Τίτλος Μαθήματος: Μυθολογία Ενότητα: ΠΡΟΣΛΗΨΗ ΤΩΝ ΜΥΘΩΝ ΣΤΗΝ ΑΡΧΑΙΟΤΗΤΑ Διδάσκουσα: Επίκ. Καθ. Αθανασία Ζωγράφου Τμήμα: Φιλολογίας
ΜΕΛΕΑΓΡΟΣ Όμηρος, Ιλιάδα, Ι, 523-603 μηδὲ πόδας πρὶν δ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν ἡρώων, ὅτε κέν τιν ἐπιζάφελος χόλος ἵκοι (525) δωρητοί τε πέλοντο παράρρητοί τ ἐπέεσσι. μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε ὡς ἦν ἐν δ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. Κουρῆτές τ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, (530) Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς Οἰνεὺς ῥέξ ἄλλοι δὲ θεοὶ δαίνυνθ ἑκατόμβας, (535) οἴῃ δ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. ἢ λάθετ ἢ οὐκ ἐνόησεν ἀάσατο δὲ μέγα θυμῷ. ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, ὃς κακὰ πόλλ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν (540) πολλὰ δ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. τὸν δ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας καὶ κύνας οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι (545) τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησ ἀλεγεινῆς. ἣ δ ἀμφ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, (550) τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες ἀλλ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ (555) κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης Ἴδεώ θ, ὃς κάρτιστος ἐπιχθονίων γένετ ἀνδρῶν τῶν τότε καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης, (560) τὴν δὲ τότ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ ἄρ αὐτῆς μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων (565) ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι πόλλ ἀχέουσ ἠρᾶτο κασιγνήτοιο φόνοιο, πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία κικλήσκουσ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι, (570) παιδὶ δόμεν θάνατον τῆς δ ἠεροφοῖτις Ἐρινὺς ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα. τῶν δὲ τάχ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει πύργων βαλλομένων τὸν δὲ λίσσοντο γέροντες Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους, (575) 1
ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς, ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι. (580) πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο σείων κολλητὰς σανίδας γουνούμενος υἱόν πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ ἐλλίσσονθ ὃ δὲ μᾶλλον ἀναίνετο πολλὰ δ ἑταῖροι, (585) οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων ἀλλ οὐδ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, πρίν γ ὅτε δὴ θάλαμος πύκ ἐβάλλετο, τοὶ δ ἐπὶ πύργων βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ. καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις (590) λίσσετ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα κήδε, ὅσ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. τοῦ δ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα, (595) βῆ δ ἰέναι, χροῒ δ ἔντε ἐδύσετο παμφανόωντα. ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ εἴξας ᾧ θυμῷ τῷ δ οὐκέτι δῶρα τέλεσσαν πολλά τε καὶ χαρίεντα, κακὸν δ ἤμυνε καὶ αὔτως. ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων (600) ἐνταῦθα τρέψειε φίλος κάκιον δέ κεν εἴη νηυσὶν καιομένῃσιν ἀμυνέμεν ἀλλ ἐπὶ δώρων ἔρχεο ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί. Βακχυλίδης, Επινίκια, 5, 94-154 Τὸν δὲ προσέφα Μελέαγρος δακρυόεις «Χαλεπὸν θεῶν παρατρέψαι νόον (95) ἄνδρεσσιν ἐπιχθονίοις. Καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς παῦσεν καλυκοστεφάνου σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου λισσόμενος πολέων τ αἰ- (100) γῶν θυσίαισι πατὴρ καὶ βοῶν φοινικονώτων ἀλλ ἀνίκατον θεὰ ἔσχεν χόλον εὐρυβίαν δ ἔσσευε κούρα κάπρον ἀναιδομάχαν (105) ἐς καλλίχορον Καλυδῶν, ἔνθα πλημύρων σθένει ὄρχους ἐπέκειρεν ὀδόντι, σφάζε τε μῆλα, βροτῶν θ ὅστις εἰσάνταν μόλοι. (110) Τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι στασάμεθ ἐνδυκέως ἓξ ἄματα συνεχέως ἐπεὶ δὲ δαίμων κάρτος Αἰτωλοῖς ὄρεξεν, θάπτομεν οὓς κατέπεφνε<ν> (115) σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ, Ἀ[γκ]αῖον ἐμῶν τ Ἀγέλαον 2
φ[έρτ]ατον κεδνῶν ἀδελφεῶν [οὓς τέ]κεν ἐν μεγάροις [ ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος (120) [ ὤ]λεσε μοῖρ ὀλοὰ [ ]ς οὐ γάρ πω δαΐφρων [παῦσεν] χόλον ἀγροτέρα Λατοῦς θυγάτηρ περὶ δ αἴθωνος δορᾶς μαρνάμεθ ἐνδυκέως Κου- (125) ρῆσι μενεπτολέμοις ἔνθ ἐγὼ πολλοῖς σὺν ἄλλοις Ἴφικλον κατέκτανον ἐσθλόν τ Ἀφάρητα, θοοὺς μάτρωας οὐ γὰρ καρτερόθυμος Ἄρης (130) κρίνει φίλον ἐν πολέμῳ, τυφλὰ δ ἐκ χειρῶν βέλη ψυχαῖς ἔπι δυσμενέων καῖέ τε δαιδαλέας ἐκ (140) λάρνακος ὠκύμορον φιτρὸν ἐξαύσασα τὸν δὴ Μοῖρ ἐπέκλωσεν τότε ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. Τύχον μὲν Δαϊπύλου Κλύμενον (145) παῖδ ἄλκιμον ἐξεναρίζων ἀμώμητον δέμας, πύργων προπάροιθε κιχήσας τοὶ δὲ πρὸς εὐκτιμέναν φεῦγον ἀρχαίαν πόλιν (150) Πλευρῶνα μίνυθεν δέ μοι ψυχὰ γλυκεῖα γνῶν δ ὀλιγοσθενέων, αἰαῖ πύματον δὲ πνέων δάκρυσα τλά[μων,] ἀγλαὰν ἥβαν προλείπων.» φοιτᾷ θάνατόν τε φέρει τοῖσιν ἂν δαίμων θέλῃ. (135) Ταῦτ οὐκ ἐπιλεξαμένα Θεστίου κούρα δαΐφρων μάτηρ κακόποτμος ἐμοὶ βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά, 3
