴν ἕξειν ἀπαγαγὼν εἰς Ἀθήνας. ὁμολογήσαντος δὲ σὺν ὅρκοις Θησέως δεῖται Δαιδάλου μηνῦσαι τοῦ λαβυρίνθου τὴν ἔξοδον. [9] ὑποθεμένου δὲ ἐκείνου, λίνον εἰσιόντι Θησεῖ δίδωσι τοῦτο ἐξάψας Θησεὺς τῆς θύρας ἐφελκόμενος εἰσῄει. καταλαβὼν δὲ Μινώταυρονἐν ἐσχάτῳ μέρει τοῦ λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν, ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξῄει. καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων εἰς Νάξον ἀφικνεῖται. ἔνθα Διόνυσος ἐρασθεὶς Ἀριάδνης ἥρπασε, καὶ κομίσας εἰς Λῆμνον ἐμίγη... λυπούμενος δὲ Θησεὺς ἐπ Ἀριάδνῃ καταπλέων ἐπελάθετο πετάσαι τὴν ναῦν λευκοῖς ἱστίοις. Αἰγεὺς δὲ ἀπὸ τῆς ἀκροπόλεως τὴν ναῦν ἰδὼν ἔχουσαν μέλαν ἱστίον, Θησέα νομίσας ἀπολωλέναι ῥίψας ἑαυτὸν μετήλλαξε.
Fábulas de Esopo. Página 1 de 12
Fábulas de Esopo Página 1 de 12 Αἰθίοψ. αἰθίοπά τις ὠνήσατο τοιοῦτον αὐτῷ τὸ χρῶμα εἶναι δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. καὶ παραλαβὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λούτροις ἐπειρᾶτο
Προς Φιλιππησίους Επιστολή
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Προς Φιλιππησίους Επιστολή ΚΕΦΑΛΑΙΟΝ Α 1 ΠΑΥΛΟΣ καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις 2 χάρις ὑμῖν
Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
Johannesevangelium 11,1-45 11,1 Ην δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 11,2 ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς
ΛΥΣΙΟΥ ΥΠΕΡ ΤΟΥ ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΦΟΝΟΥ ΑΠΟΛΟΓΙΑ
ΛΥΣΙΟΥ ΥΠΕΡ ΤΟΥ ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΦΟΝΟΥ ΑΠΟΛΟΓΙΑ [1] Περὶ πολλοῦ ἂν ποιησαίμην, ὦ ἄνδρες, τὸ τοιούτους ὑμᾶς ἐμοὶ δικαστὰς περὶ τούτου τοῦ πράγματος γενέσθαι, οἷοίπερ ἂν ὑμῖν αὐτοῖς εἴητε τοιαῦτα πεπονθότες
Ihre ersten griechischen Sätze! φιλοσοφία
Ihre ersten griechischen Sätze! Das haben Sie wirklich sehr gut gemacht :-) Ich habe versucht, die Sätze ein bisschen zu sortieren. Besonderheiten, auf die man von Beginn an achten sollte, sind unterstrichen
Lysias I and Plato's Crito (pp. 2-3)
Lysias I and Plato's Crito (pp. 2-3) Lysias I 1 περὶ πολλοῦ ἂν ποιησαίμην, ὦ ἄνδρες, τὸ τοιούτους ὑμᾶς ἐμοὶ δικαστὰς περὶ τούτου τοῦ πράγματος γενέσθαι, οἷοίπερ ἂν ὑμῖν αὐτοῖς εἴητε τοιαῦτα πεπονθότες
KEIMENA AΠΟ ΤΟΝ ΞΕΝΟΦΩΝΤΑ
KEIMENA AΠΟ ΤΟΝ ΞΕΝΟΦΩΝΤΑ ΠΕΡΙΕΧΟΜΕΝΑ: Ἀγησίλαος, κ. 1 13 Ἀπολογία Σωκράτους, κ. 14 21 Ἀπομνημονεύματα, κ. 22 87 Ἑλληνικά, κ. 88 137 Ἱέρων, κ. 138 158 Κυνηγετικός, κ. 159 Κύρου Ἀνάβασις, κ. 160 180 Κύρου
Philocalia ΩΡΙΓΕΝΟΥΣ ΦΙΛΟΚΑΛΙΑ.
Philocalia ΩΡΙΓΕΝΟΥΣ ΦΙΛΟΚΑΛΙΑ. p.1 Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητημάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροι σμένην ὑπὸ τῶν τὰ θεῖα σοφῶν Βασιλείου καὶ Γρηγορίου
Historiae ΛΑΟΝΙΚΟΥ ΑΠΟ ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α.
Historiae ΛΑΟΝΙΚΟΥ ΑΠΟ ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α. Λαονίκῳ Ἀθηναίῳ τῶν κατὰ τὸν βίον οἱ ἐς ἐπὶ θέαν τε καὶ ἀκοὴν ἀφιγμένων ἐς ἱστορίαν ξυγγέγραπται τάδε, ὥστε δὴ χρέος τοῦτο ἐκτινύναι τῇ φύσει ἅμα οἰόμενος καὶ μηδὲν
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ 2000 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΕΚΦΩΝΗΣΕΙΣ
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ 2000 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΕΚΦΩΝΗΣΕΙΣ ιδαγµένο κείµενο Πλάτωνος Πολιτεία (360 Α.D.) Καὶ τοῦτο ἐννοήσαντα ἀπο
Use and abuse of law in the Athenian courts Myrto Aloumpi (myrto.aloumpi@wolfson.ox.ac.uk
Law, hubris and the untold story of Meidias offence (Dem.21, Against Meidias) 1. The legal procedure ἔστι δὲ πρῶτον μὲν ἐκεῖν οὐκ ἄδηλος ἐρῶν, ἐξ ὧν ἰδίᾳ πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι, ὡς εἴπερ
Αnnales ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΧΡΟΝΙΚΗ ΣΥΓΓΡΑΦΗ.
Αnnales ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΧΡΟΝΙΚΗ ΣΥΓΓΡΑΦΗ. 1 Τὸ τῆς ἱστορίας χρήσιμον καὶ πρὸ ἡμῶν οἱ συγ γραψάμενοι διωρίσαντο, καὶ ἅπερ ἂν ἐκείνοις ἐπῆλθεν εἰπεῖν, ταῦτ' ἂν καὶ ἡμεῖς ἐρεῖν ἔχωμεν τί γὰρ ἂν καὶ
οἰκονόμος household manager φειδωλός sparing, thrifty διοικέω to manage, keep a household ἀκριβῶς - precisely
Lysias 1 On the Murder of Eratosthenes VI Ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, ἐπειδὴ ἔδοξέ μοι γῆμαι καὶ γυναῖκα ἠγαγόμην εἰς τὴν οἰκίαν, τὸν μὲν ἄλλον χρόνον οὕτω διεκείμην ὥστε μήτε λυπεῖν μήτε λίαν ἐπ' ἐκείνῃ εἶναι
Bijlage VWO. Grieks. tijdvak 1. Tekstboekje. VW-1011-a-14-1-b
Bijlage VWO 2014 tijdvak 1 Grieks Tekstboekje VW-1011-a-14-1-b Tekst 1 Socrates spreekt tijdens zijn proces. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Μὴ θορυβεῖτε,
Γιατί ὁ Θεὸς Εγινε Ανθρωπος; Τὸ Απροϋπόθετον τῆς Θείας Ενανθρωπήσεως
Γιατί ὁ Θεὸς Εγινε Ανθρωπος; Τὸ Απροϋπόθετον τῆς Θείας Ενανθρωπήσεως Η Θέωσις ὡς τὸ Τέλος καὶ τὸ Πλήρωμα τῆς Σωτηρίας κατὰ τὸν Αγιον Μάξιμον τὸν Ομολογητὴν* Ιερομονάχου Ἀρτεμίου Ραντοσάβλιεβιτς (νῦν Επισκόπου
[1250a] (1) ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία.
