Socrates and Theodote (some notes adapted from J.R. Smith, Xenophon: Memorabilia, Boston, 1903) [1] γυναικὸς δέ ποτε οὔσης ἐν τῇ πόλει καλῆς, ᾗ ὄνομα ἦν Θεοδότη, καὶ οἵας συνεῖναι τῷ πείθοντι, μνησθέντος αὐτῆς τῶν παρόντων τινὸς καὶ εἰπόντος ὅτι κρεῖττον εἴη λόγου τὸ κάλλος τῆς γυναικός, καὶ ζωγράφους φήσαντος εἰσιέναι πρὸς αὐτὴν ἀπεικασομένους, οἷς ἐκείνην ἐπιδεικνύειν ἑαυτῆς ὅσα καλῶς ἔχοι, μιμνήσκομαι, here to mention (+ gen., as when it means to remember; to bear in mind ) τῶν παρόντων, the scene opens with Socrates in conversation with his companions οἷος with inf. implies fitness or ability to do: ready to; good at κρεῖττον λόγου = κρεῖττον ἢ ὥστε λέγειν, beyond the power of description ζω-γράφος, ὁ, painter ἀπ-εικ-άζω, make a likeness; copy from a model ἐπιδεικνύειν, the infinitive continues the indirect statement ἰτέον ἂν εἴη θεασομένους, ἔφη ὁ Σωκράτης οὐ γὰρ δὴ ἀκούσασί γε τὸ λόγου κρεῖττον ἔστι καταμαθεῖν. καὶ ὁ διηγησάμενος, θεασομένους, acc., since ἰτέον ἂν εἴη is equivalent to δέοι ἂν ἰέναι ἔστι = ἔξεστι ὁ διηγησάμενος, i.e. the first speaker, introduced above by the words μνησθέντος τινός οὐκ ἂν φθάνοιτ', ἔφη, ἀκολουθοῦντες. [2] οὕτω μὲν δὴ πορευθέντες πρὸς τὴν Θεοδότην καὶ καταλαβόντες ζωγράφῳ τινὶ παρεστηκυῖαν ἐθεάσαντο. παυσαμένου δὲ τοῦ ζωγράφου, οὐκ ἂν φθάνοιτ ἀκολουθοῦντες, lit. you could not be too quick in following along παρεστηκυῖαν, posing, as model. The pf. marks the pose as already assumed. ὦ ἄνδρες, ἔφη ὁ Σωκράτης, πότερον ἡμᾶς δεῖ μᾶλλον Θεοδότῃ χάριν ἔχειν, ὅτι ἡμῖν τὸ κάλλος ἑαυτῆς ἐπέδειξεν, ἢ ταύτην ἡμῖν, ὅτι ἐθεασάμεθα; ἆρ' εἰ μὲν ταύτῃ ὠφελιμωτέρα ἐστὶν ἡ ἐπίδειξις, ταύτην ἡμῖν χάριν ἑκτέον, εἰ δὲ ἡμῖν ἡ θέα, ἡμᾶς ταύτῃ; [3] εἰπόντος δέ τινος ὅτι δίκαια λέγοι, χάριν ἔχειν, to feel gratitude for (+ gen.) ταύτην (with ἑκτέον), acc. like θεασαμένους in 1. θέα, ἡ, sight 1
οὐκοῦν, ἔφη, αὕτη μὲν ἤδη τε παρ' ἡμῶν ἔπαινον κερδαίνει καί, ἐπειδὰν εἰς πλείους διαγγείλωμεν, πλείω ὠφελήσεται ἡμεῖς δὲ ἤδη τε ὧν ἐθεασάμεθα ἐπιθυμοῦμεν ἅψασθαι καὶ ἄπιμεν ὑποκνιζόμενοι καὶ ἀπελθόντες ποθήσομεν. ἐκ δὲ τούτων εἰκὸς ἡμᾶς μὲν θεραπεύειν, ταύτην δὲ θεραπεύεσθαι. καὶ ἡ Θεοδότη, κερδαίνω, to gain; to derive profit or advantage ὠφελήσεται, mid. in pass. sense ὑπο-κνίζω, to tickle or excite a little, pass. to be somewhat excited ποθέω, to long for or