25 DECEMBER - CHRISTMAS 25 ΔΕΚΕΜΒΡΙΟΥ ΧΡΙΣΤΟΥΓΕΝΝΑ The First Antiphon 2 nd Tone Psalm 110.1,2,3 Verse 1: I will praise You, O Lord, with my whole heart: I will speak of all Your marvelous works. Verse 2: In the assembly of the upright and in the congregation, the works of the Lord are great. Verse 3: Τhey are sought out according to all His purposes. The Second Antiphon 2 nd Tone Psalm 111.1,2,3 Verse 1: Blessed is the man that fears the Lord; that delights greatly in His commandments. Verse 2: His seed shall be mighty upon earth; the generation of the upright shall be blessed. Verse 3: Glory and riches shall be in His house, and His righteousness endures forever. Ἀντίφωνον Α' Ἦχος β' Ψαλμός 110. 1,2,3 Στίχος α.ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Στίχος β. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου. Στίχος γ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἀντίφωνον Β' Ἦχος β' Ψαλμός 111. 1,2,3 Στίχος α. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Στίχος β. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθείων εὐλογηθήσεται. Στίχος γ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. The Third Antiphon 4 th Tone Psalm 109.1 The Lord said unto my Lord: sit You at My right hand, until I make Your enemies Your footstool Ἀντίφωνον Γ' Ἦχος δ' Ψαλμός 109. 1,2,3 Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Apolytikion 4 th Tone Your Nativity, O Christ our God, has given rise to the light of knowledge in the world; for they that worshipped the stars did learn therefore to worship You, O Sun of Justice, and to know that from the east of the Highest You did come. O Lord, glory to You. The Eisodikon Psalm 109. 3,4 From the womb before the morning star have I begotten You. The Lord has sworn, and He will not repent; You are a priest forever according to the order of Melchizedek. Save us, O Son of God, Who was born of a Virgin; to You we sing. Alleluia. Ἀπολυτίκιον Ἦχος δ' Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. Εἰσοδικὸν Ψαλμός 109. 3,4 Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι Ἀλληλούϊα. FROM DECEMBER 25 UNTIL DECEMBER 31 Kontakion 3 rd Tone Automelon The Virgin bears today, the one above essence, and the earth a humble Cave, to the unapproachable offers. Angels, with the Shepherds, to God give glory; Wise men, with a star make their journey. For unto us is born today, as a young child, the pre-eternal God ΑΠΟ ΤΗΣ 25 ΔΕΚΕΜΒΡΙΟΥ ΜΕΧΡΙ ΤΗΣ 31 ΔΕΚΕΜΒΡΙΟΥ Κοντάκιον Ἦχος γ' Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός. Instead of the Trisagion As many as have been baptized into Christ, have put on Christ. Alleluia Ἀντί τοῦ Τρισαγίου Όσοι εις Χριστόν εβαπτίσθητε, Χριστόν ενεδύσασθε. Ἀλληλούϊα.
Megalynarion The Birth according to the Flesh of our Lord and God and Savior Jesus Christ In the highest heaven glory to God,// every human being// chant in joy to Christ born;// for He has appeared// to spread His peace among us,// so let us venerate// His incarnation. Μεγαλυνάρια Ἡ κατὰ Σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Iησοῦ Χριστοῦ. Δόξα ἐν ὑψίστοις πάσα πνοή, ἐν χαρᾷ βοάτῳ, τῷ τεχθέντι ἐν Βηθλεέμ ἐπὶ γῆς γὰρ ὤφθη, δωρούμενος εἰρήνην τὴν τούτου προσκυνήσωμεν θείαν Γέννησιν. Megalinarion Sunday after the Nativity of Christ All of them rejoice at Christ s birth,// the ancestor David// with James, Lord s brother, too,// together with the Virgin s// protector and betrothed,// Joseph; let us honor// their celebration. The Communion Hymn (Psalm 110/111) The Lord sent redemption unto his people. Alleluia Μεγαλυνάρια Κυριακὴ μετὰ τὴν Χριστοῦ Γέννησιν Μνήστωρ τῆς Παρθένου ὁ Ἰωσήφ, καὶ φύλαξ ἐδείχθη, Θεοπάτωρ δὲ ὁ Δαβίδ, Ἰάκωβος ὁ ὁμαίμων, τοῦ Λόγου ὠνομάσθη διὸ καὶ τῇ γεννήσει τούτου συγχαίρουσι. Κοινωνικὸν Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα Instead of We have seen the light Apolytikion Your Nativity, O Christ our God Ἀντί Εἴδομεν τὸ φῶς Ἀπολυτίκιον Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν The Dismissal Who was born in a cave and lay in a manger for our salvation Ἀπόλυσις...Ὁ ἐν σπηλαίῳ γεννηθείς, καὶ ἐν φάτνῃ ἀνακλιθεὶς διὰ τὴν ἡμῶν σωτηρίαν...