Ἀριστοτέλους Περὶ Ἀρετῶν καὶ Κακιῶν [1249a](26) ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δ αἰσχρῶν αἱ κακίαι. ἐπαινετὰ δ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ
Adversus Judaeos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥ ΑΙΩΝ
Adversus Judaeos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥ ΑΙΩΝ 48.843 Λόγος πρῶτος. αʹ. Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως,
ΚΑΣΗΧΗΕΙ ΚΑΙ ΕΤΧΑΡΙΣΙΑΙ
ΠΕΡΙΕΧΟΜΕΝΑ ΣΟΤ ΟΙΟΤ ΚΑΙ ΜΕΓΑΛΟΤ ΠΑΣΡΟ ΗΜΩΝ ΤΜΕΩΝ ΣΟΤ ΝΕΟΤ ΘΕΟΛΟΓΟΤ ΠΡΕΒΤΣΕΡΟΤ ΚΑΙ ΗΓΟΤΜΕΝΟΤ ΜΟΝΗ ΣΟΤ ΑΓΙΟΤ ΜΑΜΑΝΣΟ ΣΗ ΞΗΡΟΚΕΡΚΟΤ ΕΡΓΑ ΣΟΜΟ ΠΡΩΣΟ (Α ) ΚΑΣΗΧΗΕΙ ΚΑΙ ΕΤΧΑΡΙΣΙΑΙ ΠΕΡΙΕΦΟΜΕΝΑ... 1 Λόγος Α.
Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...
1 ΝΟΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ Κοσμᾶ καὶ Δαμιανοῦ ἀναργύρων καὶ τῆς μητρὸς αὐτῶν Θεοδότης (τῶν ἐκ Μικρᾶς Ἀσίας). Δαυὶδ ὁσίου τοῦ ἐν Εὐβοίᾳ ( 1580). Ἰακώβου ἱ ερομάρτυρος τοῦ ἐν Αἰτωλίᾳ καὶ τῶν μαθητῶν
Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...
9 ΑΠΡΙΛΙΟΥ 2016 Σάββατον τῆς Δ Ἑβδομάδος τῶν Νηστειῶν. Εὐψυχίου μάρτυρος ( 362). Βαδίμου ἱερομάρτυρος, τῶν ἐν Περσίδι μαρύρων ( 364). Σημ. Ἡ ἀκολουθία ψάλλεται κατὰ τὸν τύπον τοῦ Σαββάτου γ ἑβδομάδος τῶν
ΑΚΟΛΟΥΘΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ
Ἦχος δʹ. ΑΚΟΛΟΥΘΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στιχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν
Historia ecclesiastica ΣΩΚΡΑΤΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ
Historia ecclesiastica ΣΩΚΡΑΤΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ 1.1 Τὸ τοῦ βιβλίου προοίμιον. Εὐσέβιος ὁ Παμφίλου ἐν ὅλοις δέκα βιβλίοις τὴν ἐκκλησιαστικὴν ἱστορίαν ἐκθέμενος, κατέπαυσεν εἰς τοὺς χρόνους
Chapter 17. Prepositions - Part 1
Chapter 17 Prepositions - Part 1 17.1 Prepositions Prepositions tell us the relation between two words - they generally tell us where something is or takes place. e.g. "The dog is in the street.", "John
2 ΑΠΡΙΛΙΟΥ 2016 Σάββατον τῆς Γ Ἑβδομάδος τῶν Νηστειῶν. Τίτου ὁσίου (θ αἰ.) Ἀμφιανοῦ καὶ Αἰδεσίου μαρτύρων ( 306), Θεοδώρας παρθενομάρτυρος.
2 ΑΠΡΙΛΙΟΥ 2016 Σάββατον τῆς Γ Ἑβδομάδος τῶν Νηστειῶν. Τίτου ὁσίου (θ αἰ.) Ἀμφιανοῦ καὶ Αἰδεσίου μαρτύρων ( 306), Θεοδώρας παρθενομάρτυρος. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν
27 ΟΚΤΩΒΡΙΟΥ!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ. ΑΚΟΛΟΥΘΙΑ 2η Παλαιά.
27 ΟΚΤΩΒΡΙΟΥ!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ 2η Παλαιά. ΟΚΤΩΒΡΙΟΥ 27!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ 2η (Ἀπὸ τὸν Κώδικα 159, σύμφωνα μὲ τὴν ἀρίθμηση τοῦ καταλόγου τοῦ Γέροντος Παταπίου μοναχοῦ Καυσοκαλυβίτου
ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ
Δείτε την απόδοση ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ Μετὰ τὴν θείαν Λειτουργίαν, τοῦ Ἱερέως ἑστῶτος ἐν τῷ Ἱερατείῳ, παρίστανται οἱ μέλλοντες ζεύγνυσθαι πρὸ τῶν ἁγίων Θυρῶν ὁ μὲν ἀνὴρ ἐκ δεξιῶν,
13 ΔΕΚΕΜΒΡΙΟΥ 2015. Ηχος γ, ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...
13 ΔΕΚΕΜΒΡΙΟΥ 2015 «Τῶν ἁγίων προπατόρων». Μετὰ τὸν Ἑξάψαλμον,... Ηχος γ, ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
Fragmenta philosophica ΦΙΛΟΣΟΦΑ
Fragmenta philosophica ΦΙΛΟΣΟΦΑ Περὶ φωνῆς Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνὰς ἡ φιλοσοφία καταγίνεται, ἐξ αὐτῆς τῆς φωνῆς
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡµῶν.
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δόξα σοι ὁ Θεός,
Historia ΛΟΓΟΣ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΕΚΦΩΝΗΘΕΙΣ ΠΑΡΑ ΜΙΧΑΗΛ ΜΑΓΙΣΤΡΟΥ ΒΕΣΤΟΥ ΚΑΙ ΚΡΙΤΟΥ ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΟΝ ΒΟΤΑΝΕΙΑΤΗΝ.