yearn after (what is absent); to miss or regret (what is lost) θεραπεύω, to do service or honor to νὴ ί', ἔφη, εἰ τοίνυν ταῦθ' οὕτως ἔχει, ἐμὲ ἂν δέοι ὑμῖν τῆς θέας χάριν ἔχειν. [4] ἐκ δὲ τούτου ὁ Σωκράτης ὁρῶν αὐτήν τε πολυτελῶς κεκοσμημένην καὶ μητέρα παροῦσαν αὐτῇ ἐν ἐσθῆτί τε καὶ θεραπείᾳ οὐ τῇ τυχούσῃ, καὶ θεραπαίνας πολλὰς καὶ εὐειδεῖς καὶ οὐδὲ ταύτας ἠμελημένως ἐχούσας, καὶ τοῖς ἄλλοις τὴν οἰκίαν ἀφθόνως κατεσκευασμένην, πολυ-τελής, ές, very expensive κοσμέω, to adorn, deck, dress (in this sense, esp. of women) θεραπεία, ἡ, care θεράπαινα, ἡ, waiting maid; handmaid τοῖς ἄλλοις, in all other respects ἀ-φθόνως, unstintingly κατα-σκευάζω, to equip, furnish εἰπέ μοι, ἔφη, ὦ Θεοδότη, ἔστι σοι ἀγρός; οὐκ ἔμοιγ', ἔφη. ἀλλ' ἄρα οἰκία προσόδους ἔχουσα; πρόσοδος, ἡ, income; rent, pl. returns; revenue οὐδὲ οἰκία, ἔφη. ἀλλὰ μὴ χειροτέχναι τινές; οὐδὲ χειροτέχναι, ἔφη. πόθεν οὖν, ἔφη, τὰ ἐπιτήδεια ἔχεις; ἐπιτήδειος, α, ον, necessary 2
ἐάν τις, ἔφη, φίλος μοι γενόμενος εὖ ποιεῖν ἐθέλῃ, οὗτός μοι βίος ἐστί. βίος, ὁ, also life in the sense livelihood; (means of) living [5] νὴ τὴν Ἥραν, ἔφη, ὦ Θεοδότη, καλόν γε τὸ κτῆμα καὶ πολλῷ κρεῖττον ἢ οἰῶν τε καὶ αἰγῶν καὶ βοῶν φίλων ἀγέλην κεκτῆσθαι. ἀτάρ, ἔφη, πότερον τῇ τύχῃ ἐπιτρέπεις, ἐάν τίς σοι φίλος ὥσπερ μυῖα πρόσπτηται, ἢ καὶ αὐτή τι μηχανᾷ; νὴ τὴν Ἥραν, an oath used by women (Socrates being the only exception) κτῆμα, τό, piece of property; possession (What, then, does the verb κτάομαι below mean?) οἶς, οἰός, ὁ and ἡ, sheep ; αἴξ, αἰγός, ὁ and ἡ, goat ; βοῦς, βοός, ὁ and ἡ, bull; cow ἀγέλη, ἡ, herd ἐπι-τρέπω, to turn over, commit, or entrust (+ acc) to (+ dat.); to trust to, rely upon (+ dat.) ἐάν, whether μυῖα, ἡ, fly [6] πῶς δ' ἄν, ἔφη, ἐγὼ τούτου μηχανὴν εὕροιμι; τούτου, for this purpose πολὺ νὴ ί', ἔφη, προσηκόντως μᾶλλον ἢ αἱ φάλαγγες οἶσθα γὰρ ὡς ἐκεῖναι θηρῶσι τὰ πρὸς τὸν βίον ἀράχνια γὰρ δήπου λεπτὰ ὑφηνάμεναι, ὅ τι ἂν ἐνταῦθα ἐμπέσῃ, τούτῳ τροφῇ χρῶνται. προσήκει, impers., it beseems; it is fitting φάλαγξ, ἡ, spider θηράω, hunt λεπτός, ή, όν, thin; fine; delicate ὑφαίνω, weave [7] καὶ ἐμοὶ οὖν, ἔφη, συμβουλεύεις ὑφήνασθαί τι θήρατρον; 3
