1 ΝΟΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ Κοσμᾶ καὶ Δαμιανοῦ ἀναργύρων καὶ τῆς μητρὸς αὐτῶν Θεοδότης (τῶν ἐκ Μικρᾶς Ἀσίας). Δαυὶδ ὁσίου τοῦ ἐν Εὐβοίᾳ ( 1580). Ἰακώβου ἱ ερομάρτυρος τοῦ ἐν Αἰτωλίᾳ καὶ τῶν μαθητῶν αὐτοῦ ( 1520). Ἦχος πλ. α. Ἑωθινὸν ια. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ. α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡ μῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ. Δόξα. Τῶν Ἀγίων. Ἦχος πλ. δ. Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν. Ὁ δι ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε. Δόξα. Κύριε νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ αἰῶνος νεκροὺς ἐξανέστησας. Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι. Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α. Κύριε, μετὰ τὴν τριήμερόν σου ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέ 1
τρος ἐβόα σοι Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν; ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με. Δόξα. Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος ἔδραμον γυναῖκες ἰδεῖν σε, καὶ ἀ πήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι. Ἀπειρόγαμε νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡ μᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς καὶ νῦν δυσώπει ἀ παύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς. Εἶτα τὸ ἐκ τῆς φυλλάδος μετὰ τὸν πολυέλεον Κάθισμα τῶν Ἁγίων Ἀναργύρων. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τὰς χαμαιζήλους ἡδονὰς συμπατοῦντες, πρὸς μαρτυρίου Ἀθληταὶ θεῖον ὕψος, περιφανῶς ἐπήρθητε ἐν χάριτι, Κοσμᾶ Δαμιανέ τε, οἰκουμένης φωστῆρες ὅθεν ἱκετεύομεν σκοτασμοῦ ἁμαρτίας, καὶ νοσημάτων ῥύσασθε ἡ μᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες. Δόξα. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Καπεπλάγησαν λαοί, ἰδόντες θαύματα δυάς, Κοσμᾶ καὶ Δαμιανέ, τὴν θεραπείαν ἀσθενῶν, καὶ ἀνάβλεψιν τυφλῶν, ἀνόρθωσιν παραλύτων ἐδόθη γὰρ ὑμῖν, ἐξουσία κατὰ πνευμάτων ἀκαθάρτων δεινῶν, ὥστε ἐκβάλλειν λόγῳ αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον Ἰησοῦ ὀνόματι, ᾧ, πᾶν γόνυ κάμψει ἐπουρανίων, καταχθονίων, γηΐνων τε. Ἔρχου Μῆτερ Μαριάμ, κλῖνον τὸ οὖς σου εὐμενῶς, καὶ ἐπάκουσον ἡμῶν, τῶν δεομένων ἐκτενῶς καὶ ὡς οἰκτίρμων, μὴ ἐλλίπῃς τοῦ προστατεύειν, τὰ τέκνα ἃ ὁ σὸς Υἱὸς καὶ πάντων Θεός, σοὶ δέδωκεν Ἁγνή, εἰς σωτηρίαν ἡ μῶν, καὶ τὰς παγίδας λύειν τοῦ διαβόλου, καὶ ῥῶσιν νέμειν τοῖς δούλοις σου εἰς σὲ γὰρ πᾶσαν τὴν προσδοκίαν καὶ ἐλπίδα τιθέμεθα. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι * ἀλλ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε * Θρήνου ὁ καιρὸς * πέπαυται μὴ κλαίετε * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν 2
τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (ἐκ γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι ηὐλόγηταί Σου... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος πλ. α. Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί. Ἦχος πλ. α. Ἀντίφωνον Α. Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας. Τοῖς ἐρημικοῖς, ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε, σὺν τοῖς ἀοράτοις αὐτοκρατὲς γὰρ ὄν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως. Ἀντίφωνον Β. Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει. Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. Ἀντίφωνον Γ. Ἐπὶ τοῖς εἰρηκόσι μοι Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου χαρᾶς πολλῆς πλησθείς, εὐχὰς ἀναπέμπω. Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ. Προκείμενον. Ψαλμὸς θ (9). Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας. (δίς) Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ἀνάστηθι Κύριε ὁ Θεός μου... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. 3
Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν ΙΑ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ 15 25). Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν καὶ λέγει τῷ Σίμωνι Πέτρῳ Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ Ναί, Κύριε σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅ τε ᾖς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν * σὺ γὰρ εἶ Θεὸς ἡ μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ νάστασιν * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. 4
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Ὁ Ἀναστάσιμος καὶ ὁ α τῶν Ἀναργύρων. ᾨδὴ α. Ὁ Ἀναστάσιμος εἰς δ. Ἦχος πλ. α. Ὁ Εἱρμός. Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα. Τροπάρια. Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν Εὐεργέτα, πρὸς σὲ φυλάξασα μητρικήν, Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον. Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικλυσθείς, Ζωοδότα ἀπτώτως καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται ἡ γὰρ εὐλογημένη, καὶ Κεχαριτωμένη πιστοῖς, χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν, ἀνθηφοροῦσα Χριστὸν τοῖς πέρασι. 5
Κανὼν τῶν Ἀναργύρων, οὗ ἡ ἀκροστιχίς Ὕμνοις γεραίρω τοὺς σοφοὺς Ἀναργύρους. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. ᾨδὴ α. Ἦχος α. ᾌσωμεν πάντες λαοί. Ὑπὸ τῆς χάριτος, τῆς ἀρχικῆς Τριάδος, ἡ δυὰς ἡ θαυμαστὴ καὶ σεβάσμιος, φωτιζομένη πᾶσιν ἰάματα, τοῖς προσιοῦσι πιστῶς, παρέχει ἀενάως, ἀναβλυστάνουσα. Μυσταγωγούμενοι, τοῖς ζωηφόροις λόγοις, ὡς φωστῆρες ἐν κόσμῳ ἐξέλαμψαν, τὴν τῶν παθῶν ὁμίχλην, εὐκόλως διασκεδάζοντες, τῇ ζέσει τῆς πίστεως, οἱ παμμακάριστοι. Δόξα. Νόμῳ πειθόμενοι, τῷ τοῦ Σωτῆρος πᾶσαν, ἡ δυπάθειαν σαρκὸς μὲν ἀπέθεντο, ταῖς ἀρεταῖς ψυχὰς δέ, φανότατα καταλαμπρύναντες, ἐν κόσμῳ διέπρεψαν, οἱ ἀξιάγαστοι. Ὅλον τὸν ἄνθρωπον, ἐν σῇ γαστρὶ σκηνώσας, Θεομῆτορ ἀποῤῥήτως ἠμφιάσατο, ὁ ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς ἀχρόνως ὁ ὑπέρθεος αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται. ᾨδὴ γ. Ὁ Ἀναστάσιμος. Ἦχος πλ. α. Ὁ Εἱρμός. Ὁ πήξας ἐπ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀ γαθὲ καὶ φιλάνθρωπε. Τροπάρια. Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀ γνώμονες. Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὸν κατέθεντο ἀλλ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχε, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν. Τῶν Ἀναργύρων. ᾨδὴ γ. Ἦχος α. Στερέωσόν με Χριστέ. Ἰάσεων τὰς πηγάς, τῶν δωρεῶν τε τῶν θείων τοὺς ὀχετούς, τοῦ ἀΰλου φωτὸς τὰ λαμπρότατα, δοχεῖα ἅπαντες ἀξίως ὑμνήσωμεν. Σωμάτων τε καὶ ψυχῶν, ὡς ἰατρεύοντες πάθη τὰς ἀῤῥωστίας, τῶν προσιόντων ὑμῖν πανσεβάσμιοι, προθύμως νῦν, ὡς εὐεργέται θεραπεύετε. Δόξα. Γονίμοις ἐν ἀρεταῖς, κατακοσμούμενοι πᾶσαν τὴν φθειρομένην, τρυφὴν τοῦ βίου σαφῶς ἀπεκρούσαντο, τῷ θείῳ κάλλει ἀνενδότως ἀτενίζοντες. Ἐν εἴδει τῷ καθ ἡμᾶς, ὁ πρὶν ἀνείδεος ὤφθη Θεογεννῆτορ, συνεισδραμούσης σαρκὶ τῆς Θεότητος, ἐν μήτρᾳ σου τῆς παναγίας Θεόνυμφε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡ.. 6
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ [Κοντάκιον καὶ Οἶκος τῶν Ἀναργύρων. Κοντάκιον. Ἦχος β. Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ θαυματουργοὶ ἔνδοξοι ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση καταβάλλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν. Ὁ Οἶκος. Πάσης συνέσεως καὶ σοφίας ὑπέρκειται ὁ λόγος τῶν σοφῶν Ἰατρῶν τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν ὅθεν κἀμοί, διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Θεοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν.] Μεσῴδιον Κάθισμα τῶν Ἀναργύρων. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, χορηγοῦσα θείων ἰάσεων δύναμιν ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι. Θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑ Δόξα. Ὅμοιον. Ἰαμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι τῶν γὰρ παθῶν τὴν φλόγα, τῇ πίστει δροσίζοντες, τῶν πιστῶν ἐν ταύτῃ, τὸ φρόνημα θάλπετε ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐν αὐτῷ καταφεύγομεν. Θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑ ορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑ Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου ἔ χεις γὰρ ὡς Μήτηρ τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν διὰ τοῦτο βοῶμέν σοι Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι ἄφεσιν τοῖς δούλοις σου, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄσπορον τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος πλ. α. Μιμητὴς ὑπάρχων. Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε διὸ πάντες σοι κράζομεν Σῶσον ἡμᾶς Κύριε. Ὁ Οἶκος. Ἀκούσασαι αἱ γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν ἀνάστασιν ἔ βλεπον καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀ παγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ χώρᾳ Γαλιλαίᾳ τοῦ κηρῦξαι διὸ πάντες σοι κράζομεν Σῶσον ἡμᾶς Κύριε. Συναξάριον. Μὴν Νοέμβριος, ἔχων ἡμέρας λ. Ἡ ἡμέρα ἔχει ὥρας ι, καὶ ἡ νὺξ ὥρας ιδ. Τῇ Α τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας. 7
Στίχ. Εἰ καὶ παρῆκαν γῆν Ἀνάργυροι δύο, Πληροῦσιν, ὡς πρίν, καὶ πάλιν γῆν θαυμάτων. Πρώτῃ Ἀκέστορε φῶτε Νοεμβρίου ἔκπτατον ἐκ γῆς. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων γυναικῶν Κυριαίνης καὶ Ἰουλιανῆς. ( 305) Στίχ. Καὶ Κυρίαινα πρὸς τὸ πῦρ ἀποπνέει, Πάσης πνοῆς τιμῶσα Κύριον μέγαν. Τῷ πρὸς σὲ φίλτρῳ, Σῶτερ, ἐκκεκαυμένη, Ἰουλιανὴ καῦσιν ἐκ πυρὸς φέρει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Καισαρίου, Δασίου καὶ ἑτέρων πέντε (Σαβινίου ἢ Σαβινιανοῦ, Ἀγρίππα, Σάββα, Ἀδριανοῦ καὶ Θωμᾶ τοῦ νηπίου). ( 345) Στίχ. Σὺν ἓξ συνάθλοις, τῆς ἀληθείας φίλοις, Τέμνουσι Καισάριον οἱ ψεύδους φίλοι. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Ἱερομαρτύρων Ἰωάννου Ἐπισκόπου καὶ Ἰακώβου Πρεσβυτέρου. Στίχ. Σὺν Ἰακώβῳ τῷ Θύτῃ Χριστοῦ, ξίφος Ἰωάννης ἤνεγκεν ὁ Χριστοῦ Θύτης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Μάρτυρος Ἑρμηνιγγέλδου, ξίφει τελειωθέντες ἐν ἔτει φπϛ ( 586). Στίχ. Ἑρμηνίγγελδος ἐκπλυθεὶς βαφὴν πλάνης, Σφαγὴν ὑποστάς, βάπτεται λύθρου κόχλῳ. Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Ἰακώβου τοῦ ἐκ Καστορίας Ἰβηροσκητιώτου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ Ἰακώβου διακόνου καὶ Διονυσίου μοναχοῦ, τῶν δι ἀγχόνης τελειωθέντων ἐν ἔτει αφκ (1520). Στίχ. Τοὺς τρεῖς ὁσίους θανατοῦσιν ἀγχόνῃ ἐχθροὶ κάκιστοι τῆς Ἁγίας Τριάδος. Ὁ ὅσιος Πατὴρ ἡμῶν Δαβίδ, ὁ ἐν Εὐβοίᾳ ἀ σκήσας, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει αφπ (1580). Στίχ. Δαβὶδ Γολιὰθ κατέβαλε τῷ λίθῳ, Δαβὶδ προσευχῇ κατέβαλε τὰ πάθη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας ἐνδόξου Νέας Παρθενομάρτυρος Ἑλένης τῆς ἐν Σινώπῃ, τοὐπίκλην Μπεκιάρη, ὑπὲρ ἁγνείας καὶ τῆς ἐν Χριστῷ πίστεως μαρτυρησάσης, ἐν ἔτει αψν (1750). Στίχ. Τῆς ἁγνείας θησαυρὸς ἐν Πόντῳ ὤφθη, Εὐσθενῶς ἀθλήσασα, Ἑλένη κόρη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου ἐκ τῶν Ο Νηρέως καὶ τῆς ἀδελφῆς αὐτοῦ, μαθητῶν τοῦ Ἀποστόλου Παύλου (Ῥωμ. ιϛ 15). Στίχ. Τὸν Νηρέα ᾄσωμεν τὴν σύγγονόν τε τούτου, Οὓς ἐν Ρώμῃ ἔγνωκεν ὁ θεῖος Παῦλος. Ὅν περ ἐπαινεῖ Νηρέα θεῖος Παῦλος Σὺν ὁμαίμονι ὁ Χριστὸς προσλαμβάνει. Οἱ ἅγιοι μάρτυρες Κυπριανὸς καὶ Ἰουλιανὴ πυρὶ τελειοῦνται. Στίχ. Ἰουλιανὴν καρτεροῦσαν πῦρ βλέπειν, Συγκαρτερῶν ἦν Κυπριανὸς γεννάδας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Αὐστρεμονίου, πρώτου ἐπισκόπου Κλερμὸν καὶ φωτιστοῦ Ὠβέρνης τῆς Γαλλίας. Στίχ. Ὁ Αὐστρεμόνιος φῶς λαβὼν Κυρίου, Φωτιστὴς ἐγένετο πάσης Ὠβέρνης. * Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Μηνὸς Νοεμβρίου, Σύναξις ἐπιτελεῖται πάντων τῶν ἐν Καππαδοκίᾳ Ἁγίων. Στίχ. Εὐσεβείας πέλετε, Ἅγιοι, ἄστρα, Καππαδόκες γηγενεῖς καὶ ἐπήλυδες. Σμῆνος Ἁγίων Καππαδόκων ὑμνείσθω, Ὡς ἀληθείας λύχνων Χριστοῦ πυρφόρων. Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ μηνὸς Νοεμβρίου, Σύναξις ἐπιτελεῖται ἐν τῇ Ἱερᾷ Μητροπόλει Λαρίσης τῶν ἐν αὐτῇ διαλαμψάντων ὀκτὼ καὶ δέκα Ἁγίων, ἤτοι Ἀχιλλίου, Διονυσίου, Βησσαριώνων δύο, Νεοφύτου, Θωμᾶ, Μάρκου, Ἀντωνίου καὶ Κυπριανοῦ, ἐννέα Ἀρχιεπισκόπων Λαρίσης, ὡς καὶ τῶν Ἁγίων ἑπτὰ Μαρτύρων καὶ νέων ἀθλητῶν Κοσμᾶ τοῦ Ἱερομάρτυρος καὶ Ἰσαποστόλου, Γεδεών, Ἰωάννου, Δαμιανοῦ, Γεωργίου, Νικολάου καὶ Ἁρμοδίου καὶ σὺν τούτοις τοὺς δύο Ὁσίους Συμεών τε καὶ Δαυΐδ. Στίχ. Τοὺς ὀκτωκαίδεκα λαμπροὺς Ἁγίους, Λαρίσης ὑμνοῦμεν ἐν ᾄσμασι νέοις. Λαρίσης τὴν σύναξιν ἀνυμνέω τῶν ἁγίων πάντων. Τῇ αὐτῇ Κυριακῇ ὡσαύτως, Σύναξις ἐπιτελεῖται ἐν τῇ Ἱερᾷ Μητροπόλει Νεαπόλεως καὶ 8