Historia ΛΟΓΟΣ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΕΚΦΩΝΗΘΕΙΣ ΠΑΡΑ ΜΙΧΑΗΛ ΜΑΓΙΣΤΡΟΥ ΒΕΣΤΟΥ ΚΑΙ ΚΡΙΤΟΥ ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΟΝ ΒΟΤΑΝΕΙΑΤΗΝ. Σὺ μέν, ὦ θειότατε βασιλεῦ, πᾶσαν παιδείαν ἔν τε στρατιωτικοῖς ὅπλοις καὶ
Chronicon i Συγγραφικαὶ ἱστορίαι(libri vi de Michaele Palaeologo) ΧΡΟΝΙΚΟΝ ΓΕΩΡΓΙΟΥ ΠΑΧΥΜΕΡΗ ΤΟΥ ΠΡΩΤΕΚ ΙΚΟΥ ΚΑΙ ΙΚΑΙΟΦΥΛΑΚΟΣ
Chronicon i Συγγραφικαὶ ἱστορίαι(libri vi de Michaele Palaeologo) ΧΡΟΝΙΚΟΝ ΓΕΩΡΓΙΟΥ ΠΑΧΥΜΕΡΗ ΤΟΥ ΠΡΩΤΕΚ ΙΚΟΥ ΚΑΙ ΙΚΑΙΟΦΥΛΑΚΟΣ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΠΡΩΤΟΥ ΛΟΓΟΥ αʹ. Προοίμιον τοῦ συγγραφέως καὶ περὶ τῆς ἀληθείας
ΟΡΘΡΟΣ. Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΟΡΘΡΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς
12 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Τατιανῆς μάρτυρος. Ηχος δ, ἑωθινὸν ζ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (11/01/14)
12 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Τατιανῆς μάρτυρος. Ηχος δ, ἑωθινὸν ζ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (11/01/14) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν.
ΣΤΗΝ ΑΓΙ-ΑΝΑΣΤΑΣΑ. ΑΛΕΞΑΝΔΡΟΣ ΠΑΠΑΔΙΑΜΑΝΤΗΣ ΑΠΑΝΤΑ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΚΡΙΤΙΚΗ ΕΚΔΟΣΗ Ν. Δ. ΤΡΙΑΝΤΑΦΥΛΛΟΠΟΥΛΟΣ ΕΚΔΟΣΕΙΣ ΔΟΜΟΣ ΑΘΗΝΑ 1982 Σελ.
ΑΛΕΞΑΝΔΡΟΣ ΠΑΠΑΔΙΑΜΑΝΤΗΣ ΑΠΑΝΤΑ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΚΡΙΤΙΚΗ ΕΚΔΟΣΗ Ν. Δ. ΤΡΙΑΝΤΑΦΥΛΛΟΠΟΥΛΟΣ ΕΚΔΟΣΕΙΣ ΔΟΜΟΣ ΑΘΗΝΑ 1982 Σελ. 343-362 ΣΤΗΝ ΑΓΙ-ΑΝΑΣΤΑΣΑ Πέντε ἄνδρες εἶχον κατέλθει εἰς τὸ Πρυΐ, μίαν Κυριακὴν τοῦ
ΕΤΟΣ 60 ο Σεπτέμβριος - Ὀκτώβριος 2014 Ἀρ. 605 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ
ΕΤΟΣ 60 ο Σεπτέμβριος - Ὀκτώβριος 2014 Ἀρ. 605 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ m Καλοκαιρινὸς ἀπολογισμός m Ἡ προσδοκία τῆς συγκομιδῆς m 1940-41. Γράμματα ἀπὸ τὸ μέτωπο m Ἀφιέρωμα γιὰ τὴν Παγκόσμια Ἡμέρα τῶν Κωφῶν: Μητροπολίτης
ΙΟΥΛΙΟΣ 24!! ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ
ΙΟΥΛΙΟΣ 24!! ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ ΙΟΥΛΙΟΣ ΚΔ!! ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ (Νικηφόρου ἱερομονάχου Χίου) ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό Μακάριος
14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).
14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680). ΤΥΠΙΚΟΝ Ἐὰν τύχῃ ἡ παροῦσα Ἑορτὴ ἐν Κυριακῇ, οὐδὲν τῶν Ἀ ναστασίμων
ΕΙΣΗΓΗΤΙΚΗ ΕΚΘΕΣΙΣ Έπί τοϋ σχεδίου νόμου «περί, ληξιαρχικών πράςεων»
ΕΙΣΗΓΗΤΙΚΗ ΕΚΘΕΣΙΣ Έπί τοϋ σχεδίου νόμου «περί, ληξιαρχικών πράςεων» Ποός τβουλήν τών Ελλήνων Ή έπί τεσσαρακονταετίαν καί πλέον εφαρμογή τοϋ εν ίσχύι Κ. Νόμου 5097/1931 «περί ληξιαρχικών πράξεων» καί τών
Paroemiae (e cod. Leidense) ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ.
Paroemiae (e cod. Leidense) ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ. Α. 1.1 Ἀφροδίσιος ὅρκος: οὐκ ἐμποίνιμος. ἐπὶ γὰρ τοῖς ἐρωτικοῖς ἐπιορκούμενοι
SENOFONTE APOLOGIA DI SOCRATE
SENOFONTE APOLOGIA DI SOCRATE 1. Di Socrate, poi, mi sembra giusto ricordare anche le decisioni che prese, dopo essere stato citato in giudizio, riguardo alla difesa e alla conclusione della propria vita.
1 Lektion 1: O- und A-Deklination (Grundformen)
1 Lektion 1: O- und A-Deklination (Grundformen) 1.1 O-Deklination m/n m/n N -ος / -ον -οῐ / -ᾰ G -ου -ων D -ῳ -οις A -ον / -ον -ους / -ᾰ Im Nominativ und Akkusativ hat das Neutrum eigene Formen. Nominativ
5 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΘΕΟΦΑΝΕΙΑ 2016 ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
5 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΘΕΟΦΑΝΕΙΑ 2016 ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ Εὐλογήσαντος δὲ τοῦ Ἀρχιερέως ἢ τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Λυχνικοῦ, καὶ μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη.
ΓΕΩΡΓΙΟΣ ΧΡΥΣΟΓΟΝΟΣ ΤΡΑΠΕΖΟΥΝΤΙΟΣ: ΝΕΑ ΣΤΟΙΧΕΙΑ
ΓΕΩΡΓΙΟΣ ΧΡΥΣΟΓΟΝΟΣ ΤΡΑΠΕΖΟΥΝΤΙΟΣ: ΝΕΑ ΣΤΟΙΧΕΙΑ Ἑλένη Ἀγγελομάτη-Τσουγκαράκη ΓΕΩΡΓΙΟΣ ΧΡΥΣΟΓΟΝΟΣ ΤΡΑΠΕΖΟΥΝΤΙΟΣ: ΝΕΑ ΣΤΟΙΧΕΙΑ ΓΙΑ ΤΟΝ ΒΙΟ ΚΑΙ ΤΟ ΕΡΓΟ ΤΟΥ Ὁ Γεώργιος Χρυσόγονος Τραπεζούντιος, γνωστὸς λόγιος
Homilia exhortatoria ad sanctum baptisma. ΟΜΙΛΙΑ ΙΓʹ. Προτρεπτικὴ εἰς τὸ ἅγιον βάπτισμα.