οὐ γὰρ δὴ οὕτω γε ἀτέχνως οἴεσθαι χρὴ τὸ πλείστου ἄξιον ἄγρευμα, φίλους, θηράσειν. οὐχ ὁρᾷς ὅτι καὶ τὸ μικροῦ ἄξιον, τοὺς λαγῶς, θηρῶντες πολλὰ τεχνάζουσιν; [8] ὅτι μὲν γὰρ τῆς νυκτὸς νέμονται, κύνας νυκτερευτικὰς πορισάμενοι, ταύταις αὐτοὺς θηρῶσιν ὅτι δὲ μεθ' ἡμέραν ἀποδιδράσκουσιν, ἄλλας κτῶνται κύνας, αἵτινες, ᾗ ἂν ἐκ τῆς νομῆς εἰς τὴν εὐνὴν ἀπέλθωσι, τῇ ὀσμῇ αἰσθανόμεναι εὑρίσκουσιν αὐτούς ὅτι δὲ ποδώκεις εἰσὶν ὥστε καὶ ἐκ τοῦ φανεροῦ τρέχοντες ἀποφεύγειν, ἄλλας αὖ κύνας ταχείας παρασκευάζονται, ἵνα κατὰ πόδας ἁλίσκωνται ὅτι δὲ καὶ ταύτας αὐτῶν τινες ἀποφεύγουσι, δίκτυα ἱστᾶσιν εἰς τὰς ἀτραπούς, ᾗ φεύγουσιν, ἵν' εἰς ταῦτα ἐμπίπτοντες συμποδίζωνται. ἄγρευμα, τό, prey; spoils, dir. obj. of θηράσειν, with φίλους in apposition to it λαγῶς, λαγῶ, ὁ, hare νέμω, to pasture; to graze (trans.), in mid., to feed, graze (intrans.), subject = οἱ λαγῴ πορίζομαι, to furnish oneself with μεθ ἡμέραν, i.e. after it dawns (not after it ends) ἀποδιδράσκω, to run off ᾗ, sc. ὁδῷ, an indirect question introduced by αἰσθανόμεναι νομή, ἡ, pasturage; grazing land ; εὐνή, ἡ, bed; lair ὀσμή, ἡ, smell; scent; odor ποδ-ώκης, ες, swift-footed ἐκ τοῦ φανεροῦ, in full view (φανερός, ά, όν, open to sight; visible; manifest ) τρέχω, run παρα-σκευάζω, to get ready; provide; procure κατὰ πόδας, used of close pursuit, cf. English on their heels δίκτυον, τό, net ἀ-τραπός, ἡ, pathway; road (properly a path with no turnings, τρέπω) συμ-ποδίζω, to tie the feet together; to bind hand and foot; to entangle [9] τίνι οὖν, ἔφη, τοιούτῳ φίλους ἂν ἐγὼ θηρῴην; ἐὰν νὴ ί', ἔφη, ἀντὶ κυνὸς κτήσῃ, ὅστις σοι ἰχνεύων μὲν τοὺς φιλοκάλους καὶ πλουσίους εὑρήσει, εὑρὼν δὲ μηχανήσεται ὅπως ἐμβάλῃ αὐτοὺς εἰς τὰ σὰ δίκτυα. ἰχνεύω, to track [10] καὶ ποῖα, ἔφη, ἐγὼ δίκτυα ἔχω; 4
ἓν μὲν δήπου, ἔφη, καὶ μάλα εὖ περιπλεκόμενον, τὸ σῶμα ἐν δὲ τούτῳ ψυχήν, ᾗ καταμανθάνεις καὶ ὡς ἂν ἐμβλέπουσα χαρίζοιο καὶ ὅ τι ἂν λέγουσα εὐφραίνοις, καὶ ὅτι δεῖ τὸν μὲν ἐπιμελόμενον ἀσμένως ὑποδέχεσθαι, τὸν δὲ τρυφῶντα ἀποκλείειν, καὶ ἀρρωστήσαντός γε φίλου φροντιστικῶς ἐπισκέψασθαι καὶ καλόν τι πράξαντος σφόδρα συνησθῆναι καὶ τῷ σφόδρα σοῦ φροντίζοντι ὅλῃ τῇ ψυχῇ κεχαρίσθαι φιλεῖν γε μὴν εὖ οἶδ' ὅτι ἐπίστασαι οὐ μόνον μαλακῶς, ἀλλὰ καὶ εὐνοϊκῶς καὶ ὅτι ἀρεστοί σοί εἰσιν οἱ φίλοι, οἶδ' ὅτι οὐ λόγῳ ἀλλ' ἔργῳ ἀναπείθεις. περιπλεκόμενον folding itself around (πλέκω, braid, twist ) ὡς introd. the first of two indir. questions; take with ἐμβλέπουσα, look in the face; look at χαρίζομαι, to gratify, be pleasing, show