Σταυρουπόλεως ἐν Θεσσαλονίκῃ τῶν τριῶν ἐν αὐτῇ διαλαμψάντων Ἁγίων, ἤτοι Γεωργίου Νέου Ἱερομάρτυρος τοῦ Νεαπολίτου, Ἀθανασίου Νεομάρτυρος τοῦ Κουλακιώτου καὶ Ἀκακίου Νέου Ὁσιομάρτυρος τοῦ Ἀσβεστοχωρίτου. Στίχ. Νεάθλους τρεῖς τιμῶμεν ἀρτίως πόθῳ, Νέα Συνάξει αὖθις ἀξιόχρεως. Νεάπολις καὶ πᾶσαι αἱ κῶμαι πέριξ, Πολιούχους νέους σήμερον προβάλλει. Τριμάρτυρον τεῖχος Νέαν Πόλιν φυλάττοι κακίας. Ἔτι δὲ ἐν τῇ περιωνύμῳ Νήσῳ τῆς Κερκύρας πάνδημος τελεῖται πανήγυρις καὶ λιτανεία τοῦ σεπτοῦ ἀφθόρου λειψάνου τοῦ Πολιούχου αὐτῆς Σπυρίδωνος τοῦ θαυματουργοῦ, ἐ πὶ τῇ ἀναμνήσει διασώσεως τῆς Νήσου ἀπὸ φθοροποιοῦ πανώλους, ἐν ἔτει αχογ (1673). Στίχ. Λοιμοῦ φθαρτικοῦ ἀπήλλαξας θαυμαστὲ Πάτερ, Λαὸν εὐσεβῆ Κερκύρας λιτεύοντά σοι, ὡς ἀληθείας λύχνων Χριστοῦ πυρφόρων. Τῇ αὐτῇ Κυριακῇ εἰσέτι, Σύναξιν ἐπιτελοῦμεν τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ προμάχων τῆς Ὀρθοδοξίας Τριῶν Νέων Ἱεραρχῶν, Φωτίου τοῦ Μεγάλου, Πατριάρχου Κωνσταντινουπόλεως, Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ καὶ Μάρκου Ἐπισκόπου Ἐ φέσου, τοῦ Εὐγενικοῦ. Στίχ. Τοὺς τρεῖς ὁμοῦ δίκαιον σέβειν Πατέρας, Τρόπαιον ἐγείραντας Ὀρθοδοξίας. Τρισὶν ἀρχιθύταις ἁμᾷ λιγαίνειν ἀοιδὴν θέσπιν. Τῇ δὲ αὐτῇ Κυριακῇ, ἡ Ἱερὰ Σύνοδος τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ὥρισε τιμᾶσθαι τοὺς ἐν χριστομιμήτῳ αὐταπαρνήσει κινουμένους πρὸς δωρεὰν ὀργάνων σώματος αὐτῶν, εἰς σωτηρίαν πασχόντων ἀδελφῶν. Στίχ. Δωρηταὶ τοῦ σώματος χαίρετε ἐν Κυρίῳ, Ὡς ἐν ἔργοις κοινωνοὶ τοῦ νόμου τῆς ἀγάπης. Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ τοῦ Μηνὸς Νοεμβρίου, ἑόρτιος Σύναξις, πανήγυρίς τε καὶ δέησις τελεῖται τῆς Πανελληνίου Συνομοσπονδίας πολυτέκνων, ἐπικαλουμένων εἰς προστασίαν τῶν Ἁγίων Τερεντίου καὶ Νεονίλλης μετὰ τῆς πολυμελοῦς οἰκογενείας αὐτῶν. Στίχ. Πολυτέκνων ἀγάλλου πληθὺς πᾶσα, Ἁγίους ἔχουσα ὁμοειδεῖς προστάτας. Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡ μᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου. Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς 7ης Νοεμβρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐνάρξεως τοῦ Τριῳδίου, τῇ Β, Δ καὶ Ε Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς Κυριακῆς τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου. ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασιλίδι Μητρί * καὶ ὀφθήσομαι * φαιδρῶς πανηγυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον * καὶ ἐν τῇ θείᾳ δόξῃ σου * στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε * Δόξα τῇ δυνάμει σου, Κύριε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μήτρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄ χρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρίαν βραβεύοντα. ᾨδὴ ς. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα * ἀλλὰ πυρὸς ἀπειλὴν * 9
ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπασαν * ἀγείρει ψάλλουσαν * Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Ὁ διάκονος Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Ἅπας γηγενὴς * σκιρτάτω τῷ πνεύματι * λαμπαδουχούμενος * πανηγυριζέτω δὲ * ἀΰλων νόων * φύσις, γεραίρουσα * τὴν ἱερὰν πανήγυριν * τῆς Θεομήτορος, * καὶ βοάτω * Χαίροις, παμμακάριστε * Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡ Ἅγιος Κύριος ὁ Θεὸς ἡ Ἅγιος Κύριος ὁ Θεὸς ἡ Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον ΙΑ. Μετὰ τὴν θείαν ἔγερσιν, τρὶς τῷ Πέτρῳ Φιλεῖς με; πυθόμενος ὁ Κύριος, τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην ὃς ἰδών, ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε; Τῶν Ἀναργύρων. Ἐν Πνεύματι τῷ Ἱερῷ. Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀ νάργυροι μακάριοι, θεραπεύετε νόσους, καὶ ἰ ᾶσθε ἅπαντας, τοὺς πιστῶς προστρέχοντας, τῷ θείῳ ὑμῶν τεμένει διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην. 10