Homilia exhortatoria ad sanctum baptisma ΟΜΙΛΙΑ ΙΓʹ. Προτρεπτικὴ εἰς τὸ ἅγιον βάπτισμα. Ὁ μὲν σοφὸς Σολομὼν, τῶν κατὰ τὸν βίον πρα γμάτων τοὺς καιροὺς διαιρῶν, καὶ ἑκάστῳ τῶν γινο μένων τὸν ἐπιτήδειον
ALEXANDROS TO HELLENIKON PAIDION
ALEXANDROS TO HELLENIKON PAIDION ALEXANDROS TO HELLENIKON PAIDION MARIO DÍAZ ÁVILA E libro A Greek Boy at Home a W.H.D. Rouse anno 1909 conscripto, nunc aucto atque multis exercitiis imaginibusque locupletato
LEKTÜREHEFT FÜR DIE 10. KLASSE. Die Person des Sokrates. Der Mensch auf der Suche nach Wahrheit. Dezember 2010. bearbeitet von Johannes Isépy
Dezember 2010 bearbeitet von Johannes Isépy Die Person des Sokrates Der Mensch auf der Suche nach Wahrheit LEKTÜREHEFT FÜR DIE 10. KLASSE Quelle: Staatsinstitut für Schulqualität und Bildungsforschung,
ΑΓΙΑΣ ΦΙΛΟΘΕΗΣ 19-21, 105 56 ΑΘΗΝΑ ΤΗΛ. 2103352364 FAX: 2103237654. www.iaath.gr, E-Mail: ipe.iaath@gmail.com ΕΚΠΑΙΔΕΥΤΙΚΟ ΥΛΙΚΟ
ΑΓΙΑΣ ΦΙΛΟΘΕΗΣ 19-21, 105 56 ΑΘΗΝΑ ΤΗΛ. 2103352364 FAX: 2103237654 www.iaath.gr, E-Mail: ipe.iaath@gmail.com ΕΚΠΑΙΔΕΥΤΙΚΟ ΥΛΙΚΟ 4 Η ΘΕΜΑΤΙΚΗ ΕΝΟΤΗΤΑ: ΣΥΓΧΡΟΝΟΙ ΤΡΟΠΟΙ ΚΑΙ ΜΕΘΟΔΟΙ ΠΟΙΜΑΝΤΙΚΗΣ ΣΥΜΠΑΡΑΣΤΑΣΗΣ
ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ
ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ ΒΑΣΙΛΕΙΟΥ Ε. ΠΕΤΡΟΥΝΙΑ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ Α ΛΥΚΕΙΟΥ ΟΡΓΑΝΙΣΜΟΣ ΕΚΔΟΣΕΩΣ ΔΙΔΑΚΤΙΚΩΝ ΒΙΒΛΙΩΝ ΑΘΗΝΑΙ 1967 ΕΙΣΑΓΩΓΗ 1. Ἐκκλησία καὶ Ἐκκλησιαστική Ἱστορία. Τὸ σύνολον τῶν ἀνθρώπων,
01-11-2014 Μνήµη τῶν Ἁγίων Ἀναργύρων, Κοσµᾶ καὶ Δαµιανοῦ. ΟΡΘΡΟΣ. ος Κυ ρι ος και ε πε ε φα α νεν η. η µιν ευ λο γη µε νος ο ε ερ χο µε νος
Γ Θε 01-11-2014 νήµη τῶν Ἁγίων Ἀναργύρων, Κοσµᾶ καὶ αµιανοῦ. ΟΡΘΡΟΣ Ἦχος Γα ος Κυ ρι ος και ε πε ε φα α νεν η η µιν ευ λο γη µε νος ο ε ερ χο µε νος εν ο νο µα α τι Κυ υ ρι ι ου Στίχ. α. Ἐξομολογεῖσθε
Εἰκὼν ἐξωφύλλου: Ὁ Θεὸς Πατὴρ ἐν μέσῳ ἁγίων στὴ θολωτὴ ὀροφὴ. Εἰκὼν 1ης σελίδας: Τὸ Κωδωνοστάσιο τῆς Μονῆς.
Εἰκὼν ἐξωφύλλου: Ὁ Θεὸς Πατὴρ ἐν μέσῳ ἁγίων στὴ θολωτὴ ὀροφὴ. Εἰκὼν 1ης σελίδας: Τὸ Κωδωνοστάσιο τῆς Μονῆς. Παραπλεύρως: Ὁ Ἰησοῦς Χριστὸς τῆς Προθέσεως τῆς Μονῆς. Εἰκὼν ὀπισθοφύλλου: Γενικὴ ἄποψη τῆς Μονῆς
Ε.Κ.Υ.Ο. ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΚΕΝΤΡΙΚΗ ΥΠΗΡΕΣΙΑ ΟΙΚΟΝΟΜΙΚΩΝ ------ ΟΙΚΟΝΟΜΙΚΑΙ ΚΑΙ ΤΕΧΝΙΚΑΙ ΥΠΗΡΕΣΙΑΙ ------
Ε.Κ.Υ.Ο. ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΚΕΝΤΡΙΚΗ ΥΠΗΡΕΣΙΑ ΟΙΚΟΝΟΜΙΚΩΝ ------ ΟΙΚΟΝΟΜΙΚΑΙ ΚΑΙ ΤΕΧΝΙΚΑΙ ΥΠΗΡΕΣΙΑΙ ------ ΔΙΑΚΗΡΥΞΙΣ ΕΚΜΙΣΘΩΣΕΩΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΑΚΙΝΗΤΩΝ ΑΡΙΘΜ. 1487/2015 Ἡ Ἐκκλησιαστική Κεντρική Ὑπηρεσία Οἰκονομικῶν
COORDINACIÓN EVAU GRIEGO CASTILLA-LA MANCHA
COORDINACIÓN EVAU GRIEGO CASTILLA-LA MANCHA 2016-2017. ANTOLOGÍA DE FÁBULAS. 1. LA ZORRA Y EL LEOPARDO Ἀλώπηξ καὶ πάρδαλις. (Chambry 37 = Perry 12). Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. Τῆς δὲ παρδάλεως
ΚΥΡΙΑΚΗ 29 ΝΟΕΜΒΡΙΟΥ 2015 30 Νοεμβρίου - Ὁ Ἅγιος Ἀνδρέας ὁ Ἀπόστολος ὁ Πρωτόκλητος -
CATHEDRAL SS. CATHERINE & GEORGE CHURCH 30-11 30TH DRIVE 22-30 33RD STREET ASTORIA, NY 11102 ASTORIA, NY 11105 TEL: 718-728-1718 TEL: 718-545-4796 FAX: 718-728-0079 ARCHIM. NEKTARIOS PAPAZAFIROPOULOS MR.