favor, court favor (often with dat.) εὐφραίνω, to cheer, delight, gladden ὁ ἐπιμελόμενος, the attentive lover, contrasted with ὁ τρυφῶν ( spoiled, wild, demanding ) ἀσμένως, gladly ἀπο-κλείω, to shut out, lock out ἀρρωστέω, to be weak or sick φροντιστικός, ή, όν, thoughtful συν-ἥδομαι, to rejoice together (with, + dat.) μαλακός, ή, όν, soft; gentle ; εὐνοϊκός, ή, όν, well-disposed; kind ἀρεστός, ή, όν, acceptable, satisfactory, pleasing μὰ τὸν ί', ἔφη ἡ Θεοδότη, ἐγὼ τούτων οὐδὲν μηχανῶμαι. [11] καὶ μήν, ἔφη, πολὺ διαφέρει τὸ κατὰ φύσιν τε καὶ ὀρθῶς ἀνθρώπῳ προσφέρεσθαι. καὶ γὰρ δὴ βίᾳ μὲν οὔτ' ἂν ἕλοις οὔτε κατάσχοις φίλον, εὐεργεσίᾳ δὲ καὶ ἡδονῇ τὸ θηρίον τοῦτο ἁλώσιμόν τε καὶ παραμόνιμόν ἐστιν. πολὺ διαφέρει, it makes a big difference, i.e. it is of great importance προσ-φέρομαι, deal with, behave towards, + dat. βία, ἡ, force εὐ-εργεσία, ἡ, doing good services; kindness θηρίον, τό, wild animal, beast παρα-μόνιμος, adj. from παρα-μένω [12] ἀληθῆ λέγεις, ἔφη. 5
δεῖ τοίνυν, ἔφη, πρῶτον μὲν τοὺς φροντίζοντάς σου τοιαῦτα ἀξιοῦν, οἷα ποιοῦσιν αὐτοῖς μικρότατα μελήσει, ἔπειτα δὲ αὐτὴν ἀμείβεσθαι χαριζομένην τὸν αὐτὸν τρόπον οὕτω γὰρ ἂν μάλιστα φίλοι γίγνοιντο καὶ πλεῖστον χρόνον φιλοῖεν καὶ μέγιστα εὐεργετοῖεν. [13] χαρίζοιο δ' ἂν μάλιστα, εἰ δεομένοις δωροῖο τὰ παρὰ σεαυτῆς ὁρᾷς γὰρ ὅτι καὶ τῶν βρωμάτων τὰ ἥδιστα, ἐὰν μέν τις προσφέρῃ πρὶν ἐπιθυμεῖν, ἀηδῆ φαίνεται, κεκορεσμένοις δὲ καὶ βδελυγμίαν παρέχει, ἐὰν δέ τις προσφέρῃ λιμὸν ἐμποιήσας, κἂν φαυλότερα ᾖ, πάνυ ἡδέα φαίνεται. ἀξιόω, here to expect, ask for, demand (+ acc. and inf., with ποιεῖν understood) ποιοῦσιν, participle (not finite verb) ἀμείβω, to exchange, in mid. to answer; to repay, requite τὸν αὐτὸν τρόπον, i.e. as freely as they oblige you δέω, in mid., to be in need; to ask for δωρέω, in act. and mid. = δίδωμι (τὰ δῶρα in this context = favors ) βρῶμα, τό, food προσ-φέρω, to offer; to set before κορέννυμι, to satiate; to fill βδελυγμία, ἡ, disgust, loathing λιμός, ὁ, hunger, famine ἐμ-ποιέω, to produce; to create; to cause φαῦλος, η, ον, trivial, petty, sorry, poor; low, mean, common; indifferent; simple, unaffected [14] πῶς οὖν ἄν, ἔφη, ἐγὼ λιμὸν ἐμποιεῖν τῶν παρ' ἐμοὶ δυναίμην; εἰ νὴ ί', ἔφη, πρῶτον μὲν τοῖς κεκορεσμένοις μήτε προσφέροις μήτε ὑπομιμνῄσκοις, ἕως ἂν τῆς πλησμονῆς παυσάμενοι πάλιν