Θεοτοκίον. Ἐκύησας πανάχραντε, τοῦ Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων. ΑΙΝΟΙ Ἦχος πλ. α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη, ρμθ ) καί Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. α. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς, τριημέρου ταφῆς σου καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι ἡμᾶς παθόντα καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων Ἀνέστη ὁ Κύριος εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡ Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς Μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας. Ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς. Καὶ τῶν Ἀναργύρων, Στιχηρὰ προσόμοια δ (τὰ ἐκ τῆς φυλλάδος, τὰ δὲ ἰδιόμελα εἰς τὸ τέλος). Ἦχος δ. Ἔδωκας σημείωσιν. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Νάμασι τοῦ πνεύματος, ὡς ποταμοὶ προσκλυζόμενοι καὶ σαφῶς πελαγίζοντες, τὴν κτίσιν ἀρδεύετε ταῖς θεοσημείαις καὶ ταῖς παραδόξοις, τῶν ἰαμάτων παροχαῖς καὶ ψυχοφθόρα πάθη ξηραίνετε καὶ νόσους θεραπεύετε καὶ φυγαδεύετε πνεύματα θεοφόροι Ἀνάργυροι πρεσβευταὶ τῶν ψυχῶν ἡ Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πάθη ἀλογώτατα καθυποτάξαντες, ἅγιοι, ψυχικαῖς ταῖς δυνάμεσιν ἀνθρώποις καὶ κτήνεσι τὰς εὐεργεσίας, ἐπιχορηγεῖτε, παρὰ Χριστοῦ τὴν δωρεὰν τῶν ἰαμάτων καταπλουτήσαντες, διὸ τὴν ἱερὰν ὑμῶν καὶ φωτοφόρον πανήγυριν ἐκτελοῦντες αἰτούμεθα, φωτισμὸν ταῖς ψυχαῖς ἡ 11
Στίχ. ζ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Ὁ θεῖος ναὸς ὑμῶν, ὡς οὐρανὸς ἀναδέδεικται φωταυγὴς καὶ οὐράνιος ὡς ἄστρα τὰ θαύματα τὰ σωτηριώδη νῦν προσκεκτημένος καὶ ὡ σπερ ἥλιον φαιδρὸν τῶν ἰαμάτων θείαν ἐνέργειαν, Κοσμᾶ μακαριώτατε, Δαμιανὲ παναοίδιμε τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν ψυχῶν ἡ Στίχ. η. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Ἅγιοι Ἀνάργυροι, καὶ ἰατροὶ παμμακάριστοι, τοὺς ὑμῶν νῦν γεραίροντας, μνήμην τὴν πανίερον, ῥύσασθαι κινδύνων, πάσης ἁμαρτίας, καὶ καταιγίδος τῶν παθῶν, καὶ τυραννίδος ἐκδιασώσατε, Κοσμᾶ θαυμασιώτατε, Δαμιανὲ ἅμα ἀοίδιμε, τῷ Κυρίῳ πρεσβεύοντες, ἀεννάως πανόλβιοι. Δόξα. Ἑωθινὸν ΙΑ. Ἦχος πλ. δ. Φανερῶν σεαυτόν, τοῖς Μαθηταῖς σου Σωτήρ, μετὰ τὴν ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμαίνειν φροντίδα αἰτῶν διὸ καὶ ἔ λεγες Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι ήθημεν * διὸ ἀνυμνοῦντες βοῶμεν * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ μήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ ) Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα * Κύριε, ἐλέησόν με * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς * ἐν τῷ φωτί σου ὀ ψόμεθα φῶς. 12
Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β. Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος * ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι αὐτῶν τὴν εἰρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυ έλεε. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι πρέπει σοι πᾶσα δόξα Τὰ τυπικὰ μετὰ τῶν μακαρισμῶν τοῦ ἤχου. Εἰ δὲ μή, τὰ Ἀντίφωνα. Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ρβ (102). Στίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ρμε (145). Στίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Στίχ. γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Στίχ. δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ μᾶς. 13