Η ΙΕΡΑ ΣΥΝΟΔΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ
ΕΛΛΗΝΙΚΗ ΔΗΜΟΚΡΑΤΙΑ Η ΙΕΡΑ ΣΥΝΟΔΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ ΙΩΑΝΝΟΥ ΓΕΝΝΑΔΙΟΥ 14 (115 21) τηλ. 210-72.72.204, fax 210-72.72.210 Πρωτ. 4652 Ἀριθ. Ἐν Ἀθήναις τῇ 22ᾳ Σεπτεμβρίου 2014 Διεκπ. 2081 ΕΓΚΥΚΛΙΟ
«Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε!»,
ΤΕΥΧΟΣ 34 ΟΚΤΩΒΡΙΟΣ 2014 - ΙΑΝΟΥΑΡΙΟΣ 2015 ΕΤΟΣ ΕΝΑΤΟ ΠΕΡΙΟΔΙΚΟΝ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΛΕΡΟΥ, ΚΑΛΥΜΝΟΥ ΚΑΙ ΑΣΤΥΠΑΛΑΙΑΣ ΠΑΤΡΙΑΡΧΙΚΗ ΑΠΟΔΕΙΞΙΣ ΕΠΙ ΕΠΙ ΤΟΙΣ ΧΡΙΣΤΟΥΓΕΝΝΟΙΣ Β Α Ρ Θ Ο Λ Ο Μ Α Ι Ο Σ ΕΛΕῼ ΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ
ΗΨΥΧΗ μας! Ἄπειρη ἡ ἀξία της. Αἰώνιο τὸ μέλλον
Ἔτος 105ον 4287 «ΨΥΧΗ ΜΟΥ... ΑΝΑΣΤΑ ΤΙ ΚΑΘΕΥΔΕΙΣ;» ΗΨΥΧΗ μας! Ἄπειρη ἡ ἀξία της. Αἰώνιο τὸ μέλλον της. Γι αὐτὴν τὴν ἀθάνατη ψυχή μας, τὴν πνοὴ τοῦ Θεοῦ, ποὺ μᾶς ξεχωρίζει ἀπὸ ὅλη τὴν ἄλλη ὑλικὴ δημιουργία,
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. μιά νύχτα καί μέ φίλησες στό στόμα, μόνο γι αὐτό εἶμαι ὡραία σάν κρίνο ὁλάνοιχτο κι ἔχω ἕνα ρῖγος στήν ψυχή μου ἀκόμα,
Ανακτήθηκε από την ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 6 ΣΕΠΤΕΜΒΡΙΟΥ 2011 ΕΞΕΤΑΖΟΜΕΝΟ
Notes on the Greek New Testament Week 227 John 18:12-19:3
Notes on the Greek New Testament Week 227 John 18:12-19:3 Day 1131: John 18:12-18 Verses 12-14 Jesus before Annas "The Fourth Evangelist alone reports that Jesus was taken first to Annas. In all probability
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ
ΕΝΟΣΗΣΑ 9 Θεωρητικά στοιχεία ΕΠΙΡΡΗΜΑΣΙΚΕ ΜΕΣΟΧΕ *υντακτικά οι μετοχές είναι τριών ειδών, επιθετικές ή αναφορικές, κατηγορηματικές και επιρρηματικές. Επιρρηματικές χαρακτηρίζονται οι μετοχές που μας δίνουν
Ὁμιλία 2α Ὁ Προτεσταντισμός
π. ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ Ὁμιλία 2α Ὁ Προτεσταντισμός ΠΕΡΙΕΧΟΜΕΝΑ Τί εἶναι αἵρεσις Διάβολος καί ἀνθρώπινος ἐγωϊσμός: οἱ γεννήτορες τῆς αἱρέσεως Ὁ διεφθαρμένος βίος αἰτία αἱρέσεως Ἡ ὑπερηφάνεια αἰτία αἱρέσεως
ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς
Ἡ Ἐπανάσταση τοῦ 1878 στή Δυτική Μακεδονία.
Ἡ Ἐπανάσταση τοῦ 1878 στή Δυτική Μακεδονία. Ἐπιτρέψτε μου ν ἀρχίσω τήν ὁμιλία μου μέ ἀποσπάσματα δύο κειμένων τῆς ἐποχῆς ἐκείνης: «Οἱ Μακεδόνες ἐξ ἀμνημονεύτων χρόνων οἰκήτορες καί κτήτορες τοῦ πατρίου
Witherington & Massey versus Chrysostom & Epiphanius: Long Hair Prohibited as Covering in 1 Cor 11:4, 7 1
Witherington & Massey versus Chrysostom & Epiphanius: Long Hair Prohibited as Covering in 1 Cor 11:4, 7 1 Bible Faculty Leadership Summit A. Philip Brown II God s Bible School & College πᾶς ἀνὴρ προσευχόμενος
New Manuscripts of the Divisiones Aristoteleae
Brigham Young University BYU ScholarsArchive Library Research Grants Harold B. Lee Library 2012 New Manuscripts of the Divisiones Aristoteleae Justin Barney Brigham Young University - Provo, justin.barney@outlook.com
Anaxagorás. Testimonia DK 59 A
1 Anaxagorás Testimonia DK 59 A A 1 = Diogenés Laertios, Vitae philosophorum II, 6-15 (pracovní verze s použitím překladu Antonína Koláře, Pelhřimov 1995) (6) Anaxagorás, syn Hégésibúlův nebo Eubúlův,
ΠΑΡΑΡΤΗΜΑ ΠΡΩΤΟΝ ΤΗΣ ΕΠΙΣΗΜΟΥ ΕΦΗΜΕΡΙΔΟΣ ΤΗΣ ΔΗΜΟΚΡΑΤΙΑΣ ύπ* Άρ. 1424 της Ι Οης ΦΕΒΡΟΥΑΡΙΟΥ 1978 ΝΟΜΟΘΕΣΙΑ
Ν. 4/78 ΠΑΡΑΡΤΗΜΑ ΠΡΩΤΟΝ ΤΗΣ ΕΠΙΣΗΜΟΥ ΕΦΗΜΕΡΙΔΟΣ ΤΗΣ ΔΗΜΟΚΡΑΤΙΑΣ ύπ* Άρ. 1424 της Ι Οης ΦΕΒΡΟΥΑΡΙΟΥ 1978 ΝΟΜΟΘΕΣΙΑ Ό περί Βεβ,αιώσεως και Εισπράξεως Φόρων Νόμος τοϋ 1978 εκδίδεται δια δημοσιεύσεως εις