δέωνται, ἔπειτα τοὺς δεομένους ὑπομιμνῄσκοις ὡς κοσμιωτάτῃ τε ὁμιλίᾳ καὶ τῷ φαίνεσθαι βουλομένη χαρίζεσθαι καὶ διαφεύγουσα, ἕως ἂν ὡς μάλιστα δεηθῶσι τηνικαῦτα γὰρ πολὺ διαφέρει τὰ αὐτὰ δῶρα ἢ πρὶν ἐπιθυμῆσαι διδόναι. [15] καὶ ἡ Θεοδότη, πλησμονή, ἡ, a filling or being filled; satiety, surfeit κόσμιος, α, ον, well-ordered, moderate; well-behaved, discreet, modest ὁμιλία, ἡ, being together, company; converse, intercourse (sexual or otherwise) δια-φεύγω, here, to draw back, hold back τηνικαῦτα, then, at that time, under these circumstances πολὺ διαφέρει, it is far better 6
τί οὖν οὐ σύ μοι, ἔφη, ὦ Σώκρατες, ἐγένου συνθηρατὴς τῶν φίλων; Why then do you not become? The aor. implies surprise that the action has not taken place, and hence conveys a more emphatic invitation than the pres. would (Smyth 1936). ἐάν γε νὴ ί', ἔφη, πείθῃς με σύ. πῶς οὖν ἄν, ἔφη, πείσαιμί σε; ζητήσεις, ἔφη, τοῦτο αὐτὴ καὶ μηχανήσει, ἐάν τί μου δέῃ. [16] εἴσιθι τοίνυν, ἔφη, θαμινά. καὶ ὁ Σωκράτης ἐπισκώπτων τὴν αὑτοῦ ἀπραγμοσύνην, θαμινά, often ἐπι-σκωπτω, to laugh at; to make fun of ἀ-πραγμο-σύνη, avoidance of politics and business; love of a quiet life ἀλλ', ὦ Θεοδότη, ἔφη, οὐ πάνυ μοι ῥᾴδιόν ἐστι σχολάσαι καὶ γὰρ ἴδια πράγματα πολλὰ καὶ δημόσια παρέχει μοι ἀσχολίαν εἰσὶ δὲ καὶ φίλαι μοι, αἳ οὔτε ἡμέρας οὔτε νυκτὸς ἀφ' αὑτῶν ἐάσουσί με ἀπιέναι, φίλτρα τε μανθάνουσαι παρ' ἐμοῦ καὶ ἐπῳδάς. σχολ-άζω, to have leisure φίλαι, Soc. playfully uses the feminine ( girlfriends ) in speaking of his friends ἐάω, to allow φίλτρον, τό, love-charm ; ἐπ-ῳδή, ἡ, charm, spell [17] ἐπίστασαι γάρ, ἔφη, καὶ ταῦτα, ὦ Σώκρατες; ἀλλὰ διὰ τί οἴει, ἔφη, Ἀπολλόδωρόν τε τόνδε καὶ Ἀντισθένη οὐδέποτέ μου ἀπολείπεσθαι; διὰ τί δὲ καὶ Κέβητα καὶ Σιμίαν Θήβηθεν παραγίγνεσθαι; εὖ ἴσθι ὅτι ταῦτα οὐκ ἄνευ πολλῶν φίλτρων τε καὶ ἐπῳδῶν καὶ ἰύγγων ἐστί. ἴυγξ, ἴυγγος, ἡ, a small bird, the wryneck, which, when bound to a revolving wheel, was supposed, as it turned, to influence the affections of the heart; hence its name was applied to the wheel. [18] χρῆσον τοίνυν μοι, ἔφη, τὴν ἴυγγα, ἵνα ἐπὶ σοὶ πρῶτον ἕλκω αὐτήν. χράω, here, to lend ; ἕλκω, to draw, drag ἀλλὰ μὰ ί', ἔφη, οὐκ αὐτὸς ἕλκεσθαι πρὸς σὲ βούλομαι, ἀλλὰ σὲ πρὸς ἐμὲ πορεύεσθαι. ἀλλὰ πορεύσομαι, ἔφη μόνον ὑποδέχου. ἀλλ' ὑποδέξομαί σε, ἔφη, ἂν μή τις φιλωτέρα σου ἔνδον ᾖ. 7