Παυσανίας, Ελλάδος Περιήγησις, 10, 31, 3-4 (3.) ἔπεσιν οἶδα τοῖς Κυπρίοις. Μελέαγρος δὲ ὁ Οἰνέως ἀνωτέρω μὲν ἢ ὁ τοῦ Ὀιλέως Αἴας ἐστὶν ἐν τῇ γραφῇ, ἔοικε δὲ ὁρῶντι ἐς τὸν Αἴαντα. τούτοις πλὴν τῷ Παλαμήδει γένειά ἐστι τοῖς ἄλλοις. ἐς δὲ τοῦ Μελεάγρου τὴν τελευτὴν Ὁμήρῳ μέν ἐστιν εἰρημένα ὡς Ἐρινὺς καταρῶν ἀκούσαι τῶν Ἀλθαίας καὶ ἀποθάνοι κατὰ ταύτην ὁ Μελέαγρος τὴν αἰτίαν, αἱ δὲ Ἠοῖαί τε καλούμεναι καὶ ἡ Μινυὰς ὡμολογήκασιν ἀλλήλαις Ἀπόλλωνα [γὰρ] δὴ αὗταί φασιν αἱ ποιήσεις ἀμῦναι Κούρησιν ἐπὶ τοὺς Αἰτωλοὺς καὶ ἀποθανεῖν Μελέ (4.) αγρον ὑπὸ Ἀπόλλωνος. τὸν δὲ ἐπὶ τῷ δαλῷ λόγον, ὡς δοθείη μὲν ὑπὸ Μοιρῶν τῇ Ἀλθαίᾳ, Μελεάγρῳ δὲ οὐ πρότερον ἔδει τὴν τελευτὴν συμβῆναι πρὶν ἢ ὑπὸ πυρὸς ἀφανισθῆναι τὸν δαλὸν καὶ ὡς ὑπὸ τοῦ θυμοῦ καταπρήσειεν αὐτὸν ἡ Ἀλθαία, τοῦτον τὸν λόγον Φρύνιχος ὁ Πολυφράδμονος πρῶτος ἐν δράματι ἔδειξε Πλευρωνίαις «κρυερὸν γὰρ οὐκ ἤλυξεν μόρον, ὠκεῖα δέ νιν φλὸξ κατεδαίσατο, δαλοῦ περθομένου ματρὸς ὑπ αἰνᾶς κακομηχάνου». οὐ μὴν φαίνεταί γε ὁ Φρύνιχος προαγαγὼν τὸν λόγον ἐς πλέον ὡς εὕρημα ἄν τις οἰκεῖον, προσαψάμενος δὲ αὐτοῦ μόνον ἅτε ἐς ἅπαν ἤδη διαβεβοημένου τὸ Ἑλληνικόν Αισχύλος, Χοηφόροι, 603-611 ἴστω δ ὅστις οὐχ ὑπόπτερος (603) φροντίσιν, δαεὶς τὰν ἁ παιδολυμὰς τάλαινα Θεστιὰς μήσατο (605) πυρδαὴς γυνὰ πρόνοιαν καταίθουσα παιδὸς δαφοινὸν δαλὸν ἥλικ, ἐπεὶ μολὼν ματρόθεν κελάδησε, ξύμμετρόν τε διαὶ βίου (610) μοιρόκραντον ἐς ἦμαρ. Αριστοτέλης, Περί Ποιητικής, 13, 1453 a, 18 νῦν δὲ περὶ ὀλίγας οἰκίας αἱ κάλλισται τραγῳδίαι συντίθενται, οἷον περὶ Ἀλκμέωνα καὶ Οἰδίπουν καὶ Ὀρέστην καὶ Μελέαγρον καὶ Θυέστην καὶ Τήλεφον καὶ ὅσοις ἄλλοις 4
συμβέβηκεν ἢ παθεῖν δεινὰ ἢ ποιῆσαι. Βοηθητική βιβλιογραφία για το μύθο του Μελέαγρου J. Bremmer 1988, «La plasticité du mythe : Méléagre dans la poésie homérique», στο Cl. Calame (éd.), Métamorphoses du Mythe en Grèce antique, Genève, 37-56. J. Kakridis 1935, «Meleagreia», Philologus 90, 1-25. J. Kakridis 1967, Homeric Researches Ομηρικές Έρευνες (Lund, 1949). P. Vidal-Naquet 1983, Ο μαύρος κυνηγός, Αθήνα (Paris, 1981). S. Woodford et al. 1992, «Meleager» in Lexicon Iconographicum Mythologiae Classicae VI, 1. 5
Ανοικτά Ακαδημαϊκά Μαθήματα Πανεπιστήμιο Ιωαννίνων Τέλος Ενότητας
Χρηματοδότηση Το παρόν εκπαιδευτικό υλικό έχει αναπτυχθεί στα πλαίσια του εκπαιδευτικού έργου του διδάσκοντα. Το έργο «Ανοικτά Ακαδημαϊκά Μαθήματα στο Πανεπιστήμιο Ιωαννίνων» έχει χρηματοδοτήσει μόνο τη αναδιαμόρφωση του εκπαιδευτικού υλικού. Το έργο υλοποιείται στο πλαίσιο του Επιχειρησιακού Προγράμματος «Εκπαίδευση και Δια Βίου Μάθηση» και συγχρηματοδοτείται από την Ευρωπαϊκή Ένωση (Ευρωπαϊκό Κοινωνικό Ταμείο) και από εθνικούς πόρους. Σημειώματα Σημείωμα Αναφοράς Copyright Πανεπιστήμιο Ιωαννίνων, Διδάσκουσα: Επίκ. Καθ. Αθανασία Ζωγράφου. «Μυθολογία. ΠΡΟΣΛΗΨΗ ΤΩΝ ΜΥΘΩΝ ΣΤΗΝ ΑΡΧΑΙΟΤΗΤΑ». Έκδοση: 1.0. Ιωάννινα 2014. Διαθέσιμο από τη δικτυακή διεύθυνση: http://ecourse.uoi.gr/course/view.php?id=1083. Σημείωμα Αδειοδότησης Το παρόν υλικό διατίθεται με τους όρους της άδειας χρήσης Creative Commons Αναφορά Δημιουργού - Παρόμοια Διανομή, Διεθνής Έκδοση 4.0 [1] ή μεταγενέστερη. [1] https://creativecommons.org/licenses/by-sa/4.0/.