Τὸ Μυστήριον τῆς Ἁρπαγῆς
Τὸ Μυστήριον τῆς Ἁρπαγῆς Η θεωτικὴ ἐμπειρία τῆς «ἁρπαγῆς» τοῦ Ἀποστόλου Παύλου «ἕως τρίτου οὐρανοῦ», δηλαδὴ «εἰς τὸν Παράδεισον» (Βʹ Κορινθ. ιβʹ 2-4) Περιεχόμενα Προσευχή. Προοίμιον. Α. Η «ἀποκάλυψις»
ΧΡΗΣΤΟΥ Α. ΣΑΡΤΖΕΤΑΚΗ
ΧΡΗΣΤΟΥ Α. ΣΑΡΤΖΕΤΑΚΗ ΜΕΡΟΣ Γ - ΘΕΣΕΙΣ ΚΑΙ ΑΠΟΨΕΙΣ 1.- ΜΗΝΥΜΑΤΑ α) ΠΡΩΤΟΧΡΟΝΙΑΣ 2005 ΚΕΙΜΕΝΑ ΑΠΟ ΤΗΝ ΙΣΤΟΣΕΛΙ Α www.sartzetakis.gr 2 ΧΡΗΣΤΟY Α. ΣΑΡΤΖΕΤΑΚΗ ΜΗΝΥΜΑ ΠΡΩΤΟΧΡΟΝΙΑΣ 2005 Ὁ τέως Πρόεδρος τῆς Δημοκρατίας
ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΓΟΥΜΕΝΙΣΣΗΣ, ΑΞΙΟΥΠΟΛΕΩΣ & ΠΟΛΥΚΑΣΤΡΟΥ ΔΗΜΗΤΡΙΟΥ. 70 ΧΡΟΝΙΑ ΑΠΟ ΤΗ ΜΙΚΡΑΣΙΑΤΙΚΗ ΤΡΑΓΩΔΙΑ* (Ξερριζωμός καί ὀρθόδοξη Πίστη) ΑΘΗΝΑ 1992
ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΓΟΥΜΕΝΙΣΣΗΣ, ΑΞΙΟΥΠΟΛΕΩΣ & ΠΟΛΥΚΑΣΤΡΟΥ ΔΗΜΗΤΡΙΟΥ 70 ΧΡΟΝΙΑ ΑΠΟ ΤΗ ΜΙΚΡΑΣΙΑΤΙΚΗ ΤΡΑΓΩΔΙΑ* (Ξερριζωμός καί ὀρθόδοξη Πίστη) ΑΘΗΝΑ 1992 * Ὁμιλία κατά τήν ἐκδήλωση Μνήμης ἀλησμόνητων πατρίδων,
DEPORTES Y JUEGOS DE PELOTA EN LA ANTIGUA GRECIA
DEPORTES Y JUEGOS DE PELOTA EN LA ANTIGUA GRECIA Fernando García Romero Dto. de Filología Griega y Lingüística Indoeuropea Universidad Complutense Estoy seguro de que todos los aquí presentes tenemos conciencia
ΚΥΡΙΑΚΑΤΙΚΟ ΕΓΚΥΚΛΙΟ ΚΗΡΥΓΜΑ ΜΗΤΡΟΠΟΛΙΤΟΥ. ΔΟΓΜΑΤΙΚΗ ΚΑΤΗΧΗΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ ΜΑΣ (Σειρά Κηρυγμάτων)
Α Π Λ Η Κ ΑΤ Η Χ Η Σ Η «Μορφῶστε τόν λαό ἐν σιωπῇ. Αὐτός θἆναι ὁ μοναχικός σας ἆθλος. Γιατί αὐτός ὁ λαός εἶναι θεοφόρος» (Ντοστογιέφσκι, ἀπό τίς διδαχές τοῦ στάρετς Ζωσιμᾶ) Σεπτέμβριος 2010 Ἀριθμ. 45 Συντάκτης:
ΟΚΤΩΒΡΙΟΣ 2010 ΤΕΥΧΟΣ ΝΟ. 39 Α4
ΠΑΠΠΑΦΛΕΣΣΑΣ ΟΚΤΩΒΡΙΟΣ 2010 ΤΕΥΧΟΣ ΝΟ. 39 Α4 ΜΗΝΙΑΙΑ ΕΚΔΟΣΗ ΣΥΛΛΟΓΟΥ ΙΣΤΟΡΙΚΗ ΟΙΚΟΓΕΝΕΙΑ ΤΩΝ ΦΛΕΣΣΑΙΩΝ «Ο ΠΑΠΠΑΦΛΕΣΣΑΣ» Αγίου Σίλα 29, Νέα Πεντέλη, 15236, Τηλ. 210 6138059 ΦΑΞ 210 8037827 www.flessas.eu
Επίσημες Επισκέψεις ὀρθοδόξων οἰκουμενιστῶν ἱεραρχῶν στὴν «Αδελφὴ Εκκλησία» τῆς Ρώμης* Η ἕνωσις δὲν ἀναζητεῖται, ἀλλὰ ὑφίσταται καὶ ἐκφράζεται
Ἀντι-πατερικὴ ἡ συμμετοχὴ τοῦ πατριάρχου κ. Βαρθολομαίου στὴν Θρονικὴ Εορτὴ τῆς Παπικῆς Ρώμης Επίσημες Επισκέψεις ὀρθοδόξων οἰκουμενιστῶν ἱεραρχῶν στὴν «Αδελφὴ Εκκλησία» τῆς Ρώμης* Η ἕνωσις δὲν ἀναζητεῖται,
Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ
Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Ἄγκυρα Ἐλπίδος Π Ε Ρ Ι Ο Δ Ο Σ Β Τ Ε Υ Χ Ο Σ 4 5 Ι Ο Υ Λ Ι Ο Σ Α Υ Γ Ο Υ Σ Τ Ο Σ 2 0 0 8 Περιεχόμενα
ΕΝΑ ΛΑΝΘΑΝΟΝ ΕΡΓΟ ΤΟΥ ΚΑΙΣΑΡΙΟΥ ΔΑΠΟΝΤΕ ΚΑΙ Η ΑΓΙΟΠΟΙΗΣΗ ΤΟΥ ΠΕΛΟΠΟΝΝΗΣΙΟΥ ΙΕΡΟΘΕΟΥ ΤΟΥ ΙΒΗΡΙΤΗ
Ἑλένη Ἀγγελομάτη-Τσουγκαράκη ΕΝΑ ΛΑΝΘΑΝΟΝ ΕΡΓΟ ΤΟΥ ΚΑΙΣΑΡΙΟΥ ΔΑΠΟΝΤΕ ΚΑΙ Η ΑΓΙΟΠΟΙΗΣΗ ΤΟΥ ΠΕΛΟΠΟΝΝΗΣΙΟΥ ΙΕΡΟΘΕΟΥ ΤΟΥ ΙΒΗΡΙΤΗ Ὁ Ἱερόθεος ὁ Ἰβηρίτης, ἕνας ἀπὸ τοὺς πολλοὺς ἁγιορεῖτες ἁγίους τῆς Τουρκοκρατίας
ΠΙΝΑΚΑΣ Ι ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΠΕΡΙΟΥΣΙΑ. ὁποῖα καλύπτουν ἔκταση ἴση μέ τά 4/5 τοῦ συνόλου τῆς. Ἡ συνολική αὐτή ἔκταση, δηλαδή τά 4/5, δέν μπορεῖ νά εἶναι
ΠΙΝΑΚΑΣ Ι ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΠΕΡΙΟΥΣΙΑ 1) Μέ τή σύμβαση τοῦ 1952 ἐδόθησαν διακεκριμένα κτήματα, τά ὁποῖα καλύπτουν ἔκταση ἴση μέ τά 4/5 τοῦ συνόλου τῆς καλλιεργήσιμης γῆς. Ἡ συνολική αὐτή ἔκταση, δηλαδή τά
30 Σελ. ΧΡΟΝΙΑ ΣΦΕΒΑ ΧΡΟΝΙΑ ΑΓΩΝΕΣ. ΕΘΝΙΚΗ ΤΡΑΓΩΔΙΑ Συμπληρώνονται ἐφέτος ἐνενήντα (90) χρόνια ἀπὸ