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ. Ἦχος ὁ τυχών. Ψ. ριζ (117). Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον τοῦ ἤχου. Στίχ. β. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. Στίχ. γ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τὸ ἀπολυτίκιον τῶν ἁγ. Ἀναργύρων. Εἰ βούλει, καὶ τὸ ἑξῆς ἐκ τῆς φυλλάδος. Ἦχος γ. Θείας πίστεως. Θείου Πνεύματος, τῇ χειρουργίᾳ, θεραπεύετε, παντοίας νόσους, σὺν Κοσμᾷ Δαμιανὲ οἱ Ἀνάργυροι ὁ γὰρ Σωτὴρ ἰατροὺς ὑμᾶς ἔδειξεν, εἰς περιποίησιν πάντων καὶ ἴασιν ὅθεν ῥύσασθε, παθῶν δυσαλγῶν καὶ θλίψεων, τοὺς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Θεοτόκου. Ἦχος β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Προστασία * τῶν Χριστιανῶν ἀκαταίσχυντε, * μεσιτεία * πρὸς τὸν ποιητὴν ἀμετάθετε, * μὴ παρίδῃς * ἁμαρτωλῶν δεήσεων φωνάς, * ἀλλὰ πρόφθασον ὡς ἀγαθὴ * εἰς τὴν βοήθειαν ἡμῶν, * τῶν πιστῶς κραυγαζόντων σοι * Τάχυνον εἰς πρεσβείαν * καὶ σπεῦσον εἰς ἱκεσίαν, * ἡ προστατεύουσα ἀεί, * Θεοτόκε, τῶν τιμώντων σε. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ (Τῶν Ἁγίων, ζήτει τῇ Α Νοεμβρίου) (Ῥωμ. ιγ 11 14, ιδ 1 4). Προκείμενον τῶν Ἁγίων, Ἀλληλούϊα τοῦ ἤχου. Προκείμενον. Ἦχος δ. (Ψαλμὸς ιε ). Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Στίχ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Πρὸς Κορινθίους Α Ἐπιστολῆς Παύλου τὸ Ἀ νάγνωσμα. Ἀδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσι; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠ χῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔ χω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑ πάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠ φελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύε 14
ται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Ἀλληλούϊα (γ ). Ἦχος πλ. α. (Ψαλμὸς πη ). Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶν τὴν ἀ λήθειάν σου ἐν τῷ στόματί μου. Ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀ λήθειά σου. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς Ε Λουκᾶ. Ἐκ τοῦ κατὰ Λουκᾶν (ιϛ 19 31). Εἶπεν ὁ Κύριος Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. Ἐ γένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀ βραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑ μῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου Ἔχω γὰρ πέντε ἀδελφούς ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. Λέγει αὐτῷ Ἀβραάμ ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας ἀκουσάτωσαν αὐτῶν. Ὁ δὲ εἶπεν οὐχί, πάτερ Ἀβραάμ, ἀλλ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. Εἶπε δὲ αὐτῷ εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. Εἰς τό Ἐξαιρέτως τῆς Παναγίας Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡ * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάντοτε, νῦν καὶ ἀεί Ἦχος β. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δι 15
καιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀναστὰς ἐκ νεκρῶν... Δι εὐχῶν... Ἀμήν. * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ θ τῶν κανόνων. ᾨδὴ δ. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α. Ὁ Εἱρμός. Τὴν θείαν ἐννοήσας σου κένωσιν, ἐξεστηκὼς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας. Τροπάρια. Τῆς Μεῤῥᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν Ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας. Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι. Τῶν Ἀναργύρων. ᾨδὴ δ. Ἦχος α. Κατενόησα παντοδύναμε. Ῥήσει θείᾳ σαφῶς ἑπόμενοι, οὐ χρυσοῦ λαμπηδόνας, οὐδὲ ἀργύριον Θεῖοι ἐκτήσασθε. Ἀπαστράπτοντες θείοις θαύμασιν, οἱ Ἀνάργυροι πάντας, εὐεργετοῦσι χάριν βραβεύοντες. Δόξα. Ἰατροὶ σοφοὶ ἀνεδείχθητε, τῶν παθῶν ταῖς ὀ δύναις, ἀλεξικάκους χεῖρας προσάγοντες. Ῥαπιζέσθωσαν νῦν τὰ πρόσωπα, τῶν μὴ σὲ Θεοτόκον ὁμολογούντων, πάναγνε Δέσποινα. ᾨδὴ ε. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α. Ὁ Εἱρμός. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω καὶ σοὶ κραυγάζω Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος. Τροπάρια. Ὁ τῆς δόξης Κύριος ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος. Σύ με μετημφίασας πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας, τοῦ μνήματος τρι ήμερος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ δικαιοσύνην τε καὶ ἀπολύτρωσιν, ἡμῖν τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας, ἀρᾶς Θεοτόκε, τὴν φύσιν τοῦ προπάτορος. Τῶν Ἀναργύρων. ᾨδὴ ε. Ἦχος α. Ἐκ νυκτὸς ὀρθρίζοντες. 16