PRESS POST Κ. Ιωαννίνων 22 186 κωδ.: 096210 Χ + 7 P R E S S P O S T ΠΕΡΙΟΔΟΣ Δ - Ἀρ. φύλ. 26 (106), IΟΥΛΙΟΣ-ΣΕΠΤΕΜΒΡΙΟΣ 2012 ΕΘΝΙΚΗ ΤΡΑΓΩΔΙΑ Συμπληρώνονται ἐφέτος ἐνενήντα (90) χρόνια ἀπὸ τὴν φοβερὴ μικρασιατικὴ
Totengedenken oder Trisagion - griechisch und deutsch mit Noten -
Totengedenken oder Trisagion - griechisch und deutsch mit Noten - Texte in deutscher und griechischer Sprache für den Gemeindegebrauch Deutschsprachige Kirchengemeinde Hl. Apostel Andreas zu München in
ΤΟ ΜΥΣΤΗΡΙΟΝ ΤΟΥ ΓΑΜΟΥ ΚΑΙ ΤΑ ΚΩΛΥΜΑΤΑ ΑΥΤΟΥ
ΙΕΡΑ ΣΥΝΑΞΙΣ ΤΩΝ ΠΡΟΚΑΘΗΜΕΝΩΝ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΕΚΚΛΗΣΙΩΝ Σαμπεζύ, 21-28 Ἰανουαρίου 2016 ΤΟ ΜΥΣΤΗΡΙΟΝ ΤΟΥ ΓΑΜΟΥ ΚΑΙ ΤΑ ΚΩΛΥΜΑΤΑ ΑΥΤΟΥ I. Ὁ Ὀρθόδοξος Γάμος 1. Ὁ θεσμός τῆς οἰκογενείας εὑρίσκεται σήμερον ὑπό
COHESIÓN DISCURSIVA Y ADVERBIOS DE TIEMPO *
COHESIÓN DISCURSIVA Y ADVERBIOS DE TIEMPO * Elena Redondo Moyano Universidad del País Vasco / Euskal Herriko Unibertsitatea elena.redondo@ehu.es DISCOURSE COHESION AND TEMPORAL ADVERBS RESUMEN: En este
ΠΕΡΙΕΧΟΜΕΝΑ. ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ Περιοδική Ἔκδοση τῆς Ἱερᾶς Μητροπόλεως Κισάμου & Σελίνου *** ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΔ ΤΕΥΧΟΣ 48 ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2015
ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ Περιοδική Ἔκδοση τῆς Ἱερᾶς Μητροπόλεως Κισάμου & Σελίνου *** ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΔ ΤΕΥΧΟΣ 48 ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2015 ΙΔΡΥΤΗΣ: Ὁ ἀοίδιμος Μητροπολίτης Κισάμου & Σελίνου κυρός ΕΙΡΗΝΑΙΟΣ ΕΚΔΟΤΗΣ:
ΤΙ ΓΙΝΕΤΑΙ ΜΕ ΤΗΝ ΥΠΑΚΟΗ ΟΤΑΝ Ο ΠΝΕΥΜΑΤΙΚΟΣ ΜΑΣ ΔΕΝ ΟΡΘΟΔΟΞΕΙ ;
Τί μᾶς διδάσκει τό ἐκκλησιαστικό παρελθόν σχετικῶς μέ τήν ὑπακοή στόν Πνευματικό μας Πατέρα, ὅταν πρόκειται περί θέματος Πίστεως, δογματικό ἤ σχετικό μέ τούς ἱερούς Κανόνες; Ὀφείλουμε ἀδιάκριτη ὑπακοή
28η Οκτωβρίου 1940 Τραγικές στιγμές προσμονής! (Μάιος 1941)
«Όποιος τον τόπο μας τιμά, μες στην ψυχή μας μπαίνει, και στους ανθρώπους φωτεινό παράδειγμα θα μένει!» ΚΕΜΠΑΘ TA MEGALA BRAGGIANA 52 M-RO_Layout 1 1/15/13 12:55 PM Page 1 Ν.Α. Εφημερίδα επικοινωνίας και
DIBATTITO POLITICO. dalle. Storie di Erodoto
DIBATTITO POLITICO dalle Storie di Erodoto Muse Un dibattito sulle forme di governo Bibliografia e sitografia Greci e Persiani a banchetto democrazia oligarchia monarchia democrazia Otane propone la democrazia
Chapter 39. The Aorist Participle (part 1) The Weirdos and the Second Aorist The Aorist Participles of γινώσκω and δίδωµι
Chapter 39 The Aorist Participle (part 1) The Weirdos and the Second Aorist The Aorist Participles of γινώσκω and δίδωµι 39.1 In chapters 31 and 32 we met the Second Aorist Indicative Active - the form
«ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΝΕΚΤΑΡΙΟΣ ΚΟΤΖΙΑΣ»
«ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΝΕΚΤΑΡΙΟΣ ΚΟΤΖΙΑΣ» Ὁμιλία τοῦ Σεβασμιωτάτου Μητροπολίτου Χαλκίδος κ. Χρυσοστόμου σέ Ἐκδήλωση τῆς Ἑνώσεως Ἀποφοίτων Ριζαρείου Ἐκκλησιαστικῆς Σχολῆς (Δευτέρα 4 Μαΐου 2015) Μετά πολλῆς προθυμίας
ΥΠΟΥΡΓΕΙΟ ΠΑΙ ΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2011
ΥΠΟΥΡΓΕΙΟ ΠΑΙ ΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2011 Μάθημα: Αρχαία Ελληνικά Ημερομηνία και ώρα εξέτασης: 24 Μαΐου 2011 7.0-10.00 ΛΥΣΕΙΣ
Nεανικά Ἀγκυροβολήματα
«κατ εἰκόνα Θεοῦ» καὶ ὁ ὁποῖος στὴ συνέχεια πλάθει τὸν κόσμο «κατ εἰκόνα κι ὁμοίωσή του». Ἐδῶ, σ αὐτὸ τὸ σημεῖο βρίσκεται ἡ μοναδικότητα κάθε πολιτισμοῦ ἀλλὰ καὶ ἡ ἰδιαίτερη ἀξία του, ἡ ὁποία κρίνεται