Ὡς κρουνοὶ θεόῤῥυτοι, πηγάζετε πιστοῖς, εὐεργεσίας νάματα, τῆς ψυχῆς τε καὶ τοῦ σώματος, θεραπεύοντες νόσους, Ἀνάργυροι ἔνδοξοι. Τὴν πηγὴν τῆς χάριτος, Ἀνάργυροι σεπτοί, ἀ ναστομοῦντες ἅπασιν, εὐρωστίαν διανέμετε, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμῖν νῦν προστρέχουσιν. Δόξα. Οἱ λαμπροὶ καὶ πάνσοφοι, ἀστέρες οἱ τὴν γῆν, προφανῶς οὐρανώσαντες, ἐν μιμήσει τῆς λαμπρότητος, τῶν Ἀγγέλων ἀπαύστως, ἡμᾶς καταυγάζουσιν. Ὑπερτέρα πέφηνας, τὸν πάντων Ποιητήν, τὸν τῷ Πατρὶ συνάναρχον, συλλαβοῦσα Μητροπάρθενε, καὶ τεκοῦσα τῷ κόσμῳ, Σωτῆρα καὶ Κύριον. ᾨδὴ στ. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α. Ὁ Εἱρμός. Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος. Τροπάρια. Εἰς φθορὰν κατώλισθεν, ὁ γενάρχης Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωήν, ἀνῆκται διὰ τοῦ πάθους σου. Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾅδην Δέσποτα Χριστέ, καὶ φθορὰ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς, ἐπήγασας τὴν ἀνάστασιν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα ἔμεινεν ἁ γνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς, παρθένος Μήτηρ βαστάσασα. Τῶν Ἀναργύρων. ᾨδὴ στ. Ἦχος α. Τὸν Προφήτην διέσωσας. Σωτηρίους θεράποντας, εὐεργέτας θεόφρονας, Κοσμᾶν καὶ Δαμιανὸν τοὺς θείους, προθύμως τιμήσωμεν. Σωφροσύνην τηρήσαντες, καὶ φρονήσει κοσμούμενοι, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεῖοι, Χριστῷ συναγάλλονται. Δόξα. Ὁμοφρόνως οἰκήσαντες, ὁμοψύχως ἀσκήσαντες, ὁμοῦ τὰς ἰάσεις βραβεύειν, ἡμῖν ἐπιστεύθητε. Φῶς ἀπρόσιτον τέτοκας, μετὰ σώματος Πάναγνε, τὸ πάντα τὸν κόσμον φωτίζον, αὐγαῖς τῆς Θεότητος. ᾨδὴ ζ. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α. Ὁ Εἱρμός. Ὁ ὑπερυψούμενος, τῶν πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας Ὁ Θεὸς εὐλογητὸς εἶ. Τροπάρια. Σάρκα περιθέμενος, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ θείᾳ δυνάμει σου, τὸν ὄφιν καθείλκυσας, ἀ νάγων τοὺς βοῶντας Ὁ Θεὸς εὐλογητὸς εἶ. Ὁ τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται, σαρκὶ ὁ Ἀχώρητος, ᾧ πάντες μελῳδοῦμεν Ὁ Θεὸς εὐλογητὸς εἶ. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεὸν σωματούμενον, ᾧ πάντες μελῳδοῦμεν Ὁ Θεὸς εὐλογητὸς εἶ. 17
Τῶν Ἀναργύρων. ᾨδὴ ζ. Ἦχος α. Σὲ νοητήν, Θεοτόκε, κάμινον. Ὅλοι Θεοῦ, θεοφρόνως ὤφθητε, ὅλοι Θεοῦ χωρητικοί τὸν γὰρ κόσμον διὰ Θεόν, πάντα κατελίπετε, ἴχνεσιν ἑπόμενοι, τοῖς τοῦ Σωτῆρος πανένδοξοι, θεοπρεπῶς, τὸν τῶν Πατέρων Θεὸν καταγεραίροντες. Ὑπερφυῶς, Ἰατροὶ πανάριστοι, τῶν ἀσθενούντων τὰς πληγάς, χειρουργίαις ταῖς μυστικαῖς, πάσας θεραπεύετε, φάρμακα σωτήρια, ἐκ θησαυρῶν ἀρυόμενοι, τῶν θεϊκῶν, ἀ νυμνοῦντες Θεὸν τὸν ὑπερένδοξον. Δόξα. Στέφει τῆς σῆς, βασιλείας Δέσποτα, καὶ διαδήματι λαμπρῷ, κατεκόσμησας εὐπρεπῶς, τοὺς ὑπερποθήσαντας, κάλλος τὸ ἀμήχανον, Χριστὲ τῆς σῆς ὡραιότητος, καὶ τοῖς πιστοῖς, εὐεργέτας κοινοὺς τούτους ἀνέδειξας. Ἀνατολῆς, τῆς ἐξ ὕψους Πάναγνε, φανερωθείσης ἐπὶ γῆς, ἀνεδείχθης πανευπρεπής, πύλη καὶ ὁλόφωτος, κόσμον καταυγάζουσα, μαρμαρυγαῖς καθαρότητος, καὶ τοῖς πιστοῖς, λαμπηδόνας ἀεὶ θαυμάτων πέμπουσα. ᾨδὴ η. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α. Ὁ Εἱρμός. Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔψαλλον Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τροπάρια. Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύξω ποτήριον, ὥσπερ ἀβούλητον δύο θελήσεις δυσὶ γὰρ καταλλήλαις, φέρεις ταῖς οὐσίαις Χριστὲ εἰς τοὺς αἰῶνας. Σοῦ τοῦ παντουργοῦ, τῇ καταβάσει ᾅδης, Χριστὲ καταγέλαστος, γεγονὼς ἤμεσε, πάντας τοὺς πάλαι τῇ πλάνῃ νεκρωθέντας, σὲ ὑπερυψοῦντας εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα Παρθένε εὐλογοῦμεν, καὶ ὑ περυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Τῶν Ἀναργύρων. ᾨδὴ η. Ἦχος α. Ἐν καμίνῳ Παῖδες. Νεκρωθέντες κόσμου τοῖς τερπνοῖς, καὶ τῆς φιλαργυρίας, τὴν νόσον ἀποτεμόντες, ὠνομάσθητε σοφοί, τοῖς πᾶσιν Ἀνάργυροι, τοῖς βοῶσι Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑ μνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Αἰωνίου μέτοχοι ζωῆς, γεγόνατε προδήλως ζωῆς γὰρ τῆς φθειρομένης, κατελίπετε τερπνά, συμφώνως κραυγάζοντες Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Ῥῦσαι πάντας Δέσποτα Χριστέ, δεινῶν ἀῤῥωστημάτων, πρεσβείαις τῶν Ἀναργύρων, καὶ ἀξίωσον ἀεί, συμφώνως κραυγάζειν σοι Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑ μνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Γεγηθότες πάντες οἱ πιστοί, καὶ χάριτι ῥωσθέντες, οἱ τόκῳ λελυτρωμένοι, Μητροπάρθενε τῷ σῷ, ἀπαύστως κραυγάζομεν Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑ 18
μνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. ᾨδὴ θ. Ὁ ἀναστάσιμος. Ἦχος πλ. α. Ὁ Εἱρμός. Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον Ἀνατολὴ ὄνομα αὐτῷ ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν. Τροπάρια. Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας παρθενικῆς ὅλος συναφθείς μόνος ἁμαρτίας δέ, μὴ μετασχὼν ὅλον ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας, τοῖς ἀχράντοις σου παθήμασι. Θεοῤῥύτῳ αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου πλευρᾶς καὶ ζωοποιοῦ, θυσία μὲν πέπαυται, εἰδωλικὴ πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως, τὴν θυσίαν ἀναφέρομεν. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνὴ Κόρη καὶ σεμνή, ἀλλ ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ τέλειον Θεόν, ὃν μεγαλύνομεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι. Τῶν Ἀναργύρων. ᾨδὴ θ. Ἦχος α. Σὲ τὴν φαεινὴν λαμπάδα. Ὕμνοις τὴν σοφὴν δυάδα, τοῦ φωτὸς τοῦ νοητοῦ, ἀπαστράπτουσαν αἴγλην, καὶ φωτισμοῦ τοῖς πᾶσι μεταδιδοῦσαν, ἀπαύστως μακαρίσωμεν. Ῥώμην ψυχικῆς ὑγείας, ἐμποιοῦντες τοῖς πιστοῖς, καὶ σωμάτων ἰᾶσθαι, πεπιστευμένοι πάθη οἷα σωτῆρες, ἀξίως ἀνυμνεῖσθε ἀεί. Οἱ θεοφεγγεῖς φωστῆρες, νοητῶς τὸν οὐρανόν, τῆς σεπτῆς Ἐκκλησίας, φωτοδοσίας χύσει νῦν δᾳδουχοῦντες, ἀπαύστως καταυγάζουσιν. Δόξα. Ὑπὸ τῆς σεπτῆς Τριάδος, ἡ θεόκλητος δυάς, σθενουμένη προχέει, τῶν ἰαμάτων πᾶσι τὰς χορηγίας, τοῖς πόθῳ μακαρίζουσιν. Σὲ τὴν τοῦ φωτὸς νεφέλην, καὶ ἁγίαν κιβωτόν, τὴν ὁλόφωτον πύλην, τοῦ νοητοῦ Ἡλίου ὡς Θεοτόκον, ἐν ὕμνοις μεγαλύνομεν. Τὰ ἐν τῷ Μηναίῳ εἰς τοὺς Αἴνους στιχηρὰ ἰδιόμελα. Ἦχος α. Ἀνατολίου. Τὴν χάριν τῶν ἰαμάτων, ἐκ Θεοῦ εἰληφότες, ἀναργύρως τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, θεραπεύετε, παγκόσμιοι Ἀνάργυροι ὅθεν δι ὑμῶν Χριστὸς τοῖς πιστοῖς, τὴν δεδομένην εὐρωστίαν χαριζόμενος, φωστῆρας ἀπλανεῖς ὑμᾶς ἀναδείκνυσι τῇ οἰκουμένῃ αὐτῷ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡ Ὁ αὐτός. Ἐκ τῆς ἄνωθεν προμηθείας, τὴν τῶν ἰαμάτων ἄβυσσον ἐξαντλήσαντες, πᾶσιν ἀναβλύζετε τοῖς πιστοῖς, τὰς ἰάσεις Ἀνάργυροι ὑπερφυῶς γὰρ τῶν νοσούντων τὰ πάθη, ἐν χειρουργίαις μυστικαῖς, ἐκ θησαυρῶν τοῦ Πνεύματος, φάρμακα προτιθέντες σωτήρια,τοῖς κάμνουσι θεραπεύετε ὅθεν ναὸς σεπτὸς γεγονότες, τῆς ζωαρχικῆς Τριάδος, ἐν ὑμῖν σαφῶς τὴν κατοικίαν ποιησαμένης, αὐτῇ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡ Ἦχος β. Γερμανοῦ. Ἀγάλλεται ὁ χορὸς τῶν Ἁγίων εἰς αἰῶνας βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν. Γῆ τὰ λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε. Δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς ζωὴν αἰώνιον. 19
Ὁ αὐτός. Ἰατροὶ τῶν ἀσθενούντων, θησαυροὶ τῶν ἰαμάτων, σωτῆρες τῶν πιστῶν, Ἀνάργυροι πανευκλεεῖς, τοὺς ἐν ἀνάγκαις κράζοντας, καὶ ὀδυνωμένους ἰάσασθε σὺν τῇ Θεοδότῃ ἱκετεύοντες, Θεὸν τὸν ἀγαθόν, λυτρώσασθαι ἡ μᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ. * * 20