ΕΚΛΟΓΙΚΗ ΠΕΡΙΦΕΡΕΙΑ ΕΒΡΟΥ
ΕΚΛΟΓΙΚΗ ΠΕΡΙΦΕΡΕΙΑ ΕΒΡΟΥ ΑΣΗΜΑΚΟΠΟΥΛΟΣ ΣΠΥΡΙΔΩΝ του ΔΗΜΗΤΡΙΟΥ ΚΑΛΑΪΤΖΙΔΟΥ ΑΙΚΑΤΕΡΙΝΗ του ΜΙΧΑΗΛ ΚΟΖΑΡΗΣ ΚΥΡΙΑΚΟΣ του ΧΡΗΣΤΟΥ ΜΑΛΚΟΥΚΗΣ ΒΑΣΙΛΕΙΟΣ του ΔΗΜΗΤΡΙΟΥ ΜΟΡΑΛΗΣ ΖΗΣΗΣ του ΙΩΑΝΝΗ ΕΚΛΟΓΙΚΗ ΠΕΡΙΦΕΡΕΙΑ
Ἡ Τεράστια Κοινωνικὴ Σημασία τῶν Βλακῶν ἐν τῷ Συγχρόνῳ Βίῳ
Εὐάγγελος Λεμπέσης Ἡ Τεράστια Κοινωνικὴ Σημασία τῶν Βλακῶν ἐν τῷ Συγχρόνῳ Βίῳ Πρόλογος Ἁπλὴ ὑποσημείωσις ἐξ ὀλίγων γραμμῶν εἰς ἄλλην μελέτην μου ἡ παροῦσα μικρὰ ἐργασία ἐξελιχθῆ εἰς τὸ ἀνὰ χείρας δοκίμιον
Νικηφόρος Βρεττάκος - Επιλογή Ποιημάτων
Νικηφόρος Βρεττάκος - Επιλογή Ποιημάτων Ὁ πράσινος κῆπος Ἔχω τρεῖς κόσμους. Μιὰ θάλασσα, ἕναν οὐρανὸ κι ἕναν πράσινο κῆπο: τὰ μάτια σου. Θὰ μποροῦσα ἂν τοὺς διάβαινα καὶ τοὺς τρεῖς, νὰ σᾶς ἔλεγα ποῦ φτάνει
ΑΡΧΑΙΟΤΗΤΕΣ ΚΑΙ ΜΝΗΜΕΙΑ ΑΝΑΤΟΛ. ΜΑΚΕΔΟΝΙΑΣ - ΘΡΑΚΗΣ
370 ΑΡΧΑΙΟΛΟΓΙΚΟΝ ΔΕΛΤΙΟΝ 19 (1964) : ΧΡΟΝΙΚΑ ΑΡΧΑΙΟΤΗΤΕΣ ΚΑΙ ΜΝΗΜΕΙΑ ΑΝΑΤΟΛ. ΜΑΚΕΔΟΝΙΑΣ - ΘΡΑΚΗΣ ΕΙσαγωγικά: Κατά τό έτος 1963 ύπό τής Εφορείας Αρχαιοτήτων ΙΕ' Περιφερείας διενηργήθησαν άνασκαφαϊ καί
ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΣΙΣΩΗ ΤΟΥ ΜΕΓΑΛΟΥ
ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΣΙΣΩΗ ΤΟΥ ΜΕΓΑΛΟΥ Ψαλλομένη τῇ 6 η Ἰουλίου Ποίημα Δρ. Χαραλάμπους Μπούσια Πηγή: π. Νεκτάριος Μαμαλοῦγκος www.nektarios.gr Σημείωσις: Ὅπου ἐκ τοῦ Μηνιαίου, προτιμήθησαν αὐτὰ, σημειούμενα
Saint Spyridon Greek Orthodox Cathedral
Saint Spyridon Greek Orthodox Cathedral Sunday, August 30, 2015 St. Spyridon Greek Orthodox Cathedral Church Office 508-791-7326 Mon.-Fri.: 9:00 a.m.-5:00 p.m. www.spyridoncathedral.org Reverend Doctor
Ενότητα 3η Το χρέος του ιστορικού
Ενότητα 3η Το χρέος του ιστορικού Ἐν μὲν οὖν τῷ λοιπῷ βίῳ τὴν τοιαύτην ἐπιείκειαν ἴσως οὒκ ἂν τις ἐκβάλλοι καὶ γὰρ φιλόφιλον εἶναι δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ φιλόπατριν καὶ συμμισεῖν τοῖς φίλοις τοὺς ἐχθροὺς
ΕΓΚΥΚΛΙΟ ΓΡΑΜΜΑ ΠΡΟΣ ΤΟΥΣ ΙΕΡΕΙΣ ΚΑΙ ΤΙΣ ΙΕΡΕΣ ΜΟΝΕΣ. Περί ἀναιρέσεως τῆς ὑπογραφῆς μου σέ κυκλοφορηθέν κείμενο
Α Π Λ Η Κ ΑΤ Η Χ Η Σ Η «Μορφῶστε τόν λαό ἐν σιωπῇ. Αὐτός θἆναι ὁ μοναχικός σας ἆθλος. Γιατί αὐτός ὁ λαός εἶναι θεοφόρος» (Ντοστογιέφσκι, ἀπό τίς διδαχές τοῦ στάρετς Ζωσιμᾶ) Σεπτέμβριος 2009 Ἀριθμ. 33 Συντάκτης:
ΟΧΙ ΠΕΡΑΙΤΕΡΩ...! ΕΝΟΡΙΑΚΗ ΕΥΛΟΓΙΑ Τεῦχος 112
ΟΧΙ ΠΕΡΑΙΤΕΡΩ...! Η ἀντιστασιακή ἐπέτειος τοῦ Ἔθνους μας τῆς 28ης Ὀκτωβρίου 1940 ἐναντίον τοῦ Ἄξονος Παπισμοῦ - Σιωνισμοῦ μέ προκάλυμμα τή Γερμανία ἔχει φέτος γιά τήν Πατρίδα μας ἰδιάζουσα σημασία, γιατί
Η ΟΡΘΟΔΟΞΗ ΥΜΝΟΛΟΓΙΑ ΣΤΗΝ ΠΟΙΗΣΗ ΤΟΥ ΟΔΥΣΣΕΑ ΕΛΥΤΗ 1
Η ΟΡΘΟΔΟΞΗ ΥΜΝΟΛΟΓΙΑ ΣΤΗΝ ΠΟΙΗΣΗ ΤΟΥ ΟΔΥΣΣΕΑ ΕΛΥΤΗ 1 Πάντα κοντὰ στὴ θάλασσα Νιάτα στὰ βράχια ἐπάνω, στῆθος Μὲ στῆθος πρὸς τὸν ἄνεμο (Προσανατολισμοί, «Ἐπέτειος», σ. 22) Παιδὶ τῆς θάλασσας, ὁ Ὀδυσσέας
Διευκρινίζεται, ὅτι τὰ ἀναφερόμενα στὸ χρονικὸ αὐτὸ εἶναι ἁπλῶς καὶ μόνον
Ενα σύντομο χρονικὸ τῶν τελευταίων τριῶν δεκαετιῶν Οἰκουμενισμὸς καὶ Αντι-οικουμενισμὸς στὴν Σερβία (*) Διευκρινίζεται, ὅτι τὰ ἀναφερόμενα στὸ χρονικὸ αὐτὸ εἶναι ἁπλῶς καὶ μόνον ἐνδεικτικὰ οἰκουμενιστικὰ
Πρωτοπρεσβύτερος ΔΗΜΗΤΡΙΟΣ Β. ΤΖΕΡΠΟΣ Ἀν. Καθηγητής Τμήματος Θεολογίας Πανεπιστημίου Ἀθηνῶν
1 Πρωτοπρεσβύτερος ΔΗΜΗΤΡΙΟΣ Β. ΤΖΕΡΠΟΣ Ἀν. Καθηγητής Τμήματος Θεολογίας Πανεπιστημίου Ἀθηνῶν Η ΚΑΤΑΧΡΗΣΤΙΚΗ ΤΕΛΕΣΗ ΤΟΥ ΜΥΣΤΗΡΙΟΥ ΤΟΥ ΑΓΙΟΥ ΕΥΧΕΛΑΙΟΥ Στά πλαίσια τοῦ γενικώτερου προβληματισμοῦ πού μᾶς